Πέμπτη, 29 Ιουνίου 2017

Ἀκολουθία Ἱερομάρτυρος ΖΑΧΑΡΙΟΥ ἐπ. Κορίνθου, μ. Γερασίμου

Ψαλλομένη τῇ 30η Μαρτίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. β΄. Αἱ ἀγγελικαί.
Ἔχων ἐν ψυχῇ, τῆς ζωῆς τῆς μακαρίας, οἷα θεῖον φῶς, μυστικῶς ἀεὶ ἐκλάμπον, τὰς θείας ἀναβάσεις, Ἱεράρχης θεόληπτος, ὤφθης τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, καὶ μαρτυρίου τὸν ἀγῶνα στεῤῥῶς ἤνυσας, ὦ Ζαχαρία ἱερέ· διὸ εὐφημοῦμέν σε.
Νέμων εὐσεβῶς, τὸν λαὸν τοῦ Κυρίου, καὶ καθοδηγῶν, πρὸς ὁδὸν τῆς σωτηρίας, τοὺς ἐν Κορίνθῳ Πάτερ ὡς ποιμὴν ἐνθεώτατος· ἤσχυνας τὸ κράτος τῆς ἀπάτης, μαρτυρικῶς καταπαλαίσας ἐχθροῦ Ἅγιε, τὴν δυναστείαν καὶ Χριστοῦ, δοξάσας τὴν δύναμιν.
Πόνους ὑποστάς, τῆς ἀθλήσεως ἀνδρείως, καὶ τὴν κεφαλήν, ταῖς χερσὶ τῶν παρανόμων, τμηθεὶς Ἱερομάρτυς Ζαχαρία μακάριε, ῥείθροις τῶν ἁγίων σου αἱμάτων, τὴν Ἐκκλησίαν ἁγιάζεις Ἁγίῳ Πνεύματι· διὸ τιμᾷ χρεωστικῶς, τὴν πάνσεπτον μνήμην σου.
Κόρινθος τιμᾷ, ὡς κλεινόν σε Ποιμενάρχην, καὶ περιφανῆ, τοῦ Σωτῆρος  Ἀθλοφόρον, σοφὲ Ἱερομάρτυς Ζαχαρία θεόληπτε, καὶ τὴν σὴν λαμπρῶς γεραίρει μνήμην, ἧ μὴ ἐλλίπῃς οὐρανόθεν ὡς συμπαθὴς Ἅγιε, τῆς εὐλογίας σου ἀεί, διδόναι τὰς χάριτας.
Δόξα. Ἦχος α΄.
Εὐαγγελικῇ πολιτείᾳ ἐκλάμπων, ὡς Ἱεράρχης ὅσιος, τοῦ μαρτυρίου ὑπῆλθες τὸ σκάμμα, ἀνενδότῳ ψυχῇ, Ζαχαρία παμμάκαρ· τὸν ἐπελθόντα γὰρ ἐχθρόν, ἐν σοφίᾳ ἤσχυνας, τῶν πάλαι Ἀθλητῶν, τὴν ἀρετὴν μιμησάμενος· καὶ καλῶς ἀγωνισάμενος, διπλῶν ἐπάθλων ἠξίωσαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θεῖος ἱερουργός, καὶ Ποιμενάρχης πέλων, τῆς ἐν Κορίνθῳ Πάτερ, ἁγίας Ἐκκλησίας, μαρτυρικῶς ἠγώνισαι.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Πᾶσαν τὴν τοῦ ἐχθροῦ, διήλεγξας ἀπάτην, ἀθλητικῇ ἐνστάσει, παμμάκαρ Ζαχαρία, καὶ τὸν ἐχθρὸν ἐδόξασας.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Θῦμα ὡς λογικόν, καὶ προσφορὰ τελεία, προσήχθης τῷ Κυρίῳ, τμηθείς σου τὸν αὐχένα, ὦ Ζαχαρία ἔνδοξε.
Δόξα. Τριαδικόν.
Ἔχων τὴν Σὴν ἰσχύν, ὁ θεἶος Ζαχαρίας, ὁμότιμε Θεότης, Τριὰς ὑπεραγία, μαρτυρικῶς ἠρίστευσε.
Καὶ νῦν. Θεοτοκίον.
Φέρουσα ἐν χερσί, τὸν πάντων Βασιλέα, ὥσπερ Υἱόν Σου Κόρη, αὐτὸν ἀεὶ δυσώπει, ὑπὲρ ἀχρείων δούλων Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κορίνθου Ποιμένα ὁ Χριστὸς σὲ ἀνέδειξεν, ὡς θεράποντα θεῖον, Ζαχαρία μακάριε· διὸ καὶ ἐναθλήσας ἀνδρικῶς, μεσίτης ἡμῶν ὤφθης πρὸς Θεόν, διὰ τοῦτό σε τιμῶμεν χρεωστικῶς, Ἱερομάρτυς κράζοντες· δόξα τῷ παρασχόντι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Στολὴν ἐνδυσάμενος σεπτήν, τῇ βουλῇ τοῦ κρείττονος, Ἀρχιερεὺς ἱερώτατος, καὶ θεῖος Πρόεδρος, τῆς Κορίνθου ὤφθης, Ζαχαρία ἔνδοξε, καὶ πόνοις μαρτυρίου ὡμίλησας, στεῤῥῷ φρονήματι· διὰ τοῦτο εὐφημοῦμέν σε, ὡς μεσίτην, ἡμῶν πρὸς τὸν Κύριον.
Ἀτρέπτῳ ψυχῇ ὑπὲρ Χριστοῦ, ἀνεδέξω Ἅγιε, τὸ τῆς ἀθλήσεως στάδιον, καὶ καταβέβληκας, ἀνυποίστοις πόνοις, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, κηρύξας τοῦ Σωτῆρος τὸ ὄνομα, εὐσήμῳ στόματι, Ζαχαρία ἱερώτατε· διὰ τοῦτο, ἀξίως δεδόξασαι.
Θυσίαν τελῶν τὴν μυστικήν, Ζαχαρία ἔνδοξε, ὡς Ἱερεὺς ἐνθεώτατος, θῦμα εὐπρόσδεκτον, τῷ Χριστῷ προσήχθης, τοῖς οἰκείοις αἵμασιν, ὡς ἤνυσας καλῶς τὸν ἀγῶνά σου· καὶ νῦν τὴν ἄῤῥητον, καθορῶν Αὐτοῦ λαμπρότητα, ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ἕτερα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖος Ἱεράρχης γεγονώς, τῇ σῇ καθαρᾷ πολιτείᾳ, καὶ ἐναρέτῳ ζωῇ, Ζαχαρία ἔνδοξε, Μάρτυς ἀήττητος, τοῦ Χριστοῦ ἐχρημάτισας, νομίμως ἀθλήσας, ἅπαν ἀρνησάμενος, σαρκὸς τὸ φρόνημα· ὅθεν ἐπαξίως ἐδέξω, παρὰ τοῦ Χριστοῦ διπλοῦν στέφος, ὡς Ἱερομάρτυς ἀξιάγαστος.
Ἔστης ἀκατάπληκτος σοφέ, βήματι ἐχθρῶν παρανόμων, φέρων τὴν ἄνωθεν, δύναμιν ἀήττητον, Ἱερομάρτυς Χριστοῦ, καὶ βασάνων τὴν ἔφοδον, ὡς οὐδὲν ἡγήσω, καὶ εἱρκτῆς τὴν κάκωσιν, ἀνδρείως ἤνεγκας· ὅθεν ἐναθλήσας νομίμως, τὴν τῆς ἀνομίας καθεῖλες, πλάνην Ζαχαρία δεισιδαίμονα.
Ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν, ἔτεμες τοῦ ψεύδους τὸ κράτος, Ἱερομάρτυς Χριστοῦ, καὶ τοῖς τῶν αἱμάτων σου, ἁγίοις ῥεύμασιν, Ἐκκλησίας τὰς αὔλακας, πλουσίως ἀρδεύεις, γεωργεῖν τῆς πίστεως, θεῖα βλαστήματα· ὅθεν Κορινθίων χορεῖαι, Πάτερ Ζαχαρία θεόφρον, χαίροντες τὴν μνήμην σου γεραίρομεν.
Δόξα. Ἦχος β΄.
Τὸ πῦρ τὸ οὐράνιον, τῆς ἐνεργείας τοῦ Πνεύματος, ἐνοικῆσαν τῇ ψυχῇ σου, Ζαχαρία ἱερέ, Ἱεράρχην ἔνθεον, καὶ τῶν ἄνω μυσταγωγόν, ἀληθῶς σε ἔδειξεν· ὅλον σαὐτὸν γὰρ δέδωκας, τῇ πρακτικῇ ἱερουργίᾳ, Εὐαγγελίου τῆς χάριτος· καὶ μαρτυρικὸν ὑπελθὼν ἀγῶνα, τῆς εὐσεβείας ἔδειξας τὴν δύναμιν, ἐν ἀσθενείᾳ σαρκός, καθελὼν τὸν ἐν κακίᾳ ἰσχυρόν. Ἀλλ’ ὦ Ἱερομάρτυς ἀξιάγαστε, Ἱερέων καὶ Μαρτύρων ἰσότιμε, σὺν αὐτοῖς ἀεὶ πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἶσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι’ 7, γ΄13).
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεται Ἅγιε, ἡ ἐν Κορίνθῳ Ἐκκλησίᾳ, καυχωμένη τῇ σῇ χάριτι, καὶ τοῖς ὑπὲρ Χριστοῦ ἀγῶσι· ταύτην γὰρ ἐποίμανας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, καὶ ἀθλητικοῖς πόνοις ἐπαίδευσας, μηδὲν προκρίνειν, τῆς τοῦ Χριστοῦ ἀγάπης· ὑπὲρ Αὐτοῦ γὰρ προθύμως, ἀθλῆσαι προείλου, καὶ τὸ οἰκεῖον αἷμα ἔχεας, καλῶς ἀγωνισάμενος. Ἀλλ’ ὦ Ἱερομάρτυς Ζαχαρία, τῆς θείας δόξης κατατρυφῶν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Ἀποστολικὴν χάριν δεξάμενος, ἐναρέτοις ἔργοις τὴν δωρεὰν ἐλάμπρυνας, θεοπρεπῶς ποιμαίνων τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, Ἱεράρχα Ζαχαρία· καὶ μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, ἀθλητικὸν ἀγῶνα ἤνυσας, τυραννικὴν μὴ πτήξας ὠμότητα· καὶ ἐν ἀμφοτέροις δοξάσας Χριστόν, διπλῶν βραβείων ἠξίωσαι, παρ’ Αὐτοῦ ἀξίως· καὶ νῦν ὡς Μάρτυς καὶ Ὅσιος, καὶ Ἀρχιερεὺς εὐκλεής, παῤῥησίαν πολλὴν εὑράμενος, μὴ παύσῃ πρεσβεύων, δίδοσθαι ἡμῖν τὸ θεῖον ἔλεος.
Ἦχος γ΄.
Γεηπονῶν πρακτικῶς τὰς λογικὰς ἀρούρας, καρπὸν πολὺν προσήγαγες, τῷ Γεωργῷ τῶν ψυχῶν, ὡς Ἱεράρχης ἐνθεώτατος, Ζαχαρία μακάριε· τῷ γὰρ λόγῳ τῆς χάριτος καὶ πολιτείᾳ ἀμέμπτῳ, πᾶσιν ὑπέδειξας, τῶν θείων ἐνταλμάτων τὴν ὁδὸν τὴν σωτήριον· καὶ ὡς φοίνιξ ὑψίκομος, ἐν μιμήσει τῶν πάλαι Ἀθλητῶν, ἀθλητικὴν καρποφορίαν, τῇ Ἐκκλησίᾳ ἐξήνεγκας, δι’ ἧς ἐκτρέφεις τὰς ψυχάς, ἐν Ἁγίῳ Πνεύματι, τῶν τιμώντων σου τὴν ἄθλησιν.
Ἦχος δ΄.
Τῆς εὐσεβείας ἐνδεδυμένος τὴν ἰσχύν, τῆς δυσσεβείας τὸ κράτος ἐφαύλισας, ἀπτοήτῳ καρδίᾳ Ζαχαρία ἔνδοξε· τῷ γὰρ Σωτῆρι Χριστῷ, σαὐτὸν ἀναθέμενος, παρ’ οὐδὲν ἡγήσω, τῶν διωκτῶν τὰς ἀπειλάς, τὰς ἀλγηδόνας τῆς σαρκός, ὑπεριδὼν ὡς ἄσαρκος· θεῖος γὰρ ἔρως Ἅγιε, ὅλον σε μετάρσιον, καὶ θεόληπτον εἰργάσατο· καὶ τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης σβέσας τὴν φλόγαν, τὰς φλογιζομένας τυραννικῇ δουλείᾳ, ψυχὰς ἐδρόσισας· διό σου τοὺς ἀγῶνας τιμῶντες, δοξάζομεν Χριστὸν τὸν σὲ δοξάσαντα.
Δόξα. Ὁ αὐτός.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ, τὸν ἐν αἵματι ἰδίῳ, θυσίαν ὁλόκληρον, ἑαυτὸν Κυρίῳ προσαγαγόντα, Ζαχαρίαν τὸν θεῖον, πᾶς ὁ τοῦ Θεοῦ λαός, μελῳδικῶς εὐφημήσωμεν· θεοπρεπῶς γὰρ διαγαγών, τὴν δοθεῖσαν ἐκουσίαν, ὡς Ἱεράρχης ὅσιος, μαρτυρικῶν καμάτων ὤφθη κοινωνός, ἀθλητικῶς καθελὼν τὸν ἀντίπαλον· καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶν, αἰτεῖται ἡμῖν κινδύνων ἀπαλλαγήν, καὶ τὸν θεῖον ἱλασμόν, ὡς Ἱερομάρτυς ἐνθεώτατος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τῆς Κορίνθου λαμπτὴρ καὶ Ποιμενάρχης, ὁ βίου λαμπρότητι, καλλωπιζόμενος, ὁ Ζαχαρίας ὁ ἔνδοξος, Μαρτύρων ὤφθη, στεῤῥῶς ἀθλήσας εὐκλείας μέτοχος· νοὸς γὰρ στεῤῥότητι, εἶλε τὸν τύραννον, τὸν καθ’ ἡμῶν ἐπαιρόμενον, τὴν τῆς ἀπάτης, καταπαλαίσας εἰς τέλος δύναμιν· οὗ τὴν ἁγίαν πάντες ἄθλησιν, ἐπαινοῦντες Χριστὸν μεγαλύνω-μεν, τὸν δοξάσαντα τοῦτον, ὡς κλεινὸν Ἱερομάρτυρα.
Στ. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Κεκοσμημένος στολαῖς ἱεραρχίας, Χριστῷ ἱεράτευσας, καθάπερ Ἄγγελος, καθοδηγῶν πρὸς τὰ κρείττονα, λόγοις καὶ ἔργοις, τὴν σοὶ λαχοῦσαν ποίμνην θεόπνευστε· ἐντεῦθεν κατέλαβες τὸν ἐπελθόντα σοι, μαρτυρικοῖς ἀγωνίσμασι, δόλιον ὄφιν, τῆς εὐσεβείας κράτος τὸ ἄμαχον, πᾶσι προφαίνων τῇ ἀθλήσει σου, Ζαχαρία καὶ στέφος τὸ ἄφθαρτον, ἐπαξίως ἐδέξω, ἐκ χειρὸς τοῦ Παντοκράτορος.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μὴ δειλιάσας θυμὸν τῶν παρανόμων, ἀνδρείως εἰσέδραμες Μαρτύρων στάδιον, ὀνειδισμούς τε καὶ μάστιγας, καὶ πᾶσαν ἄλλην, καθυπομείνας βάσανον Ἅγιε, καὶ χαίρων ὑπέκλινας ξίφει τὴν κάραν σου, Ἱερομάρτυς μακάριε, καὶ νικηφόρος, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες· ὅθεν τὴν μνήμην τὴν ἁγίαν σου, Ζαχαρία τελοῦντες βοῶμέν σοι· τὸν Σωτῆρα δυσώπει, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐρηρεισμένος ἀκλινῶς, τῇ πέτρᾳ τῆς πίστεως, οὐδόλως σεσάλευσαι, ταῖς ἀντιπνοίαις τοῦ χείρονος· ἀλλ’ ἀτρέπτῳ λογισμῷ, ὑπελθὼν τὸν ἀγῶνα, τὴν μὲν πλάνην ἐθριάμβευσας, τῶν δὲ πιστῶν τὸ φρόνημα, ἑδραιότερον εἰργάσω τῇ ἀληθείᾳ, τῇ στεῤῥᾷ ἀθλήσει σου, Ἱερομάρτυς ἀξιάγαστε· καὶ νῦν Ἀγγέλοις συνών, Ζαχαρία παμμάκαρ, καὶ Ἱερεῦσι καὶ Μάρτυσι, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κορίνθου Ποιμένα ὁ Χριστὸς σὲ ἀνέδειξεν, ὡς θεράποντα θεῖον, Ζαχαρία μακάριε· διὸ καὶ ἐναθλήσας ἀνδρικῶς, μεσίτης ἡμῶν ὤφθης πρὸς Θεόν, διὰ τοῦτό σε τιμῶμεν χρεωστικῶς, Ἱερομάρτυς κράζοντες· δόξα τῷ παρασχόντι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου, Σωτήρ.
Χριστῷ ἱερουργῶν, ὡς σεπτὸς Ἱεράρχης, προσήγες σαὐτόν, ὡς θυσίαν τελείαν, ἀθλήσας δι’ αἵματος, Ζαχαρία μακάριε· ὅθεν σήμερον, τὴν σὴν γεραίροντες μνήμην, εὐφημοῦμέν σε, Ἱερομάρτυς Κυρίου, τιμῶντες τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀτρέπτως τὴν ἡμῶν, προσλαβόμενος φύσιν, ὁ πάντων συνοχεύς, ἐξ ἁγνῶν Σου αἱμάτων, Υἱός Σου ὤφθη τέλειος, Θεὸς ὢν μείνας Ἄχραντε, καὶ ἐθέωσε, τὴν προσληφθεῖσαν οὐσίαν· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν Θεοτόκε, τῶν πίστει ὑμνούντων Σε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἱεράρχης Κυρίου πέλων θεόληπτος, Ἀθλητὴς ἀνεδείχθης ἀκαταγώνιστος,  Ζαχαρία ἱερὲ ἀθλήσας ἄριστα, καὶ βραβείων τῶν διπλῶν, παρὰ Θεοῦ ἀξιωθείς, ὡς θεῖος Ἱερομάρτυς, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Δεσπότην τῶν ὅλων κυοφορήσασα, τὴν πεπτωκυῖαν οὐσίαν ἡμῶν ἀνύψωσας, τῷ Σῷ τόκῳ τῷ φρικτῷ Θεοχαρίτωτε· ὅθεν πάντες οἱ πιστοί, ἀνυμνοῦμέν Σε Ἁγνή, ὡς πύλην τῆς σωτηρίας, καὶ ἀπαρχὴν καὶ αἰτίαν, καλῶν μυρίων Παναμώμητε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἱεράτευσας Θεῷ, ἐν ταπεινώσει ἀληθεῖ, καὶ ἐνήθλησας στεῤῥῶς, ὑπὲρ τῆς δόξης Ἑαυτοῦ, καταβαλὼν τῶν τῆς ἄγαρ Πάτερ τὸ θράσος· πάσας γὰρ αὐτῶν, ποινὰς ὑπέμεινας, γνώμῃ ἀκλινεῖ, οἷάπερ ἄσαρκος, καὶ ἐκτμηθεὶς τῷ ξίφει κατήρδευσας, ῥείθροις ἁγίων αἱμάτων σου, τὴν Ἐκκλησίαν, Ἱερομάρτυς, Ζαχαρία τιμῶσάν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκον ἀληθῆ, καὶ ἀειπάρθενον ἁγνήν, ὡς τεκοῦσαν ἐν σαρκί, τὸν ὑπερούσιον Θεόν, ὁμολογοῦμέν Σε πάντες καὶ ἐκβοῶμεν· πάσης ἀπειλῆς, καὶ ἐπιθέσεως, λύτρωσαι ἡμᾶς, τοῦ παναλάστορος, καὶ φωτισμὸν ἡμῖν δίδου οὐράνιον, ἐν τῇ καρδίᾳ Πανάμωμε, ὡς ἂν ῥυσθῶμεν, παθῶν ἀχλύος, οἱ τῇ Σῇ σκέπῃ προστρέχοντες.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Εὐαγγέλιον, Ἱεραρχικόν (ζῆτει τῇ 15η Δεκεμβρίου, τοῦ ἁγ. Ἐλευθερίου).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Μαρτυρικῇ ἐνστάσει Πάτερ, τυραννικὴν καθεῖλες μανίαν, ὑπεριδὼν σαρκὸς ὡς φθειρομένης, ὡς πλήρης θείου φωτός· καὶ τὸν δι’ ἡμᾶς σαρκωθέντα Κύριον, Θεὸν τῶν ὅλων κηρύξας, τὸν ὑπὲρ Αὐτοῦ θάνατον, ἀνδρείως ἐδέξω· καὶ νῦν τῆς ἀθανάτου ζωῆς κληρονομήσας τὰ ἀγαθά, αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Ζαχαρία Ἱερομάρτυς ἔνδοξε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ποιμὴν καὶ Μάρτυς ὁ Ζαχαρίας ὤφθη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Πλήρης φωτός, τῆς Τρισηλίου ἐλλάμψεως, ὢν Ζαχαρία ἔνδοξε, τὸν νοῦν μου φώτισον, φωτοφόροις εὐχαῖς σου, ὡς ἄν σου τὴν ἁγίαν, ὑμνήσω ἄθλησιν.
Ὅλον τὸν νοῦν, πρὸς τὸν Θεὸν ἔχων Ἅγιε, Ἀρχιερεὺς θεόληπτος, ὤφθης τῷ βίῳ σου· καὶ νομίμως ἀθλήσας, θεόφρον Ζαχαρία, λαμπρῶς δεδόξασαι.
Ἵνα Χριστῷ, εὐαρεστήσῃς θεόληπτε, τὰ γεηρὰ φρονήματα, εἰς γῆν ἀπέῤῥιψας, καὶ Μαρτύρων ἀγῶνας, ὑπῆλθες οὐρανίῳ, Πάτερ φρονήματι.
Μαρτυρικήν, ἐπιδειξάμενος ἔνστασιν, τὴν σὴν στολὴν ἐφοίνιξας, οἰκείοις αἵμασι, Ζαχαρία τρισμάκαρ, καὶ τὴν φρυαττομένην, πλάνην κατήσχυνας.
Θεοτοκίον.
Ἡ τὸν Θεόν, ἀνερμηνεύτως κυήσασα, καὶ μετὰ τόκον ἄφθορος, παρθένος μείνασα, ἀειπάρθενε Κόρη, φθοροποιῶν παθῶν με, ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με.
Ναμάτων τῶν τῆς χάριτος πεπλησμένος, τῆς πλάνης κατακλύζεις Πάτερ τὰ ῥεῖθρα, τοῖς ῥεύμασιν αἱμάτων σου τῶν χυθέντων, ὑπὲρ τῆς πίστεως, τῆς θείας Ἅγιε, Ζαχαρία ἔνδοξε, Μαρτύρων σύσκηνε.
Καθεῖλες τῆς ἀπάτης Πάτερ τὸ θράσος, στεῤῥότητι καρδίας ὠχυρωμένος, Χριστὸν ὁμολογήσας Θεὸν τῶν ὅλων, ἐνθέῳ στόματι, καὶ χαίρων ἤνεγκας, Ζαχαρία ἔνδοξε, σαρκὸς ἐπίπονα.
Ἀμέμπτως τῷ Κυρίῳ ἱερατεύων, ὡς θεῖος Ἱεράρχης καὶ θεοφόρος, προσήχθης ὡς θυσία τελειοτάτη, Αὐτῷ μακάριε, πόνοις ἀθλήσεως, Ζαχαρία Ἅγιε· διὸ τιμῶμέν σε.
Ἰσχὺν ἐνδεδυμένος τὴν οὐρανίαν, ὑπέστης ἀνενδότῳ Πάτερ καρδίᾳ, ἐχθρῶν τῶν παρανόμων τὰς ἐπιθέσεις, καὶ πᾶσαν βάσανον, σαρκὸς ὡς ἄσαρκος, καὶ νομίμως ἤθλησας, Χριστοῦ τῷ ἔρωτι.
Θεοτοκίον.
Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας· Χριστὸν γὰρ τὸν ῥυσάμενον τῆς κατάρας, ἡμᾶς ἐκύησε, Ταύτῃ κραυγάζοντες· χαῖρε Παναμώμητε, κόσμου διάσωσμα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν τυράννων μὴ δείσας τὰς ἀπειλάς, ὡς Χριστοῦ θεοφόρος μυσταγωγός, βασάνων τὴν ἔφοδον, ὥσπερ ὄναρ λελόγισαι, καὶ τῆς εἱρκτῆς ὑπέστης, γενναίως τὴν κάθειρξιν, πληγὰς τὰς ἐκ μαστίγων, ὀνείδη καὶ σκώμματα· ὅθεν καὶ τῷ ξίφει, ἐκτμηθεὶς τὸν αὐχένα, τῆς δόξης τὸν στέφανον, ἐπαξίως ἀπείληφας, Ζαχαρία μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων ὑπερφυῶς, προσλαβόμενος φύσιν τὴν τῶν βροτῶν, ὁ πάντων ἐπέκεινα, ὡς Θεὸς ὑπερούσιος, διπλοῦς κόσμῳ ὡράθη, Θεός τε καὶ ἄνθρωπος, καὶ τῆς ἀρᾶς τῆς πάλαι, ἐῤῥύσατο Ἄχραντε, πάντας τοὺς ἐν πίστει, τοῦ Σοῦ τόκου τὸ μέγα, ὑμνοῦντας μυστήριον, καὶ πιστῶς ἐκβοῶντάς Σοι, Θεοτόκε πανύμνητε· χαῖρε τῶν Ἀγγέλων χαρά, καὶ ἀνθρώπων σκέπη καὶ βοήθεια, καὶ ἐχθρῶν ἀοράτων, τελεία κατάλυσις.

ᾨδὴ δ΄. Ὑμνῶ Σε ἀκοὴν γὰρ, Κύριε.
Ἀγγέλων συμπολίτης γέγονας, Ζαχαρία Ἱερομάρτυς, ἀγγελικῶς Ἅγιε, τὰ κατὰ σὲ διατελέσας, σεπτῇ μὲν ἱερωσύνῃ πρότερον, καὶ μαρτυρίου ὕστερον παλαίσμασι.
Ῥημάτων μὴ ἐνεγκὼν Ἅγιε, τὴν λαμπρότητα ὁ διώκτης, σῶμα τὸ σὸν δέδωκε, πικραῖς βασάνοις, ἀλλ’ ἡττήθη, τῷ σῷ ἀνενδότῳ παραστήματι, δι’ οὗ Μαρτύρων ὤφθης ἰσοστάσιος.
Τοῖς αἵμασι τὴν στολὴν ἐφοίνιξας, Ζαχαρία Ἱερομάρτυς, μεθ’ ἧς καὶ εἰσέδραμες, ἔνθα Χριστὸς πρόδρομος πάντων, εἰσῆλθεν ὦ νῦν ἐμφα-νιζόμενος, ὑπὲρ ἡμῶν δεήσεις φέρεις Ἅγιε
Ὑμνοῦσι Κορινθίων σύλλογοι, τοὺς ἀγῶνάς σου Ἱεράρχα· τούτων ποιμὴν ὤφθης γάρ, καὶ θεοφόρος ποδηγέτης, καὶ τούτους ἡγίασας μακάριε, ἀθλητικοῖς σου Ζαχαρία αἵμασι.
Θεοτοκίον.
Σκηνήν Σε καὶ λαμπρὸν ἀνάκτορον, ὁ τῶν ὅλων δείξας Δεσπότης, σάρκα λαβὼν Ἄχραντε, ἐκ τῶν πανάγνων Σου αἱμάτων, φωτὸς οἰκητήρια εἰργάσατο, τοὺς τὸν φρικτόν σου τόκον μεγαλύνοντας.

ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
Ὁ νοῦς σου σοφέ, τῷ φωτὶ τοῦ Πνεύματος λαμπόμενος, τὸν τοῦ σκότους ἄρχοντα, πόνοις μαρτυρίου κατεπάλαισε, κατὰ σοῦ ἐπελθόντα, ὡς θῆρα ὠρυόμενον.
Ζωὴν ἱεράν, οἷα τοῦ Χριστοῦ θεράπων γνήσιος, ἔχων ἱερώτατε, ταύτην Ζαχαρία ἐπεσφράγισας, ἀθλητικοῖς ἀγῶσι, καταβαλὼν τὸν δράκοντα.
Αἱμάτων ῥοαῖς, τὴν τῆς πλάνης φλόγα Πάτερ ἔσβεσας, καὶ πιστῶν τὸ φρόνημα, πρὸς καρποφορίαν ἐπουράνιον, Ζαχαρία παμμάκαρ, θεοπρεπῶς κατήρδευσας.
Θεοτοκίον.
Χαρᾶς ἀληθοῦς, ὤφθης τοῖς ἀνθρώποις Κόρη πρόξενος, τὸν τὴν λύπην λύσαντα, τὴν τῶν Προπατόρων σωματώσασα, ὑπὲρ νοῦν τε καὶ λόγον, Θεὸν τὸν Παντοδύναμον.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἀπειλὰς δυσμενῶν οὐκ ἐπτόησαι, οἷα Ἱεράρχης Χριστοῦ ἐνθεώτατος, ἀλλ’ ἀπτοήτως ἤνυσας, Ζαχαρία Μαρτύρων τὸ στάδιον.
Ῥοῦν τῆς πλάνης κατέκλυσας Ὅσιε, ἐν τοῖς ὀχετοῖς τῶν θείων αἱμάτων σου, καὶ νικηφόρος ἔδραμες, Ζαχαρία ζωὴν πρὸς τὴν ἄληκτον.
Ἱερότητι βίου κοσμούμενος, ὤφθης ποιμενάρχης Κορίνθου θεόληπτος, καὶ μαρτυρίου αἵματι, σεαυτὸν Ζαχαρία ἐφοίνιξας.
Θεοτοκίον.
Ἀποῤῥήτως Θεὸν σωματώσασα, ἔλυσας Παρθένε Ἀδὰμ τὸ κατάκριμα, καὶ εὐλογίας πέλαγος, καὶ ζωῆς ἀληθοῦς χάριν ἔβλυσας.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὴν στολὴν τὴν ἔνθεον, κεκληρωμένος θεόφρον, τῆς Κορίνθου Πρόεδρος, καὶ Ποιμενάρχης ἐδείχθης· πόνοις δέ, τοῦ μαρτυρίου ἀνδραγαθήσας, στέφανον, διπλοῦν ἐδέξω παρὰ Κυρίου, ὡς κλεινὸς Ἱερομάρτυς, ὦ Ζαχαρία Ἀγγέλων σύσκηνε.
Ὁ Οἶκος.
Ὁλικῶς τῷ Θεῷ ἀνακείμενος, καὶ Ἁγίων χωρῶν εἰς τὰ Ἅγια, ὡς πιστὸς Ἱερεὺς καὶ Διάκονος, μυστηρίων τῶν θείων τῆς χάριτος, ἐπλήσθης θείου φωτισμοῦ, καὶ ἱεράτευσας Χριστῷ, ἐν ταπεινώσει πολλῇ, καὶ καθαρότητι ψυχῆς· καὶ καλῶς ποιμαίνων τὴν λαχοῦσάν σοι ἄνωθεν ποίμνην, καὶ ἀμέμπτως ἱερουργῶν καὶ λατρεύων τῷ Σωτῆρι ἡμῶν, μισθὸν ἐπάξιον ἐκομίσω, τὸ τελειωθῆναι δι’ αἵματος, ὑπὲρ Αὐτοῦ μακάριε· ἔνθεν Μαρτύρων ὑπελθὼν τὸ σκάμμα, μαρτυρικὴν ἐπεδείξω στεῤῥότητα, καὶ τυραννικὴν καθεῖλες ἰταμότητα, ὡς ἄσαρκος τὰς τῆς σαρκὸς ὑποστὰς αἰκίας, καὶ τὴν τοῦ αὐχένος ἐκτομήν· διὸ στέφανον διπλοῦν ἐδέξω παρὰ Κυρίου, ὡς κλεινὸς Ἱερομάρτυς, ὦ Ζαχαρία Ἀγγέλων σύσκηνε.

Συναξάριον.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζαχαρίου, Ἐπισκόπου Κορίνθου, ξίφει τελειωθέντος ἐν ἔτει 1684.
Στίχοι·
Δέχου στεφάνους ἐκ Θεοῦ Ζαχαρία,
ὡς Ἱεράρχης καὶ Ἀθλητὴς Kυρίου.
Ζαχαρίαν ἐσθλὸν τριακοστῇ τάμε φάσγανον ὀξύ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Σαρκὸς μὴ φεισάμενος αἰκιζομένης, τυράννων ὠμότητι, τὴν σὴν ψυχὴν ἀκίβδηλον, ἐφύλαξας Ἅγιε, ὁμολογῶν τὸν Χριστόν, ὦ καὶ ἀθλῶν ἔκραζες· ὁ ὢν Εὐλογημένος καὶ Ὑπερένδοξος.
Ὡς ἄκμων ἀνάλωτος ἐν ταῖς βασάνοις, ὡράθης μακάριε, ὡς Ἱεράρχης ἔνθεος· Χριστοῦ γὰρ τῷ ἔρωτι, καθυπομένεις στεῤῥῶς, ῥάβδων τὴν δριμύτητα, καὶ τῶν ἐχθρῶν καθεῖλες πᾶσαν τὴν ἔπαρσιν.
Φωτὶ λαμπρυνόμενος τῷ Τρισηλίῳ, τὴν νύκτα παρέδραμες, τῆς πλάνης Πάτερ Ὅσιε· αὐγαῖς δὲ τῶν ἄθλων σου, τὴν Ἐκκλησίαν Χριστοῦ, πᾶσαν κατεπύρσευσας, τιμῶσαν Ζαχαρία, τὴν θείαν μνήμην σου.
Θεὸν πάσης κτίσεως τὸν σαρκωθέντα, Χριστὸν τὸν Παντάνακτα, ὑπὲρ ἡμῶν ἐκήρυξας, καὶ πλάνην ἐστηλίτευσας, Ἀγαρηνῶν τὴν δεινήν, ῥώμῃ τῇ τοῦ Πνεύματος, σοφὲ Ἱερομάρτυς, καὶ χαίρων ἤθλησας.
Θεοτοκίον.
Ἡλίου τὸ σκήνωμα τοῦ ἀνεσπέρου, Σὺ εἶ Παναμώμητε, δι’ ἄκραν ἀγαθότητα· ἐν Σοὶ γὰρ ἐσκήνωσεν, ὁ τῶν ἁπάντων Θεός, καὶ ὤφθη ἐκ Σοῦ ἄνθρωπος, θεώσας τῶν ἀνθρώπων φύσιν τὴν ἔκπτωτον.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Γνώμῃ στεῤῥᾷ ὑπενεγκών, Ἱεράρχα τὴν τομὴν τῆς κεφαλῆς σου, κεφαλῇ τῶν ἁπάντων, τῷ Ζωοδότῃ Χριστῷ, ἡνώθης Ζαχαρία ἔνδοξε, καὶ τῆς ὑπὲρ λόγον, χαρᾶς κατηξιώθης.
Ἔχων πολλὴν πρὸς τὸν Χριστόν, παῤῥησίαν ὡς Αὐτοῦ Ἱερομάρτυς, Ζαχαρία παμμάκαρ, ἀεὶ δυσώπει Αὐτόν, διδόναι πταισμάτων συγχώρη-σιν, τοῖς ἐπιτελοῦσι, τὴν ἱεράν σου μνήμην.
Ῥάβδῳ τῆς σῆς ἐπισκοπῆς, καὶ νῦν ἴθυνον παμμάκαρ ἀοράτως, ἐκ τῶν ἄνω ἁψίδων, τὴν κληρουχίαν τὴν σήν, Κορίνθου τὴν πόλιν μακάριε, πρὸς τὰς ζωηφόρους, νομὰς τῆς εὐσεβείας.
Θεοτοκίον.
Ἀκαταφλέκτως ἐν γαστρί, τῆς Θεότητος τὸ πῦρ Ἁγνὴ δεχθεῖσα, τῶν παθῶν μου τὴν ὕλην, φλογὶ τῶν Σῶν πρεσβειῶν, κατάφλεξον Κόρη καὶ ὄμβρησον, ὕδωρ μετανοίας, τῇ ταπεινῇ ψυχῇ μου.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Στεφανηφόρος χορεύων, σὺν Ἀγγέλων χορείαις, καὶ σὺν Ἱερομάρτυσι κλεινοῖς, σὺν αὐτοῖς καθικέτευε, Ζαχαρία παμμάκαρ, δοθῆναι ἱλασμὸν καὶ φωτισμόν, τοῖς πιστῶς ἐκτελοῦσι, τὴν φωτοφόρον μνήμην σου.
Ἱερωσύνης τὴν χλαῖναν, λαμπροτέραν τελέσας, ἀθλήσεως ἀγῶσιν ἱεροῖς, σὺν αὐτῇ χαίρων ἔσπευσας, πρὸς σκηνὰς οὐρανίους, τοῦ ξύλου ἀπολαύων τῆς ζωῆς, Ζαχαρία καὶ θέσει, θεοειδεῖ θεούμενος.
Μαρτυρικῆς εὐκληρίας, μετασχεῖν ἠξιώθης, Μαρτύρων διανύσας τὴν ὁδόν, καὶ ἱεροῖς σου παλαίσμασι, τὴν Χριστοῦ Ἐκκλησίαν, ἐστήριξας δουλείας τῷ καιρῷ, Ζαχαρία τρισμάκαρ· διό σε μακαρίζομεν.
Ὁ τοῦ Χριστοῦ Ἱεράρχης, καὶ Ποιμὴν τῆς Κορίνθου, καὶ Μάρτυς τοῦ Σωτῆρος τῶν παθῶν, πρόσδεξαι τοῦτον τὸν ὕμνον μου, Ζαχαρία παμμάκαρ, καὶ αἴτει μοι δοθῆναι ἱλασμόν, καὶ φωτὶ μετανοίας, τὸν νοῦν μου φωταγώγησον.
Θεοτοκίον.
Ὑπὲρ ἡλίου ἀκτῖνας, ἀσυγκρίτως ἀστράπτει, ἡ δόξα Σου ἡ ἄῤῥητος Ἁγνή, κατακαλύπτουσα ἅπαντας· τὸν γὰρ Ἥλιον Κόρη, ἐκύησας τὸν ἄδυτον ἡμῖν, τὸν φωτίζοντα πάντας, Χριστὸν τὸν Παντοδύναμον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Εὐαγγελίου Ἅγιε, μύστης σεπτὸς γενόμενος, Ἀρχιερεὺς θεοφόρος, τῆς Ἐκκλησίας ἐδείχθης, καὶ Μάρτυς ἀπαραγραπτος, Χριστοῦ τοῦ Παντοκράτορος, ὡς τῷ ἰδίῳ αἵματι, ἀθλητικῶς ἀριστεύσας, ὤφθης σαφῶς Ζαχαρία.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, σάρκα λαβὼν ὁ Κύριος, διπλοῦς τῷ κόσμῳ ὡράθη, Θεὸς καὶ ἄνθρωπος Κόρη, καὶ τὸν Ἀδὰμ ἐῤῥύσατο, τῆς πάλαι κατακρίσεως· διό Σε μεγαλύνομεν, ὡς τῆς ἡμῶν σωτηρίας, αἰτίαν καὶ ῥίζαν Παρθένε.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου καὶ Νεομάρτυρα, τιμήσωμεν ἀξίως, Ζαχαρίαν τὸν θεῖον· οὗτος γὰρ ἀμέμπτως ἱερουργῶν, τῷ Χριστῷ προσενήνεκται, ὡς ὥσπερ θυσία καὶ ἄμωμος προσφορά, τῷ Σωτῆρι δι’ ἀθλήσεως.
Τὴν τῶν τυράννων μανίαν μὴ πτήξας Ἅγιε, εὐτόλμῳ παῤῥησίᾳ, ὡς φωτὸς θείου πλήρης, ἐκήρυξας τὸ ὄνομα τοῦ Χριστοῦ, καὶ τὴν πλάνην κατήσχυνας, καὶ ἐναθλήσας νομίμως τῆς ὑπὲρ νοῦν, Ζαχαρία δόξης ἔτυχες.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Ἱερομάρτυς Χριστοῦ, τὴν πόλιν τῆς Κορίνθου, ἧς ποιμὴν θεῖος ὤφθης, ἡγίασας τιμῶσαν πανευλαβῶς, Ζαχαρία τοὺς ἄθλους σου· ἧ ἀεὶ δίδου πρεσβείαις σου πρὸς Χριστόν, οἰκτιρμῶν θείων δωρήματα.
Τοῖς Ἱεράρχαις συνήφθης ὁμοῦ καὶ Μάρτυσιν, ὡς θεῖος Ἱεράρχης, καὶ κλεινὸς Ἀθλοφόρος, τελέσας τὸν ἀγῶνά σου ἱερῶς, Ζαχαρία μακάριε, μεθ’ ὧν καὶ πρέσβευε Πάτερ ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. α΄.
Τῷ φωτὶ τῆς πίστεως, μυστικῶς διαλάμπων, ἐναρέτοις ἰδέαις, τὴν ἱερωσύνην ἐφαίδρυνας· τοῦ Σωτῆρος γὰρ Χριστοῦ, μιμητὴς καὶ μαθητὴς ἐδείχθης, σαὐτὸν ἀπαρνησάμενος, Ἱεράρχα θεόληπτε· καὶ μαρτυρικοῖς ἀριστεύσας ἄθλοις, ἐπαξίων ἐπάθλων ἔτυχες, παρὰ τοῦ Ἀθλοθέτου Σωτῆρος, τοῦ δεξαμένου τοὺς ἀγῶνάς σου. Ἀλλ’ ὦ Ἱερομάρτυς Ζαχαρία, μὴ παύσῃ πρεσβεύων δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ Κορίνθου θεῖος Ποιμήν, ὁ στεῤῥῶς ἀθλήσας, καὶ αἰσχύνας τὸν δυσμενῆ· χαίροις Ζαχαρία, Χριστοῦ Ἱερομάρτυς, ὦ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.

 

 

Τετάρτη, 28 Ιουνίου 2017

Ἀκολουθία Νεομάρτυρος ΠΑΝΑΓΙΩΤΟΥ τοῦ Καισαρέως, μ. Γερασίμου

Ψαλλομένῃ τῇ 24η Ἰουνίου

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δέ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Ἡλικίας ὥρα, ὑπὲρ φύσιν ἤθλησεν, ὑστέροις ἐν τοῖς καιροῖς, ὑπὲρ τῆς πίστεως, φρονήματι σταθερῷ καὶ ἀπτοήτῳ ψυχῆς παραστήματι, καὶ ᾔσχυνε τὸν ἐχθρὸν, τῆς Καισαρείας τὸ κάλλιστον βλάστημα, Παναγιώτης ὁ θεόφρων, ὁ Μαρτύρων σύναθλος· οὗ τὴν ἔνθεον μνήμην, ἑορτάσωμεν γηθόμενοι.
Βαβαὶ τῆς σῆς εὐανδρίας, σοφέ! Τίς οὐ μὴ θαυμάσει, Παναγιώτη ἔνδοξε, ψυχῆς σου τὸ εὐσταθὲς καὶ ἀκατάπληκτον; Τυράννων γὰρ ἀπειλὰς, τῇ τοῦ Σωτῆρος ἀγάπῃ οὐκ ἒπτηξας, ἀλλ᾿ ἤνεγκας καρτερῶς, ὑπὲρ Αὐτοῦ τὸ τεθνᾶναι, ἀοίδιμε· ὅθεν ἀθανάτου δόξης, ἀληθῶς ἠξίωσαι, καὶ τῶν πάλαι Μαρτύρων, ἀνεδείχθης ἰσοστάσιος.
Τῆς σῆς ἀθλήσεως, ἔνδοξε, τὴν ἁγίαν μνήμην ἐτησίως ἄγοντες, τιμῶμεν ὡς τοῦ Χριστοῦ νέον σε Μάρτυρα· τὸ ὄνομα γὰρ Αὐτοῦ, ἐπὶ ἀπίστων στεῤῥῶς ὡμολόγησας, καὶ πλάνην τὴν δυσσεβή, τῆς εὐσεβείας τῷ ζὴλῳ κατήσχυνας· καί τμηθείς σου τὸν αὐχένα, ῥείθροις τῶν αἱμάτων σου, τὴν σεπτὴν Ἐκκλησίαν, Παναγιώτη μάκαρ, ἤρδευσας.
Ἕτερα. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Μαρτύρων τὴν ἄθλησιν, εὐσεβῶς μιμησάμενος, κατ᾿ αὐτοὺς δεδόξασαι, δόξῃ κρείττονι· τὸν γὰρ ἀγῶνα τὸν ἔνθεον, νομίμως ἠγώνισαι, καὶ ἐδόξασας Χριστὸν, τῇ ἐκχύσει τοῦ αἵματος· Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, Παναγιώτη, τοὺς τελοῦντας, τὴν ἀξιέπαινον μνήμην σου.
Ἐν νεότητι σώματος, τῆς ψυχῆς τὴν στερρότητα, ἀρραγῇ καὶ ἄτρεπτον Μάρτυς ἒδειξας, καὶ τὸν ἀρχέκακον δράκοντα, ἀθλήσεως σκάμματι, ἐτροπώσω ἀνδρικῶς, Παναγιώτη πανεύφημε· ἰσοστάσιε, τῶν κλεινῶν Ἀθλοφόρων συμπολῖτα, τῶν Ἀγγέλων καὶ ἁπάντων, τῶν εὐσεβῶν ἀγαλλίαμα.
Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὸν ἐχθρὸν τὸν ἀλάστορα, πανστρατεὶ ἐπόντισας καὶ ἐβύθισας, καὶ νικηφόρος ἀνέδραμες, Παναγιώτη ἔνδοξε, ἔνθα δήμιοι Ἀθλητῶν  καὶ Ἁγίων τὰ τάγματα· μεθ᾿ ὧν πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λύτρῳθήναι, τοὺς τελοῦντας σου τὴν μνήμην, καὶ τὸν Σωτῆρα δοξάζοντας.
Δόξα. Ἦχος πλ. β´.
Ἀθλητικὴν ζηλώσας ἀρετὴν, ὑπὲρ Χριστοῦ λαμπρῶς ἠγωνίσω, ἀθλητὰ Παναγιώτη· τῇ γὰρ θείᾳ στοιχειωθεὶς ἀγάπῃ, οὐκ ἐφείσω σαρκὸς θνῃσκούσης, ἀλλά προθύμως ἐχώρησας πρὸς τὰ τῆς εὐσεβείας σκάμ-ματα· καὶ τῷ οἰκείῳ αἵματι, τὴν σὴν στολὴν πορφυρώσας, μαρτυρικῆς ἀναρρήσεως, παρὰ Χριστοῦ ἠξίωσαι· Αὐτὸν ἱκέτευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὶς μὴ μακαρίσει Σε…

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ὁ νέος τοῦ Χριστοῦ ἀθλητὴς Παναγιώτης, ὁ τῆς Καισαρείας ὑψίκομος φοῖνιξ, τοὺς τῆς ἀθλήσεως καρποὺς τῇ Ἐκκλησίᾳ προβάλλεται· τὸν γὰρ θεῖον ἀνύσας ἆθλον, τὰς τῶν ἐπάθλων δωρεὰς, ἐν τῇ σεπτῇ αὐτοῦ μνήμῃ, ὡς ἐν ἐσόπτρῳ ἐκφαίνει· δεῦτε οὖν φιλομάρτυρες, ἐντρυφήσωμεν μυστικῶς, ἐκ τῆς ἀθλοφορικῆς αὐτοῦ χάριτος, τῷ Σωτῆρι βοῶντες· Κύριε, ὁ τὸν Σὸν ἐνισχύσας Μάρτυρα καταβαλεῖν τὸν δυσμενῆ, δώρησαι καὶ ἡμῖν ταῖς αὐτοῦ ἱκεσίαις, εἰρήνην καὶ μέγα ἔλεος.
Ὁ αὐτός.
Μαρτυρικῆς εὐκλείας, ὡς καλῶς ἀγωνισάμενος ἠξιώθης, παμμάκαρ· σώφρονι γὰρ λογισμῷ, ἐν τῷ καιρῷ τῶν ἀγώνων, τὸ θανεῖν ὑπὲρ Χριστοῦ, ἀληθῶς κέρδος μέγιστον κατὰ Παῦλον ἡγήσω· ὅθεν κλίνας τὸν αὐχένα τῷ ξίφει, τὴν μὲν γῆν τοῖς αἵμασιν ἐφοίνιξας, τὴν δὲ σεπτὴν Ἐκκλησίαν διήγειρας κραυγάζειν· Κύριε, δόξα Σοι.
Ἦχος β´.
Τυραννικὴν ἀπειλὴν ὑπερφρονήσας, καὶ νεότητος ἄνθος ὑπεριδὼν, ἀγαλλομένῃ τῇ ψυχῇ ἐχώρησας ἐπὶ τὸν προκείμενον ἀγῶνα· καὶ τῇ δι᾿ αἵματος πάλη καταπαλαίσας τὸν ἐχθρὸν, τῶν πάλαι Μαρτύρων ἐχαρακτήρισας τὴν ἀνδρείαν· μεθ᾿ ὧν, Νεομάρτυς Παναγιώτη, δοξασθεὶς, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ´.
Νεανικὴν ἄγων ἡλικίαν, τυραννικὴν ἐξεφαύλισας μανίαν, Παναγιώτη μακάριε· ἀνενδότῳ γὰρ γνώμῃ καὶ ἐλευθέρᾳ φωνῇ, τὴν καλὴν ὁμολογίαν ὡμολόγησας, ὑπὲρ ᾖς καὶ τέθνηκας, ὡς ἀληθὴς στρατιώτης Χριστοῦ· διὸ μαρτυρικαῖς συνὼν τάξεσι, μὴ παύσῃ πρεσβεύων πάσης βλάβης, ῥύεσθαι τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Ἦχος δ´.
Τὴν πανοπλίαν τοῦ φωτὸς ἀναλαβὼν, τόν τοῦ σκότους ἄρχοντα ἀθλητικῇ ἀριστείᾳ κατετροπώσω, θεόφρον· ὅθεν ἐν τῇ περιφανεῖ σου ἀθλήσει, Ἄγγελοι τὴν σὴν νίκην ἐκρότησαν, ἡ δὲ Χριστοῦ Ἐκκλησία, ἐπινικίους ᾠδάς σοι ἄδει καὶ τὴν ἁγίαν μνήμην σου χαρμοσύνως γεραίρει· Ἀλλ᾿ ὦ νέε ἀθλητὰ Παναγιώτη, μὴ παύσῃ ἰλεούμενος ἡμῖν, Χριστὸν τὸν εὔσπλαγχνον, ὡς ἂν χάριν εὕρωμεν καὶ ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...

Εἰς τὸν Στίχον. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ἐπὶ βήματος κριτῶν, τῶν τῆς ἀδικίας παρέστης, ἀκαταπλήκτῳ ψυχῇ, τότε τὴν χριστώνυμον κλῆσιν ἐκήρυξας, καὶ τῆς πλάνης συνέχεας, τῇ σῇ παῤῥησίᾳ, Μάρτυς τὰ φρυάγματα, λόγους τῆς χάριτος· ὅθεν ἀριστεύσας νομίμως, στέφος Παναγιώτη ἐδέξω, παρὰ τοῦ Χριστοῦ, δόξης τῆς κρείττονος.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ξίφει ἐκτμηθεὶς τὴν κεφαλὴν, οἷα λογικὸν ἱερεῖον, καὶ προσφορά μυστικὴ, καὶ ὡς ὁλοκάρπωμα σεπτὸν καὶ τέλειον, τῷ Χριστῷ προσενήνεξαι, Μάρτυς Παναγιώτη, καὶ προσθήκη γέγονας, τοῖς πάλαι Μάρτυσιν, αἵμασι τοῖς σοῖς δὲ ἀρδεύεις, τοὺς τῆς Ἐκκλησίας λειμῶνας, εὐσεβείας ἄνθη ἀναθάλλοντας.
Στ. Προωρόμην τὸν Κυριὸν ἐνώπιόν μου διά παντός.
Χαίροις Ἀθλοφόρων κοινωνὲ, νέε ἀθλητὰ τοῦ Σωτῆρος, ἀξιοθαύμαστε· τούτων γὰρ τὴν ἔνστασιν ἐπὶ τοῦ σκάμματος, καὶ τὸν ζῆλον τὸν ἔνθεον, σαφῶς ἐπεδείξω· ἒνθεν ἵσων ἔτυχες, τούτοις τιμῶν πρὸς Χριστοῦ· ὅθεν σὺν αὐτοῖς ἐκδυσώπει, πάσης Παναγιώτη ἀνάγκης, ῥύεσθαι τοὺς πόθῳ σὲ γεραίροντας.
Δόξα. Ἦχος πλ. δ´.
Σθένος θεῖον ἐνδεδυμένος ἐν ἀσθενείᾳ, τῆς σαρκὸς ἠνδραγάθησας, μακάριε, καὶ τὸν ἀρχαῖον πτερνιστην ἐπελθόντα σοι δολίως, ἐν ἡλικίας νεότητι καταβαλῶν ἐθριάμβευσας· διό Χριστὸς τὸ αἷμά σου, ὡς μύρον εὐωδίας δεξάμενος, Παναγιώτη θεόφρον, δωρεῖται διὰ σοῦ τοῖς πιστοῖς, εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θεῖον βλάστημα τῆς Καισαρείας, καὶ ὁμότροπος τῶν Ἀθλοφόρων, ἀνεδείχθης Παναγιώτη μακάριε· τοῦ γὰρ Σωτῆρος κηρύξας τὸ ὄνομα, ὑπὲρ Αὐτοῦ τὸ σὸν αἷμα ἐξέχεας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό  μέγα ἔλεος.
Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν...

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογιαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς Μάρτυρα Χριστοῦ καὶ λαμπρὸν ἀριστέα, τιμῶμέν σε πιστῶς, Παναγιώτη παμμάκαρ· νομίμως γὰρ ἐνήθλησας, καὶ τὴν πλάνην κατήσχυνας· ὅθεν σήμερον τὴν φωτοφόρον σου μνήμην, πανηγυρίζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κὺριον.
Θεοτοκίον.
Τεκοῦσα ἐν σαρκὶ, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἄφθορος Ἁγνή, μετὰ τόκον φανεῖσα, φθορᾶς πάσης ῥῦσαί με, καὶ κακίας τοῦ δράκοντος, καὶ καταύγασον, τῇν σκοτισθεῖσαν ψυχήν μου, ἀμαρύγμασι, τῆς μετανοίας, Παρθένε, καὶ σῶσόν με δέομαι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Νέῳ ἐν σώματι, μάκαρ ἠρίστευσας, καὶ τὸν ἀρχέκακον, ὄφιν κατέτρωσας, τῇ σῇ ἀθλήσει, Ἀθλητά, καὶ Μάρτυς τῆς ἀληθείας· θεὶᾳ ἀγαπήσει γάρ, πτερωθεὶς τὴν διάνοιαν, παρ᾿ οὐδὲν τὸν θάνατον, ἐλογίσω τὸν πρόσκαιρον, διὸ τῆς ἀθανάτου ἀξίας, ἠξίωσαι, μάκαρ Παναγιώτη.
Θεοτοκίον.
Τὸν Ὑπερούσιον, Λόγον ἐν μήτρα Σου, Ἁγνή ἐχώρησας, δι’ ἀγαθότητα, σάρκα λαβόντα  ἐκ τῶν Σῶν, αἱμάτων ἀνερμηνεύτως· ὅθεν ὣς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως, καὶ κρηπῖδα ἔχοντες, σωτηρίας ἀσάλευτον, ὑμνοῦμέν Σε θερμῶς, καὶ βοῶμεν· χαῖρε, ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καθάπερ ἄνθος εὐθαλὲς καὶ εὐῶδες, ἐκ Καισαρείας νοητόν ἐκβλαστήσας, Νεομαρτύρων, Παναγιώτη, καύχημα, τὴν ὀσμὴν τῆς χάριτος, τὴν τερπνὴν καὶ ἁγίαν, ἅπασι διέπνευσας, δι᾿ ἀθλήσεως θείας· ἀθλητικῶς γὰρ ἒδειξας ἡμῖν, τῆς εὐσεβείας, τὰ θεῖα χαρίσματα.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν ἐν τῇ γαστρὶ δεξαμένῃ, καὶ μετὰ σώματος Αὐτὸν τετοκυῖα, δίχα τροπῆς, Παρθένε, καὶ συγχύσεως, λύτρωσαί με δέομαι, τῆς τροπῆς πρὸς τὰ χείρω, καὶ ἐν πέτρᾳ στήριξον, ἀπαθείας τὸν νοῦν μου· Σὺ γὰρ προστάτις, Κόρη τῶν βροτῶν, καὶ τῶν πταιόντων θερμὸν ἱλαστήριον.

Οἱ  Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον Μαρτυρικόν· τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν᾿ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τελέσας τὸν δρόμον, καὶ τῷ αἴματι τῆς ἀθλήσεως τὸν λόγον σφραγίσας τῆς πίστεως, τοῖς πιστοῖς εὐφροσύνη ἐδείχθης, καὶ τῇ τῶν Πρωτοτόκων ὁμηγύρει συνήφθης· μεθ᾿ ὧν, Παναγιώτη θεόφρον, τῷ ἀθλοθέτῃ Λὸγῳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὑ ἡ ἀκροστιχίς· Παναγιώτῃ μέλισμα τῷ ἀθλοφόρῳ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
ΙΙαθῶν μου τὴν ζόφωσιν, λῦσον ταῖς σαῖς παρακλήσεσι, καὶ φῶς μοι πρυτάνευσον, τῇ διάνοια σοφέ, ἵνα μέλψω σου τὴν μνήμην, Παναγιώτη, καὶ τῆς σῆς ἀθλήσεως, Μάρτυς τὴν εὔκλειαν.
Αἱμάτων τοῖς ῥεύμασι, τῆς ἀσεβείας κατέκλυσας, τὸν ῥοῦν τὸν ψυχόλεθρον, ἄθλησας ἄριστα, καὶ ἀνέδραμες, πρὸς γῆν τῆς ἀφθαρσίας, ᾠδήν ἐπινίκιον, ἄδων τῷ Κτίστῃ σου.
Νεότητι σώματος, ψυχῆς ἀνδρεῖον τὸ φρόνημα, καὶ ἄτρεπτον ἔδειξας, ἐν τοῖς ἀγῶσι σοφέ, καὶ κατέβαλες, θεόφρον Παναγιώτη, τὸν πάλαι πτερνίσαντα, γένος τὸ βρότειον.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες, τὸν Ποιητήν πάσης κτίσεως, ἀφθόρως δὲ τέτοκας, Τοῦτον Πανάχραντε, καὶ ἐθήλασας, τὸν τρέφοντα τὰ πάντα· ὦ δόξης! ὦ χάριτος! τῶν μεγαλείων Σου.

ᾨδὴ γ´. Τοὺς Σοὺς ὑμνολόγους.
Γενναίως τοὺς ἄθλους τῶν Μαρτύρων, ὑπῆλθες ὑστέροις ἐν καιροῖς, καὶ τοῖς οἰκεῖος μέλεσιν, ἐδόξασας μακάριε, Χριστὸν τὸν σὲ δοξάσαντα, ἀθλητικαῖς, Μάρτυς, χάρισι.
Ἰδόντες ψυχῆς σου τὴν ἀνδρείαν, ἐθαύμασαν ταύτης τὸ στεῤῥὸν, τῆς πλάνης οἱ συνήγοροι, καὶ ξίφει σὲ ἀπέτεμον, μηδόλως Μάρτυς φέροντες, τὴν εὐτολμίαν τῶν τρόπων σου.
Ὡς κρίνον ἐβλάστησας εὐῶδες, λειμῶνι τῶν θείων Ἀθλητῶν, ὦ Παναγιώτη ἔνδοξε, καὶ τοὺς πιστοὺς κατηύφρανας, ἀΰλοις διαδόσεσι τῇς εὐωδίας τῆς κρείττονος.
Θεοτοκίον.
Τὴν ἄχραντον, Κόρη, Σοῦ γαστέρα, οἰκήσας ὁ Λόγος τοῦ Θεοῦ, διπλοῦς ἐκ Σοῦ προέδραμε, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, καὶ ἔσωσε τὸν ἄνθρωπον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀθλήσει ἐφαίδρυνας τὴν Ἐκκλησίαν Χριστοῦ, προσθήκη δὲ γέγονας τοῖς ἀπ᾿ αἰῶνος καλῶς, ἀθλήσασιν ἔνδοξε· ὅθεν ζωῆς τοῦ ξύλου, σὺν αὐτοῖς ἀπολαύων, πρέσβευε, Παναγιώτη, ἐκτενῶς δυσωποῦμεν, ῥυσθῆναι πάσης ἀνάγκης, τοὺς σὲ μακαρίζοντας.
Θεοτοκίον.
Ἐκ Σοῦ ὁ Ὑπέρθεος, σάρκα λαβὼν ὑπὲρ νοῦν, Ἀδὰμ τὸν Πρωτόπλαστον, ἐκ τῆς ἀρχαίας ἄρας, ἐρρύσατο Ἄχραντε· ὅθεν κάμε Παρθένε, λογισμῶν χαμαιζήλων, λύτρωσαι δυσωπῶ Σε, καὶ παντοίων κινδύνων, παρέχουσα τῇ ψυχῇ μου, εἰρήνην καὶ ἔλλαμψιν.

ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Ἤθλησας νομίμως Μάρτυς, καὶ ἀνόμων τὸ φρύαγμα, παῤῥησίᾳ λόγων, καὶ τῇ παντευχίᾳ τῆς πίστεως, ὡς τοῦ Χριστοῦ στρατιώτης κατεπάτησας καὶ ἐκραύγαζες· δόξα, Χριστέ, τῇ δυνάμει Σου.
Μαρτυρίου τὸν ἀγῶνα, θεοφρόνως διήνυσας, καὶ Μαρτύρων δήμοις, Μάρτυς Παναγιώτη, συντέταξαι μαρτυρικαῖς ἀγλαΐαις λαμπρυνόμενος καὶ θεούμενος, θεαρχικαῖς ἐπιλάμψεσι.
Ἐπὶ βήματος παρέστης, ἀσεβούντων, μακάριε, καὶ μεγαλοφώνως, τούτοις, Παναγιώτη, ἐκραύγαζες· Χριστιανός, ὦ ἄφρονες· δι᾿ ἀγάπην γὰρ τὴν τοῦ Χριστοῦ σφαγιάζομαι.
Λέων ὥσπερ ἐφορμήσας, κατὰ σοῦ ὁ ἀντίδικος, κατησχύνθη Μάρτυς, τῇ ἀθλητικῇ σου στερρότητι, ἀκαταπλήκτῳ νοΐ γὰρ τὸ μαρτύριον, ἀναδέδειξαι, ὑπὲρ Χριστοῦ τοῦ Παντάνακτος.
Θεοτοκίον.
Ἱλασμὸν καὶ σωτηρίαν, καὶ εἰρήνην καὶ ἔλεος, Κεχαριτωμένη, ὡς τοῦ Λυτρωτοῦ Μήτηρ ἄφθορος, δίδου τοῖς πίστει προστρέχουσι τῇ σκέπῃ Σου, καὶ βοῶσί Σοι· χαῖρε, Ἁγνὴ Ἀειπάρθενε.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὸς κατεφρόνησας, ὡς φθειρομένης, ἔνδοξε, ὥραν δὲ νεότητος παρεῖδες, καὶ γηθοσύνως ὑπὲρ τῆς δόξης Χριστοῦ, ἐδέξω τὸν θάνατον, σοφὲ· ὅθεν πρὸς ἀθάνατον, μεταβέβηκας εὔκλειαν.
Μεγάλως ἀβρύνεται, καὶ χαίρει τῇ σῇ χάριτι, πόλις, Καισαρείας, Παναγιώτη· ἐκ ταύτης Μάρτυς γὰρ ἀνεβλάστησας, καὶ ἐν Βυζαντίῳ τὸν καλὸν δρόμον τῆς ἀθλήσεως, ἀκλινῶς ἐξετέλεσας.
Ἁγίων λαμπρότητας, ἁγιασθεὶς ἐν Πνεύματι, τῇ μαρτυρικῇ σου ἀριστείᾳ, καὶ τοῖς χυθεῖσί σου, Μάρτυς, αἵμασιν οἰκεῖν ἠξιώθης ἐν χαρᾷ, καὶ ὁρᾶν ἃ βλέπουσι, τῶν Ἀγγέλων τὰ τάγματα.
Θεοτοκίον.
Τὸ ὄρος τὸ ἅγιον, ἐν ᾧ Χριστὸς κατώκησε, τὴν ἐσφραγισμένην θείαν πύλην, τὴν παναγίαν καὶ μυστικὴν κιβωτὸν, τὴν θεοχαρίτωτον Ἁγνὴν Δέσποιναν, ὑμνήσωμεν, ὡς ἡμᾶς περισκέπουσαν.

ᾨδὴ ς´. Τὴν θείαν ταύτην.
Ὡς τῶν Μαρτύρων ὁμόζηλος, ἀνδρείως, Παναγιώτη, ἐκήρυξας, Χριστοῦ τὸ ὄνομα, καὶ τὸ σὸν αἷμα ἐξέχεας, ὑπὲρ τῆς εὐσεβείας, ἀξιοθαύμαστε.
Ἀγαλλιᾶται τῇ δόξῃ σου, ἡ σὲ ἐνεγκαμένη Καισάρεια, ἡ δὲ τοῦ Βύζαντος, ἁγιασθεῖσα σοῖς αἵμασι γεραίρει, Παναγιώτη, τὸ σὸν μαρτύριον.
Θεοῦ τὴν δόξαν ἠγάπησας, καὶ πάντα τὰ τοῦ κόσμου κατέλιπες, ἂνθος νεότητος, ὑπεριδὼν νοῒ σώφρονι, θεόφρον Παναγιώτη, καὶ χαίρων ἤθλησας.
Θεοτοκίον.
Λαμπὰς ἐδείχθης πολύφωτος, τὸν Ἥλιον τῆς δόξης ἀστράψασα, σαρκὸς παχύτητι, Οὗ ταῖς ἀκτῖσι, Πανύμνητε, νοός μου τὴν ὁμίχλην λῦσον καὶ σῶσόν με.

Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῶν Μαρτύρων σύναθλος, τῇ σῇ ἀθλήσει ἀνεδείχθης, ἔνδοξε, ὑπὲρ Χριστοῦ σφαγιασθείς· διὸ στεφάνῳ τῆς δόξης σε, ὦ Παναγιώτη, Χριστὸς ἐστεφάνωσε.
Ὁ Οἶκος.
Τῆς εὐσεβείας τῷ φωτὶ τὸν νοῦν διηυγασμένος, τοῦ μαρτυρίου τὴν ὁδὸν διήνυσας προθύμως καὶ πρὸς ἀθάνατον ζωὴν ὑπὲρ Χριστοῦ θανατωθείς, ἐσκήνωσας ἐνδόξως· οὐ γὰρ ἔπτηξας τυραννικὸν θυμὸν, οὐδὲ ἐπαγγελιῶν ἐπτόησαι δωρεαῖς, ἀλλ᾿ ἐρηρεισμένος τῇ πέτρᾳ τῆς πίστεως καὶ πρὸς τὰ μέλλοντα ἀγαθὰ ἀποσκοπῶν, νεότητος παρεῖδες ἀκμὴν καὶ πᾶσαν τὴν ἐν κόσμῳ τιμὴν καὶ τὸν θάνατον, ὡς γλυκεῖαν ἠσπάσω ζωὴν, ὦ Παναγιώτη· διὸ στεφάνῳ τῆς δόξης σε, Χριστὸς ἐστεφάνωσε.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμην Ἁγίου Νεομάρτυρος Παναγιώτου, τοῦ ἐκ Καισαρείας μὲν ὁρμωμένου, ἐν δὲ τῇ Κωνσταντινουπόλει ἐν ἔτει 1765 ἀθλήσαντος.
Στίχοι·
Παναγιώτης Καισαρεὺς δι᾿ ἀγάπης
Τοῦ Κυρίου τέθνηκεν ὢ χρηστοῦ τέλους!
Χριστοῖο ἐρῶ Παναγιώτης ἀλκίφρων δειρὴν ἐτμήθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδή ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὄμβροις ἔσβεσας, τοῖς τῶν αἱμάτων, ἔνδοξε, πῦρ τὸ ἀλλότριον, παρανομούντων ἐχθρῶν, πιστοὺς δὲ διήγειρας, ψάλλειν ἑκάστοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἰ.
Φῶς τὸ ἄδυτον, νομίμως ὡς ἠρίστευσας, Μάρτυς, κεκλήσωσαι, τῆς τρισηλίου αὐγῆς, καὶ βλέπεις ἃ βλέπουσιν Ἀγγέλων τάγματα, μεθ᾿ ὧν πάντοτε, προσάδεις ἀγαλλόμενος· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὅλην ὕψωσας, πρὸς ἐφετῶν τὸ ἒσχατον, Μάρτυς, τὴν ἔφεσιν, ἀπεριτρέπτῳ νοΐ, καὶ χαίρων ὑπέκλινας, ξίφει τὴν κάραν σου· ὅθεν ἔτυχες, ὧν περ ἐπόψεις, Ἅγιε, θεωθεὶς ἐν μετουσίᾳ.
Ῥώμην ἄμαχον, ζωσάμενος τῆς πίστεως, κατετραυμάτισας, τῶν πολεμίων ἐχθρῶν, παμμάκαρ, τὰς φάλαγγας, χαρᾶς δὲ ἔπλησας, τὰ συστήματα τῶν εὐσεβῶν, καλλίνικε, τῇ καλῇ σου μαρτυρίᾳ.
Θεοτοκίον.
Ὡς φιλάγαθος, Μήτηρ καὶ Ἀειπάρθενος, Θεοχαρίτωτε, τοῦ τῆς ζωῆς Ἀρχηγοῦ, ψυχῆς μου τὴν νέκρωσιν ζώωσον δέομαι, καὶ κατεύθυνον, νοός μου τὰ κινήματα, πρὸς ἐνθέους ἀναβάσεις.

ᾨδή η´. Παῖδας εὐαγεῖς.
Γόνος καὶ βλαστὸς καὶ τερπνὸς ὄρπηξ, σεπτὴς ῥιζαυχίας πέλων, ἔνδοξε, μαρτυρίου ἤνεγκας, τοὺς καρποὺς ἐν Πνεύματι, δι᾿ ὧν ἐκτρέφεις πάντοτε, τοὺς πίστει ψάλλοντας· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἒτεμες τοῦ ψεύδους τὸν προστάτην, τμηθεὶς σου τὴν κεφαλήν, Μάρτυς στεῤῥόψυχε, ῥείθροις τῶν αἱμάτων δὲ, μυστικῶς κατήρδευσας, τὴν Ἐκκλησίαν ἅπασαν, χαίρουσαν ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, τὸν ἐνισχυκότα, τὸν νέον Ἀθλοφόρον.
Ῥεῦσάν σου τὸ αἷμα, Παναγιώτη, τὴν γῆν μὲν τοῦ Βυζαντίου καθηγίασε, πονηρῶν δαιμόνων δὲ ἔπνιξε τὸ σύστημα· διό σου τὴν ὑπέρλαμπρον νίκην θαυμάζοντες, τελοῦμεν τὴν ἁγίαν σου μνήμην, καὶ ὑπερυψοῦμεν, Χριστὸν τὸν Ἀθλοθέτην.
Θεοτοκίον.
Ἀφλέκτως χωρήσασα ἐν μήτρᾳ, τὴν φλόγα τὴν ὑπερούσιον καὶ ἄστεκτον, Κόρη, τῆς θεότητος, πλούτῳ ἀγαθότητος, τῶν πονηρῶν προλήψεων τῆς διανοίας μου τὴν ὕλην, καὶ παθῶν τὴν καλάμην φλέξον, Θεοτόκε, καὶ λάμπρυναν τὸν νοῦν μου.

ᾨδή θ΄. Ἅπας γηγενής.
Σύσκηνος τελῶν, Μαρτύρων τοῖς τάγμασιν, ὡς Μάρτυς ἔνθεος, Παναγιώτη ἒνδοξε, καὶ ἀφθαρσίας στολὴ κοσμούμενος, καὶ δόξῃ κλεϊζόμενος τῇ ὑπὲρ ἒννοιαν, ἐκδυσώπει πάντοτε, τοῦ ῥύεσθαι πάσης βλάβης τοὺς σὲ μακαρίζοντας.
Ἴαμα πιστοῖς, ὡς δρόσος γεγένηται προφητικῶς, Ἀθλητά, τὸ τίμιον αἷμά σου, τὸ δι᾿ ἀγάπην χυθὲν, τοῦ Κτίστου σου· ἀναψυχὴν παρέσχε γὰρ λιποψυχοῦσιν, ἡμῖν τῆς δουλείας τῇ στενώσει, ἔνδοξε, καὶ εἰρήνην καὶ χάριν καὶ ἔλεος.
Μόνον τοῦ Χριστοῦ, τὸ κάλλος τὸ ἄρρητον ποθήσας, Ἅγιε, κόσμου τὴν τερπνότητα, καὶ ἡλικίας ὥραν παρέδραμες, καὶ ὡς ἀρνίον ἄκακον, σαυτὸν παρέδωκας αἱμοβόρων ταῖς χερσὶ καὶ τέθυσαι, καὶ Μαρτύρων τοῖς δῆμοις ἠρίθμησαι.
Ὅρμον τῆς ζωῆς, τῆς ἄνῳ κατέλαβες καὶ κατεσκήνωσας, ἔνθα αἱ λαμπρότητες, αἱ τῶν Ἁγίων ἀγαλλιώμεναι· ἀλλὰ κἀμοῦ ὡς ψέλλισμα νηπίων πρόσδεξαι, Παναγιώτη, ὅν σοὶ ὕμνον ἔπλεξα, καὶ παθῶν μου τὸν ζόφον διάλυσον.
Θεοτοκίον.
Ὕψιστον Θεὸν, τεκοῦσα ἐν σώματι, τὸν Ὑπερούσιον, τοῦ Ἀδὰμ τὴν ἔκπτωσιν, ἐπανωρθώσω, Παρθένε Ἄχραντε· διὸ κἀμὲ ἀνύψωσον ἀπὸ κοπρίας παθῶν, πρὸς ὑψώσεις νοερῶν ἐλλάμψεων, διά βίου καὶ πράξεως κρείττονος.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Μαρτυρικῶς ἠγώνισαι, καὶ τὸν Χριστὸν ἐδόξασας, τῇ σῇ ἀτρέπτῳ ἐνστάσει, καὶ τῇ τοῦ αἵματος χύσει, παρ᾿ Οὗ λαμπρῶς δεδόξασαι, ὡς ἀθλητὴς ἀήττητος· Ὅν ἐκτενῶς ἱκέτευε ὑπὲρ ἡμῶν, Παναγιώτη, τῶν εὐλαβῶς σε τιμώντων.
Θεοτοκίον.
Θεὸν ἀσπόρως τέξασα, δι᾿ εὐσπλαγχνίαν ἄφατον, θεοῦντα Θεογεννῆτορ, τῶν γηγενῶν τὴν οὐσίαν, χαρᾶς ἡμῖν παραίτιος, καὶ σωτηρίας πρόξενος, ἐδείχθης Ἀειπάρθενε· διὸ τὰ Σὰ μεγαλεῖα κηρύττομεν καὶ αἰνοῦμεν.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά ΙΙροσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἤθλησας στεῤῥότατα, καὶ τὴν ὀφρὺν τοῦ ἀλάστορος, καταβέβληκας ἔνδοξε, ἐντεῦθεν τὸν στέφανον τῆς δικαιοσύνης, Μάρτυς Παναγιώτη, παρὰ Χριστοῦ ἀπολαβὼν, τοῖς τῶν Μαρτύρων δήμοις συντέταξαι· μεθ᾿ ὧν ἀγαλλιώμενος, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, τῶν τελούντων τὴν μνήμην σου, τὴν ἁγίαν καί πάνσεπτον.
Θῦμα καθαρώτατον, καί ὁλοκάρπωμα τέλειον, καὶ θυσία εὐπρόσδεκτος, Χριστῷ προσενήνεξαι, τῷ σῷ Ἀθλοθέτῃ, Μάρτυς Παναγιώτη, ὑπὲρ Αὐτοῦ σφαγιασθεὶς, καὶ καταισχύνας πλάνην τὴν βέβηλον· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Αἷμά σου τὸ τίμιον, ὑπὲρ ἀγάπης τοῦ Κτίστου σου, ἐκχυθὲν καθηγίασε, τὴν χθόνα τοῦ Βύζαντος, τὸ δὲ θεῖον πνεῦμα σου, στίγμασι Μαρτύρων, ὡραϊσμένον εὐκλεῶς, τῶν Πρωτοτόκων καθυπεδέξατο, ἡ πόλις ἡ οὐράνιος, καὶ Ἀθλοφόρων ὁ σύλλογος, κοινωνόν Παναγιώτη σε, ἐν ὑψίστοις ἐκτήσατο.
Χαίρει ἡ Καισάρεια, οἷά περ μήτηρ καλλίτεκνος, τῷ Χριστῷ προσενέγκασα, τὸν Μέγαν Βασίλειον, καὶ σὺν τῇ Μακρινῇ, Γρηγόριον ἅμα, τοὺς θεηγόρους καὶ σοφοὺς, καὶ σὲ ἀρτίως ὡς νέον τίμιον, καὶ κρῖνον εὐωδέστατον, τῷ τῆς ἀθλήσεως σκάμματι, Παναγιώτη μακάριε. πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Χαρὰς πρόξενος ἡμῖν ἐπέστη, ἡ ἐτήσιός σου μνήμη, Παναγιώτη νέε Ἀθλοφόρε· ἐν αὐτῇ γὰρ συνελθόντες, πνευματικῶς εὐφραινόμεθα, τῶν μαρτυρικῶν σου ἀρετῶν, ἀναθεωροῦντες τὴν χάριν, καὶ τῶν ἐπάθλων τὴν λαμπρότητα· δι’ ὧν εὕροιμεν παρὰ Χριστοῦ, σωτηρίαν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ὁ μιμητής, καὶ τῶν Καισαρέων ἐγκαλλώπισμα ἱερὸν· χαίροις Παναγιώτη, Χριστοῦ νέε ὀπλίτα, τῆς εὐσεβείας ἄνθος, τὸ εὐωδέστατον.

Δίστιχον·
Παναγιώτη δέδεξο, τόνδε τὸν ὕμνον
Ὅν σοι Γεράσιμος ἐξύφανεν ἤδη.