Τρίτη, 14 Νοεμβρίου 2017

Ἀκολουθία Νεομάρτυρος ΑΡΓΥΡΙΟΥ τοῦ ἑπανομίτου, μ. Γερασίμου

Ψαλλομένη τῇ 11η Μαΐου
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξὴς Προσόμοια. Ἦχος α΄ . Πανεύφημοι Μάρτυρες.
Μαρτύρων ἰσότιμος φανείς, ἐν ὑστεροῖς ἔτεσι, μαρτυρικῶς ἀνδρισάμενος, στεῤῥῷ φρονήματι, κατὰ τῆς ἀπάτης, Ἀθλητὰ Ἀργύριε, ἀθλήσεως στεφάνῳ κεκόσμησαι, χειρὶ τοῦ Κτίστου σου· Ὅν ἱκέτευε δεόμεθα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.
Νεότητος ἄνθος παριδών, Ἀθλητὰ Ἀργύριε, θανεῖν προείλου γηθόμενος, μὴ πτήξας βάσανα, ὑπὲρ τῆς ἀγάπης, τοῦ πλησίον Ἅγιε, καὶ χαίρων τὸν Χριστὸν ὡμολόγησας· Ον καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Χερσὶ τῶν ἀνόμων συσχεθείς, ὡς ἀρνίον ἄκακον, πληγὰς καὶ μάστιγας ἤνεγκας, καὶ κατεπλήγωσας, τῇ σῇ καρτερίᾳ, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τέλος δι’ ἀγχόνης μακάριον, Μάρτυς δεξάμενος, πρὸς ζωὴν τὴν ἀτελεύτητον, νικηφόρος, ἔδραμες Ἀργύριε.
Ἀγάλλεται ἡ Ἐπανομή, ἡ πατρὶς σου Ἅγιε, σεμνυνομένη Ἀργύριε, τοῖς σοῖς παλαίσμασι, καὶ τὴν σὴν ἁγίαν, μνήμην ἑορτάζουσα, βοᾷ σοι πανδημεῖ ἀξιάγαστε, σκέπε καὶ φυλάττε, ἀπὸ πάσης περιστάσεως, Νεομάρτυς, τὴν ἐνεγκαμένην σε.
Δόξα. Ἦχος α΄.
Μαρτυρικὸν ὑπελθὼν ἀγῶνα, ἀλογήσας τῶν ἐν κόσμῳ ἡδέων, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, Νεομάρτυς Ἀργύριε· ὅλον γὰρ τὸν πόθον, ἀναθέμενος Κυρίῳ, τὴν Χριστώνυμον κλῆσιν, εὐθαρσῶς ὡμολόγησας, καὶ τὸ τῆς πλάνης θράσος κατήσχυνας. Καὶ νῦν μαρτυρικαῖς συνὼν χορείαις, καὶ τῷ ἀδύτῳ φωτὶ λαμπόμενος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
 
Ἦχος δ΄ . Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔχων τὴν σὴν ψυχήν, περιηργυρωμένην, ἐν εὐσεβείᾳ Μάρτυς, Ἀργύριε νομίμως, ὑπὲρ Χριστοῦ ἠγώνισαι.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἤνεγκας τὸν θυμόν, στεῤῥῶς τῶν δυσσεβούντων, καὶ δι’ ἀγχόνης Μάρτυς, θανατωθεὶς ἀνῆλθες, πρὸς τὸν Χριστὸν γηθὸμενος.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ
ἡμῶν ἐξανθήσει.
Χαίρει Ἐπανομή, τὰ σπάργανα σου Μάρτυς, κατέχουσα ἐν κόλποις, καὶ τὴν σεπτὴν σου μνήμην, τελοῦσα μακαρίζει σε.
Δόξα. Τριαδικόν.
Σέλας τρισσολαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, φῶς δίδου οὐρανόθεν, ἡμῖν τοῖς λατρευταῖς Σου, πρεσβείαις τοῦ Σοῦ Μάρτυρος.
Καὶ νῦν. Θεοτοκίον.
Ὅλος ἐν τῷ Πατρί, ὁ Λόγος ὧν Παρθένε, ὅλος ἐν Σοί κατῆλθε, καὶ σὰρξ ἐκ Σοῦ ὡράθη, εἰς κόσμου ἀναγέννησιν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄ . Θείας πίστεως.
Χαίρει ἔχουσα, Ἐπανομὴ σε, θεῖον βλάστημα, καὶ πολιοῦχον, Νεομάρτυς τοῦ Σωτῆρος Ἀργύριε· καὶ τὴν ἁγίαν σου ἄθλησιν μέλπουσα, τῇ σῇ πρεσβείᾳ προστρέχει κραυγάζουσα· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μὰρτυσιν.
Ὡς νομίμως ἀθλήσαντα, ἐν ὑστεροῖς τοῖς ἔτεσιν, Ἀθλητὰ Ἀργύριε εὐφημοῦμεν σε· σὺ γὰρ τρωθεὶς θείῳ ἔρωτι, ψυχῆς καθαρότητι, τῆς παγίδος τοῦ ἐχθροῦ, ἐξελέσθαι προέκρινας, τὸν πλησίον σου, καὶ Χριστὸν εὐθαρσῶς  ὁμολογήσας, μαρτυρίου τὸν ἀγῶνα, ἀνδρειοφρόνως ἐτέλεσας.
Ἐν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀνδρικῷ φρονήματι καταβέβληκας, μαρτυρικῇ σεμνυνόμενος, ἐνστάσει Ἀργύριε, καὶ ἀγάπης τῆς διπλῆς, τὴν ἰσχὺν πᾶσιν ἔδειξας τῇ ἀθλήσει σου· διὰ τοῦτο στεφάνῳ ἀφθαρσίας, ἐπαξίως ἐκοσμήθης, ὡς Ἀθλητῶν ἰσοστάσιος.
Οὐ νεότης τοῦ σώματος, οὐ τυράννων ἡ ἔφοδος, τὸν θερμὸν σου ἔρωτα, πρὸς τὸν Κύριον, ἀμβλύναι Μάρτυς κατίσχυσαν, ἀλλ’ ἔστης ἀπτόητος, τῷ θυμῷ τῶν δυσσεβῶν, καὶ πληγὰς τε καὶ μάστιγας, χαίρων ἤνεγκας, στεῤῥοτάτι καρδίᾳ, Νεομάρτυς, καὶ ὑπέδειξας τοῖς πᾶσι, τῆς εὐσεβείας τὴν δύναμιν.
Τῶν χειρῶν τοῦ ἀλάστορος, ἀφαρπᾶσαι βουλόμενος, ὃν ὁ δράκων Ἅγιε ἀπεπλάνησε, νόμῳ ἀγάπης τῆς κρείττονος, εἰσῆλθες εἰς στάδιον, τῶν Μαρτύρων ἀκλινῶς, καὶ τῆς δόξης ἰσότιμος, τούτων γέγονας, καθελὼν τῆς ἀπάτης τὴν μανίαν, τῇ καλῇ ὁμολογίᾳ, τῆς ἀληθείας Ἀργύριε.
Μαρτυρίου τὸν δίαυλον, διανύσας Ἀργύριε, νικηφόρος ἔδραμες πρὸς οὐράνια· τὸν δι’ ἀγχόνης γὰρ θάνατον, γενναίως ὑπέμεινας, καταισχύνας τῶν ἐχθρῶν, τὰ βουλεύματα ἅπαντα, καὶ συνόμιλος, τῶν ἁγίων Ἀγγέλων ἀνεδείχθης, μεθ’ ὧν πρέσβευε Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ὥσπερ ἄνθος πανεύοσμον, καὶ φυτὸν εὐθαλέστατον, καὶ λαμπρὸν διάδημα καὶ ἀγλάϊσμα, Ἐπανομὴ ἡ γενέτειρα, ἡ σὴ μακαρίζει σε, καὶ βοᾷ σοι ἐκ ψυχῆς, Νεομάρτυς Ἀργύριε, ἀεὶ πρέσβευε, τῷ Χριστῷ ὑπὲρ τῆς σέ βλαστησάσης, καὶ φαιδρῶς ἑορταζούσης, τὴν παναοίδιμον μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἔαρ μυστικόν, ἡ τοῦ Νεομάρτυρος Ἀργυρίου μνήμη, τῶν εὐσεβῶν τὰς διανοίας εὐφραίνει· τῶν γὰρ ἄθλων τοῖς ἄνθεσι, τὴν δυσωδίαν τῆς πλάνης διώξας, ὀσμὴν ζωῆς ἐπαφίησι, τοῖς βοῶσιν αὐτῷ· χαίροις ὁ τὸν Θεὸν ἐκ ψυχῆς ἀγαπήσας, καὶ τὸν πλησίον ὡς σεαυτόν, καὶ ὑπὲρ τούτων τὴν ψυχήν σου θέμενος, ὡς ὁ Κύριος φησί· χαίροις ὁ τῶν πάλαι Μαρτύρων τὴν ἀρετὴν ζηλώσας, καὶ τῇ ὁμολογία τῆς πίστεως, τῆς εὐσεβείας δείξας τὴν δύναμιν· χαίροις Ἐπανόμης ὁ βλαστός, καὶ πρέσβυς πρὸς τὸν Κύριον, καὶ τῆς Ἐκκλησίας νέον προτείχισμα. Πρέσβευε πρὸς Κύριον Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἐπανομὴ ἡ κωμόπολις, Ἀργύριον τὸν νέον Ἀθλητήν, περιφανῶς βλαστήσασα· ἀργυρίου γὰρ καὶ χρυσίου, λαμπροτέραν τὴν ψυχὴν κτησάμενος, τὴν κιβδηλίαν τῆς πλάνης ὑπέδειξεν οὐρανόφρονι γνώμῃ· καὶ τὴν ἁγίαν αὐτοῦ ἄθλησιν, δι’ ἧς ὡς ἀστὴρ νεοφανὴς ἡμῖν ἔλαμψε, χρεωστικῶς ἑόρτασον, τῷ Σωτῆρι βοῶσα· Κύριε, πρεσβείαις τοῦ Σοῦ Νεομάρτυρος, δίδου τῷ λαῷ Σου τὰ ἐλέη Σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
 Τῆς ἀγάπης γεωργῶν τὰς χάριτας, ὑπὲρ αὐτῆς προθυμότατα, θανεῖν προείλου, ἵνα τὸν πέλας σώσῃς, καὶ τὸν Χριστὸν δοξάσης, Ἀργύριε παμμάκαρ· καὶ ὡς ἀρνίον ἄκακον, σεαυτὸν παρέδωκας, τῶν ἀνόμων ταῖς χερσίν, ὑπὲρ τῆς δόξης Κυρίου· διὸ πικρῶς μαστιζόμενος, καὶ πρὸς ἀσέβειαν ὠθούμενος, οὐδόλως κατέπτηξας, θυμὸν τυραννικόν· ἔνθεν ὡς θῦμα εὐπρόσδεκτον, καὶ ἱερεῖον ἄμωμον προσηνέχθης τῷ Χριστῷ, δι’ ἀγχόνης θανατωθείς· καὶ νῦν ἐπάθλων ἀθανάτων, ἀξιούμενος ἔνδοξε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Νεανικὴν ἄγων ἡλικίαν, ἀθλητικὸν ἀνεδέξω ἀγῶνα, ἀνδρειοτάτι ψυχή, καὶ στεῤῥῷ ψρονήματι, Νεομάρτυς Ἀργύριε· ταῖς γὰρ κρείττοσιν ἐλπίσι στοιχειούμενος, πάντα ὡς σκύβαλα, κατὰ Παῦλον ἡγήσω, καὶ Χριστῷ ἠκολούθησας, μαρτυρικοῖς σκάμμασι· καὶ πάντων ὑπέρτερος φανείς, θεολήπτῳ γνώμῃ, καὶ τοῦ ἐχθροῦ τὸ θράσος καθελών, καρτερία πόνων, τοῦ πόθου τὴν πλήρωσιν εὗρες, τῆς ἀϊδίου ζωῆς τὸν καρπὸν δρεψάμενος. Ἀλλ’ ὡς Ἀγγελοῖς συνών, καὶ θείας δόξης κοινωνῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τῆς ἀληθείας ἠμφιεσμένος τὸν θώρακα, τοῦ ψεύδους ἐστηλίτευσας τὴν πλάνην, ἀθλητικῇ ἐνστάσει, ἀργυρώνυμε Μάρτυς Ἀργύριε· νεότητος γὰρ ὥραν ὑπεριδών, τὸν δι’ ἀγχόνης θάνατον, ὡς ζωὴν γλυκεῖαν, ὑπὲρ Χριστοῦ ἐδέξω· καὶ νῦν τῆς ὡς ἄνω ζωῆς, τὰ ἀγαθὰ δρεπόμενος, ἐκ θανάτου ἁμαρτίας ἡμῶν ἑξάρπασον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὡς Ἀθλητὴς ἀήττητος.
Δόξα. Ὁ αὐτός.
Τὸν νέον τοῦ Σωτῆρος Ἀθλητήν, τὸν ἐξ Ἐπανόμης ἀνατείλαντα, Ἐπανομιτῶν τὰ συστήματα, μαρτυρικοῖς ἄσμασιν, ὡς ἐαρινοῖς ἄνθεσι καταστέψωμεν· ἑαυτὸν γὰρ ἠρνήσατο, ὑπὲρ τῆς θείας ἀγάπης, ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, τῇ θεία ἑνώσει· οὐδόλως γὰρ ἐφείσατο, σαρκὸς θνῃσκούσης, ἀλλὰ προθύμως τέθνηκεν, ὑπὲρ τῆς πάντων Ζωῆς. Αὐτῷ βοήσωμεν· Νεομάρτυς Ἀργύριε, Ἀθλοφόρων σύσκηνε, αἴτει ἡμῖν τὸ θεῖον ἔλεος, καὶ σκέπε τὴν πατρίδα σου, ἐκ πάσης περιστάσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε τῶν παγίδων τοῦ ἐχθροῦ, ἔσπευσας ἀρπάσαι ὃν βρῶμα, οὗτος ἠθέλησε, τότε ὡμολόγησας, ἀνδρειοτάτῃ ψυχῇ, τοῦ Σωτῆρος τὸ ὄνομα, ἐχθρῶν μιαιφόνων, ἀπειλὰς καὶ θάνατον, μὴ πτήξας ἔνδοξε· ὅθεν πρὸς ἀθάνατον λῆξιν, ὥσπερ Ἀθλητὴς τροπαιοῦχος, Ἅγιε Ἀργύριε ἀνέδραμες.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε ὥσπερ ἄκακος ἀμνός, ταῖς χερσὶν ἐχθρῶν συνεσχέθης, Μάρτυς Ἀργύριε, τότε καθυπέμεινας, πληγὰς καὶ μάστιγας, καὶ τὸν βίαιον θάνατον, στεῤῥῶς δι’ ἀγχόνης, καὶ ἐχθρὸν κατήσχυνας, τὸν δολιότροπον. Ὅθεν ὡς Χριστοῦ στρατιώτην, καὶ νεοφανή ἀριστέα, ὕμνοις ἱεροῖς σε μακαρίζομεν.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίρει ἐν Κυρίῳ ἀληθῶς, ἡ Ἐπανομὴ Νεομάρτυς, ἡ σὲ βλαστήσασα, καὶ τὴν θείαν μνήμην σου πανηγυρίζουσα, ἐκ ψυχῆς ἀνακράζει σοι· σύ μου θεῖον γέρας, καὶ δόξης διάδημα, καὶ πρὸς Χριστὸν πρεσβευτής· Ὅνπερ ἐκτενῶς ἐκδυσώπει, πάσης με λυτρούσθαι ἀνάγκης, Ἀθλητὰ Ἀργύριε πανθαύμαστε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικῷ παραστήματι, τῆς τοῦ ἐχθροῦ περιεγένου δυνάμεως, ἐν δυνάμει πίστεως, δοξάσας τὸν Χριστόν, Ἀθλοφόρε παμμάκαρ Ἀργύριε. Ὅλος γὰρ ἔνθους ὤφθης, ἐν τῷ τῆς εὐσεβείας σκάμματι, τῇ τοῦ Παρακλήτου σοφίᾳ καὶ χάριτι· καὶ καλῶς ἀγωνισάμενος, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, μεγαλοπρεπῶς ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.Ἦχος γ΄ . Θείας πίστεως.
Χαίρει ἔχουσα, Ἐπανομὴ σε, θεῖον βλάστημα, καὶ πολιοῦχον, Νεομάρτυς τοῦ Σωτῆρος Ἀργύριε· καὶ τὴν ἁγίαν σου ἄθλησιν μέλπουσα, τῇ σῇ πρεσβείᾳ προστρέχει κραυγάζουσα· Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀθλήσας ἀνδρικῶς, ἐν ὑστέροις τοῖς χρόνοις, καθεῖλες τοῦ ἐχθροῦ, τὰς δεινὰς πανουργίας, Ἀργύριε μακάριε, καὶ Χριστὸν ἐμεγάλυνας· Ὅν ἱκέτευε, ὑπὲρ ἡμῶν Νεομάρτυς, τῶν τελούντων σου, τὴν ἀξιέπαινον μνήμην, καὶ πόθῳ τιμώντων σε.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπανομὴ ἡ σὴ πατρὶς Ἀθλοφόρε, ἐγκαυχωμένη τῇ σεπτῇ σου ἀθλήσει, τὴν σὴν ἁγίαν μνήμην ἄγει χαίρουσα, ᾗπερ δίδου ἄνωθεν, τῇ σεπτῇ σου πρεσβεία, θείας ἀγαθότητος, δωρεᾶς ψυχοτρόφους, καὶ τῶν πταισμάτων αἴτει πρὸς Χριστοῦ, ἡμῖν διδόναι, Ἀργύριε ἄφεσιν.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Στεῤῥῶς τὸν ἀντίπαλον, καταβαλῶν Ἀθλητά, τὸν θάνατον ἤνεγκας, τὸν δι’ ἀγχόνης φαιδρῷ, προσώπῳ, Ἀργύριε· ὅθεν πρὸς ἀθανάτους, ἀνελθὼν ἀπολαύσεις, πρέσβευε σὺν Ἀγγέλοις, τῇ Ἁγίᾳ Τριάδι, τοῦ ῥύεσθαι κινδύνων, τούς σέ μακαρίζοντας.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθὴσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκου Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησον με, ὁ Θεὸς…  
Μαρτυρικῇ παῤῥησίᾳ, τὴν Χριστώνυμον κηρύξας κλῆσιν, τῶν τῆς Ἄγαρ ἀπογόνων τὴν πλάνην ἤλεγξας, Νεομάρτυς Ἀργύριε· καὶ πόνοις ἀθλητικοῖς, καίριον πλῆγμα κατενεγκὼν τῷ Βελίαρ, τὴν ἄπονον ζωὴν ἐκληρώσω, καὶ Μαρτύρων συνήφθης τῇ χορείᾳ, ὡς αὐτῶν ὁμόζηλος· καὶ νῦν σὺν αὐτοῖς, πρέσβευε δεόμεθα, λύσιν δυσχερῶν ἡμῖν δοῦναι, καὶ πταισμάτων ἄφεσιν.
 
Εἶτα, οἱ Κανόνες· τῆς τυχούσης Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τῷ Ἀργυρίῳ ὕμνον προσοίσω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Τῶν Μαρτύρων ταῖς χορείαις, ὡς Χριστοῦ Ἀθλητής, ἤδη ὡς συνδιάγων, αἴτει μοι θεῖον φωτισμόν, ὅπως ὑμνήσω φαιδρῶς, ἀγῶνας τοὺς σούς, οὓς πίστει διήνυσας, Νεομάρτυς Ἀργύριε.
Ὡς νεόφωτον ἀστέρα, Ἐκκλησίας Χριστοῦ, ὕμνοις σε εὐφημοῦμεν· σὺ γὰρ ἐσχάτοις τοῖς καιροῖς, ἐναθλήσας στεῤῥῶς, φωτὶ νοητῷ, πυρσεύεις Ἀργύριε, τῶν πιστῶν τὴν διάνοιαν.
Ἄνθος τὸ τῆς ἡλικίας, ἀποῤῥίψας σοφῶς, ἅμα καὶ τὰ ἐν κόσμῳ, χωρεῖς ἀνδρείᾳ τῇ ψυχῇ, πρὸς ἀγῶνας Ἀθλητῶν, αἰσχύνων ἐχθρόν, Ἀργύριε ἔνδοξε, καὶ νομίμως ἠρίστευσας.
Θεοτοκίον.
Ῥάβδος ὤφθης ἀφθαρσίας, ἀποτίστως Χριστόν, φέρουσα ὥσπερ ἄνθος, ὡς Ἠσαΐας ἐκβοᾷ, Θεοχαρίτωτε Ἁγνή· διὸ τῶν παθῶν, ὀσμὴν τὴν ψυχώλεθρον, τῆς ψυχής μου διάλυσον.
 
Ὠδὴ γ΄. Δεῦτε πόμα πίωμεν.
Γνώμην ἱερὰν ἀναλαβών, ἐκ χειρῶν ἀφαρπᾶσαι τοῦ πολεμήτορος, τὸν ἀδελφὸν βουληθείς, Ἀργύριε Μάρτυς τὸν Χριστόν, λαμπρῶς ὡμολόγησας.
Ὕψωσας τὸν νοῦν πρὸς τὸν Χριστόν, καὶ μαστίγων τὸ ἄλγος παρ’ οὐδὲν ἥγησαι, καὶ καρτερία τῇ σῇ, Ἀργύριε πᾶσαν τὴν ἰσχύν, ἐχθρῶν ἀπεῤῥάπισας.
Ῥώμῃ θεϊκῇ τῶν δυσσεβῶν, τὸν θυμὸν Νεομάρτυς οὐδόλως ἔπτηξας, ἀλλ’ ἐλευθέρᾳ φωνῇ, ἐβόας Ἀργύριε αὐτοῖς· Χριστοῦ δοῦλος πέφυκα.
Θεοτοκίον.
Ἴασαι νοσοῦσαν χαλεπῶς, τὴν ψυχήν μου Παρθένε· τοῖς παραπτώμασιν, ἡ τὸν Σωτῆρα Χριστόν, τεκοῦσα τὴν πάλαι τοῦ Ἀδάμ, πληγὴν ἰασάμενον.
 
Κάθισμα.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τοῖς τρόποις κοσμών τὸν βίον σου, μαρτυρικῆς εὐκληρίας λαμπρῶς ἠξίωσαι, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀργύριε· καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς, ἀπολαύων νοερῶς, ἱκέτευε σὺν Ἀγγέλοις, διδόναι λύσιν πταισμάτων, τοῖς ἑορτάζουσι τὴν μνήμην σου.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ὡς ἀγλαόκαρπον φυτόν, καὶ φοίνικα καρποτελή, τὴν ἀθλητικὴν εὐκαρπίαν, ἄρτι γεωργήσαντα, Ἐπανομὴ γεραίρει σε, πατρὶς σου ἡ οἰκεία θεόφρον, ἐγκαυχωμένη Ἀργύριε τῇ δόξῃ σου.
Ὑπὲρ ἀγάπης τῆς διπλῆς, τῆς πρὸς Θεὸν καὶ τὸν ἐγγύς, δέδωκας σαυτόν ἑκουσίως Ἀθλητὰ εἰς θάνατον· διὸ τῆς ἀθανάτου σε, ζωῆς καὶ οὐρανίου εὐκλείας, ὁ Ζωοδότης Χριστὸς μέτοχον δείκνυσι.
Μὴ δειλιάσας ἀπειλάς, καὶ τὰς ποινὰς καὶ τοὺς δαρμούς, τῶν ἐπιθεμένων σοι σφόδρα Ἀθλητὰ Ἀργύριε, τὸν θάνατον ὑπέμεινας, ἀνδρείως δι’ ἀγχόνης θεόφρον, καὶ πρὸς Χριστὸν νικηφόρος ἀνελήλυθας.
Θεοτόκιον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῶν κακῶν ἐπιμονῇ, ζώωσον Ἁγνὴ Θεοτόκε, ἡ ζωὴν αἰώνιον, μετὰ σαρκὸς κυήσασα, καὶ νέκρωσον τὰς ἐφόδους τὰς τυραννούσας ἀθλίως τὴν καρδίαν μου.
 
ᾨδή ε΄ . Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ὁ νέος Χριστοῦ Ἀθλοφόρος, νεανικῆς ἡλικίας, τὴν ὥραν ὡς ἄνθος χόρτου, πίστει λογισάμενος, Ἀργύριος ὁ ἔνδοξος, πόνοις εὐσεβείας ἤθλησεν.
Νικήσας ἐχθρῶν τὴν μανίαν, καὶ τὸν Χριστὸν μεγαλύνας, καλῇ σου ὁμολογία, Μάρτυς ἀργυρώνυμε, ἐπάθλων κατηξίωσαι, τῶν αἰδίων γηθόμενος.
Προθύμως τὸν θάνατον Μάρτυς, τὸν δι’ ἀγχόνης ὑπέστης, καὶ στέφος ἀθανασίας, πρὸς Χριστοῦ ἀπείληφας διὸ ᾀσμάτων ἄνθεσιν, ἡ Ἐπανομὴ καταστέφει σε.
Θεοτοκίον.
Ῥημάτων δεήσεως Κόρη, ἐκ κατώδυνου καρδίας, θερμῶς Σοι προσφερομένων, ἄκουσον καὶ ῥῦσαι με, μανίας τοῦ ἀλάστορος, τοῦ λυσσωδῶς ἐφορμῶντας μοι.
 
Ὠδὴ στ΄. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.
Οὐδόλως, ταῖς ἐπιφοραῖς τῶν δεινῶν, ἐχαυνώθης τὴν ψυχὴν Νεομάρτυς, ἀλλ’ ὤφθης ὥσπερ ἀρνίον Χριστοῦ, Ἀργυρώνυμε, ταῖς χερσὶ τῶν δυσμενῶν, πλήρης θείας γαλήνης.
Σοφίαν, τὴν ἀπ’ οὐρανοῦ ἐσχηκώς, ὡς ὑπέσχετο διδόναι ὁ Λόγος, παρέστης ἐν παῤῥησίᾳ πολλῇ, καὶ ἐκήρυξας, πρὸ βημάτων ἀσεβῶν, τὴν Χριστώνυμον κλῆσιν.
Ὁ Μάρτυς, ὁ ἀργύρου κλῆσιν πλούτων, ἀργυρέαν τὴν ψυχὴν κεκτημένος, ἀργύρου καὶ τοῦ χρυσοῦ τοῦ τῆς γῆς, κατεφρόνησε, καὶ τῶν ἄνω θησαυρῶν, ἐναθλήσας μετέσχε.
Θεοτόκιον.
Ἱλέῳ, ὄμματι βλέψον Ἁγνή, ἐπ’ ἐμὲ καὶ τῆς πικρὰς τυραννίδος, Παρθένε τοῦ παλαμναίου ἐχθροῦ, ἀπολύτρωσαι, τὴν ψυχήν μου δυσωπῶ, ὡς πηγὴ συμπαθείας.
 
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀθλήσας Ἅγιε ἐσχάτοις χρόνοις, τὸν Χριστὸν ἐδόξασας, θανατωθεὶς ὑπὲρ Αὐτοῦ· διὸ πιστῶς σε γεραίρομεν, ὡς Ἀθλοφόρων Ἀργύριε σύσκηνον.
Ὁ Οἶκος.
Ὡς κρῖνον ἔφυς τοῦ ἀγροῦ, λειμῶνι εὐσεβείας καὶ εὐωδίαν μυστικήν, τῇ σῇ ἀθλήσει τῇ στεῤῥᾷ, διέπνευσας τῷ κόσμῳ, Νεομάρτυς τοῦ Χριστοῦ παναοίδιμε· σὺ γὰρ νεότητος ἄνθος καὶ τὰ ἐν κόσμῳ τερπνὰ καὶ ἡδέα, θεόφρονι παρεῖδες λογισμῷ, οἷα σφαλλόμενα πάντα· καὶ πίστει στρατευθεὶς τῷ Χριστῷ, τῆς ἀληθείας τοῖς ὅπλοις κατηκόντισας, τῶν ἀντικειμένων τὴν παράταξιν· τῇ τελεία γὰρ πυρπολούμενος ἀγάπῃ, ἐξαγαγεῖν τοῦ βυθοῦ τῆς ἀπωλείας ἠβουλήθης, τὸν οἰκτρῶς ἐξολισθήσαντα καὶ μαρτυρίου ὑπεισῆλθες τὸ στάδιον, μεγαλοφώνως βοῶν· Χριστιανός εἰμί ὦ ἄνομοι. Καὶ μαστίγων πεῖραν ἐνέγκας καὶ ἀλγηδόνας ὑποστάς, τῷ δι’ ἀγχόνης θανάτῳ, ταῖς οὐρανίαις συνήφθης τάξεσι· διὰ πιστῶς σε γεραίρομεν, ὡς Ἀθλοφόρων Ἀργύριε σύσκηνον.
 
Συναξάριον.
Τῇ ια΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀργυρίου, τοῦ ἐξ Ἐπανόμης μὲν καταγόμενου, ἐν δὲ τῇ Θεσαλονίκῃ ἀθλήσαντος καὶ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει 1806.
Στίχοι.
Ἔχων ἀργυρᾶν τὴν ψυχὴν φερωνύμως
Ἀργύριε ἤθλησας εὐσεβοφρόνως.
Ἑνδεκάτῃ Ἀργύριος τέτληκε βρόχον στεῤῥοψύχως.
 Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
 
Ὠδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Σωτῆρα, καὶ Θεὸν πάσης κτίσεως, Χριστὸν ὡμολόγησας, στόματι λαμπρῷ, καὶ ὡς θυσία καθαρά, καὶ σεπτὸν ἱερεῖον καὶ ἄμωμον, Ἀργύριε Αὐτῷ προσηνέχθης, ὡς Μάρτυς ἐνθεώτατος.
Ὡς ἤνεγκας, πληγάς τε καὶ μάστιγας, γενναίῳ φρονήματι, πᾶσαν τοῦ ἐχθροῦ τὴν δυναστείαν Ἀθλητά, τῇ ἀνδρεία τῇ σῇ κατεμάστιξας, Ἀργύριε καὶ ὤφθης ἐν πᾶσι, Μαρτύρων ἰσοστάσιος.
Γεραίρει σου, τὴν ἄθλησιν Ἅγιε, τελοῦσα τὴν μνήμην σου, ἡ Ἐπανομή, ἥν διαφυλάττε ἀεί, ὡς γενέθλιον πάτριον ἔδαφος, Ἀργύριε Χριστοῦ Νεομάρτυς, ἐκ πάσης περιστάσεως.
Θεοτοκίον.
Ἐκ μήτρας Σου, σαρκὸς ὁμοιώματι, ἔλαμψεν Ἄχραντε, ὁ ἐν τῷ Πατρί συνυπάρχων ὡς Υἱός, ὁ συνάναρχος Λόγος καὶ συνθρόνος, καί ἔσωσεν ἡμᾶς ἐκ τῆς ἀρχαίας, κατάρας ὡς φιλάνθρωπος.
 
Ὠδὴ η΄. Αὕτη ἡ κλητή.
Ῥώμην θεϊκήν σαρκὸς ἐν ἀσθενείᾳ, δεξάμενος ὑψόθεν, τὸν δυνατὸν ἐν κακίᾳ, ἐτροπώσω ἐχθρόν, φρυαττόμενον ἰσχύϊ τῇ χείρονι, Ἀργύριε Μάρτυς, ὡς θεῖος νεανίας.
Ἅγιος βλαστός Ἐπανόμης ὑπάρχων, τὴν Θεσσαλονικέων, καθηγίασας πόλιν, τῇ ἀθλήσει τῇ σῇ, Νεομάρτυς Ἀθλοφόρε Ἀργύριε, αἷς ἀπαύστως αἴτει, τὴν θείαν εὐλογίαν.
Σὲ τὸν τοῦ Χριστοῦ ἀπειρόκακον ἄρνα, οἱ δυσσεβεῖς συσχόντες ὑπέβαλον αἰκίαις, καὶ θανάτῳ πικρῷ, δι’ ἀγχόνης Νεομάρτυς Ἀργύριε· ὅθεν ἀθανάτους, ἀμοιβὰς ἐκληρώσω.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τὴν νοσοῦσαν ψυχήν μου, τῷ δραστικῷ φαρμάκῳ, τῆς Σῆς ἐπιστασίας, καὶ φωτὶ νοητῷ, τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ἵνα Σε δοξάζω, Ὑπερδεδοξασμένη.
 
Ὠδὴ θ΄. Φωτίζου, φωτίζου.
Μαρτύρων τῆς δόξης, συγκοινωνὸς ἐν οὐρανοῖς, ἀληθῶς ἀνεδείχθης Νεομάρτυς ἔνδοξε· σὺ γὰρ στεῤῥῶς, ἐναθλήσας ἐν γῇ, ὤφθης Χριστοῦ, θεῖος στρατιώτης, Ἀργύριε παμμακάριστε.
Ὁ νέος ὁπλίτης, τῆς παρατάξεως Χριστοῦ, ὁ νικήσας ἀνδρείως ἐχθρῶν τὰ φρυάγματα, Ἐπανομῆς, ὁ θεόφρων βλαστός, θείαις ᾠδαῖς παρ’ ἡμῶν ὑμνείσθω, Ἀργύριος ὁ μακάριος.
Ὑψόθεν προσδέχου, ἡμῶν τὸν ὕμνον Ἀθλητά, καὶ τοῖς πᾶσιν ἐξαίτει τῶν πταισμάτων ἄφεσιν, τῇ δὲ πατρίδι, δίδου τῇ σῇ, σαῖς προσευχαῖς, Ἀργύριε Μάρτυς, τῆς προστασίας σου τὰς χάριτας.
Θεοτοκίον.
Ὑψίστου καθέδρα, καὶ θρόνος ὤφθης ὑψηλός, ἐν χερσὶ Σου κρατοῦσα, τὸν τῶν ὅλων Κύριον· ὅθεν κἀμέ, ἐκ κοπρίας παθῶν, Μῆτερ Θεοῦ, πρὸς τῆς μετανοίας, ἀνύψωσον τὴν λαμπρότητα.
 
Ἐξαποστειλάριον. Σαρκὶ ὑπνώσας ὡς θνητός.
Σαρκός σου ἄνθος τὸ φθαρτόν, ὑπεριδὼν Ἀργύριε, προθύμῳ χωρεῖς καρδίᾳ, πρὸς θάνατον διὰ Χριστὸν· διὸ τῶν ἀθανάτων σε βραβείων, ὁ Δεσπότης ἠξίωσεν, Ἅγιε.
Καὶ τὸ τῆς Ἑορτῆς.
 
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Νεομάρτυρα δεῦτε, πάντες Ἀργύριον, τὸν διηργυρωμένον, μαρτυρίου τῷ κάλλει, καὶ λάμποντα ὡς ἄστρον νεοφανές, τῷ σεπτῷ στερεώματι, φιλομαρτύρων οἱ δῆμοι ἀσματικαῖς, μελῳδίαις ἀνυμνήσωμεν.
Οὔτε νεότητος ἄνθος, οὔτε τυράννων ὀρμή, κατίσχυσαν χωρίσαι, τῆς Χριστοῦ σε ἀγάπης· πάντα γὰρ ὑπέστης ὡς ἄκμων στεῤῥός, Νεομάρτυς Ἀργύριε, καὶ εὐσεβείας τῷ κράτει τὴν τοῦ ἐχθροῦ, ἐθριάμβευσας ἀπόνοιαν.
Ἀγαλλομένῃ καρδίᾳ, Μάρτυς Ἀργύριε, τὸν θάνατον ἐδέξω, δι’ ἀγχόνης γενναίως, καὶ ἤρθης πρὸς ἀθάνατον μετοχήν, τῆς ἀΰλου λαμπρότητος, ὑπὲρ ἡμῶν ἱκετεύων διὰ παντός, τῶν ὑμνούντων σου τὴν ἄθλησιν.
Ἐπανομὴ ἡ πατρίς σου, Μάρτυς Ἀργύριε, εὐφραίνεται καὶ χαίρει, τῇ λαμπρᾷ σου ἀθλήσει, καὶ μνήμην σου τελοῦσα τὴν ἱεράν, ἐκ καρδίας κραυγάζει σοι· μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν θερμῶς μάκαρ φιλούντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Τῇ ἀθλητικῇ ἐνστάσει, τῶν πάλαι Ἀθλητῶν ἐκφαίνεις τοὺς ἀγῶνας, ὡς τούτων μιμητής, νέε Ἀθλητὰ τοῦ Χριστοῦ Ἀργύριε· σαυτόν γὰρ ἀρνη-άμενος, ἀπτοήτως ὑπῆλθες, τῆς αἰωνίου ζωῆς τὸ σκάμμα, θεολήπτῳ ψυχῇ, κατὰ τῆς πλάνης ἀνδρισάμενος· καί Χριστὸν ἐν ἄθλοις δοξάσας, τῆς οὐρανίου δόξης, κληρονόμος ὤφθης. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Νεομάρτυς ἔνδοξε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Χαίροις εὐσεβείας νέον φυτόν, Ἀργύριε Μάρτυς, Ὀρθοδόξων ἡ καλλονὴ·  χαίροις τῶν Μαρτύρων, ἰσότιμος ἐν δόξῃ, Ἐπανομῆς τὸ ἄνθος, τὸ εὐωδέστατον.
 
Δίστιχον.
Ἀργυρίου Μάρτυρος Χριστοῦ τοῦ νέου,
Γεράσιμος ὕμνησε τὰς ἀριστείας.
 

Παρακλητικός Κανών Ὁσίου ΙΩΑΝΝΟΥ τοῦ Δομβοΐτου, Δρ. Χαρ. Μπούσια

     Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Δομβοΐτην ἀσκητὴν εὐσχημόνως, ἐν τοῖς ἐσχάτοις διαλάμψαντα χρόνοις, ἀκτῖσι ταπεινώσεως εὐχῆς σιωπῆς, ἀπαθείας νήψεως καὶ ζωῆς ἰσαγγέλου, Ἰωάννην μέλψωμεν Χριστὸν ὑπὲρ ἡμῶν, ἐκδεχομένων σὴν θείαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ὁ Ν΄ (50) Ψαλμός.
 
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννη, σιωπᾶν καὶ νήφειν με ἀξίωσον. Χ.Μ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἱλέωσαι Κύριον καὶ Θεόν, ἡμῖν Ἰωάννη, αἰτουμένοις σὴν ἀρωγήν, ἐν πάσαις τοῦ βίου τρικυμίαις, καὶ συμφοραῖς ἀσκητὰ χαριτώνυμε.
Ὡράϊσμα νέον Μονῆς Δομβοῦς, σεπτὲ Ἰωάννη, ἐξωράϊσον ἀρεταῖς, ἡμᾶς καὶ σοφίᾳ τοὺς ἐν πίστει, ταῖς σαῖς λιταῖς πρὸς Θεὸν καταφεύγοντας.
Ἀξίωσον πόλου τυχεῖν χαρᾶς, τοὺς σὲ ἀνυμνοῦντας, Ἰωάννη ὡς νεαυ-ῶν, Ὁσίων Πατέρων λαμπηδόνα, αὐγαῖς σοφίας φωτίζουσα πέρατα.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε Ἀγαθή, ἁγνείας Παρθένε, Ἰωάννου θερμαῖς λιταῖς, Ὁσίου ἁγνοὺς ἡμᾶς συντήρει, τοὺς ἀκλινῶς Σε ἀεὶ μεγαλύνοντας.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νευαγέστατον σέλας διαγωγῆς σώφρονος, Ἰωάννη δίωξον ζόφον, τῶν προσιόντων σοι, ὀδυνηρῶν συμφορῶν, καὶ δυσθυμίας τῇ ῥάβδῳ, προστασίας θείας σου, Πάτερ θειότατε.
Ἡ τοῦ Πνεύματος χάρις τοῦ πανσθενοῦς ἔδειξε, σὲ φιλοσοφίας ἐνθέου, ὄλβον πολύτιμον, καὶ παροχέα σεπτόν, τῶν θεϊκῶν δωρημάτων, Ἰωάννη πάμφωτον, νήψεως μέλαθρον.
Σάρκα τήκων πυκτεύων τὸν πονηρὸν δαίμονα, νήφων ἀγρυπνῶν ὑπομένων, σκληραγωγούμενος, καὶ χαμευνῶν δαψιλῶς, εἴληφας χάριν θεόθεν, Ἰωάννη ῥύεσθαι, πάντας στενώσεως.
Θεοτοκίον.
Ἰωάννου πρεσβείαις τοῦ θεαυγοῦς Δέσποινα, τραύματα θεράπευσον τάχος, τῶν ἀλγηδόνων μου, σαρκίου καὶ τῆς ψυχῆς, φαρμάκῳ τῆς μητρικῆς Σου, παῤῥησίας Δέσποινα, πρὸς τὸν Θεάνθρωπον.
 
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν χρόνον καλῶς ἐξαγοράσαι Ὅσιε, προσκαίρου ζωῆς ἀξίωσον σοὺς πρόσφυγας, Ἰωάννη πάνσοφε, οἰκονόμε χρόνου σου ἄριστε, ὁ θέλων τοῦτον μόνον δαπανᾶν, εὐχῇ ἀσιγήτῳ καὶ συγγράμμασι.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς νεόφωτον πύρσευμα, πολιτείας σώφρονος ἀνυμνοῦντές σε, Ἰωάννη καταφεύγομεν, ἐν δεινοῖς τῇ θείᾳ μεσιτείᾳ σου.
Ποιημάτων πανθαύμαστε, συγγραφεὺς γενόμενος θείᾳ χάριτι, Ἰωάννη σαῖς ἐντεύξεσι, δεῖξόν με χαρίτων ὄλβον πάντιμον.
Ἀσκητὰ ἐνθεώτατε, ὁ φιλῶν ἀφάνειαν διασώζουσαν, Ἰωάννη τὸν ἱκέτην Σου, ἀφανῶς διάγειν καταξίωσον.
Θεοτοκίον.
Νικητὰς τοὺς οἰκέτας Σου, ἐν ταῖς μάχαις δεῖξον Θεογεννήτρια, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, Κεχαριτωμένη Θεονύμφευτε.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κόπασον παθῶν, σάλον τῶν ἀνευφημοῦντών σε, Ἰωάννη καὶ βοώντων εὐλαβῶς· πολιτείαν τῶν προσφύγων σου εἰρήνευσον.
Ἄστρον ἀρετῆς, Ἰωάννη νεοφώτιστον, ἀποδίωξον τὴν νύκτα τῶν παθῶν, συμπαθείας σου ἀκτῖσιν ὁσιώτατε.
Ἴσχυσας ταῖς σαῖς, τῶν γονάτων Πάτερ κλίσεσι, θριαμβεῦσαι τὸν μισόκαλον ἐχθρόν, οὗ μανίας ἐκλυτρούσθω τοὺς ἱκέτας σου.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν, παρακλήσεσι Μητρόθεε, καταπαύουσα σκιρτήματα σαρκός, τὼν ἀεὶ μακαριζόντων Σε Παντάνασσα.
 
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγίασας, ὀχετοῖς ἱδρώτων σου, ὑποκλίσεων ἐξ ἐδαφιαίων, τῆς ἀπερίττου σου κέλλης τὴν χθόνα, ἡσυχαστὰ Ἰωάννη ὁ ῥεύμασι, τῶν πρεσβειῶν σου πρὸς Θεόν, ἁγιάζων ζωὴν τῶν τιμώντων σε.
Φωτόλαμπρε, Ἰωάννη Ὅσιε, ὁ μισήσας πᾶσαν ἔνυλον σχέσιν, παρουσιάζων σαυτὸν ὥσπερ ἔσχατον, τῶ ἀχθοφόρων σῷ φωτί, πρεσβειῶν ἴθυνόν με πρὸς θέωσιν.
Ἐπίβλεψον, ἐφ’ ἡμᾶς τιμῶντάς σε, Ἰωάννη Δομβοΐτα καὶ ῥῦσαι, τοὺς ἀνυμνοῦντὰς σὴν ἄμεμπτον ἄσκησιν, δι’ ἧς τῶν πάλαι ἀσκητῶν, ἄρτι πέφηνας Πάτερ ὁμόζηλος.
Θεοτοκίον.
Ἱλέωσαι, Ἰωάννου Δέσποινα, ἱκεσίαις Σὸν ὑπέρλαμπρον Τόκον, ἡμῖν τοῖς Σοῦ θαυμασίων τὸ πλῆθος, εἰς τοὺς αἰῶνας τρανῶς μεγαλύνουσι, Χριστιανῶν καταφυγή, καὶ ταχεῖα ἐν δίναις βοήθεια.
 
Ἱκάνωσον, ἡμᾶς νικῆσαι τὸν ἔχθιστον Ἰωάννη, Δομβοΐτα τῆς σιωπῆς καὶ νήψεως μάργαρον, Ἀγγέλων συνέστιε φωτοφόρων.
 Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
 
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἁμαρτιῶν ἀχθοφόρον θεόσοφε, ὁ ἑαυτὸν λογιζόμενος Ὅσιε, Δομβοῦς Ἰωάννη καλλώπισμα, ἁμαρτιῶν ἡμῶν ῥύπον ἀπόπλυνον, εὐχῶν σου πρὸς Κύριον νάμασι.
 
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν (Λουκᾶ στ΄ 17-23). Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Παρασκευῇ τῆς β΄ ἑβδομάδος).
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. δ΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Νήψεως διάκοσμε, τῆς ἡσυχίας κοσμῆτορ, σιωπῆς μυράλειπτρον, προσευχῆς συνέκδημε, καὶ ἀσκήσεως, ἀκραιφνοῦς πρόβολε, Πάτερ Ἰωάννη, Δομβοΐτα λογιώτατε, ἡμῖν ἱλέωσαι, σὲ τοῖς εὐλαβῶς μακαρίζουσι, Χριστὸν τὸν πανευΐλατον, συμπαθῆ καὶ ἄγαν οἰκτίρμονα, ἵνα τῆς ἐν πόλῳ, εὐκλείας τῆς σὺν σοὶ καὶ χαρμονῆς, ἀξιωθῶμεν θεόσοφε, ἀσκητῶν ἀρχέτυπον.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς ἐν ταῖς μάχαις καθ’ ἡμέραν τοῦ βίου ἡμῖν ἀνάδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ἐκθύμως Ἰωάννη, Δομβοΐτα πανόσιε, ὡς νικητὴν ἀκραιφνῆ, κατὰ τοῦ παλαμναίου.
Μύρῳ θείων εὐχῶν σου ῥᾶνον τοὺς προσιόντας σῇ θείᾳ χάριτι, ἀλάβαστρον εὐῶδες, εὐχῆς χαμαικοιτίας, σιωπῆς κατανύξεως, καὶ ἀπαθείας Μονήν, Δομβοῦς ὁ καθηδύνας.
Ἐργαστήριον θεῖον προσευχῆς Ἰωάννη καὶ ταπεινώσεως, ἀνάκτορον δυσώπει, Χριστὸν ὑπὲρ τῶν πίστει, προστρεχόντων σῇ χάριτι, σεμνείου τοῦ Σεραφείμ, τοῦ θείου κοσμιότης.
Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ Ἰωάννου πρεσβείαις τοῦ ταπεινόφρονος, ἡσυχαστοῦ Σοῖς δούλοις, ὑπόδειξον τὴν τρίβον, ἀληθοῦς ταπεινώσεως, θεο-ερποῦς σιωπῆς, εὐχῆς καὶ ἀπαθείας.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ξένων ἀγώνων, τοῖς χοϊκοῖς Ἰωάννη, ἐποφθεὶς ξύλου ἐπαπολαύεις, τῆς ζωῆς πρεσβεύων, ὑπὲρ ἡμῶν Κυρίῳ.
Ἰδεῖν τὴν δόξαν, τοῦ Ζωοδότου Κυρίου, καταξίωσον σὲ τοὺς ὑμνοῦντας, ἧσπερ Ἰωάννη, ὑπάρχεις κληρονόμος.
Ὡς τῶν Πατέρων, τῶν νηπτικῶν νέον εὖχος, σὲ τιμῶντες λαμπρῶς Ἰωάννη, σπεύδομεν λιταῖς σου, πρός Κύριον ἐνθέρμοις.
Θεοτοκίον.
Συνέτισόν με, καὶ δίδαξόν με Παρθένε, τοῦ ποιεῖν ἐντολὰς τοῦ Υἱοῦ Σου, τὰς σωτηριώδεις, Κυρία Θεοτόκε.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον, πᾶσιν Ἰωάννη, πορείαν τοῖς εὐλαβῶς σε γεραίρουσιν, ὡς ὁδοδείκτην μερόπων πρὸς βίον κρείττονα.
Νάματων ζωηῤῥύτων, κρήνην Ἰωάννη, καὶ βρύσιν ἁγιασμοῦ τὴν πολύῤῥυτον, ἄνοιξον πᾶσιν εὐχαῖς σου πρὸς τὸν πανάγαθον.
Χαρίτων Ἰωάννη, οὐρανίων σκεῦος, χαρᾶς ἀλήκτου ψυχὰς πάντως ἔμπλησον, τῶν ἀνυμνούντων σοὺς πόνους στεῤῥᾶς ἀσκήσεως.
Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, τοῦ λογιωτάτου, καὶ θειοτάτου Ὁσίου Μητρόθεε, ἡμῖν Σὸν Τόκον ἱλέωσαι τὸν Θεάνθρωπον.
 
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Ἰωάννη ὁ ἀφανῶς, ἐν Δομβῷ ἀσκήσας, χαριτώνυμε καὶ ὀφθείς, θεαυγῶν Ὁσίων, ἀγλάϊσμα τὸ νέον, ἐν χρόνοις τοῖς ἐσχάτοις, Πάτερ θειότατε.
Τῆς Θεοῦ σοφίας καὶ ἀρετῆς, ἔμψυχον ταμεῖον, Ἰωάννη καὶ προσευχῆς, μέλαθρον ἀόκνου, ἡμᾶς Θεὸν σοφίσαι, δυσώπει τοὺς ἀσόφους, Πάτερ ἱκέτας σου.
Χαίροις ὑπερόπτα τῶν γεηρῶν, πάντων Ἰωάννη, τῶν ῥεόντων καὶ τῶν φθαρτῶν, χαίροις τῶν ἀΰλων, καὶ τῶν ἐπουρανίων, ὁ ζηλωτὴς Ὁσίων, ἔμπνουν ὑπόδειγμα.
Τῆς Μονῆς τοῦ μάκαρος Σεραφείμ, οἰκιστὴν τὸν θεῖον, Ἰωάννην τὸν θαυμαστόν, Δομβοΐτην μόνον, προσκαρτερεῖν Κυρίῳ, τὸν θέλοντα ἐν βίῳ, ᾄσμασι στέψωμεν.
Σιωπῆς τὸν νέον καθηγητήν, ἡσυχίας μύστην, ὑφηγήτορα προσευχῆς, καὶ τῆς ἀπαθείας, τὸν πρύτανιν εν ὕμνοις, εὐήχοις Ἰωάννην, ἐγκωμιασωμεν.
Χαίροις ταπεινώσεως ἀηδών, ὥσπερ ἀχθοφόρος, προεστῶτι ὁ συστηθείς, Πάτερ τοῦ σεμνείου, Ὁσίου Μελετίου, τρισμάκαρ Ἰωάννη, ἄρτι φιλόσοφε.
 Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
 
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
 
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τὸν ἐν ἀφανείᾳ σιωπῇ, καὶ εὐχῇ ἀόκνῳ τὸν βίον, ἐν τῇ Μονῇ Σεραφείμ, τοῦ σεπτοῦ ἀσκήσαντα, ἐγκωμιάζοντες, Ἰωάννην τὸν Ὅσιον, βοήσωμεν πόθῳ· Πάτερ χαριτώνυμε, Χριστὸν ἱκέτευε, δοῦναι τοῖς πιστῶς σε τιμῶσι, δύναμιν ψυχῆς θριαμβεῦσαι, γένος τῶν βροτῶν ἀεὶ πτερνίζοντα.
 Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δομβοΐτην Πατέρα τὸν χαριτώνυμον, ὡς ὑπερόπτην ῥεόντων, καὶ ἀκλινῆ ζηλωτήν, τῶν ἀῤῥεύστων Ἰωάννην εὐφημήσωμεν, λόγιον πάντες ἀσκητήν, σιωπῆς τὸν ἐραστήν, καὶ σύνοικον ἡσυχίας, βοῶντες· ἔμπορε χρόνου, σοφὲ Χριστὸν ἡμῖν ἱλέωσαι.
Δόξα. Ὅμοιον.
Σεραφεὶμ τοῦ Ὁσίου Πατρὸς ὁμόζηλον, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀδιαλείπτῳ εὐχῇ, σιωπῇ ἐξαγορᾷ τοῦ χρόνου μέλψωμεν, καὶ φυλακῇ αὐτοῦ νοός, Ἰωάννην ἀφανῶς, βιώσαντα ἐκβοῶντες· εὐχῆς καὶ νήψεως κέρας, ἡμῖν εὐμένιζε τὸν Ὕψιστον.
 
Δίστιχον:
Πέμψον χάριν Παχωμίῳ, Ἰωάννη,
ὁμοζήλῳ σου, Χαραλάμπης κραυγάζει.