Τρίτη, 21 Φεβρουαρίου 2017

Παρακλητικός Κανών Ὁσίου ΜΩΫΣΕΩΣ τοῦ Οὔγγρου, Ἀντ. Μάρκου

          Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ΄ (142) Ψαλμός και τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος  δ’. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ.
Τῷ τῆς ἁγνότητος καί τῆς σωφροσύνης*  ἀσείστῳ στύλῳ, τοῦ Κυρίου τῷ δούλῳ,* τῷ Μωϋσῇ, κρατίστῳ ἀρετῆς ἀθλητῇ,*   δεῦτε καί προσπέσωμεν* μετ’ εὐλαβείας βοῶντες,*  Σαῖς εὐχαῖς ἐλέησον*  τούς φλογῇ καιομένους*  ἀκολασίας πνεύματος δεινῆς,*  ἵνα τιμῶμεν* Σοῦ τά μνημόσυνα. 
Δόξα. Ὅμοιον.
Τόν Οὐγγαρίας εὐγενέστατον γόνον* καί τόν τῆς Λαύρας μοναχόν Μωϋσέα* τόν ἐν Λειχίᾳ γνώμῃ μαρτυρήσαντα,* δεῦτε εὐφημήσωμεν,* ἐλέησον ἐκβοῶντες* τούς παραπικραίνοντας* τόν Θεόν τῇ πορνείᾳ*  καί εἰς τάς ἄνω ὁδήγησον μονάς* καί μετανοίᾳ* ἡμᾶς χειραγώγησον.
Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Τ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν,* οἱ  τυραννούμενοι  σαρκός  δυναστείᾳ,* τῷ μητρικῷ Σου φίλτρῳ ἐλέησον ἡμᾶς·* σπεῦσον, Κόρη, ῥύσασθαι* τῶν τοῦ Βελίαρ  παγίδων,* πάσης τε ἐπιθέσεως* καί ὁλεθρίου πορνείας·* ὑπέρ ἡμῶν  γάρ Σοῦ δέεται θερμῶς,* ὁ Σός ἱκέτης* Μωϋσῆς ὁ θειότατος.

Ψαλμός ν’ (50).

         
Εἶτα  ὁ Κανών, οὗ    ἀκροστιχίς μετά τῶν Θεοτοκίων· ΑΓΝΟΙΑΣ ΤΟΝ ΣΤΥΛΟΝ ΥΜΝΩ ΜΩΥΣΕΑ. ΑΝΤΩΝΙΟΥ.
Ὠδή  α’. Ἦχος πλ. δ’. Ὑγράν  διοδεύσας.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
γνοίας, ὦ φίλοι, τῷ ἐραστῇ* καί τῆς σωφροσύνης* διά βίου τῷ τιμητῇ,* Μωϋσῇ τῷ Οὕγγρῳ, τῷ ἐν Λαύρᾳ* οἱ πυρούμενοι πάθεσι σπεύσωμεν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Γάμον τόν ἐπίγειον ἐκφυγών,* γάμου οὐρανίου* μετά Νυμφίου ἐπιτυχών,* πέφηκας, παρθένε, τοῦ Θεόπτου* Μωϋσέως ἐν πᾶσι ὁμότιμος.
Δόξα.
Νίκην κατά πλάνου ἐπιτυχών,* νίκας νῦν χαρίζεις* τοῖς τρυχωμένοις ὑπό παθῶν* διό ἡμᾶς ῥῦσαι, θεοφόρε, * ἀπό παθῶν τῶν ψυχοφθόρων πρεσβείαις Σου.
Καί νῦν. Θεοτοκίον.
λον ἐνυπάρχοντα ἐν δεσμοῖς*  σαρκός σκιρτημάτων,*  ἱκετεύω ἀπαλλαγήν* δεσμῶν τῶν ἐκεῖσε, Θεοτόκε,*  εὐχαῖς ἁγίαις, σεπτή μεσιτείᾳ Σου. 

ᾨδή γ’. Οὐρανίας ἁψίδος. 
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
όν ὄφεως, Πάτερ,* ἐν τῇ σαρκί φέροντι,* παθῶν ἰοβόλων ταμεῖον* ὁ τάλας πέφυνα,* πλήν Σύ μοί δώρησαι* ἀπαλλαγήν ἀπό τούτων,* ὁ φανείς ἁγνότητος* ταμεῖον τ’ ἐνδιαίτημα.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
πό πάθους πορνείας*  ἀγάπῃ Σῇ ἐπικάλυψον,* τῇ τῆς σωφροσύνης καλύπτρᾳ,* ψυχήν δέ στέγασον* ἐν ἀπαθείας σκεπῇ, * αὐτῆς δέ Πάτερ, τήν δρόσον*  Σοῖς δούλοις ἐπόμβρισον,* φλόγαν σβενύων τοῦ σώματος.
 Δόξα.
Σαρκός τήν ἀλγηδόνα* ἡ ἁμαρτία ἐπέφερε,* τοῖς μετά τήν πτῶσιν ἀνθρώποις,* πλήν  Σύ  θεράπευσον,* ὁ τῶν βασάνων λαβών*  ἐν σώματι τήν πεῖραν·* διό πασχόντων πύρωσιν* σβενύων Σαῖς δεήσεσι.
Καί νῦν. Θεοτοκίον.
Τομήν τῆς ἁμαρτίας* τήν τῆς σαρκός, Ὅσιε,* χάρισαι ἡμῖν τρυχωμένοις* πάθεσι σώματος,* ὁ δι’ ἀγώνων λαβών* τήν χάριν τοῦ ἰᾶσθαι*  τό τῆς σαρκός εὐώλισθον* καί  καταργεῖν αὐτό.
 
Διάσωσον* ἀπὸ παθῶν τούς δούλους Σου, θεῖε Πάτερ,* ὅτι πάντες οἱ ἐν δεινοῖς πρὸς Σὲ καταφεύγομεν,* ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν* καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆς Λαύρας, Μωϋσῆ,* τῆς τῶν Σπηλαίων κόσμημα*, δυσώπει Χριστόν,* λυτροῦσθαι πάσης πτώσεως,* τούς πίστει Σέ γεραίροντας* καὶ πταισμάτων διδόναι συγχώρησιν* καὶ ἐκ παθῶν σαρκός ἀπαλλαγήν,* τοὺς σπεύδοντας, Πάτερ,* τῇ πρεσβείᾳ Σου.

ᾨδή δ’. Εἰσακήκοα Κύριε.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Οἴμοι, πῶς κατεῤῥύπωσα* τῆς ψυχῆς μου Κύριε, τό χιτώνιον,*     πλήν πρεσβείαις τοῦ ἱκέτου Σου* Μωϋσέως, Σῶτερ, ἀποκάθαρον.  
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Νίκην δίδου μοι, Ὅσιε,* κατά τῶν τῆς σαρκός μου ἐξάρσεων*  τῇ δυνάμει τῇ δοθείσῃ Σοι,* εἰς ἀντίδοσιν τῶν θείων ἀγώνων Σου.
Δόξα.
Σῶσαι σπεῦσον, ἀπόλυμι,* πάθεσιν ὁλεθρίοις ὁλύμενον,* καί ἀνόρθωσον τόν κράζοντα*  Μωϋσῆ, ἐλέησον τόν δοῦλον Σου.
Καί νῦν. Θεοτοκίον.
Τήν ἐμήν, Ἀειπάρθενε,*ἐν βορβόρῳ ὄζουσαν ἀποκάθαρον,* ψυχήν ἀθλίαν τοῦ δούλου Σου,* τῇ πρεσβείᾳ Μωϋσέως Σοῦ θεράποντος.

ᾨδή ε’. Φώτισον ἡμᾶς.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
ψωσον λαόν* τῷ πυθμένι κατακείμενον* τῶν παθῶν τῶν σαρκικῶν, ὦ Ἀγαθέ,* ὁ τήν πρεσβείαν* τοῦ Ὁσίου Σου δεχόμενος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Λάμψον ἐφ’ ἡμᾶς* τῇ πρεσβείᾳ τοῦ Ὁσίου Σου,* τῆς ἁγνότητος τό φῶς καί τῶν παθῶν* τῶν γηΐνων τήν σκοτόμαιναν διάλυσον.
Δόξα.
λον με Πατρί,* διά Πνεύματος Ἁγίου Σου* ἐπισύναψον, ἁγνότητι Χριστέ,* ἐκκαθάρας* μετανοίᾳ μου τόν βόρβορον.
Καί νῦν. Θεοτοκίον.
Νήψεως πηγήν* Μωϋσέως ταῖς δεήσεσι,* Ἀειπάρθενε, φωτί τῶν ἀρετῶν,* ἀναδειξόν με,* τόν ἐν βάθει κατακείμενον.

ᾨδή στ’. Τήν δέησιν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
ψόθεν μοι* τήν ἐνίσχυσιν, Ἅγιε,* ἐξαπόστειλον, τῷ ἄφρονι βίῳ*  τήν τῆς ψυχῆς καί τοῦ σώματος ῥῶσιν* καταβαλόντα, ἀσθενείᾳ δέ κείμενον·* Σοῦ δέομαι τοῦ νικητοῦ*  τῶν τῆς σαρκός παραπτώσεων, Ὅσιε 
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Μανίαν* καί προσβολήν τοῦ ἀλάστορος* ἀπέκρουσας, Μωϋσῆ, διά βίου,* ὅτι ἐν Σοί κατεσκήνωσεν ὄντως* τοῦ Παρακλήτου ἡ χάρις, θεσπέσιε·* διό ἐφάνης τοῖς λαοῖς,* τῆς ἁγνότητος μέγας διδάσκαλος.
Δόξα.
Νενίκημαι,* ὑπό παθῶν τῶν τοῦ βίου* τῶν ἀκαθάρτων, ἅ  μολύνουσιν ὅλως,* τήν  ἐν  ἐμοί  τοῦ  Κυρίου  εἰκόνα·* πλήν Σαῖς δεήσεσι θείαις ἐλέησον,* τόν πάθεσι φθοροποιοῖς* κατατρυχόμενον,  Πάτερ θεσπέσιε. 
Καί νῦν. Θεοτοκίον.
ράϊσον* ψυχήν ἐμήν, Ἀκήρατε,* ἀμαυρότητα παθῶν καταργοῦσα,* ὑπέρ ἐμοῦ τοῦ παντάλαινος δούλου,* τόν Σόν Υἱόν δυσωποῦσα καί Κύριον,* ὅτι μεγίστην πρός Αὐτόν* παῤῥησίαν κρατεῖς, Ἀειπάρθενε.

Διάσωσον* ἀπὸ παθῶν τούς δούλους Σου, θεῖε Πάτερ,* ὅτι πάντες οἱ ἐν δεινοῖς πρὸς Σὲ καταφεύγομεν,* ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
χραντε,* ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως,* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. Ἦχος β’. Προστασία  τῶν  Χριστιανῶν.
          Μωϋσέως τῇ πρεσβείᾳ, Πολυέλεε,* ἱκεσίαις τε αὐτοῦ καί δεήσεσι* τῷ  Σῷ λαῷ  ἐπίβλεψον  καί  σῶσον  ἡμᾶς·* ἡμάρτομέν  Σοι, Ἀγαθέ,* καί  παροργίζομεν  ἀεί,* τήν  Σήν  ἀγαθότητα·* δέχου  τήν  μεσιτείαν*  τοῦ ἁγίου Σου δούλου,* ἐπικαμπτόμενος, Σωτήρ,* αὐτοῦ  ταῖς  δεήσεσι.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.  Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδοκέ μοι;
          Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον. 
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Σαρκός ἡδυπάθειαν* καταβαλὼν θείῳ πόθῳ,* ἀνδρικῶς ἐνήθλησας* θεῖον τῷ Παντάνακτι ἔχων ἔρωτα·* καὶ ζωῆς κρείττονος* καταξιούμενος,* Μωϋσῆ θαυμασιώτατε,* ἀπαύστως πρέσβευε,* πάσης συμφορᾶς καὶ κακώσεως,* δεινῆς τε περιστάσεως* καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος,* ἀτρώτους τηρεῖσθαι* τοὺς μέλποντας τὴν ἄθλησιν τὴν Σήν,* δι’ ἧς Χριστὸν ἐμεγάλυνας,* τὸν Σὲ θαυμαστώσαντα.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Μακρυνθεὶς τοῦ Σοῦ φόβου,* εἰς ἀπείρους αἰῶνας μέλλω κολάζεσθαι* καὶ κόπτεσθαι καὶ κλαίειν,* ἀλλά  σῶσόν με, Σῶτερ,* τῇ πρεσβείᾳ τοῦ δούλου Σου,* ἵνα Σε πόθῳ ἀνυμνῶ,* εἰς πάντας τοὺς αἰῶνας.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
τῶν θείων ἀγώνων,* δι’ὧν ἡγιάσθης, Πάτερ μακάριε,* καὶ χάριν καὶ εἰρήνην,* παρέχεις αὐταδέλφοις,* τοῖς πιστῶς ἀνακράζουσιν·* ὁ τῶν Πατέρων ἡμῶν* Θεὸς, εὐλογητὸς εἶ.
Δόξα.
μᾶς ῥῦσαι κινδύνων* ἐκλυτρούμενος, Πάτερ, τῇ προστασίᾳ Σου,* σαρκός ἐπαναστάσεις* καταστέλων εὐχαῖς Σου* τοῖς ἐκ πόθου κραυγάζουσι·* χαῖρε ἀγνοίας φωστήρ* καί σωφροσύνης γέρας.
Καί νῦν. Θεοτοκίον.
Σωτηρίας τὴν τρίβον* εὔθυνόν μοι, Παρθένε, καὶ καταξίωσον* τὸν ἐλαφρὸν βαστάζειν* ζυγὸν Χριστοῦ Κυρίου,* Ἀειπάρθενε Δέσποινα,* ἵνα τῆς θείας χαρᾶς* ἀξιωθῶ καὶ δόξης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
κ τῆς σαρκός τε* τῶν ἐπιθέσεων ῥύου*  καί διανοίας ἀτάκτων σκριτημάτων,* ὡς οὐρανόθεν* λαβών ταύτην τήν χάριν.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
παλλαγῆναι* τῶν προσβολῶν τοῦ βελίαρ*  καί τῶν αὐτοῦ ἐπιθέσεων ὅλως* δεόμεθά Σοι* οἱ χρήζοντες ἐλέους.
Δόξα.
γνείας τείχει* περιτείχισον, ὅπως* ἀντιστῆναι δυνησώμεθα, Πάτερ, * τοῦ ἀντικειμένου* τά βέλη τά πυρφόρα.
Καί νῦν. Θεοτοκίον.
Ναόν Υἱοῦ Σου* ἀνάδειξον, Κόρη,* τήν ψυχήν τοῦ Σοῦ παντλή-ονος δούλου,* τοῦ ἐξανυψοῦντος* πρός Σέ νοός τό ὄμμα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Τοὺς πόθῳ προσκυνοῦντας* Λειψάνων Σου τήν θήκην,* τήν ἐν τῇ Λαύρᾳ Σπηλαίων κειμένην νῦν,*  τῆς τῶν παθῶν ἀλογίας* πάντας ἀπάλλαξον.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
ράΐσον εὐχαῖς Σου* ψυχῶν τήν ἀκοσμίαν* καί δυσωδίαν παθῶν ἐξαφάνισον* τῇ εὐωδίᾳ ἀρετῶν* τῶν τοῦ Πνεύματος.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.
Νικήσας ἐν τῷ κόσμῳ* Μάρτυσι συγχορεύεις* καί τῶν Ὁσίων τοῖς δήμοις δεόμενος,* ὑπὲρ τῶν πίστει τελούντων* τὴν θείαν μνήμην σου.
Ἅγιε  τοῦ  Θεοῦ, πρέσβευε  ὑπέρ  ἡμῶν.  
λύος ἁμαρτίας* κάθαρόν με, Πάτερ,* πρεσβευτικαῖς Σοῦ ἀρδείαις, θεότιμε,* καὶ οὐρανόθεν γλυκασμόν* ἐπόμβρισον δέομαι.
Δόξα.
σίως διανῦσαι,* πάντα μου τὸν βίον,* ἐνίσχυσόν με, τῆς Λαύρας τό καύχημα,* ἵνα ζωῆς τῆς ἀλήκτου* τύχω ὁ ἄθλιος.
Καί νῦν. Θεοτοκίον.
ψίστου χαῖρε Μῆτερ,* Κεχαριτωμένη,* ἡ τῆς ψυχῆς μου χαρὰ καὶ παράκλησις* καὶ εὐφροσύνη ἁγία* καὶ σωτηρία μου.

Μεγαλυνάρια. 
ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Βίῳ διαπρέψας ἀσκητικῷ,* ἤθλησας νομίμως* καὶ καθεῖλες τὸν δυσμενῆ,* Μωϋσῆ τρισμάκαρ,* Χριστοῦ Ὁσιομάρτυς·* διὸ τοῖς Σὲ τιμῶσι* δίδου βοήθειαν.
ρμησον τούς δούλους Σου οὐρανῷ,* θεότιμε Πάτερ,* πάντων δέ φάνηθι βοηθός,* τῶν προσερχομένων* τοῖς θείοις Σου λειψάνοις* καὶ ἐπικαλουμένων* τὴν προστασίαν Σου.
νεγκας βασάνους ἐν τῇ σαρκί* ποθών τήν ἁγνείαν,* ὥσπερ ἄσαρκος, Μωϋσῆ,* καὶ τῆς ἀνομίας* ἀπέτεμες τὸ κράτος,* ὑπὲρ Χριστοῦ Σόν αἷμα* ἐκχύσας, Ὅσιε.
Θρόνῳ παριστάμενος τοῦ Χριστοῦ,* Μωϋσῆ τρισμάκαρ,* εὐκλεής ὡς ἀγωνιστής,* πρέσβευε ἀπαύστως,* πάσης λυτροῦσθαι βλάβης,* τοὺς προσιόντας, Πάτερ,* θήκῃ Λειψάνων Σου.
Μέγας ἀνεδείχθης τοῖς ἐν τῇ γῇ,* τρισόλβιε Πάτερ,* ἀριστεύσας πνευματικῶς* καὶ τῶν Σῶν αἱμάτων* ἐκχύσει ὑπεμφαίνεις* τὴν πρὸς Χριστὸν τελείαν* ἀγάπην, Ἅγιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε,* ἐλέησον ἡμᾶς,* πάσης γὰρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τὴν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς,* ἐπί Σοὶ γὰρ πεποίθαμεν·* μή ὀργισθῆς ἡμῖν σφόδρα,* μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν,* ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος* καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.* Σὺ γὰρ εἶ Θεός ἡμῶν* καὶ ἡμεῖς λαός Σου,* πάντες ἔργα χειρῶν Σου* καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,* ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,* Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ὁσίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου. 
Πάντας τούς προσφεύγοντας  πιστῶς,* ἐπί  τῶν λειψάνων τήν θήκην* καί τῇ εἰκόνι, σεπτέ,* ῥύου πάσης θλίψεως καί περιστάσεως·* τῶν  παθῶν δέ διάλυσον* τόν  σάλον πταιόντων,* ἅπασι  προχέων νῦν*  χάριν  σωτήριον·* Σύ  γάρ τῶν Σπηλαίων ὑπάρχεις*  καί Ῥωσίας πάσης προστάτης,* πάντων δέ πιστῶν σεπτόν ἐντρύφημα.
Ἦχος  πλ. δ’.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β’.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς Σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς  ἐρήμου  πολίτης.
Τόν ἁγνότητος στῦλον,* σωφροσύνης τό ἔρεισμα,* τόν τό αἷμα ἐκχύσαντα, ἵνα* τήν ἀγνείαν τηρήσῃ·* τόν μέγαν ἐν Σπηλαίοις Μωϋσῆν*, ὁλετῆρα τῶν τοῦ σώματος παθῶν,*  τιμήσωμεν  ἐν  ὕμνοις τε καί ὠδαῖς,* πρός Χριστόν ἀνακράζοντες.* Δόξα  τῷ ἀναδείξαντι  αὐτόν,* δόξα  τῷ  στεφανώσαντι,* δόξα  τῷ  δωρουμένῳ  δι’αὐτοῦ* πᾶσι  συγχώρησιν.

 

 

 

 

 

 

 

 

Χαιρετισμοί Ἁγίου ΚΟΣΜΑ τοῦ Ποιητοῦ, ἐπ. Μαϊουμᾶ, Ἀντ. Μάρκου

     Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ. Ἀνωνύμου.
σματογράφον Ἐκκλησίας τὸν θεόπνευστον,* ὡς θείου Πνεύματος ψαλτήριον ἁρμόνιον,* ἀκοὰς τὸν καθηδύνοντα εὐσεβούντων,* ποιητὴν οὐρανοβάμονα τιμήσωμεν,* ἱερὸν Κοσμᾶν Ὁσίων ἐγκαλλώπισμα,* πόθῳ κράζοντες·* Χαίροις σάλπιγξ τῆς χάριτος.
 
Οἱ Οἶκοι· ὁ πρῶτος ἀνωνύμου.
γγελος καθωράθης,* θεωρὸς ἀποῤῥήτων,* Κοσμᾶ καὶ ὑμνῳδὸς μυστηρίων,* (ἐκ γ’) σωτηρίας τοῦ γένους βροτῶν,* Ἁγιοπολῖτα θαυμαστὲ,* σκήνωμα τοῦ Παρακλήτου Πνεύματος·* διό σοι ἐν χαρᾷ βοῶμεν·
Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·
χαῖρε,  ὁ τέττιξ Θεοῦ σοφίας.
Χαῖρε, Παρακλήτου ψαλτήριον εὔηχον·
χαῖρε,  τοῦ Ὑψίστου Θεοῦ στόμα ἔμμουσον.
Χαῖρε, λύρα παναρμόνιος, ἐνσαρκώσεως Θεοῦ·
χαῖρε,  αὔρα ζωοπάροχος, εὐσεβόφρονος λαοῦ.
Χαῖρε, ὁ ἀνακρούων σωτηρίας τὴν ἅρπαν·
χαῖρε,  ὁ μεγαλύνων Θεανθρώπου τὴν δόξαν.
Χαῖρε, οἰκήτωρ Μονῆς Σάββα τοῦ ἔμφρονος·
χαῖρε,  κοσμήτωρ ποιμένων θεόσοφος.
Χαῖρε, ᾀσμάτων γραφὶς μελιῤῥύτων·
χαῖρε,  ἀγώνων κρηπὶς θεαρέστων.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Βασιλείας οὐρανῶν* τό ἀείφωτον ἐκτήσω δι’ἀσκήσεως,* Κοσμᾶ Πατήρ ἡμῶν,* διά  βίου  ἐν  τῇ  Λαύρᾳ*  Χριστόν  ὁμολογῶν Θεόν  σεσαρκωμένον* καί Τοῦτον ὑμνῶν σύν τοῖς Αὐτοῦ Ἁγίοις·*  διό  καί  ἀλήκτου  ζωῆς  ἠξιώθης,* ἀναβοῶν  Αὐτῷ·
Ἀλληλούϊα.
 
Γεωργίῳ τῷ τοῦ Κυρίου ἐν Μαϊουμᾶ ἐργασάμενος,* τῇ εὐχῇ  τῶν τῆς Λαύρας Πατέρων,* λαούς τε φωτήσας καί Θεῷ ὁδηγήσας,* ἐκεῖθεν τήν τοῦ Πνεύματος καταυγάζεις χάριν,* πᾶσι  τοῖς  σοί βοῶσι* ἐν ἀγάπῃ καί πόθῳ·
Χαῖρε, ὁ  διαπρέψας  τῇ ὑμνωδίᾳ τοῦ Λόγου·
χαῖρε,   οὕτω διασπείρας τά ῥήματα Κυρίου.
Χαῖρε, ὁ  τούς πτωχούς ἀδελφούς θεωρήσας·
χαῖρε,    Χριστόν ἐμμελῶς ἡμῖν κηρύξας.
Χαῖρε, ὁ  κινήσας εὐακούστως κινύραν·
χαῖρε,    ἐπιδείξας βιοτήν πάνυ ἁγίαν.
Χαῖρε, ὁ  ἀνυμνήσας Οἰκονομίας μυστήρια·
χαῖρε,    ἐδαφίσας  τά τοῦ κακοῦ ὁρμητήρια.
Χαῖρε, εἰσηγητά τῆς τῶν κανόνων συνθέσεως·
χαῖρε,  κανών  ποιμαντικῆς  διακρίσεως.
Χαῖρε, τῆς  μελωδίας σάλπιγξ ἡ χρυσίλατος·
χαῖρε,  τῆς  ἀληθείας κῆρυξ ὁ διαπρύσιος.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Δόξαν  τήν  τοῦ  Σωτῆρος  ὁλοτρόπως  ποθήσας,* τόν  βίον ἐν τῇ συνθέσει Αὐτῷ ὕμνων ἠνάλωσας,* τό ὑμνογραφεῖν προκρίνας,* τῶν  τοῦ  κόσμου  τερπνῶν  καί ἡδέων·* διό  Αὐτῷ   ἀπό  καρδίας  ἀνεβόας·
Ἀλληλούϊα.
 
Εὐλογοῦμεν σε, Πάτερ, τῆς Συρίας τόν γόνον* καί ταύτης  ἀπάνθισμα τό θεῖον·* σύ γάρ,* οἷαπερ μέλισσα νοητή,* τά κρείττονα ζηλῶν,* μοναζόντων τόν δρόμον ἀκολουθῆσαι  προέκρινας,* διό καί  παρ’ ἡμῶν  ἀκούεις ταῦτα·
Χαῖρε, ὁ ὑμνωδίᾳ ἀνυμνήσας τόν Λόγον·
χαῖρε,  ὁ ψαλμωδίᾳ κατηρδεύσας τόν κόσμον.
Χαῖρε, ὁ ἐν διακονίᾳ τῶν Μουσῶν    πρόθυμος·
χαῖρε,  ὁ ἐν πειρασμοῖς  στεῤῥός  καί  ἀήττητος.
Χαῖρε, ὁ πιστοῖς  ἐμμούσως  νείμας τήν  χάριν·
χαῖρε,  ὁ καταργήσας αἱρετιζόντων τήν  πλάνην.
Χαῖρε, ὁ ὑποστάς  πρῶτον ἀσκήσεως  πόνους·
χαῖρε,  ὁ γράψας εἶτα μουσικῆς θείας τόνους.
Χαῖρε, τῆς ὑμνωδίας    εὐθύτατος κανών·
χαῖρε,  τῆς ἀπαθείας    μυρίπνους λειμών.
Χαῖρε, τῆς Δαμασκοῦ ὁ γλυκίφθογγος τέττιξ·
Χαῖρε, τοῦ πτερνιστοῦ ὁ σοφός ἀναιρέτης.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Ζῆλον θεῖον ὡς  φλόγα  τῇ  σῇ  ψυχῇ  κεκτημένος,* Κοσμᾶ θεοφόρε,* βιοτῆς τῆς προσκαίρου τά  τερπνά  παρεῖδες*  καί τοῦ ὑμνῆσαι Θεόν καί δοξᾶσαι Αὐτοῦ τήν μένουσαν δόξαν προέκρινας·* διό  καί οὐρανίας  ἐδέχθης δωρεᾶς,* βοῶν  Κυρίῳ·
Ἀλληλούϊα.
 
πλωσας τάς σάς χεῖρας τοῦ προσφέρειν Κυρίῳ* τόν ὕμνον, ἀπό πηγῶν σῆς καρδίας·* Οὗτος δέ ἐπευλογῶν Σε,* εὐλογίαν τοῖς λαοῖς δαψιλεύων,* ἔδειξέ σε ἀληθῶς πατέρα τῶν σῶν τέκνων·*  διό ἐκβοῶμεν* σοί τῷ τοῦ Κυρίου Μελωδῷ, τοιαῦτα·
Χαῖρε, μελωδέ τῶν τοῦ Θεοῦ μυστηρίων·
χαῖρε,  ὑμνογράφε τῶν τοῦ Κυρίου Ἁγίων.
Χαῖρε, δοχεῖον  τῆς  τοῦ  Πνεύματος  χάριτος·
χαῖρε,  ταμεῖον πλῆρες τῆς  Αὐτοῦ  ἁγιότητος.
Χαῖρε, τέττιξ  θεοδώρητος, τοῖς ὠσίν ἡμῶν συρίζων·
χαῖρε,  σκεῦος  πολυτίμητον, δωρεάς θείας χαρίζων.
Χαῖρε, ὁ  ἐνυπάρχων τοῦ Παραδείσου εὐωδίᾳ·
χαῖρε,  ἡ παναρμόνιος καί ἱερά μελωδία.
Χαῖρε, ὅτι  πρός  ὕψος  ἁγιότητος  ἤρθης·
χαῖρε,  ὅτι  μουσικῆς  χαρισμάτων  ἐπλήσθης.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Θεοῦ  λόγον  ἀκούσας,* «αἰνεῖτε» βοῶντι,* «Αὐτόν ἐν κυμβάλοις εὐήχοις»,* ἑαυτόν κατέστησας εὔηχον κύμβαλον καί ἔμμουσον λύραν,* κρουομένην αὔραις ταῖς τοῦ Πνεύματος,* εἰς τέρψιν τῶν ἀκροομένων καί δι’αὐτῆς διδασκομένων,* τῷ Κυρίῳ βοᾶν ἀπό ψυχῆς·
Ἀλληλούϊα.
 
δεῖν ἡμέραν  Κυρίου ἐπιποθῶν  μετά  λῆξιν,* σοῖς  συντόνοις ἐγκρατείας καμάτοις,* τόν Κύριον εὐηρέστησας*  καί  Παραδείσου  τάς  πύλας  σαὐτῷ  ἠνέωξας,* Κοσμᾶ  θειότατε·* διό κατά  χρέος  σοί ἐκβοῶμεν,*  ἀπό  καρδίας  ψάλλοντες·
Χαῖρε, ὁ τοῦ Σεργίου υἱός θετός τε καί γόνος·
χαῖρε,  ὁ Ἰωάννου ἀδελφός τε καί φίλος.
Χαῖρε, ὁ μαθητής Κοσμᾶ, τοῦ καί Ξένου·
χαῖρε,  ὁ φοιτητής Λαύρας Σάββα καί τρόπου.
Χαῖρε, ζωῆς τῆς  ἐν Κυρίῳ ἁγίας διδάσκαλε·
χαῖρε,  ἔργου τοῦ τοῦ Δαβίδ τοῦ πάλαι ἐφάμιλλε.
Χαῖρε, ὁ τῇ τοῦ Πνεύματος χάριτι  θεούμενος·
χαῖρε,  ὁ ὑπ’ Αὐτοῦ οὐρανοῖς ὁδηγούμενος.
Χαῖρε, ὁ  τοῦ  Κυρίου  ἀρχιθύτης ὁ νέος·
χαῖρε,  δι’οὗ οἰμώζει πτερνιστής ὁ ἀρχαῖος.
Χαῖρε, τό τῆς ἀγάπης τοῦ Χριστοῦ ἔσοπτρον·
χαῖρε,  τό τῆς ἀπάτης τοῦ  Βελίαρ δρέπανον.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Καλλινίκου  Συρίας  τῷ βλαστῷ  καί  καυχήματι* καί  Ἰορδάνου ἐρήμου τόν  πολίτην  τόν  ἔνθεον,* ἀξιοχρέως τιμῶμεν  οἱ  πιστοί·* τῷ  αὐτῷ  ἁγιάσαντι  Κυρίῳ δέ,* Οὗ τήν πίστιν ἐν Μαϊουμᾶ ἐστήριξεν,* ἐν εὐφροσύνῃ βοῶμεν·
Ἀλληλούϊα.
 
Λαόν, Πάτερ, Κυρίου  τόν πτωχόν ἀγαπήσας,* τῇ φλογῇ τῆς ἀγάπης ἐκαιόμενος,* ἐφώτισας Χριστοῦ τῷ φωτί,* ἔργοις  καί λόγοις Τοῦτον κηρύττων,* τοῖς σημείοις Αὐτοῦ  μαρτυροῦντος* τήν εὐλογίαν Ἐκείνου ἐπί τῶν χειρῶν σου τά ἔργα·* διό  σοῦ  τά  παλαίσματα  θαυμάζοντες  λέγομεν·
Χαῖρε, ὁ δεδοξασμένος τῷ ἤθει τῶν τρόπων·
χαῖρε,  ὁ λελαμπρυσμένος  τῷ ὄγκῳ τῶν κόπων.
Χαῖρε, ἔμψυχε εἰκών μοναχικῆς καρτερίας·
χαῖρε,  ἄνθος  μυστικόν οὐρανῶν εὐθαλείας.
Χαῖρε, ὁ κηρύξας Χριστοῦ τό ὄνομα πράξει·
χαῖρε,  ὁ διαπρέψας τῇ τῶν κανόνων συντάξει.
Χαῖρε, σύναξις  εὐφρόσυνος  καί  παρεμβολή ὁσία·
χαῖρε,  Ἀνθιδώνος ὁ Πρῶτος, οὗ ἡ μνήμη αἰωνία.
Χαῖρε, ὁ ὡς παιδίον τόν σόν βίον τελέσας·
χαῖρε,  ὁ τά παιδία τῶν πτωχῶν ἀγαπήσας.
Χαῖρε, θησαύρισμα  τῆς οὐρανῶν μελωδίας·
χαῖρε,  ἐναύλισμα τῆς τοῦ Λόγου πτωχείας.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Μένει εἰς τόν  αἰῶνα, Κοσμᾶ, ἡ σή δόξα,* ἥν ἐκτείσω τόν λόγον ἐμμελῶς κηρύττων,* Λόγου τοῦ Θεοῦ ἐνανθρωπήσαντος Μόνου·* διό  ὡς παρρησίαν  πρός  Αὐτόν  κεκτημένος,* μή ἐπιλάθου σοῦ γένους, τῶν ἐν ἀνάγκαις Συρίων,* οὕς διάσωζε, τῷ Κυρίῳ βοῶντας·
Ἀλληλούϊα.
 
Νίκην τήν μόνην καί μένουσαν διά  βίου  ζητῶν,* ἀσκητικοῖς  ἀγῶσι*  τόν ἀρχαῖον  πτερνιστήν  κατήσχυνας·* διό  τάς  ἀριστείας  σου  ἐξυμνοῦντες* καί τάς σάς πρεσβείας  πρός Θεόν ἐξαιτούμενοι,* χρεωστικῶς ἐν  τιμῇ  ἐκβοῶμεν σοι  τοιαῦτα·
Χαῖρε,  ὁ ἀπαστράψας ἰσαγγέλῳ τῷ βίῳ·
χαῖρε,   ὁ ἡμᾶς μυρίζων τῷ τοῦ Πνεύματος μύρῳ.
Χαῖρε,    τῆς  χάριτος  Αὐτοῦ  σκήνωμα δειχθείς·
χαῖρε,   ὁ Δαβίδ τοῦ Ψαλμογράφου ἰσότιμος φανείς.
Χαῖρε,  γεωργίας  καινῆς ἀπάνθισμα λαμπροφόρον·
χαῖρε,   οὐρανίας  πατρίδος  πόλισμα φωτοφόρον.
Χαῖρε,  Πάτερ  ἡδύτατε, ὁ λαούς ἐκδιδάξας·
χαῖρε,   οὐράνιε ἄνερ, ὁ Ἀγγέλους  ἐκπλήξας.
Χαῖρε,    ἡμῖν προχέων  τό  οὐράνιον μῦρον·
χαῖρε,   ὁ καταργῶν ἁμαρτίας τόν κόπρον.
Χαῖρε,  ὁ εὐλογήσας Παλαιστίνης τήν χθόνα·
χαῖρε,   ὁ ὑπεριδών τόν παρόντα αἰῶνα.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Ξένος τῶν ἐν  τῷ  κόσμῳ  ἀγαθῶν  καί   ἡδέων*  καί  πάροικος  τῆς  ὑπ’ οὐρανόν   ὄντως  ἐφάνης,* Κοσμᾶ  μακάριε,* ἀσκητικῶς  διά  βίου  ἀγωνισάμενος·* ὅθεν  Ὀρθόδοξοι  πάντες   κατά  χρέος  τιμῶντες  σε,* Κυρίῳ τῷ σέ  ἁγιάσαντι βοῶμεν·
Ἀλληλούϊα.
 
λως  ἡγιασμένος  καί  τοῖς    ἱδρῶσι  λελουσμένος,*  ἡμῖν  παρά  Κυρίου  ἐδόθης,* εἰς  πρεσβείαν  πρός  Αὐτόν, Ὁσιώτατε·*  ἐπισκοπῆς  τό ἔργον  γάρ*  καί  τόν μονήρη  βίον  συγκεράσας,* ἰσχύν παρέχεις ἡμῖν  τοῖς  ψάλλουσι· 
Χαῖρε,  ὁ ἀστήρ πίστεως Ὀρθοδόξου τῆς ἁγίας·
χαῖρε,   ὁ καθαιρέτης  τῆς Εἰκονομάχων μανίας.
Χαῖρε,  ὁ Δαμασκηνοῦ Ἰωάννου ὁμόψυχος·
χαῖρε,   ὁ τῆς εὐκλείας ἐκείνου ἰσότιμος.
Χαῖρε,    πτωχός διά τήν χάριν τοῦ Κυρίου·
χαῖρε,     ἐν ὠδαῖς κῆρυξ τοῦ Εὐαγγελίου. 
Χαῖρε,  Πατέρων τῶν πρώτων τῷ θρόνῳ διάδοχος·
χαῖρε,   ἐκείνων τοῦ  βίου  καί  τῶν τρόπων ὁ  μέτοχος.
Χαῖρε,  Σάββα Ἡγιασμένου πνεύματος ὁ θεράπων·
χαῖρε,   ὁ ἡσυχίαν ἐκείνου διά διφθέρας διδάσκων.
Χαῖρε,  ὁ ἐντρυφήσας μουσικῆς τῷ πλούτῳ·
χαῖρε,   ὁ ἀνελθών Ἐλικῶνος τῷ θώκῳ.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Πατέρων ἐν τῷ  μέσῳ τοῦ  Παραδείσου  ἐντυγχάνων,* ὧν τόν  βίον  ἐξύμνησας, Πάτερ  τρισμάκαρ,* ὡς δι’ ἀγάπης καί ἀσκήσεως ἁγιασθείς,* ἀξιοχρέως  γεραίρεσαι ὑπό  πάντων, * τῶν  τῷ  σέ  δοξάσαντι  Θεῷ  κραυγαζόντων·
Ἀλληλούϊα.
 
οῇ  μέλιτος  ἀπό  γλώττης,* Ῥωμανός ὥσπερ ἄλλος,*  εὐσεβείας  τόν  λόγον κηρύττει,* Κοσμᾶς  ὁ Μελωδός,* ὅν  πρῶτος  ἐκεῖνος  ἑαυτῷ  ἐφήρμοσεν,* λαῷ τῷ τοῦ  Θεοῦ·* διό  καί  Ἐκκλησία  τοῦτον  τιμῶσα,* βοᾶ  αὐτῷ  ἐν  χαρᾷ  συμφώνως·
Χαῖρε,  ὁ ποθήσας Πνεύματος τήν ἔλλαμψιν·
χαῖρε,   ὁ ζηλώσας ἀζύγων τήν κατάστασιν.
Χαῖρε,  ῥεῖθρον γέμων τῶν Παρακλήτου ναμάτων·
χαῖρε,   κώδιξ πλήρης τῶν οὐρανοῦ ἀκουσμάτων.
Χαῖρε,  ὁ ἐξυμνήσας τῆς Παρθένου τήν χάριν·
χαῖρε,   ὁ βαραθρώσας κακοδοξίας τήν λύμην.
Χαῖρε,  ὁ τῶν παθῶν ἐκτίλλων ἀκάνθας·
χαῖρε,   ὁ τῶν ψυχῶν ἀρδεύων ἀρούρας. 
Χαῖρε,  ὁ δεξάμενος τῆς Θεοτόκου ἐπίσκεψιν·
χαῖρε,   ὁ ἐμπνευσθείς ταῖς Ἐκείνης δυνάμεσι.
Χαῖρε,  ταμεῖον τῆς πρός πλησίον ἀγάπης·
χαῖρε,   ὀλετήρ τῆς τοῦ Βελίαρ ἀπάτης.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Στέψας τήν κορυφήν Σου    Χριστός  ἐν στεφάνῳ,* ἐν  Παραδείσῳ μετά Ποιμένων σέ ἐνέταξε, Πάτερ,*  ἔνθα  χορεύεις  Ἁγίων αὐλιζόμενος δήμοις·* ἡμᾶς διό πάσης βλάβης καί κινδύνου διάσωζε,* τούς ψάλλοντας  τῷ  Κυρίῳ·
Ἀλληλούΐα.
 
Τιμῆς ἀπό τῆς Ἐκκλησίας ἠξιώθης, Παμμάκαρ,* δι’ ἐγκρατείας  τό πρῶτον ἐκγυμνασθείς,* ταῖς σαῖς διφθέραις εἶτα Ταύτην κοσμήσας·* διό  τάς  ἀριστείας  σου τιμῶντες,* οἱ  τῷ  ζήλῳ  τῶν  πρεσβειῶν  σου  ἐλπίζοντες,* πίστει  ἐνθέρμῳ  σοί μέλπομεν·
Χαῖρε, δι’οὗ Τριάς Ἁγία ἀνυμνήθη·
χαῖρε,  δι’οὗ ἡ Ἐκκλησία ἐκοσμήθη.
Χαῖρε, δόξα καί ἀντίληψις Ὀρθοδόξων εὐσεβῶν·
χαῖρε,  σκέπη καί κραταίωμα τῶν ὑφ’ ἥλιον εὐλαβῶν.
Χαῖρε, ὁ  πλησθείς  μενόντων  οὐρανίων δωρεῶν·
χαῖρε,    ἀποστάς  πιπτόντων ἐπιγείων ἐννοιῶν.
Χαῖρε, ὁ  ἡδύνας Παλαιστίνην σῷ βίῳ·
χαῖρε,  ὁ καθηδύνων ἀκοάς τῶν μερόπων.
Χαῖρε, ὁ μετ’ Ἰωάννου τῷ Κυρίῳ πρεσβεύων·
χαῖρε,  ὁ μετ’ἐκείνου Θεῷ τάς χεῖρας ἐκτείνων.
Χαῖρε, ἡ Παραδείσου πανευφρόσυνος νότα·
χαῖρε,  ὁ κατευφραίνων εὐσεβούντων τά ὦτα.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
μνοις ἐπινικίοις τήν σήν  πολιτείαν*  καί  πόνους  τούς   μεγίστους ἐν τῷ ἀγρῷ τοῦ Κυρίου τιμῶντες,* χαιρετιστήριον ὠδήν σοί  προσφέρομεν, Ἅγιε·* τῷ  δέ  σέ  δοξάσαντι  Θεῷ  τῷ  ἐν  Τριάδι,* πανευφροσύνως  ἐν  εὐλαβείᾳ  καί  κατανύξει  ἐκβοῶμεν·  
Ἀλληλούϊα.
 
Φλέγει Βελίαρ τήν  ἰσχύν,* ἡ  ἐνοικοῦσα  τοῖς  κανόσι σου τοῦ  Πνεύματος χάρις,* Κοσμᾶ Πατήρ ἡμῶν· ἁγιάζει  δέ  τούς  πίστει ψάλλοντας καί αὐτοῖς ἐγκίπτουσι·* διό  μετ’ εὐφροσύνης, ἐν  χαρμονῇ σοι  βοῶμεν·
Χαῖρε, ἄνθος ἀπαθείας τό εὐωδέστατον·
χαῖρε,  σκεῦος ἀκακίας τό πολυτίμητον.
Χαῖρε, ἡ λαμπηδών τῆς τοῦ Χριστοῦ Ἐκκλησίας·
χαῖρε,  ὁ συνθέτης τῆς μουσικῆς πανδαισίας.
Χαῖρε, ὁ  ἔμμουσος λόγος τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε,  ὁ ἐν μέτρῳ διδάσκαλος καί πηγή  παραμυθίας.
Χαῖρε, ὁ ἑορτάς Δεσποτικάς καθυμνήσας·
χαῖρε,  ὁ τῆς Παρθένου τάς ὠδάς ὡραΐσας.
Χαῖρε, ἀηδών  συνάρσεως τῆς θεοβρύτου·
χαῖρε,  σύνθεσις  ἐκφάνσεως τῆς οὐρανίου.
Χαῖρε, ὁ τοῦ Σωτῆρος τόν σταυρόν ἀράμενος·
χαῖρε,  ὁ τήν μένουσαν ἡμῖν πόλιν δειξάμενος.        
 Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Χαίρων  τῆς  ζωῆς  τῆς  ἀλήκτου  νῦν ἀπολαύεις,* Κοσμᾶ μακάριε,* σύν  πάσῃ  ψυχῇ  οἵα  τόν  Κύριον  ηὐηρέστησε*  καί  πάντα  τά  τῶν  Ἀγγέλων  καί  Δικαίων  συστήματα·* ἀπό  πάσης  δέ  λύπης  καί  ὀργῆς  ἡμᾶς  ῥῦσαι,*  τούς  πόθῳ  τελοῦντας  τήν  μνήμην σου*  καί  Κυρίῳ  ἄδοντας·
Ἀλληλούϊα.
 
Ψάλλομεν Κοσμᾶ τοῦ Ποιητοῦ τήν  ἀείφωτον δόξαν,* ὅς Κυρίου  τῶν  λόγων  ποιητής ἀνεδείχθη·* «αἰνεῖται – οὖν ἀκούων –  Αὐτόν κυμβάλοις εὐήχοις»,* ἔσπευσε  κύμβαλον τήν ἑαυτοῦ ψυχήν ποιῆσαι,* κρουόμενον ταῖς τοῦ Πνεύματος αὔραις·* διό αὐτῷ βοῶμεν·
Χαῖρε, ὁ προεξάρχων τοῦ χοροῦ τῶν Μελωδῶν·
χαῖρε,  ὁ καθηδύνων τάς ψυχάς τῶν εὐσεβῶν.
Χαῖρε, ὁ τό Πνεῦμα κατέχων, τό κινοῦν γραφίδα·
χαῖρε,  ὁ Παράκλητον ἔχων, τόν ἐμπνέοντα στίχον.
Χαῖρε, τό τῶν Μουσῶν προσφιλέστατον ἴον·
χαῖρε,    συγγραφαῖς λαῶν ῥυθμίζων τόν βίον·
Χαῖρε, Χριστοῦ    ἁγιωτάτη  παράταξις·
χαῖρε,  Σατάν    τελειωτάτη  κατάργησις.
Χαῖρε, χαιρετισμοῦ  τοῦ  ἐμοῦ    συλλήπτωρ·
χαῖρε,  ὁ τῆς  ψυχῆς  τῆς  ἐμῆς  ἀντιλήπτωρ.
Χαῖρε,  οὗ    μνήμη  ἐν  ἡμῖν μακαρία·
χαῖρε,   ἡ τῶν Ὀρθοδόξων  πιστῶν  προστασία.
Χαίροις, σάλπιγξ τῆς χάριτος.
 
Κοσμᾶ Μελωδέ, Ὑμνογράφων τό κλέος,* Ἀγγέλων  συμπολῖτα  τῶν θείων* (ἐκ γ’), σύν  τούτοις  καί  πᾶσι  τοῖς  Ἁγίοις* Χριστόν  ἐκδυσωπήσατε,* πταισμάτων  διδόναι  ἡμῖν  συγχώρησιν,* τοῖς  Αὐτῷ  βοῶσιν·
Ἀλληλούϊα.
 
Ἀπολυτίκια. Ποιήματα Ἀνωνύμων.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ θεόφθογγον στόμα καὶ αὐλὸν τὸν γλυκύλαλον,* τὴν πνευματοφόρον κινύραν καὶ τὸ εὔηχον ὄργανον,* τιμήσωμεν συμφώνως οἱ πιστοί,* Κοσμᾶν τὸν μελουργὸν καὶ ποιητήν,* τὸ τῆς χαρίτος δοχεῖον τὸ τιμαλφὲς* καὶ πίστει ἐκβοήσωμεν·* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,* δόξα τῷ σὲ στεφανώσαντι,* δόξα τῷ ἐμπιπλῶντι εὐσεβεῖς,* πνεύματι ζέοντι.
 
Ἕτερον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οὐράνιον ἅμιλλαν διατυπῶν ἐν σαρκί,* ἐπίγειον αἴνεσιν τῷ ἐν ὑψίστοις Θεῷ,* πανσόφως συνήρμοσας·* σὺ γὰρ ὥσπερ κιθάρα,* τῆς εὐσήμου σοφίας,* ἤνεσας ὑψηγόρως,* τοῦ Σωτῆρος τὴν δόξαν.* Διὸ σὲ Κοσμᾶ θεηγόρε,* ὕμνοις γεραίρομεν.
 
Στίχοι·
Δέχου χαιρετισμόν, τρισμάκαρ, Ἀντωνίου·
δώρησαι  δ’ αὐτῷ  ἐν  μετανοίᾳ εἰρήνην,
ὥστε βίου  παντίπικρου  θάλασσαν  διαπλεῦσαι.
 
 
 
 
 
 
 
 
 
 
 


[1] Φιλολογικές διορθώσεις: Πρεσβυτέρα Χαροῦλα Τσουλιάη, Καθηγήτρια Φιλόλογος.
  Τυπικολογικές – Μουσικολογικές διορθώσεις: Ἰωάννης Ρούμελης, Μουσικοδιδά-σκαλος.