Πέμπτη, 22 Σεπτεμβρίου 2016

Συμπλήρωμα Ἀκολουθίας Ἁγίου ΚΟΡΝΗΛΙΟΥ τοῦ Ἑκατοντάρχου, Γ. Γαλανοπούλου

Ψαλλομένη τῇ 13η Σεπτεμβρίου
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 
Τὰ τοῦ Μηναίου.
Εἰς τὸν Στίχον.
Δόξα. Ἦχος δ΄.
Τὸν πολυκύμαντον βίον καὶ τραχὺν διαπλεύσας Πάτερ ἱερομῦστα Κορνήλιε, ὡς τοῦ Πέτρου φοιτητής, καὶ Ἀποστόλων ὁμόσκηνος, ἔθνη κατείδωλα ἐφώτισας, πρὸς τὸ Φῶς τῆς ἀληθείας ἑλκύσας, ὡς διδάσκαλος ἔνθεος, καὶ Ἐπίσκοπος εὐκλεής. Διὸ ἐν οὐρανοῖς νῦν συνοικῶν, καὶ τῷ Τριαδικῷ παριστάμενος Θρόνῳ, μὴ ἐλλίπῃς δυσωπεῖν, τὸν πανοικτίρμονα Θεόν, ὑπὲρ τῶν πιστῶς τελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τὸ τῶν ἐγκαινίων.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον τῶν Ἐγκαινίων. Ἦχος δ'.
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης Σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας Σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις. 
Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ΄. Θείας πίστεως.
Προσευχόμενος, ὥρᾳ ἐνάτῃ, εἶδες Ἄγγελον, σοὶ παρεστῶτα, καὶ εἰπόντα Κορνήλιε Σίμωνα, ἐκ τῆς Ἰόππης ταχέως προσκάλεσον, ἐλθεῖν καὶ λέξαι ἃ ἐκ Θεοῦ ᾔτησας· ὅθεν ἔνδοξε, ἱεροκῆρυξ Ἐπίσκοπε Σκεψέων, Χριστὸν ἱκέτευε, διδόναι τοῖς τιμῶσί σε τὰ κρείττονα.
Καὶ νῦν. Ἀπολυτίκιον τοῦ Σταυροῦ. Ἦχος β'.
Τὸν ζωοποιὸν Σταυρὸν τῆς Σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, Σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν Πόλιν Σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. 
 
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετα τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε .
ᾨδαῖς Ἑκατόνταρχον μέλψωμεν θείαις πιστοί, ὃν Πέτρος ἀνέλκυσεν ἐξ ἀγνωσίας βυθοῦ, εἰς πίστιν σωτήριον. Τοῦτον ποιμένα στήσας, Ἐκκλησίας Σκεψέων, ἵνα ἐκ τῆς ἀπάτης, ἐξαγάγῃ εἰδώλων, καὶ φέρει εἰς τὸ φῶς τοῦ Χριστοῦ, πλῆθος ἀμέτρητον.
Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων.
Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ Αὐτοῦ, ψυχαὶ ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.
 
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Κορνηλίου ἔφανεν, ἡ θεία μνήμη, τοὺς πιστοὺς αὐγάζουσα, σὺν Ἐγκαινίων ἑορτῇ, Ναοῦ Χριστοῦ Ἀναστάσεως, Σταυροῦ δ’ ὑψώσει, νῦν προεορτάζοντες.
Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων. Ταχὺ προκατάλαβε.
Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὸν Κορνήλιον πιστοί, σοφὸν διδάσκαλον Χριστοῦ, ὑμνολογήσωμεν ψαλμοῖς, καὶ μελῳδίαις ἱεραῖς, Ἑκατοντάρχου γραφαῖς Λουκᾶ, ἔχοντα τάξιν· Πέτρο ὅτ’ ἐλθόντος εἰς Καισαρείας ὁδόν, ὑπήντησεν ἀσμένως, δεχθεὶς τὸ βάπτισμα, καὶ θεογνωσίᾳ ἔλαμψε, γενόμενος κοινωνὸς εἰς τὸ ἔργον, τῶν Ἀποστόλων εὐαγγελίσας, ἔθνη πολλὰ Μικρᾶς Ἀσίας.
Δόξα. Καὶ νῦν. Τῶν Ἐγκαινίων.
Ἀναστάσεως Ναοῦ, τῶν Ἐγκαινίων ἑορτῆς, μνείαν ποιούμεθα πιστοί, εἰς πόλιν Ἱερουσαλήμ, προεορτίως Ξύλον Σταυροῦ, ἀνευφημοῦντες, ἐν ᾧ ἐφηπλώθη, ἑκὼν ὡς οἶδε Θεός, τοῦ σῶσαι ἐκ θανάτου, γένος ἀνθρώπινον· ὅθεν χαῖρε ἐκβοήσωμεν, Πανάγιε, τοῦ Χριστοῦ Σταυροῦ θεῖε, νῖκος ἀνάκτων, καύχημα πάντων, δόξα πιστῶν καὶ Ἱερέων.
 
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τῷ οἴκῳ Σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμέραν.
Στ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. 
Εὐαγγέλιον.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἑκατοντάρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος α΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Εὐφραινέσθω νῦν πνευματικῶς ἡ Ἐκκλησία, τῶν ἐγκαινίων τοῦ Ναοῦ τῆς Ἀναστάσεως Χριστοῦ, ἐπιτελοῦσα μνείαν, καὶ προεορτάζουσα Σταυροῦ τὴν παγκόσμιον ὕψωσιν. Ἀλλὰ καὶ τοῦ Κορνηλίου, τοῦ σεπτοῦ Ἑκατοντάρχου, ὃν ὁ Πέτρος ἐφώτισε, τῇ θείᾳ νεύσει, τελοῦσα τὸ μνημόσυνον. Δεῦτε οὖν πιστοί, ἐν οἴκοις Κυρίου συνελθόντες, Θεὸν προσκυνήσωμεν, τὸν δοξάσαντα τὸν δοῦλον Αὐτοῦ, αἰτούμενοι νοὸς τὸν φωτισμόν, τὴν κάθαρσιν ἐκ τῶν παθῶν τῆς καρδίας, ψυχῆς τὸν ἁγιασμόν, τὴν ἄνωθεν εἰρήνην πᾶσι, καὶ τὸ μέγα ἔλεος.
 
Εἶτα, οἱ Κανόνες ἐκ τοῦ Μηναίου.
 
Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τοῦ Σταυροῦ. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος, τῆς Χριστοῦ Ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται, φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ, τάφος ὁ θεῖος τὴν ζωήν, καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον, βλυστάνει ῥεῖθρα χάριτος· θαυμάτων βρύει τὰ νάματα, καὶ δωρεῖται ἰάματα, τοῖς αὐτὸν πίστει μέλπουσιν. 
Ἤστραψεν ἡ ἄνωθεν, φωτοφανὴς αἴγλη λάμπουσα, καὶ τὰ πάντα φωτίζουσα· πιστῶς οὖν τιμήσωμεν, τὴν Χριστοῦ τοῦ Κτίστου, Ἀνάστασιν πάντες, καὶ ἐγκαινίων ἱερῶν, τὴν ζωηφόρον θείαν πανήγυριν, ἐν ὕμνοις ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν, ὅπως ἵλεων εὔρωμεν, τὸν Σωτῆρα καὶ Κύριον.
Μέσον γῆς ὑψούμενον, προκατιδεῖν ἐφιέμενοι, τοῦ Σταυροῦ σκῆπτρον ἅγιον, ψυχὰς προκαθάρωμεν, ἀστραφθῶμεν φρένας, φωτὶ λαμπρυνθῶμεν, καὶ ἐν δυνάμει θεϊκῇ, καταυγασθέντες Χριστὸν ὑμνήσωμεν, τῷ ξύλῳ τῷ σεπτῷ αὐτοῦ, ἁγιασμὸν παρεχόμενον, τοῖς ἐν πίστει γεραίρουσι, καὶ θερμῶς αὐτὸν μέλπουσιν. 
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ἐν τῇ ὥρᾳ ἐνάτῃ πιστῶς εὐχόμενον, ὅπως Θεὸς φωτίσῃ, νοῦν αὐτοῦ καὶ Ἀγγέλου, δεχθέντα παρουσίαν καὶ προσταγήν, προσκαλέσαι τὸν Σίμωνα, ἐκ τῆς Ἰόππης Κορνήλιον εὐσεβῆ, ὕμνοις ἅπαντες τιμήσωμεν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε Κορνήλιε θεῖε ἄνερ θεότιμε, συμμέτοχε τῆς Πέτρου, Ἀποστόλου χορείας, Ἐπίσκοπε Σκεψέων κῆρυξ Χριστοῦ, φωτιστὰ καὶ διδάσκαλε, ἐξ ἀγνωσίας γὰρ εἵλκυσας τοῦ βυθοῦ, ἔθνη πρὸς τὸ φῶς τῆς πίστεως.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριον.
Εἰρηνικῶς ἐκοιμήθης Πάτερ ὑπέργηρως, βαπτίσας μέγα πλῆθος, εἰς τὴν πίστιν Κυρίου, ἐν οἷς τοῦ Δημητρίου οἶκον σεπτόν, διδαχαῖς σου καὶ θαύμασιν· ὅθεν ἀξίως ἀπείληφας, ἐκ Θεοῦ στέφος δόξης ἀμαράντινον.
Δόξα. Ἦχος β΄.
Ὁ τοῖς Ἁγίοις ἐν οὐρανοῖς συναυλιζόμενος, ἔνδοξε Κορνήλιε, κῆρυξ τῆς πίστεως Χριστοῦ, τοὺς ᾀσματικῶς ἀνυμνοῦντας, τὴν φωτοφόρον σου μνήμην, δεόμεθά σου περίσωζε· ἡμῶν δὲ τῆς ἀλογίας τῶν παθῶν, τὰς ψυχὰς ἐκλύτρωσαι, ἐπιχέων αὐταῖς δαψιλῶς σὴν χάριν, ἣν παρὰ Σωτῆρος Θεοῦ, πλουσίως ἀπείληφας, τῇ γεωργίᾳ τῶν ἀρετῶν, καὶ τοῖς καμάτοις τῶν ἀγώνων σου, πρεσβεύων ἀκαταπαύστως, δωρηθῆναι τοῖς τιμῶσί σε, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τοῦ Σταυροῦ. Ἦχος γ'. Ἰωάννου Μοναχοῦ.
Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὴν ἑκούσιόν σου σταύρωσιν, εἰς κοινὴν ἐξανάστασιν, τοῦ γένους τῶν ἀνθρώπων καταδεξάμενος, καὶ τῷ καλάμῳ τοῦ Σταυροῦ, βαφαῖς ἐρυθραῖς τοὺς σεαυτοῦ δακτύλους αἱματώσας, ταῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψαι φιλανθρωπευσάμενος, μὴ παρίδῃς ἡμᾶς κινδυνεύοντας, καὶ πάλιν τὴν ἀπὸ Σοῦ διάστασιν· ἀλλ᾿ οἰκτείρησον μόνε Μακρόθυμε, τὸν ἐν περιστάσει λαόν Σου, καὶ ἀνάστηθι, πολέμησον τοὺς πολεμοῦντας ἡμᾶς, ὡς μόνος Παντοδύναμος. 
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Ποίει ποίμνην γαίας ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ τιμᾷ σε, Κορνήλιε ἐν ὕμνοις, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
 
 

Ἀκολουθία Ἁγίας ΦΟΙΒΗΣ τῆς Διακόνου, Μητροπ. πρ. Πατρῶν Νικοδήμου

Ψαλλομένη τῇ 3η Σεπτεμβρίου

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Τοῦ χριστοκήρυκος Παύλου ἐπὶ τὴν Κόρινθον, ἀφικομένου πάλαι, Ἐκκλησία συνέστη, ἁπάσης Ἀχαΐας ὡς ἀπαρχή, ἐκταθεῖσα ἐπέκεινα, εἰς προσθαλάσσιον χώραν πρὸς Κεγχρεάς, ἔνθα Φοίβη ἧν Διάκονος.
Τῶν Κορινθίων ἡ πόλις ἡ περιώνυμος, ἀπὸ θαλάσσης ἔσχε, γειτνιάζουσαν πάλαι, ἀνθοῦσαν Ἐκκλησίαν τῶν Κεγχρεῶν, ἐν ᾗ μέγα διέλαμψεν, ἡ ἀξιΰμνητος Φοίβη ὡς ἀληθής, καὶ προσδόκιμος Διάκονος.
Χαίροις πανεύφημε Φοίβη ἡ Ἰσαπόστολος, παρὰ τοῦ θείου Παύλου, εἰς Χριστὸν ἀγρευθεῖσα, κἀκείνου συνεργὸς γενομένη πιστή, ἀνεδήσω τὸν στέφανον, παρὰ Κυρίου ᾧ πρέσβευε ἐκτενῶς, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Συνίστημι Φοίβην τὴν ἡμῶν, ἀδελφὴν προσέφησεν, ὁ θεῖος Παῦλος ὁ ἔνθεος, Χριστοῦ Ἀπόστολος, οὗσαν Ἐκκλησίας, Κεγχρεῶν Διάκονον, Ῥωμαίοις ἐπιστέλλων ἀοίδιμε, ἣν σὺ ἐκόμισας, διδαχὴν αὐτοῦ περίπτυστον, μεθ’ οὗ εὔχου ὑπὲρ τῶν ὑμνούντων σε.
Ἀξίως προσδέξασθε αὐτήν, ἐν Κυρίῳ εἴρηκεν, ὁ σὸς διδάσκαλος ἔνδοξε, Χριστοῦ Διάκονε, παραινῶν ὡς πρέπει, τοῖς Ἁγίοις περὶ σοῦ, ἐν Ῥώμῃ τοὺς πιστοὺς μεριμνῆσαί τε, καὶ παραστῆναί σοι, ἐν ᾧ χρήζῃς, Φοίβῃ πράγματι, σὺ δὲ χρῆσον ἡμῖν τὰς πρεσβείας σου.
Προστάτις πολλῶν κἀμοῦ αὐτοῦ, ἐγεννήθη Φοίβη τε, καὶ αἱ πισταὶ συνακόλουθοι, αὐτῇ ἑπόμεναι, ἐβεβαίου Παῦλος· καὶ ἡμῖν ἐγνώρισται, ὁ πλοῦτος τῆς ἀγάπης σου πάνσεμνε, καὶ θείου ζήλου σου, ἀνθ’ ὧν εἴληφας οὐράνιον, κληρουχίαν ἡμῶν μνημονεύουσα.
Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, πνευματικῶς εἰς Κεγχρεὰς συνδραμόντες, εὐσεβῶς πανηγυρίσωμεν· καὶ ἐν ᾠδαῖς καὶ ὕμνοις τιμήσωμεν τὴν πανένδοξον καὶ Ἰσαπόστολον Φοίβην, ἑόρτια προσάδοντες καὶ ἐν ναῷ ἁγίῳ αὐτὴν λιταζόμενοι· χαίροις, βοῶντες αὐτῇ, ὡς τοῦ Χριστοῦ Διάκονος καὶ τοῦ Ἀποστόλου τῶν Ἐθνῶν συνεργὸς καὶ προστάτις· χαίροις, ἡ ἁγιότητι διαλάμπουσα καὶ ζήλῳ θείῳ πυρουμένη· χαίροις, ἡ ἀποστολικῶς ἐπὶ γῆς Χριστῷ στρατευθεῖσα, καὶ ἐν οὐρανίῳ θριάμβῳ σου, Αὐτῷ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄ 1-4).
Ἐν ταῖς ἡμέραις ἐκείναις, χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον· καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ᾿ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν Σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄ 5-8).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ιη΄ 9-11, 18).
Ἐν ταῖς ἡμέραις ἐκείναις, εἶπε δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν. 

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Ἀγάπης ἁγίας Διάκονε, τῆς πρώτης τῶν ἀρετῶν, Φοίβη πανεύφημε, λειτουργίαν ἐγκεχείρησαι ἁρμόδιον παρὰ τοῦ εἰρηκότος Ἀποστόλου· τοιαύταις θυσίαις εὐαρεστεῖσθαι τὸν Θεόν· καὶ εὐποιΐας καὶ κοινωνίας ἐργάτης ἐγένου, μὴ ἐπιλαθομένη ποσῶς· διό, μὴ ἐπιλάθου καὶ ἡμῶν, δεόμεθα, τῶν γεραιρόντων τὴν μνήμην σου.
Ἦχος β΄.
Τὸ βάπτισμα Χριστοῦ τὸ σωτήριον, τὰς ὁμοφύλους σου δεχομένας διηκόνεις σεμνή, ὡς Ἐκκλησίας Διάκονος ἐπὶ τούτῳ κατεστημένη. Καὶ χιτῶνα λαμπρὸν ἐνέδυες τὰς εἰς Χριστὸν βαπτιζομένας, καὶ τὸν Χριστὸν ἐνδυσαμένας, συγχορεύουσα καὶ ψάλλουσα· Ἀλληλούϊα.
Ἦχος γ΄.
Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γίγνεσθαι ἐν Ἐκκλησίᾳ Θεοῦ ζῶντος, ὁ σὸς διδάσκαλος ἔφη, Φοίβη Διάκονε. Αὐτὸς δέ, καθορίσας ταῖς γυναιξὶ τὴν ἐν τῷ Οἴκῳ τοῦ Θεοῦ ἐμπρέπουσαν ἀναστροφήν, ἔφορόν σε ἐπ’ αὐτὰς κατέστησεν. Ἀλλά, μὴ διαλίπῃς καὶ ἡμῶν ἐφορᾷν ὡς ἀντιλήπτωρ καὶ εὐχέτις.
Ἦχος δ΄.
Τὸν Ἄρτον τῆς ζωῆς, τοῖς ἀσθενέσιν ἰατρείαν καὶ δύναμιν, ταῖς χερσί σου ἡ Ἐκκλησία παρετίθετο, Διάκονε Ἁγία, καὶ διὰ σοῦ διέπεμπε ταῖς δι’ εὐλόγου αἰτίας ἀπολειφθείσαις. Καὶ ἡμῖν διακονίαν ζωῆς παράσχου ταῖς πρεσβείαις σου, Ἰσαπόστολε.
Δόξα. Ἦχος πλ. α΄.
Μακαρίζομέν σε, Ἰσαπόστολε Φοίβη, καὶ γεραίρομέν σου τὴν σαγήνην τὴν θείαν, βληθεῖσαν εἰς θάλασσαν ἐθνῶν πολυκύμαντον καὶ ἐκ παντὸς συναναγοῦσαν ψυχὰς φωτισθείσας τοῖς λόγοις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε Πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις, τοῦ Χριστοῦ Διάκονε, καὶ Ἀποστόλου Αὐτοῦ, συνεργὸς καὶ προστάτις τε, Φοίβη Ἰσαπόστολε, τὸ τοῦ Παύλου ἐκλόγιον· ἐν Κεγχρεαῖ γὰρ Σὺ κατεστάθης σεμνή, τοῦ γυναικῶν χοροῦ προεξάρχουσα· καὶ ἐν τῷ ζήλῳ σου θείαις καθυπούργησας, ἀποστολαῖς καὶ ἐμυσταγώγησας ψυχάς, τῷ μόνῳ Θεῷ.
Στ. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
Ψάλλομεν ᾄσματα σήμερον, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Ἰσαπόστολε ἔνδοξε, Φοίβη παναοίδιμε, Κορινθίας τὸ καύχημα· καὶ τῷ ναῷ σου πιστῶς προστρέχομεν, τὰς σὰς πρεσβείας ἐπικαλούμενοι· δέξαι πανεύφημε, λειτουργίαν πάνδημον τὴν παρ’ ἡμῶν, τῶν ἀνευφημούντων σε, καὶ δεομένων σου.
Στ. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Ὢ τῶν θαυμασίων ἔργων σου, Φοίβη Ἀπόστολε! Καὶ εἰς Ῥώμην κατέφθασας Παύλου προσκομίζουσα τὰ ἀθάνατα λόγια, καὶ ἑτοιμάσαι αὐτῷ προέδραμες, ἔγον αὐτόσε ἀκολουθήσαντι· ὢ τῆς μεγάλης σου, πρὸς Χριστὸν ἀγάπης τε καὶ τὸν Αὐτοῦ, ἔνθον Ἀπόστολον, ἀφοσιώσεως.
Δόξα. Ἦχος πλ. β΄.
Φοίβης τῆς Ἀποστόλου ἑόρτιος ἡμέρας, τῷ φωτὶ καταυγάζεται τοῦ Ἡλίου τῆς δικαιοσύνης· φερωνύμως γὰρ αὕτη φωτὸς τέκνον ἐγένετο, οὐ μέντοι τοῦ φοιβαίου, ἀλλὰ τοῦ ἐν Χριστῷ· καὶ φωτίσασα τοὺς ἐν τῷ σκότει ὡς Χριστοῦ Διάκονος, πρὸς τὸ ἀνέσπερον ὡδήγησε φῶς τῆς Βασιλείας τῶν οὐρανῶν. Οὗ καὶ ἡμεῖς ἀξιωθείημεν εὐχαῖς αὐτῆς καὶ ἐλέει Χριστοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείᾳ χάριτι, καταυγασθεῖσα, πίστει δὲ Χριστοῦ, μαθητευθεῖσα, παρὰ τοῦ Σκεύους ἐκλογῆς τοῦ Σωτῆρος ἡμῶν, διακονίαν τὴν θείαν ἐξήσκησας, ζήλῳ δὲ θείῳ εἰς Ῥώμην κατέφθασας, τοῦ Ἀποστόλου τὰ ῥήματα φέρουσα, Φοίβη Διάκονε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, παντοδυνάμῳ Πνεύματι φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ Διάκονος, τῷ Ἀποστόλῳ τῶν ἐθνῶν συνεργήσασα, νῦν συγκαλεῖται ἅπαντας ἐν θείῳ ναῷ, ᾆσαι τὰ ἑόρτια, ἐπὶ μνήμῃ ἁγίᾳ, πρὸς αὐτὴν ἐφύμνια, καὶ Χριστῷ ἐκβοῆσαι· τῆς πανευφήμου Φοίβης ταῖς εὐχαῖς, δώρησαι πᾶσιν ἡμῖν τὰ ἐλέη Σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ὡραῖοι οἱ πόδες Εὐαγγελίστρια, τῶν λαλούντων τῷ κόσμῳ τὸ Εὐαγγέλιον, καὶ εἰρήνην τοῖς ἀνθρώποις τὴν ἄνωθεν, ἀγαθά τε ἐκ Θεοῦ κηρυττόντων τοῖς λαοῖς, ὡς σὺ Διάκονε Φοίβη· διὸ φαιδρῶς ἀνυμνοῦμεν, τὴν παναοίδιμον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Κεγχρεῶν Ἐκκλησίας ἡ καλλονή, τοῦ Κυρίου Διάκονος ἡ σεμνή, Φοίβη ἡ πανένδοξος μακαρίζεται σήμερον, ὡς Χριστῷ συνοῦσα καὶ Αὐτῷ συνδιάγουσα, τῷ εἰπόντι τοῦτον τὸν λόγον τὸν βέβαιον· ὅπου ἐγὼ φίλοι, αἰωνίως ὑπάρχω, ἐκεῖ καὶ διάκονοι, οἱ ἐμοὶ πάντες ἔσονται, καὶ τιμήσει αὐτοὺς ὁ Πατήρ· ὅθεν μελῳδοῦντες αὐτῇ, ἐγκωμίων ᾄσματα εὐφρόσυνα, τὰς πρεσβείας αὐτῆς ἐκδεχόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν Αὐτῇ· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὴν εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!
Στ. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. η΄, 1-3): Τῷ καιρῷ ἐκείνῳ ἐπορεύετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην... (Ζήτει τῇ Τρίτῃ τῆς Δ΄ Ἑβδομάδος).
Ὁ Ν’ Ψαλμός.
Δόξα. Τῆς Ἰσαποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τὴν διακονίαν σου καλῶς πληροφορήσασα, πανένδοξε Φοίβη, περιεποιήσω σεαυτῇ, πολλὴν παῤῥησίαν, ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ· διὸ μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀξίως ὑμνῆσαι ἐπιποθῶν, Φοίβην τὴν ἁγίαν, τὴν Διάκονον τοῦ Χριστοῦ, ἐπὶ τὸν Σωτῆρα ἀνατείνω, ψυχὴν καρδίαν καὶ τὴν διάνοιαν.
Ῥεόντων ἠλόγισας ὡς σοφή, ἵνα κληρουχίαν, ἀναφαίρετον οὐρανοῦ, κτήσῃ ὡς ἐργάτις τοῦ Κυρίου, ἐν ἀμπελῶνι Αὐτοῦ κοπιάσασα.
Χριστῷ νυμφευθεῖσα ὡς παγκαλής, νύμφη ἁρμοσθεῖσα, διὰ Παύλου νυμφαγωγοῦ, σῷ Νυμφίῳ εὔχου ὑπὲρ πάντων, τῶν σὲ τιμώντων ὦ Φοίβη πανέντιμε.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεροῖς ἐν ἀγῶσι καὶ ἀνδρικοῖς σκάμμασιν, ἀγωνισαμένη παρθένε, Φοίβη πανάριστε, δι’ Εὐαγγέλιον, Χριστοῦ τοῦ θείου Σωτῆρος, ζῆλον σὸν ἀνέπτυξας, ὦ Ἰσαπόστολε.
Ἑκουσίᾳ σου γνώμῃ Χριστῷ προσῆλθες μαθήτρια, καὶ μαθητευθεῖσα ἀρτίως Φοίβη φωτώνυμε, τῷ διδασκάλῳ σου, ἔγνως κλεινῷ Ἀποστόλῳ, ἐπακολουθῆσαι, τὰ ἔθνη φωτίζοντι.
Ῥυσαμένη κινδύνων καὶ ἀναγκῶν γέγονας, πολλῶν προστασίᾳ καὶ Παύλου, Φοίβη πανεύτολμε· διὸ αἰτοῦμέν σε, ἀπὸ ὁμοίων ῥυσθῆναι, καὶ ἡμᾶς πανύμνητε, ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν αἰτοῦμεν παναοίδιμε, ἐλέους τυχεῖν, Κυρίου προσδεχόμενοι· ἐκτενῶς ἱκέτευε τὸν Σωτῆρα, Φοίβη Ἀπόστολε, ἀπὸ παντοίων ῥύσασθαι δεινῶν, τοὺς σοὶ προσιόντας μετὰ πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι, Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκτενῶς λιτανεύομεν, καὶ πρὸς τὸν ναόν σου προστρέχομεν, Φοίβη πρόσδεξαι τὴν δέησιν, καὶ Κυρίῳ ταύτην προσάγαγε.
Ἱκανὴν καὶ ἀνδρείαν σε, Παῦλος ὁ Ἀπόστολος ἔκρινε, μέχρι Ῥώμης ἀποστείλας σε, ἡμῖν δ’ ἱκανῶς συμπαράστηθι.
Πιστευθεῖσα θεόπνευστα, ῥήματα Παυλείῳ ἐν γράμματι, σὸν λειτούργημα ἐτέλεσας, Φοίβη ἐν τῇ Ῥώμῃ ὡς ἔφθασας.
Θεοτοκίον.
Ἀπολαύοντες Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμη σοι σταθμός, Κεγχρεαί σοι ὁρμητήριον, καὶ τῆς Κορίνθου κλέος πέλεις σεμνή, ἐν Παραδείσῳ διάγουσα τὸ ἐπίλοιπον.
Ὅλως σεαυτήν, τῷ Κυρίῳ ἀφιέρωσας, καὶ εἰς νυμφῶνα θεῖον ἐν οὐρανῷ, εἰσῆλθες ἔνθα ἡμᾶς ταῖς εὐχαῖς σου ἕλκυσον.
Κόρινθον λιπών, Κεγχρεαῖς προσαφικόμενος, εὐχὴν ἐπλήρου κουρᾷ κεφαλῆς, εὐχὴν δ’ ἐδίδου σοι καὶ ὄρους ὁ Ἀπόστολος.
Θεοτοκίον.
Ἔμπλησον Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἔνθεος, ἐν Κυρίῳ ζῆλός σου, ἰσαπόστολον ἀνέδειξε Φοίβη· καὶ ἐν Ἑλλάδι τὸ θεῖόν σου ἔργον, σὺν τῷ Παυλείῳ μεμένηκεν ἄφθαρτον· διὸ γεραίρομεν τὴν σήν, ἑορτὴν καὶ ἁγίαν πανήγυριν.
Παράκλησιν, καὶ ἐφύμνια ᾄδει, Κεγχρεῶν τε καὶ Κορίνθου ὁ δῆμος, ἐπὶ τῇ μνήμῃ σου ἔνδοξε Φοίβη, καὶ ἀναμέλπει Κυρίῳ τὴν αἴνεσιν, τῷ ἐν Ἁγίοις θαυμαστῷ, καὶ ἐν σοὶ δοξασθέντι πανεύφημε.
Ἱκέτευε, Νυμφίον σὸν καὶ Σωτῆρα, ὑπὲρ πάντων τῶν εἰς σὲ προστρεχόντων, καὶ ὥς ποτε τῆς Κορίνθου τὰ πέριξ, διακονίας τῆς σῆς ἐπαπήλαυσαν, καὶ νῦν παράσχου καὶ ἀεί, ψυχικῶν ἀναγκῶν διακόνησιν.
Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα· ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε πολλῶν ὁ Παῦλος ἐκήρυξεν, γενηθεῖσαν καὶ αὐτῷ εὐκαίρως βοήθειαν, μὴ παρίδῃς οὖν καὶ ἡμῶν δεήσεως λιτάς, ἀλλ’ εὐήκοον, τεῖνον τὸ οὖς, τοῖς προσιοῦσί σοι πιστῶς, καὶ ἐκ πόθου κραυγάζουσι· χαῖρε Κορίνθου δόξα, καὶ θρέμμα τῆς Ἀχαΐας, τῶν Κεγχρεῶν χαῖρε λαμπάς· χαῖρε Φοίβη Διάκονε.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἐπαγάλλονται πάνυ, ὡς ψάλλει Ἐκκλησία σοι χαῖρε· καὶ σὺν τοῖς ἀσωμάτοις χοροῖς, οἱ ἐν σώμασι ὑπάρχοντες ἡμεῖς πάνσεμνε, βοῶμέν σοι ἑόρτιον προσάδοντες ἐκ βαθέων, τὸν ὕμνον·
Χαῖρε, πιστὴ τοῦ Κυρίου ἐργάτης·
χαῖρε,  Αὐτοῦ Βασιλείας πολῖτις.
Χαῖρε, Ἀποστόλου ἐθνῶν τὸ ἐκλόγιον·
χαῖρε,  τῶν καμάτων αὐτοῦ συναντίληψις.
Χαῖρε, σέμνωμα περίπτυστον Κορινθίας καὶ βλαστός·
χαῖρε,  θεῖον ἐγκαλλώπισμα Ἐκκλησίας Κεγχρεῶν.
Χαῖρε, τοῦ διδασκάλου συνεργὸς καὶ προστάτις·
χαῖρε,  τῶν σὲ τιμώντων πανοσία εὐχέτις.
Χαῖρε, λαμπὰς καὶ λυχνία ἡ φαίνουσα·
χαῖρε,  ἀγάπης ἐνθέου ἐνσάρκωσις.
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ἐδοξάσθη·
χαῖρε,  δι’ ἧς Ἐκκλησία ἡπλώθη.
Χαῖρε, Φοίβη Διάκονε.

Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Φοίβης τῆς Διακονίσσης.
Στίχοι·
Πολλὰ τὰ τέκνα ἃ κατέλιπες Φοίβη,
ἐν Ἀχαίᾳ πρὸς Χριστὸν ἐκδημοῦσα.
Τῆς ἐχούσης ἄνδρα πλείῳ, τρίτῃ ὡς θάνες, Φοίβη ἧν σοι.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραΐζεται πάνυ ἐν τῇ μνήμῃ σου Φοίβη ἡ Ἐκκλησία Χριστοῦ, καὶ μέλπει σοι τὸν αἶνον, καὶ εὐφροσύνως χαίρει, τῷ Κυρίῳ προσάδουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀνυμνοῦντές σου Φοίβη τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ τοῦ νοὸς φωτισμόν, καὶ πλοῦτον τῆς ἀγάπης, εὐθείας σου καρδίας, ἐκβοῶμεν πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Φαεινά σου τὰ ἔργα καὶ ὁ βίος σου ἅπας καὶ τὸ σὸν ὄνομα· φωτὸς γὰρ τέκνον οὖσα, φωτὶ περιεπάτεις, τῷ Χριστῷ ἀναμέλπουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατώκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱερουργοῦσα, τὸ Εὐαγγέλιον Φοίβη, τὰς ψυχὰς τῷ Σωτῆρι προσῆγες, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἐκλελεγμένην, παρὰ Χριστοῦ οὐρανόθεν, ὁ Ἀπόστολος καλεῖ συνεργάτιν, ἐφ’ ἧ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥητορευόντων, ἅπασα γλῶσσα οὐ σθένει, ἀνυμνῆσαί σου τὸ τρόπαιον Φοίβη, ἐφ’ ὧ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοὺς βοηθείας, τῆς παρὰ Σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, Σὲ Κόρη εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ἄριστον ὑμνοῦμεν, σκεῦος ἐκλογῆς σε, τοῦ τῆς Χριστοῦ ἐκλογῆς σκεύους ἔνδοξε, καὶ συγγεραίρομεν ἄμφω καὶ μεγαλύνομεν.
Μακάριοι οἱ σχόντες, σὲ διακονοῦσαν, καὶ τῷ Χριστῷ διὰ σοῦ προσαγόμενοι, τῷ οὐρανίῳ Νυμφίῳ, Ὃν μεγαλύνομεν.
Ἀγήρως σου ἡ μνήμη, ἐν τῇ Ἐκκλησίᾳ, ἐν Κορινθίᾳ δὲ ὅλως εὐφρόσυνος, καὶ Κεγχρεῶν ἡ πανήγυρις μεγαλύνει σε.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σὲ ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις Σὲ μεγαλύνοντες.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Γυναῖκες ἐπαγάλλεσθε, τῇ Φοίβῃ συγχορεύουσαι, Πρίσκιλλα Χλόη καὶ πᾶσαι, αἱ ἐν Κορίνθῳ τὸ πάλαι, τῷ Παύλῳ συνεργήσασαι, καὶ συνδιακονήσασαι, τῶν Κεγχρεῶν Διάκονος, μεθ’ ἧς Χριστῷ ὑπουργεῖτε, ἐν Ἐκκλησίᾳ ὑμνεῖται.
Θεοτοκίον.
Παρθένε παναμώμητε, ἡ τὸν Χριστὸν γεννήσασα, Σὲ προεξάρχειν προσήκει, ἐν ἱερᾷ πανηγύρει, παρθένου Φοίβης Ἄχραντε, τοῦ Σοῦ Υἱοῦ οἰκέτιδος, καὶ παρθενίας κάλλεσι, πεποικιλμένης ἐκπάγλως, μεθ’ ἧς Χριστὸν ἐκδυσώπει.

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἁγιότητος ἔμπλεων, θείου ζήλου κατάμεστον, εὐψυχίας πλούτῳ κεκοσμημένην σε, καὶ τῆς σοφίας τῆς ἄνωθεν, μηδὲν λειπομένην σε, θεωρῶν ὁ τῶν ἐθνῶν, χριστοκῆρυξ Ἀπόστολος, ἐγκεχείριστο, λειτουργίαν σοι Φοίβη Διακόνου, Κεγχρεῶν ἐν Ἐκκλησίᾳ, ἡμεῖς δὲ νῦν εὐφημοῦμέν σε.
Ναὸν θεῖόν σοι ἤγειρε, κατὰ χρέος καὶ ὄφλημα, ὁ λαός σου Φοίβη οὗ διηκόνησας, ἐπιχωρίους προπάτορας, οἷς ἔσπειρεν ἔνδοξε, σπόρον θεῖον ἀφειδῶς, θεῖος Παῦλος καὶ ὕστερον, σὺ ἐπότισας· ὁ Θεὸς δὲ αὐξήσας ἐπηυλόγει, τὸ γεώργιον ὃ ἤδη, χρεωστικῶς μεγαλύνει σε.
Λιτανεύοντες σήμερον, ἐν τῇ μνήμῃ σου πάνσεμνε, τῷ Κυρίῳ ἄδομεν χαριστήρια, διαφυλάξαντι ἔπαλαι, ἀλώβητον ἄμωμον, ἀδιάφθορον ἣν σύ, πίστιν θείαν ἐκήρυξας, τοῖς προπάτορσι· καὶ αἰτοῦμεν εὐχαῖς σου θεῖον ζῆλον, πολιτεύεσθαι ἀξίως, Εὐαγγελίου τῆς χάριτος.
Βασιλείας τῆς ἄνωθεν, σὺ πολῖτις γεγένησαι, καὶ ἐργάτις δόκιμος Φοίβη ἔνδοξε, καθὼς ἐμπρέπει διδάσκουσα, εἰς δόξαν ἐργάζεσθαι, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ μὴ μόνον ἀβρύνεσθαι, τῷ ὀνόματι, τοὺς Αὐτῷ συνταχθέντας διὸ εὔχου, ἡμᾶς ζήλῳ πυρωθέντας, στέφη οὐράνια λήψεσθαι.
Δόξα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ἀποστολικὴ Ἐκκλησία, καὶ παλαίφατος Μητρόπολις ἡ τῆς Κορίνθου, ἰσαποστόλων χορείας εὐμοιρήσασα, τῷ σκεύει τῆς ἐκλογῆς προστεθείσης καὶ Φοίβην τὴν Διάκονον ἑορτίως πλαισιούσης. Ἀπολλώ, χόρευε σὺν τῷ Ἀκύλᾳ, Πρίσκιλλα χαῖρε σὺν τῇ Χλόῃ· οἶκος Στεφανᾶ εὐφραίνου, σὺν Φουρτουνάτῳ καὶ Ἀχαϊκῷ· σὺ δὲ Παῦλε ἔνθεε, ἡγοῦ σὺν Τιμοθέῳ καὶ Σίλᾳ καὶ Σιλλουανῷ· ἅπαντες Φοίβῃ συνεορτάζοντες, καὶ πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας Σῶν δούλων, Σῷ τεμένει προσφερομένας Σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον Σαῖς ἀγκάλαις φέρουσα, Σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Φοίβη ἡ Διάκονος τοῦ Χριστοῦ, συνεργὸς τοῦ Παύλου, καὶ προστάτις Χριστιανῶν, πρέσβευε Κυρίῳ, διὰ τῆς χάριτός σου, δοῦναι ἡμῖν ἀγάπην, καὶ αὐταπάρνησιν.

 

 

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

Ψαλλομένη τῇ 28η Σεπτεμβρίου
 
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῆς ἀγάπης τοῦ Χριστοῦ, Πάτερ ἐν καρδίᾳ ἐδέξω, τὸ πῦρ τὸ ἄϋλον, τότε ἐκ νεότητος, κατηκολούθησας, Ἰσαὰκ παμμακάριστε, Χριστῷ τῷ Σωτῆρι, κόσμου τὴν προσπάθειαν, ἀπαρνησάμενος· ὅθεν, μοναστὴς θεοφόρος, ὤφθης ἐγκρατείᾳ συντόνῳ, τῶν παθῶν ἐκτέμνων τὰ βλαστήματα.
Ὅτε, κατετρώθης τὴν ψυχήν, τῷ τῆς ἡσυχίας θεόφρον, ἁγίῳ ἔρωτι, τότε προσεχώρησας, εἰς τόπον ἔρημον, καὶ ἐν σώματι Ἄγγελος, ἀληθῶς ἐδείχθης, αἴγλῃ τῇ τοῦ Πνεύματος, καταλαμπόμενος· ὅθεν, μοναστῶν ὑποφήτης, καὶ καθηγητὴς θεοφορός, ἔργῳ τε καὶ λόγῳ ἐχρημάτισας.
Ὅτε, Νινευΐ Ἀρχιερεύς, Πάτερ Ἰσαὰκ ἀνεδείχθης, Ἁγίῳ Πνεύματι, τότε τὸν σωτήριον νόμον τῆς χάριτος, ὡς ποιμὴν ἐνθεώτατος, τοῖς πιστοῖς παρέθου, ὑπὲρ οὗ καὶ τέθεικας, σαυτὸν μακάριε· ὅθεν, πολιτείας ἀρίστης, καὶ Εὐαγγελίου τοῦ θείου, πληρωτὴς καὶ τύπος πᾶσι πέφηνας.
Ὤφθης, μοναστῶν ὑφηγητής, καὶ μυσταγωγὸς θεοφόρε, πρὸς τελειότητα· βίου γὰρ λαμπρότητι, καλλωπιζόμενος, διδαχῆς θείας ἔβλυσας, καὶ λόγον σοφίας, δι’ οὗ ὁδηγούμεθα, πρὸς ἀρετῶν τὴν ὁδόν· σὺ γάρ, ἀπαθείας δοχεῖον, καὶ λειμὼν εὐώδης ἐδείχθης, Πάτερ Ἰσαὰκ τῇ πολιτείᾳ σου.
Δόξα. Ἦχος δ΄.
Τῆς τῶν ὑλικῶν μακρύνας σχέσεως, πρὸς ἀσκητικοὺς ἀγῶνας ἐχώρησας, Ἰσαὰκ πόθῳ ζέοντι· καὶ ἐν ὑλικῷ σώματι, τοῖς ἀΰλοις Ἀγγέλοις ἀμιλληθείς, ἀΰλων θεωριῶν ἠξίωσαι, καὶ πρὸς κτῆσιν τῶν κρειττόνων, πάντας προτρέπεις, λόγῳ πρακτικῷ· διὸ τοὺς τὴν σὴν μνήμην ἑορτάζοντας, τῶν ἐπινοιῶν τοῦ πονηροῦ φύλαττε ἀτρώτους, αἰτούμενος πᾶσι τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ἡσυχαστῶν, ὁ φωτοφόρος λύχνος, ὦ Ἰσαὰκ θεόφρον, καὶ μοναστῶν ἁπάντων, φωστὴρ θεοειδέστατος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὅλος ἀπὸ παιδός, ἀνατεθεὶς Κυρίῳ, ἡγιασμένον σκεῦος, τοῦ Παρακλήτου ὤφθης, δι’ ἡσυχίας Ὅσιε.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Δίδου ταῖς σαῖς λιταῖς, σύνεσιν τῷ νοΐ μου, τοῦ συνιέναι Πάτερ, τῶν θείων διδαχῶν σου, τὴν γνῶσιν τὴν σωτήριον.
Δόξα. Τριαδικόν.
Ἔλλαμψιν μυστικήν, παρὰ τῆς ὑπερθέου, Τριάδος θησαυρίσας, ὦ Ἰσαὰκ πυρσεύεις, ἡμᾶς θείοις διδάγμασι.
Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαί μου τὴν ψυχήν, πνεύματος ἀκηδίας, καὶ ῥᾳθυμίας Κόρη, καὶ πάσης ἀγνωσίας, καὶ σῶσόν με Πανάχραντε.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, τῆς ἐν Χριστῷ πολιτείας φωστὴρ πολύφωτος, θεοφόρε Ἰσαὰκ ὤφθης ἐν Πνεύματι, καὶ κατευθύνεις ἀσφαλῶς, σωτηρίας πρὸς ὁδόν, διδάγμασι θεοπνεύστοις, τοὺς εὐφημοῦντάς σε Πάτερ, ὡς τοῦ Χριστοῦ θεῖον θεράποντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
 
Ἀπόλυσις.
 
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τῷ πυρὶ τῆς ἀγάπης τοῦ Σωτῆρος, φλεχθεὶς ἐκ νεότητος, πᾶσαν κατέλιπες, τὴν ἐν τῷ κόσμῳ προσπάθειαν, σπουδὴν συντόνῳ, καὶ τῷ Κυρίῳ κατηκολούθησας· ἐντεῦθεν ἐνέκρωσας σαρκὸς τὸ φρόνημα, ἀσκητικοῖς ἀγωνίσμασι, καὶ ἀπαθείας, δοχεῖον ὤφθης περιφανέστατον· διό σε πάντες μακαρίζομεν, Ἰσαὰκ θεοφόρε Πατὴρ ἡμῶν, ὡς ἡμᾶς ὁδηγοῦντα, ἀρετῶν πρὸς τελειότητα.
Τῆς ἡσυχίας τρωθεὶς τῷ θείῳ πόθῳ, εἰς ἔρημον ἄβατον, χαίρων ἐσκήνωσας, καὶ τῷ Θεῷ προσωμίλησας, καθαρωτάτῃ, καρδίᾳ τούτῳ Πάτερ ἑνούμενος· ἐντεῦθεν θεόληπτος ἐκ τούτου γέγονας, καὶ φωτισμοῦ θείου ἔμπλεως, τοῦ ὑπὲρ λόγον, καὶ μοναζόντων σοφὸς διδάσκαλος, μυσταγωγὸν πρὸς βίον κρείττονα, Ἰσαὰκ θεοφόρε Πατὴρ ἡμῶν, τοὺς πιστῶς δεχομένους, διδαχῶν σου τὴν λαμπρότητα.
Ἡσυχαζόντων φωστὴρ καὶ ὑποφήτης, καὶ γνώμων γενόμενος, καὶ τύπος ἄριστος, ἀναπτεροῖς πρὸς ἐπίδοσιν, βίου τελείου, τὰς διανοίας ἡμῶν μακάριε· ὡς δρόσος γὰρ Ἅγιε ἡ καταβαίνουσα, ἐξ Ἀερμὼν καθὰ γέγραπται, Σιὼν εἰς ὄρη, καὶ μάννα θεῖον καὶ νέκταρ ἄϋλον, ἀεὶ εὐφραίνει τὰς ψυχὰς ἡμῶν, ὁ σοφὸς καὶ θεόπνευστος λόγος σου, καὶ Κυρίῳ προσάγει, Ἰσαὰκ μακαριώτατε.
Ἕτερα. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἔδωκας τῷ Κτίστῃ σου, τῆς σῆς καρδίας τὴν ἔφεσιν, καὶ νοὸς τὰ κινήματα, πρὸς Αὐτὸν κατεύθυνας, ἅπαντα θεόφρον, καὶ δι’ ἐγκρατείας, καὶ ἰσαγγέλου βιοτῆς, πρὸς ἀπαθείας ἤρθης ἀκρότητα, καὶ πλήρης τῆς ἐλλάμψεως τοῦ Παρακλήτου γενόμενος, Ἰσαὰκ παμμακάριστε, τῷ Θεῷ εὐηρέστησας.
Βίβλος ἡ τῶν λόγων σου, οἷα λειμὼν εὐωδέστατος, διδαχῶν σου τοῖς ἄνθεσιν, εὐφραίνει μακάριε, ἡμῶν τὰς αἰσθήσεις, τὰς τῆς διανοίας, καὶ δυσωδίαν τῶν παθῶν, καὶ ἀκηδίας ἐκ τῶν ψυχῶν ἡμῶν, διώκει θείῳ Πνεύματι· σὺ γὰρ βιώσας ὡς Ἄγγελος, κατευθύνεις τὸν νοῦν ἡμῶν, Ἰσαὰκ πρὸς τὰ κρείττονα.
Ὅλος ἐνθεώτατος, ἐν τῇ ἀσκήσει γενόμενος, Ἱεράρχης θεόληπτος, καὶ Ποιμὴν καὶ Πρόεδρος, Νινευΐ ἐδείχθης, Ἰσαὰκ παμμάκαρ, ἀλλὰ τῶν θείων ἀγαθῶν, τῆς ἡσυχίας Πάτερ γευσάμενος, εἰς ἔρημον ἐσκήνωσας, καὶ θεωρίαις καὶ πράξεσι, καθαρθεὶς τὴν διάνοιαν, τῷ Θεῷ προσωμίλησας.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρὶ τῆς ἀσκήσεως, τὴν τῶν παθῶν ἀναλώσας ἄκανθαν, τῆς ἀρετῆς τὸν καρπόν, ἐγεώργησας Ὅσιε· ἀνατεθεὶς γὰρ Θεῷ τῆς ὕλης τὸν νοῦν χωρίσας, τῆς θείας ἐνεργείας τὰς δωρεάς, ἐν τῇ ψυχῇ ἐδέξω, θεοειδὴς ὅλος γενόμενος, καὶ τῆς ἐν Χριστῷ ζωῆς, λόγῳ καὶ ἔργῳ ἐκφαίνων τὰς χάριτας, μοναστῶν διδάσκαλος ὤφθης, οἰκείῳ ὑποδείγματι. Καὶ νῦν Ἰσαὰκ Πατὴρ ἡμῶν, μὴ παύσῃ πρεσβεύων Χριστῷ, φωτισθῆναι τὸν νοῦν ἡμῶν, φωτὶ τῆς θείας γνώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὅν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′ 7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ′ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
 
Εἰς τήν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, τῶν μοναστῶν ἡ πληθύς, τῶν αἱρουμένων ζυγὸν τὸν θεῖον φέρειν, καθηγητὴν πρακτικώτατον, πρὸς τὴν ὁδὸν τῆς ἀσκήσεως, Ἰσαὰκ τὸν θεοφόρον πλουτοῦσα· τῆς τελείας γὰρ ἀρετῆς, ἐργάτης γενόμενος, ἀσφαλῶς χειραγωγεῖ ἡμᾶς, πρὸς ἀναβάσεις νοητάς, ὡς ἂν τοῦ ξύλου τῆς ζωῆς, τὸν καρπὸν δρεψώμεθα, τοῦ πονηροῦ τὰς ἐπινοίας πατήσαντες· διὸ τὴν ἁγίαν αὐτοῦ μνήμην, πνευματικῶς ἑορτάσωμεν, δοξάζοντες Χριστόν, τὸν παρέχοντα ἡμῖν, δι’ αὐτοῦ τὸ θεῖον ἔλεος.
Ἦχος β΄.
Ἀσκητικὴν ὑπελθὼν πολιτείαν, τῆς ἡσυχίας τοῦ κάλλους ἠράσθης, ὁλοτρόπῳ ἐφέσει, Ἰσαὰκ μακάριε· ἐν αὐτῇ γὰρ σχολάσας, ἅπαν ἄχθος γεηρὸν ἀπέῤῥιψας, καὶ ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, συντονωτάτῃ νηστείᾳ καὶ προσευχῇ, τῷ Θεῷ ἡνώθης, καὶ τῶν μελλόντων ἀγαθῶν, τὰς ἀπαρχὰς ἐδέξω· τῷ γὰρ θείῳ φωτί, ὁμιλῶν ἐσαεί, σκότος παθῶν ἐλαύνεις, καὶ τὰ ἄνω ποθεῖν καὶ ζητεῖν, τὸν νοῦν ἡμῶν ἐκκαίεις, ὡς Θεοῦ θεράπων γνήσιος.
Ἦχος γ΄.
Ἐξ ἀσκητικῆς πολιτείας, πρὸς ποιμαντικὴν ψυχῶν ἐπιμέλειαν, ἐκ Θεοῦ ὡδηγήθης, Ἰσαὰκ παμμακάριστε· καὶ τῆς ἐν Νινευΐ Ἐκκλησίας, ποιμὴν γενόμενος, ὁσίως καὶ δικαίως διέπρεψας, ὡς τοῦ Εὐαγγελίου ἐργάτης γνησιώτατος· τύπον γὰρ σαυτὸν παρέστησας, ἐν πάσῃ δικαιοσύνῃ, τῇ λαχούσῃ ποίμνῃ σου· καὶ ἐν ἀμφοτέροις δόκιμος φανείς, ὡς Ἱεράρχης ὅσιος, καὶ ἀσκητὴς θεοφόρος, τὸν μισθὸν τῶν καμάτων ἀπείληφας, καλῶς τελέσας τὸν δρόμον σου. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος δ΄.
Γεωργία τοῦ λόγου, παθῶν ἐκτέμνων ἅπαν βλάστημα, τῆς ἀρετῆς τὸν σπόρον καλλιεργεῖς, ἐν καρδιῶν ἀρούραις Πάτερ Ὅσιε· ὁ τῆς σοφίας γὰρ χορηγός, ἐν σοὶ σκηνώσας, αἰωνίου ζωῆς ῥήματά σοι δέδωκεν, ἐν σοφίᾳ θείων ἔργων διαλάμποντι· ἠθῶν γὰρ διδάσκεις σεμνότητα, καὶ πολιτείαν ἀκρίβειαν, Ἰσαὰκ θεόσοφε, ὡς ἂν μέτοχοι Χριστοῦ γενώμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
 
Εἰς τὸν Στίχον. Ἦχος πλ. α.  Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, ὁ τῶν Ἀγγέλων μιμητὴς ἐν τῷ βίῳ σου· αὐτῶν γὰρ τὴν πολιτείαν, ἀναλαβὼν νουνεχῶς, τῷ Θεῷ ὁσίως εὐηρέστησας· ἐντεῦθεν ἐνέκρωσας, τῶν παθῶν τὰ σκιρτήματα, καὶ ἀπαθείας, ἐκομίσω τὴν ἔλλαμψιν, δι’ ἧς ἔλαμψας, ὡς φωστὴρ ὑπερκόσμιος· ὅθεν σε μακαρίζομεν, ὡς θεῖον διδάσκαλον, τῆς ἐν Χριστῷ πολιτείας, καὶ παιδοτρίβην πανάριστον, αἰτούμενον πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, τῆς ἡσυχίας ὑποφήτης θεόσοφος· ἐν ταύτῃ γὰρ ἠγωνίσω, ἀποκαθάρας σαυτόν, τῶν προσύλων πάντων δι’ ἀσκήσεως· ἐντεῦθεν ἀνύψωσαι, τῶν γηΐνων προλήψεων, καὶ ὅλος ὤφθης, τῇ καρδίᾳ μετάρσιος, φῶς τὸ ἄϋλον, ἀποῤῥήτως δεχόμενος· γνόφον γὰρ τὸν ὑπέρφωτον, ὑπῆλθες ἐν σώματι, καὶ καθαρῶς προσωμίλεις, νοΐ τελείῳ τῷ Κτίσαντι. Αὐτὸν ἐκδυσώπει, καὶ ἡμῖν δοθῆναι Πάτερ, φῶς θείας χάριτος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ἱερὸς Ἰσαάκ, τῶν μοναστῶν καθηγητὴς καὶ ὑπόδειγμα, καὶ τύπος ἐν ἐγκρατείᾳ, καὶ νοερᾷ προσευχῇ, καὶ ἐν πᾶσι τρόποις βίου κρείττονος· ὡς πράξας γὰρ Ὅσιε, ὡς φησὶν ὁ Σωτὴρ ἡμῶν, καλῶς διδάσκεις, καθαρῶς πολιτεύεσθαι, ἐν σεμνότητι, καὶ ζωῆς τελειότητι· ὅθεν δίδου ἑκάστοτε, ἰσχὺν ἡμῖν ἄνωθεν, κατὰ τοὺς λόγους σου Πάτερ, εὐαρεστεῖν τῷ Θεῷ ἡμῶν, ὡς ἂν μετὰ τέλος, τοῦ Χριστοῦ τὴν Βασιλείαν, κληρονομήσωμεν.
Δόξα. Ἦχος β΄.
Τὸν ἐν ἀσκήσει ἰσάγγελον, καὶ ἐν ἀρεταῖς θεοειδῆ, Ἰσαὰκ τὸν θεοφόρον, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν· ὡς γὰρ φοίνιξ ὑψίκομος, δακρύων ὄμβροις ἀρδευθείς, καρπὸν ἡδύτατον προσάγει, δι’ ἐνεργείας τοῦ Πνεύματος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ· καὶ πρεσβεύει ἀπαύστως, τῷ Φωτοδότῃ Χριστῷ, ἱλασμὸν ἡμῖν διδόναι, καὶ πταισμάτων ἄφεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετῶν ταῖς ἀκτῖσι καταλαμπόμενος, τῆς ἐν Χριστῷ πολιτείας φωστὴρ πολύφωτος, θεοφόρε Ἰσαὰκ ὤφθης ἐν Πνεύματι, καὶ κατευθύνεις ἀσφαλῶς, σωτηρίας πρὸς ὁδόν, διδάγμασι θεοπνεύστοις, τοὺς εὐφημοῦντάς σε Πάτερ, ὡς τοῦ Χριστοῦ θεῖον θεράποντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σε· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
 
Ἀπόλυσις.
 
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἄστρον φαεινόν, ἐκ Συρίας ἐκλάμψας, πυρσεύεις μοναστῶν, τοὺς χοροὺς τῷ σῷ λόγῳ, καὶ λύεις τῶν παθῶν ἡμῶν, Ἰσαὰκ τῆν σκοτόμαιναν· σὺ γὰρ πέφηνας, υἱὸς φωτὸς καὶ ἡμέρας· ὅθεν χαίροντες, τὴν φωτοφόρον σου μνήμην, τελοῦμεν ὑμνοῦντές σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, σωματώσασα Κόρη, ἐῤῥύσω τῆς ἀρᾶς, τῆς ἀρχαίας τὸν κόσμον, καὶ ἅπαντας ἀνύψωσας, πρὸς τὴν πρώτην λαμπρότητα, τοὺς δοξάζοντας, τὸν Σὸν ἀνέκφραστον τόκον, καὶ ὑμνοῦντές Σε, ὡς τοῦ Κυρίου Μητέρα, Παρθένε Πανάχραντε.
 
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Φῶς τὸ ἄϋλον, ἐν σοὶ σκηνῶσαν, λύχνον ἄσβεστον, τῆς ἡσυχίας, θεοφόρε Ἰσαὰκ σὲ ἀνέδειξεν· ὅθεν πυρσεύεις ἡμῶν τὴν διάνοιαν, τῶν διδαχῶν σου τοῖς θείοις πυρσεύμασι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σάρκα ἔλαβεν, ἄτρεπτος μείνας, ἐξ αἱμάτων Σου, τῶν παναχράντων, ὁ τὰ ὄντα ἐκ μὴ ὄντων στησάμενος, καὶ τῆς ἀρχαίας κατάρας ἐῤῥύσατο, τοὺς ἀδιστάκτῳ καρδίᾳ βοῶντάς Σοι· χαῖρε Πάναγνε, Παρθένε Θεογεννήτρια, ἀνθρώπων ἱλαστήριον σωτήριον.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ Θεῷ ἐκ καρδίας ἀνατεθείς, καὶ Αὐτῷ θεοφόρε εὐαρεστῶν, δοχεῖον πολύτιμον, θεϊκῶν ἐπιλάμψεων, τὸν νοῦν ἀνακαθάρας, δι’ ἔργων ἀσκήσεως, ἐδείχθης καὶ βραβεύεις, ἑκάστῳ τὰ πρόσφορα· ὅθεν ὡς ἀλείπτην, καὶ διδάσκαλον θεῖον, τελοῦντες τὴν μνήμην σου, ἱερῶς εὐφημοῦμέν σε, Ἰσαὰκ Πάτερ Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, ἀποῤῥήτως τεκοῦσα μετὰ σαρκός, διάσωσον Πάναγνε, τοῦ ἐχθροῦ τῆς μανίας με, καὶ τῆς σαρκός μου νέκρωσον, τὸ γήϊνον φρόνημα, πρὸς οὐρανὸν ἀνάγουσα ψυχῆς μου τὴν ἔφεσιν· Σὺ γὰρ Θεοτόκε, προστασία καὶ σκέπη, ἡμῶν καὶ διάσωσμα, τῶν ἀεὶ ἐκβοώντων Σοι, μετὰ πίστεως Ἄχραντε· χαῖρε τῶν βροτῶν ἡ χαρά, καὶ Ἀγγέλων δόξα καὶ βασίλισσα, ἡ πιστοῖς αἰτουμένη, πταισμάτων συγχώρησιν.
 
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐργάτης δόκιμος γενόμενος, σαρκὸς μὲν εὐπάθειαν ἠρνήσω, καὶ πρὸς ἀσκητικοὺς ἀγῶνας ἀπεδύσω· καὶ τὴν κατ’ εἰκόνα Θεοῦ λαμπρότητα, ἐν τῇ ψυχῇ ἀναμορφώσας, πλουσίων δωρεῶν ἠξίωσαι, Ἰσαὰκ Πάτερ Ὅσιε· διὸ καὶ ἡμᾶς ἐνίσχυσον, τῆς ἀρετῆς τὴν τρίβον βαδίζειν, ὡς ἂν τῆς αἰωνίου ζωῆς, κληρονόμοι γενώμεθα.
 
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ἰσαὰκ ὁ Σύρος ἀνυμνείσθω. Γερασίμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἰσχύν μοι δίδου καὶ λόγον τοῖς χείλεσι, Λόγε Θεοῦ καὶ Θεέ, ὅπως ἀνυμνήσω, Ἰσαὰκ τὸν Ὅσιον, τὸν σὲ λαμπρῶς δοξάσαντα, διὰ βίου τελείου, καὶ μοναστῶν τὰ συστήματα, λόγῳ θεοπνεύστῳ παιδεύοντα.
Σαρκὸς μισήσας πᾶσαν ἡδυπάθειαν ἀπὸ νεότητος, σὺν τῷ αὐταδέλφῳ, Ἰσαὰκ μακάριε, τρωθέντες θείῳ ἔρωτι, τὸν Σταυρὸν τοῦ Κυρίου, ἐπ’ ὤμων χαίροντες ἤρατε, καὶ ἀσκητικὸν βίον εἵλεσθε.
Ἀνακραθεὶς τῇ ἀγαπήσει Ὅσιε τοῦ Ζωοδότου Χριστοῦ, ὅλος ἐπτερώθης, πρὸς ζωὴν οὐράνιον, καὶ ξένος τε καὶ πάροικος, τῶν ἐν κόσμῳ ἐγένου, ἀσκητικοῖς ἀγωνίσμασι, Πάτερ Ἰσαὰκ παμμακάριστε.
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Θεὸν ἐκύησας τὸν δι’ ἡμᾶς καθ’ ἡμᾶς, σάρκα γεγονότα, ἐξ ἁγνῶν αἱμάτων Σου, ἀναλλοιώτως Πάναγνε, Θεοτόκε Μαρία· διὸ ἡμᾶς ἀλλοιώσεως, τῆς ἐπὶ τὸ χεῖρον ἀπάλλαξον.
 
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Καθαρθεὶς τὴν καρδίαν τῆς τῶν παθῶν σχέσεως, ὤφθης ἀπαθείας δοχεῖον, καὶ σκεῦος εὔχρηστον, βίου λαμπρότητος, δι’ ἐγκρατείας συντόνου, Ἰσαὰκ μακάριε, Ἀγγέλων σύσκηνε.
Οὐρανίων χαρίτων ἐμφορηθεὶς Ὅσιε, οἷα μιμητὴς τῶν Ἀγγέλων, τῇ πολιτείᾳ σου, βλύζεις ἑκάστοτε, ὡς γλυκασμὸν ἀφθαρσίας, λόγον ἐκ χειλέων σου, Πάτερ σωτήριον.
Σαρκικῶν βαρημάτων ἀπαλλαγεὶς Ὅσιε, εἵλου ἐν ἐρήμῳ οἰκῆσαι, Θεῷ ἑνούμενος, δι’ ἡσυχίας πολλῆς, καὶ προσευχῆς καὶ νηστείας· ὅθεν οἶκος γέγονας, τοῦ θείου Πνεύματος.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τὴν παλαιὰν ἁμαρτίαν ἐξαφανίσασα, τὸν νοῦν μου καίνισον, τῇ χάριτί Σου Παρθένε, ἐκ τῆς παλαιότητος, παθῶν θλιβόντων με.
 
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς λύχνος θεόφωτος τῆς ἡσυχίας σοφέ, ἐκλάμπεις τοῖς πέρασι τῆς ἐναρέτου ζωῆς, τὸ φῶς τὸ ἀνέσπερον· ὅθεν σε μοναζόντων, ὡς φωστῆρά σε θεῖον, μέλπομεν αἱ χορεῖαι, Ἰσαὰκ θεοφόρε, καὶ πόθῳ τοῖς φωτοφόροις σου λόγοις ἐγκύπτομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπαύστως ἱκέτευε Παρθενομῆτορ ἁγνή, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν σαρκωθέντα ἐκ Σοῦ, δι’ ἄφατον ἔλεος, δοῦναι ἡμῖν πταισμάτων, τὴν συγχώρησιν Κόρη, λύσιν τε τῶν ἐν βίῳ, χαλεπῶν συμπτωμάτων· πρὸς Σὲ γὰρ Θεομῆτορ, ἐν πίστει προστρέχομεν.
 
ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Ῥείθροις σοφέ, τῶν ἱερῶν διδαγμάτων σου, μοναζόντων, δῆμοι ἀρδευόμενοι, τῆς ἐγκρατείας τὸ καθαρόν, προσευχῆς τὸ σύννουν, καὶ ἀπαθείας τὰς χάριτας, λαμπρῶς καρποφοροῦσιν, Ἰσαὰκ μελῳδοῦντες· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ὅλῳ νοΐ, προσομιλῶν καὶ ἑνούμενος, θεοφόρε, τῷ ὑπὲρ κατάληψιν, θεωρουμένῳ μόνῳ Θεῷ, φωτισμοῦ ἐπλήσθης, τοῦ ὑπὲρ ἔννοιαν Ὅσιε, καὶ ὤφθης φωτοφόρος, τῆς ἡσυχίας στῦλος, καὶ λαμπτὴρ μοναζόντων πολύφωτος.
Σὺ τῷ Θεῷ, ἐν ἡσυχίᾳ ἐλάτρευσας, θεοφόρε, Ἰσαὰκ ὡς ἄσαρκος, πολιτευόμενος ἐν σαρκί, καὶ πολλῶν χαρίτων, παρὰ Χριστοῦ κατηξίωσαι, ἐξ ὧν κἀμοὶ μετάδος, ἐκβοῶντι ῥανίδα· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον.
Ἄνευ σπορᾶς, δίχα φθορᾶς ὑπὲρ ἔννοιαν, Θεοτόκε, τὸν ὑπὲρ κατάληψιν, Θεὸν τεκοῦσα μετὰ σαρκός, ἔλυσας τῆς Εὔας, τὴν καταδίκην τῷ τόκῳ Σου· διὸ κἀμὲ Παρθένε, τῆ φρικτῆς καταδίκης, ἐν τῇ ὥρᾳ τῆς κρίσεως λύτρωσαι.
 
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Νοῦν τὸν σὸν ἀνατείνων, πρὸς τὸ κάλλος Ὅσιε Χριστοῦ τὸ ἄχραντον, ξένος τῶν ἐν κόσμῳ, Ἰσαὰκ ἀνεδείχθης τῷ βίῳ σου, καὶ πάντας προτρέπεις, ὑπερορᾶν τῶν φθειρομένων, καὶ ποθεῖν τὰ μηδόλως λυόμενα.
Ὑποφήτης καὶ τύπος, τοῦ ἀγγελικοῦ πολιτεύματος πέφηνας, Ἰσαὰκ θεόφρον· διὰ τοῦτο ἡ χάρις τοῦ Πνεύματος, θεῖόν σε ποιμένα, καὶ Ἱεράρχην θεοφόρον, τῆς Χριστοῦ Ἐκκλησίας ἀνέδειξε.
Μυηθεὶς θεοφόρε, τῇ καθαρωτάτῃ ζωῇ σου τὰ κρείττονα, θεῖος ποιμενάρχης, Νινευΐ Ἰσαὰκ ἐχρημάτισας, τοῦ Εὐαγγελίου, διατρανῶν πᾶσι τὸν λόγον, καὶ ψυχῶν ἐκκαθαίρων τοὺς μώλωπας.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ ἀπάτῃ, καὶ ἐπιβουλῇ τοῦ ὄφεως Ἄχραντε, πρὸς Σὲ καταφεύγω, τὴν τεκοῦσαν ζωὴν τὴν αἰώνιον, ζώωσον τὸν νοῦν μου, τῇ ζωτικῇ Σου ἀντιλήψει, καὶ ζωήν με πρὸς ἄμεμπτον ἴθυνον.
 
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ἐλάμπρυνας τὴν στολήν, ἱεραρχίας μακάριε, τηρήσει τῇ ἀκριβεῖ, τῶν θείων προστάξεων, Ἰσαὰκ θεόπνευστε· ὅθεν ὁ Σωτήρ σε, ὡς οἰκεῖον προσελάβετο.
Ἰθύνων σου τὴν ζωήν, πρὸς ἐφετῶν τὸ ἀκρότατον, Ἀρχιερεὺς ἀληθής, καὶ ὅσιος πέφηνας, τοῦ νόμου τῆς χάριτος, πᾶσιν ἀναπτύσσων, Ἰσαὰκ τὰ παραγγέλματα.
Σοφίᾳ πνευματικῇ, τῇ ἐκ τῶν ἔργων κοσμούμενος, διδάσκαλος μοναστῶν, ὤφθης ἐνθεώτατος, διδαχαῖς καὶ πράξεσιν, ἡμᾶς κατευθύνων, Ἰσαὰκ πρὸς τελειότητα.
Θεοτοκίον.
Θεὸν τεκοῦσα σαρκί, τὸν Ὑπερούσιον Ἄχραντε, οὐσίαν τὴν τῶν βροτῶν, ἐκ τῆς καταπτώσεως, πρὸς ὕψος ἀνήγαγες, τῆς πάλαι εὐκλείας· διὰ τοῦτό Σε δοξάζομεν.
 
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ ἰσαγγέλῳ πολιτείᾳ σου μακάριε, τοῦ Παρακλήτου ἀνεδείχθης θεῖον ὄργανον, Ἰσαὰκ καὶ μοναζόντων τύπος ἐν πᾶσιν· ἀλλ’ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα, χάριν αἴτησαι ἡμῖν καὶ φῶς οὐράνιον, τοῖς βοῶσί σοι· χαίροις Πάτερ θεόσοφε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, ἐν σαρκὶ ἀνεδείχθης, παμμάκαρ Ἰσαὰκ θεοφόρε, καὶ τῇ ἀγγελικῇ σου φωνῇ, λόγους ἡμῖν σωτηρίας παρέθηκας, δι’ ὧν ζωὴν πρὸς κρείττονα, ὁδηγούμενοί σοι βοῶμεν·
Χαῖρε, τὸ ἄστρον τὸ ἐκ Συρίας·
χαῖρε,  ὁ λύχνος τῆς ἡσυχίας.
Χαῖρε, γεηρῶν φρονημάτων ὑπέρτερε·
χαῖρε,  φωτισμοῦ οὐρανίου συμμέτοχε.
Χαῖρε, στήλη θεοτύπωτος, ἱερῶν ἡσυχαστῶν·
χαῖρε,  στόμα τὸ μελίῤῥυτον, διδαχῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐπλήσθης θεοσδότου σοφίας·
χαῖρε,  ὅτι λυτροῦσαι τῶν παθῶν τῆς κακίας.
Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·
χαῖρε,  ἡμῶν διδάσκαλος ἔνθεος.
Χαῖρε, σοφὲ Ἰσαὰκ θεοφόρε·
χαῖρε,  ἡμῶν ὁδηγὲ θεηγόρε.
Χαίροις, Πάτερ θεόσοφε.
 
Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰσαὰκ τοῦ Σύρου.
Στίχοι·
Ἰσαὰκ τὸν Ὅσιον χρεὼν γεραίρειν,
ὥσπερ δι’ αὐτοῦ μυούμενοι τὰ κρείττω.
Εἰκάδι ὀγδοάτῃ Ἰσαὰκ ἄφθιτον κλέος ὕδω.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Ὡς ἥλιος πάμφωτος, ἐν μοναζόντων χορείᾳ ἔλαμψας, ὡς ἀκτῖνας δὲ Πάτερ, τῶν διδαγμάτων σου τὴν λαμπρότητα, πᾶσιν ἀστράπτεις τοῖς πίστει κραυγάζουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γνωρίζει σε Ὅσιε, ἡ μοναζόντων σεπτὴ ὁμήγυρις, ὁδηγὸν θεοφόρον, καὶ ὑποφήτην πρὸς βίον κρείττονα, καὶ κατὰ χρέος γεραίρει τὴν μνήμην σου, Πάτερ σοφὲ Ἰσαάκ, ἡσυχαστῶν ὁ κανών.
Ἐπήρθης τῷ Πνεύματι, πρὸς θεωρίας τῶν ὑπὲρ ἔννοιαν, μυστικῶν θεαμάτων, καὶ μυστηρίων δόξης τῆς κρείττονος, καὶ θεωθεὶς ἐν μεθέξει ἐκραύγαζες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ῥυπῶσαν τοῖς πάθεσιν, τοῖς τοῦ ἀλάστορος τὴν καρδίαν μου, ἀποκάθαρον Κόρη, τοῦ Σοῦ ἐλέους πλουσίοις νάμασι, καὶ τοῦ νοός μου τὴν σκότωσιν σκέδασον, ἵνα κατίδω τὸ Φῶς, τὸ ἀναλάμψαν ἐκ Σοῦ.
 
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Ἀγγελικῶς ἐβίωσας, Ἰσαὰκ παμμακάριστε, καὶ δι’ ἡσυχίας καὶ παθῶν νεκρώσεως, ζωῆς ἐγεώργησας, μελλούσης τὰ προοίμια· νῦν δὲ σὺν Ἀγγέλοις, ἐν ὑψίστοις κραυγάζεις· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Συντονωτάταις χρώμενος, προσευχαῖς καὶ δεήσεσι, τῷ Θεῷ ἡνώθης νοὸς καθαρότητι· καὶ ὤφθης μακάριος, καὶ πλήρης θείας χάριτος, ἔτι περιών, ἐν τῷ ῥοώδει σαρκίῳ· καὶ νῦν ἐν τοῖς ὑψίστοις, λελυμένος τῆς ὕλης, ἀνακεκαλυμμένως, τρυφᾷς τῶν ὑπὲρ λόγων.
Ἱεραρχίας ἔνδυμα, ἱερῶς ἐνδυσάμενος, τοῦτο θεοφόρε ἔδειξας λαμπρότερον, ὁσίοις καμάτοις σου, καὶ ἀρετῶν ἀσκήσεσι· νῦν δὲ Ἰσαάκ, σὺν Ἱεράρχαις Ἁγίοις, καὶ δήμοις τῶν Ὁσίων, τὴν μυστικὴν θυσίαν, Κυρίῳ ἀναφέρεις, αἰνέσεως ἀΰλου.
Θεοτοκίον.
Μητροπρεπῶς ἐθήλασας, παρθενίας τὰ σήμαντρα, καὶ μετὰ τὸν τόκον σώζουσα ἀλώβητα, Ὃν ἔτεκες Κύριον, καὶ φέρεις ὥσπερ νήπιον, Δέσποινα Παρθένε, Θεοτόκε Μαρία. Αὐτὸν οὖν ἐκδυσώπει, ἱλασμὸν τῶν πταισμάτων, διδόναι τοῖς ὑμνοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν.
 
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Ὁ μέγας ἐν Ὁσίοις καὶ ἀσκηταῖς, Ἰσαὰκ τῆς Συρίας τὸ βλάστημα, τοῦ ἐν Χριστῷ, βίου θεοφόρος μυσταγωγός, καὶ μυστογράφος ἄριστος, καὶ τῶν μοναζόντων φωταγωγός, ὑμνείσθω ἐπαξίως, ὡς τῷ Θεῷ πρεσβεύων, ἡμῖν διδόναι θεῖον ἔλεος.
Ὑπῆλθες τοὺς ἀγῶνας τοὺς εὐαγεῖς, τῆς ὁσίας ἀσκήσεως Ὅσιε, καὶ ἐξ αὐτῶν, ἅπασαν σοφίαν ἀσκητικήν, θεοπρεπῶς μεμύησαι, καὶ τὰς σοφιστείας τοῦ πονηροῦ, ἡμᾶς σοφῶς διδάσκεις, ἐκφεύγειν θεοφόρε, καὶ ἐναρέτως πολιτεύεσθαι.
Μετέστης πρὸς τὴν δόξαν τὴν ἀληθή, ἧσπερ πρὶν τὰ ἐμφάσεις ἐκέκτησο, καὶ καθορᾷς, πρόσωπον πρὸς πρόσωπον τοῦ Χριστοῦ, τὴν ὑπὲρ νοῦν λαμπρότητα, Ἰσαὰκ Ὁσίων ἡ καλλονή· ἀλλὰ μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν μετὰ πόθου εὐφημούντων σε.
Θεοτοκίον.
Μητράναδρε Παρθένε ἡ τὸν Θεόν, ἀποῤῥήτως τεκοῦσα ἐν σώματι, σωματικῶν, ὀδυνῶν με ῥῦσαι καὶ χαλεπῆς, ἀναισθησίας λύτρωσαι, τὴν πολυαμάρτητόν μου ψυχήν, καὶ φώτισον τὸν νοῦν μου, φωτὶ τῆς μετανοίας, ἵνα ὑμνῶ Σε Πολυΰμνητε.
 
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασι, τὸν νοῦν σου καθηράμενος, τῆς τῶν παθῶν συναφείας, φωτὸς ἐπλήσθης ἀΰλου, καὶ καταυγάζεις ἅπαντας, ἀκτῖσι ταῖς τῶν λόγων σου· σὺ γὰρ ὡς πράξας Ὅσιε, τὸ θέλημα τοῦ Κυρίου, ἡμᾶς διδάσκεις τὰ κρείττω.
Θεοτοκίον.
Ὑπερφυῶς κυήσασα, τὸν Ποιητὴν τῆς κτίσεως, ἐν ὕλῃ τῇ ἀνθρωπίνῃ, καὶ μετὰ τόκον Παρθένος, μείνασα ἀδιάφθορος, φθορᾶς παθῶν με λύτρωσαι, τῇ Σῇ πολλῇ χρηστότητι, Θεογεννῆτορ Παρθένε, καὶ σῶσόν με τὸν Σὸν δοῦλον.
 
Αἶνοι. Ἦχος πλ. α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Ἰσαὰκ μακάριε, τῆς μακαρίας ζωῆς, ἐραστὴς ἐκ νεότητος, ὤφθης ἐνθεώτατος, παριδὼν κόσμον ἅπαντα· καὶ ἐγκρατείᾳ σαρκὸς τὸ φρόνημα, ἀπονεκρώσας σκεῦος πολύτιμον, ὤφθης τοῦ Πνεύματος, ψυχικὴν σκοτόμαιναν, ἀποσοβῶν, λόγῳ τῷ τῆς χάριτος, ὃς σοὶ δεδώρηται.
Πάτερ, Ἰσαὰκ θεσπέσιε, δι’ ἡσυχίας πολλῆς, πρὸς οὐράνιον ἔρωτα, τὸν νοῦν σου ἐπτέρωσας, σεαυτὸν ἀρνησάμενος· καὶ θεωρίαις θείαις καὶ πράξεσιν, ἡμᾶς παιδεύεις πρὸς τελειότητα· ὅθεν τιμῶμέν σε, ὡς σοφὸν διδάσκαλον καὶ ὁδηγόν, τὴν ἁγίαν μνήμην σου, πανηγυρίζοντες.
Πάτερ, Ἰσαὰκ θεόσοφε, τῇ εὐδοκίᾳ Θεοῦ, Ἱεράρχης θεόληπτος, καὶ ποιμὴν καὶ πρόεδρος, Νινευΐ ἐχρημάτισας, καὶ ἐνταλμάτων νόμου τῆς χάριτος, πᾶσι τὴν τήρησιν καθυπέδειξας, παιδεύων ἅπαντας, τῷ σῷ ὑποδείγματι, εἵκειν πιστῶς, σωτηρίοις ῥήμασι, τοῦ Παντοκράτορος.
Πάτερ, Ἰσαὰκ ἀοίδιμε, τὴν ἐν ἐρήμῳ ζωήν, δι’ ἧς ὤφθης ἰσάγγελος, καὶ Θεὸν ἐδόξασας, τῇ συντόνῳ ἀσκήσει σου, καλῶς τελέσας πρὸς ὑπερκόσμιον, λῆξιν ἀνῆλθες καὶ ἀδιάδοχον· ὅθεν ἱκέτευε, πάντοτε δεόμεθα, ὑπὲρ ἡμῶν, τῶν ἑορταζόντων σου, μνήμην τὴν πάμφωτον.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ φόβῳ τοῦ κρείττονος, ῥυθμίζων τὴν ζωήν, τῶν φθειρομένων τὰς ἰδέας, ἐκ τῆς ψυχῆς ἐξήλειψας Ὅσιε· δι’ ἡσυχίας γὰρ πολλῆς, καὶ ἐγκρατείας καὶ νήψεως, ἐν τῷ νοΐ τὴν εἰκόνα, τῆς ἀσκητικῆς πολίτείας διέγραψας, καὶ ἐκ τοῦ πλούτου τῆς καρδίας σου, πᾶσι παρέχεις, σωτηριώδη διδάγματα. Καὶ νῦν Ἰσαὰκ Πατὴρ ἡμῶν, τῷ Τρισηλίῳ φωτὶ παριστάμενος, λύτρωσαι ἡμῶν παθῶν ζοφώσεως.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Χαίροις ἡσυχίας θεῖος κανών· χαίροις μοναζόντων, ὁ διδάσκαλος ὁ σοφός· χαίροις ὁ παρέχων, τὰ πρόσφορα ἑκάστῳ, τῆς χάριτος τῷ λόγῳ, Ἰσαὰκ Ὅσιε.