Σάββατο, 30 Σεπτεμβρίου 2017

Ἀκολουθία Ἁγίας ΚΑΛΗΣ τῆς Ἐλεήμονος, + Κρήτης Νικηφόρου

 

Ψαλλομένη τῇ 15η  Μαΐου καί τό Σάββατο τῆς Διακαινησίμου

 ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν ἐπαξίως νῦν μνήμην, σεπτὴν καὶ ἔντιμον, τὴν ἱερὰν καὶ θείαν, φωτοφόρον ἁγίαν, τὴν εὔσημον καὶ ἔνδοξόν σου, Καλή, δοξαζόντων ἐκ πίστεως, ἀεὶ μνημόνευε πάντων ταῖς πρὸς Θεὸν, εὐπροσδέκτοις σου ἐντεύξεσι.
Ἀδιαλείπτως τῷ θρόνῳ, Χριστοῦ παρίστασαι, Παρθένων σὺν χορείαις καὶ Ὁσίων ἁπάντων, ἐκεῖ σου ἀντιδόσεις ἔργων καλῶν, ἀπολαύουσα ἄριστα, καὶ θεωροῦσα τὸ κάλλος τοῦ Ἐραστοῦ, τῶν ψυχῶν, Καλὴ θεόνυμφε.
Τὸ πολυτίμητον μύρον, σὺ κατεσκεύασας, καλλοποιῶν παντοίων, ἀρετῶν, ὁσιόφρον· διὸ τὴν Βασιλείαν τῶν Οὐρανῶν, εὐποιΐᾳ κεκλήρωσαι· πλουτεῖς, Καλή, δὲ τὴν χάριν ἀπὸ Θεοῦ, τῶν θαυμάτων καὶ ἰάσεων.
Δεινῶν κρημνῷ ἐμπεσόντα, καὶ πιεζόμενον, ταῖς συμφοραῖς καὶ νόσοις, ὦ Καλή, ταῖς λιταῖς σου, ἀνάστησον καὶ ἴασαί με ταχὺ, ἤ ἀντέχειν μὲ κράτυνον, ὡς ἂν καθάρσιον εἴη μου τῶν κακῶν, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.
Δόξα.Ἦχος α´.
Ὡς φωστὴρ ἀριπρεπέστατος καὶ ὡς ἥλιος πυρφόρος, ἐκ τῆς Ἑῴας ἀνέτειλας τῆς φωτοδότιδος, Ὁσία Καλὴ χαριτώνυμε· καὶ πολυειδῶν καλῶν ταῖς ἰδέαις, ὥσπερ ἶρις καλλίχροος, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι φαεινῶς διέλαμψας. Ὅθεν ἀξίως κατέπαυσας πρὸς φεγγοβόλους ἐπαύλεις, τῆς ὄντως ἐξ ὕψους Ἀνατολῆς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτῷ οὖν συμβασιλεύουσα εἰς τὸ διηνεκές, φωταγώγησον, δεόμεθα, τὰς ψυχὰς τῶν ἐν πίστει ἐκτελούντων, τὴν φωτοφόρον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Μῶμος ἁμαρτιῶν, οὐδόλως ἐνυπάρχει, ἐν σοί, Καλὴ παρθένε· διὸ καὶ τοῦ Νυμφίου, πλησίον εἶ, πανάμωμε.
Στ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Θεῖος, Καλή, ναὸς, Θεοῦ ἐγένου, κόρη, διὰ τῆς εὐποιΐας, τιθεῖσα τὴν ἀγάπην, ὡς στέγην καὶ ἀκρόπολιν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν Κύριος.
Λύεις τῶν χαλεπῶν, ρευμάτων ἐπιχύσεις, σωμάτων καχεξίας, Καλή, ἐπικουφίζεις· ὢ ξένων θαυμασίων σου!
Δόξα. Τριαδικόν.
Ἔνθα τὸ πρῶτον φῶς Τριάδος τῆς Ἁγίας, Μονάδος ἀμέριστου ὑπάρχει, φωτοφόρος, Καλή, νῦν προσεχώρησας.
Καὶ νῦν. Θεοτοκίον.
Ἵλεων τὸν Κριτὴν, ἱλέωσαι γενέσθαι, Παρθένε, ἐν τῇ κρίσει, πληθὺν πολλῶν κακῶν μου, εὐσπλάγχνως παροψόμενον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.
Ὡς τῆς παρθενίας κάλλος θαυμαστὸν, καὶ τῶν πεινώντων διατροφή, θεραπεία ἀσθενῶν, τῶν Ὁσίων ἀγλάϊσμα, τῆς εὐποιΐας κανὼν, Καλὴ θαυματόβρυτε, πρέσβευε Χριστῷ τὰ καλὰ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί  τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν   Στιχηρά Προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Πέλαγος θαυμάτων σου, καὶ ποταμοὺς τῶν ἰάσεων, ἀσφαλῶς τίς δυνήσεται, Καλή, διαπλεύσεσθαι, τῶν ἐπαίνων λόγοις; Ἀλλ᾿ ἡμεῖς ἐμφρόνως, τὴν σὴν βαθεῖαν ἀρωγὴν, καὶ τὴν βοήθειαν ἐξαιτούμεθα, ὡς ἂν τῶν ἐγκωμίων σου, τῇ βραχυτάτῃ σχεδίᾳ νῦν, πρὸς λιμένας ὁρμήσωμεν, τοὺς ἀκλύστους πλησίστιοι.
Μύρον πολυτίμητον, ἐξ ἀρετῶν τὸ πανάριστον, σύ Καλή, κατεσκεύασας, ἀνδρείας, φρονήσεως, τῆς δικαιοσύνης, καὶ τῆς σωφροσύνης, καὶ τοῦτο προῖκα δαψιλῶς, ὡς λίτραν νάρδου, στακτήν, κιννάμωμον, κασσίας τε ἀλάβαστρον, ἀλόην, σμύρναν καὶ βάλσαμον, τῷ εὐόσμῳ Νυμφίῳ σου, Ἰησοῦ προσενήνοχας.
Ἔδωκας, ἐσκόρπισας, τοῖς πενομένοις τὸν πλοῦτόν σου· δι᾿ ἀγάπης ἐτρέφου γάρ, Χριστοῦ τὰ προστάγματα, ὦ Καλή, πληροῦσα· ὅθεν καὶ τὴν ζύμην, φυρᾷς καὶ δίδως τοῖς πτωχοῖς, ἧς τὸ λειπόμενον ἐπλεόνασας· τὸν ἵππον τοῦ ῥυτῆρος δὲ, ἑκόντα ξένως ἑλκύσασα, στρατιώτῃ ἀπέδωκας, δυστυχοῦντι συμπάσχουσα.
Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς Παρθένων καλλώπισμα, ὦ Καλή καλλιπάρθενε, συνελθόντες σήμερον εὐφημοῦμεν σέ· ὅτι ἁγνείας ἐτήρησας, λαμπάδα σου ἄσβεστον, καὶ ἐγένου τοῦ Χριστοῦ, νύμφη ἄσπιλος, πάνσεμνε· Ὦ παρίστασαι, ἐν νυμφῶσι τοῖς ἄνω, ἔνθα βλέπεις, βασιλεύουσα σὺν Τούτῳ, κάλλος, ἁγνή, τὸ ἀπρόσιτον.
Φερωνύμως ἐκέκλησο, σὺ Καλή, καλλιώνυμε, καὶ τὸν τρόπον κλήσει ἐδείξω σύμφωνον· ὀρφανομήτωρ ἰώβειος, πενήτων προμήθεια, καὶ τοῖς πᾶσιν ἀδελφοῖς, πᾶν καλὸν γὰρ γεγένησαι· ὅθεν ἔλαβες, τῶν θαυμάτων τὴν χάριν καὶ κλιβάνου, προσεχώρησας τῷ μέσῳ, πῦρ δὲ σου ὅλως οὐχ ἥψατο.
Τῶν γηΐνων τὸ πρόσκαιρον, τῶν ῥεόντων τὸ ἄστατον, τοῦ φθαρτοῦ δὲ πλούτου ἀπάτην ἔγνωκας· διὸ τὰ πάντα ἀνέθηκας, Χριστῷ τῷ Νυμφίῳ σου, ὦ θεόσοφε Καλή, ὡς ποθούσα τὰ μένοντα, ἃ ἐκέρδησας, διοδεύσασα τρίβον τεθλιμμένην, καὶ στενήν πρὸς Παραδείσου, πλάτος εὐρύχωρον φέρουσαν.
Δόξα. Ἦχος πλ. β´.
Τὴν τῶν Παρθένων καλλονὴν, καὶ τῶν Ὁσίων ἄνθος, τὴν βρύσιν τῶν θαυμάτων, τὴν ἀειρόως προχέουσαν πιστοῖς ἀκεσώδυνα φάρμακα, συνελθόντες, θεόφρονες, μελῳδικοῖς ἐγκωμίων στεφάνοις ἀναδήσωμεν· ῥευματώδεις γὰρ νόσοι, ἁρμονιῶν παραλύσεις, λῶβαι μελῶν εὐχερῶς ἐνθάπτονται, χάριτι τοῦ Παναγίου Πνεύματος τῇ ἀφειδῶς αὐτῇ δωρηθείσῃ. Καὶ πάντες πρὸς αὐτὴν ἐκ καρδίας ἀνακράξωμεν· ὦ Καλή χριστομίμητε, δυσώπει τὸν Χριστόν, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος, παρέχειν καὶ ἡμῖν γλυκασμὸν πλουσίων ἰάσεων, ἵνα εὐχαρίστως ἑορτάζωμεν, τὴν κοσμοχαρμόσυνον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα΄ 10-25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 21-34).
Υἱέ, μὴ παραῤῥυής· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρὴνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδης, ἡδέως ὑπνώσεις· καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῆς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπης· ἐπανελθὼν ἐπανῆκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Κατάρα Κυρίου ἐν οἰκοῖς ἀσεβῶν· ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-10).
Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλω· γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου καὶ εὑρήσεις χάριν. Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Ἐν πάσαις ταῖς ὁδοῖς σου γνωρίζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου μὴ προσκόψῃ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ· φοβοῦ δὲ τὸν Κύριον καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης· ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ οἱ ληνοί σου ἐκβλύζωσιν.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος Θεὸς Λόγος τοῦ Πατρός, κατοικτειρήσας φύσιν τὴν βρότειον τοῦ γένους ἡμῶν, παρθενικῆς μήτρας τῆς ἀπειρογάμου Μαριὰμ σάρκα προσελάβετο, καὶ τοὺς ἀνθρώπους ἔπεισε μετελθεῖν παρθενίαν· ἢν καὶ ἡ σεμνοπάρθενος Καλὴ ᾑρετίσατο. Διὰ τοῦτο, φιλοπαρθένοι πάντες καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ταύτην ὑμνήσωμεν, ὡς τῶν Παρθένων ἀκροθίνιον.
Ἦχος β´.
Θαυμαζέτωσαν πάντες, πῶς ἡ εὐσυμπάθητος Καλὴ ἵππον ἀποσκιρτήσαντα τοῦ ῥυτῆρος ἑλκύσασα, τῷ στρατιώτῃ ἕκοντα ἀπέδωκεν· ὁ γὰρ δοξάζων τοὺς Αὐτὸν φοβουμένους Κύριος, καὶ ζῷα ἄλογα αὐτοῖς ὑπείκειν παρασκευάζει, διατηροῦσιν ἄσπιλον τὸ κατ’ εἰκόνα. Ὅθεν, ἀνενδότοις αὐτῆς ἱκεσίαις, Χριστέ, ὁ λύσας ἡμᾶς τῆς ἀλογίας, τῶν δυσηνίων παθῶν ἡμῶν, ἐπαναστάσεις χαλίνωσον καὶ ἀγάπης τῷ συνδέσμῳ προσδεδεμένους τῷ χρηστῷ σοῦ ἅρματι, εὐόδωσον ἡμᾶς καταντῆσαι ἀκλινῶς, εἰς νύσσαν οὐράνιον.
Ἦχος γ´.
Ποῦ σου, Καλή, τὰ ἱμάτια; Τὸν Χριστόν μου ἐνέδυσα. Ἀληθῶς σύ, χαριτόβρυτε, τὸν Χριστὸν ἐνδεδυμένη, γυμνητευόντων ὤφθης περιβολαῖον· νουνεχῶς γὰρ ἐπεπόθησας ἐξαστράπτουσαν θείαν περιβολὴν, καὶ στίλβουσαν καταστολὴν ἀδιάφθορον. Διό, Κύριε, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐμὲ τὸν ἀμαυρώσαντα χιονοφεγγόφωτον στολὴν τοῦ Βαπτίσματος, τῶν πταισμάτων ἀπαμφίασον, καὶ χιτῶνα φωτεινὸν ἐπένδυσον, θερμοτάταις παρακλήσεσι τῆς θεοφωτίστου Καλῆς.
Ἦχος δ´.
Γυναῖκα θαυμασίαν τίς οὐκ ἂν θαυμάσειε; Δεῦτε οὖν, πιστοί, θαυμάσατε τὴν φερώνυμον Καλὴν ἐν γυναιξί, τοῦ Θεοῦ τὴν πλησίον, τὴν ὡραίαν καὶ ἄμωμον. Ταύτην γάρ, ὡς κρίνον εὐῶδες τοῦ ἀγροῦ, ὡς κοιλάδων ῥόδον λευκότατον, καὶ τοῦ δρυμοῦ ἐρυθρὸν ὡς γλυκύμηλον, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις ἐράσμιος Νυμφίος Ἰησοῦς εὐρὼν χρυσαυγίζουσαν κάλλει παρθενικῷ, νύμφην Ἑαυτῷ ἡρμόσατο συναφεῖς ἀκηράτῳ. Οὗ καὶ τῶν πρωτομύρων πλησθεῖσα, σὺν Αὐτῷ εἰσῆλθεν εἰς παστάδα ἀμίαντον. Αὐτῆς ἡμᾶς ἀξίωσον, Σωτήρ, διὰ τὸ μέγα σοῦ ἔλεος.
Ἦχος βαρύς.
Ἰδοὺ νῦν συνήθροισται φιλαγίων ἡ πληθὺς, καὶ ἔνθεον χορείαν συστησάμενοι, ἐνθουσιαστικῶς σοι, Καλή, κραυγάζουσι· χαῖρε, σωφροσύνης ταμεῖον ἄσυλον, καὶ νύμφη τοῦ Δεσπότου γνησία· χαῖρε, ἀρετῶν ἐνδιαίτημα, τῆς ἀγάπης πέλαγος· χαῖρε, τῶν ἐλεημόνων ἡ ἀρχέτυπος στήλη, τῶν γυναικῶν τὸ καύχημα. Σὲ δὴ λιτανεύομεν, ἡμᾶς ἐνίσχυσον, σοῦ κατ’ ἴχνος βαδίζειν, τοῦ Κυρίου συνεργοῦντος, Οὗ ἀκούσαιμεν εὐκταίας φωνῆς· εἴσελθε, δοῦλε, εἷς τὴν χαρὰν τοῦ Κυρίου σου.
Δόξα. Ἦχος πλ. α´.
Ἡ προσηγορία σου σαφῶς τῇ πολιτείᾳ κεκόσμηται, θεόφρον ἰσάγγελε. Ὅθεν ἁρμοδίως καλωνυμεῖς, ὡς γενομένη παντὸς καλοῦ δοχεῖον ἔμψυχον. Αἱ μὲν ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον Θεοῦ· πλοῦτον γὰρ τὸν πρόσκαιρον τῷ Χριστῷ διεσκόρπισας, καὶ ὄλβον ἀσύλητον ἐν οὐρανοῖς ἐθησαύρισας. Νηστείαις δέ, ἀγρυπνίαις καὶ προσευχαῖς, ἔλαβες οὐράνια χαρίσματα, δι᾿ ὧν τοὺς νοσοῦντας θεραπεύεις. Καὶ νῦν ἡμεῖς τὴν ἐτήσιον μνήμην σου πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν σου ἐκμιμήσει, χαρμονικῶς Θεῷ ἐκβοῶμεν· δόξα Σοι, Τρισάγιε, ὁ πᾶσιν ἐνεργοῦντι ἰάματα, διὰ τῆς Καλῆς τῆς τρισμάκαρος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, περιστερὰ εὐειδής, παρθενικαῖς ἠγλαϊσμένη λαμπρότησιν, Ὁσία Καλὴ παμμάκαρ, γεγενημένη σαφῶς, τῶν Παρθένων κλέος ὑπερθαυμαστὸν· ἀρίστως τῷ Κτίστῃ σου, πέλεις κάλλος ἀπόθετον, διαυγέστατη, κρήνη, κῆπος πολύκαρπος, καὶ παράδεισος, πολυποίκιλος ἄνθεσιν. Ὅθεν σὲ ὑπεδέξατο, Χριστὸς ὁ Νυμφίος σου, πρὸς τοὺς ὡραίους νυμφῶνας, σὺν ταῖς Παρθένοις ἀγάλλεσθαι, ὡς νύμφην ὡραίαν, ὡς λαμπρῶς πεποικιλμένην, ἁγνείας κάλλεσι.
Στ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Χαίροις, συμπαθέστατη τρύγων, μιμησαμένη τοῦ Κυρίου χρηστότητα, ὃς ἔλεον θεῖον στάξας ἐν σῇ καρδίᾳ πυκνῶς, πρὸς τὴν εὐποιΐαν σὲ ἐπήγειρε· τροφὴ ἀνεφάνης γὰρ, τῶν πεινώντων ἀνέκλειπτος, προσεπαρκοῦσα τούτοις πᾶσι τὰ δέοντα, περιέβαλες, τοὺς γυμνοὺς ἱλαρότητι, ξένους, ἀστέγους ἔνδοθεν, τοῦ οἴκου σου ἤγαγες, καὶ τῶν τυφλῶν ποδηγέτης, τῶν δυστυχούντων παράκλησις, Καλή, φιλαδέλφως ἐχρημάτισας, Ἁγία, δι’ οἶκτον ἄμετρον.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ἐαρινὴ χελιδών, ἡ ἐξ Ἑῴας καταπτᾶσα φαιδρότατα, καὶ πᾶσαν τὴν οἰκουμένην, φωταγωγούσα τερπνῶς, τῶν θαυμάτων φέγγει καὶ ἰάσεων. Χριστὸς γὰρ δωρεῖταί, σοι τοῦ ἰᾶσθαι τὴν δύναμιν, μελῶν τὴν λώβην, τῶν ἁρμῶν τε παραλύσιν, καὶ ἐπώδυνον, τῶν ῥευμάτων ἐπίχυσιν. Ὅθεν οἱ ἐνοχλούμενοι, ποικίλοις νοσήμασι, πρὸς τὸν ναὸν συνελθόντες, τῆς θαυμαστῆς καὶ σεμνῆς Καλῇς, ψυχῶν καὶ σωμάτων, ἀρυσώμεθα ἀφθόνως, παθῶν τὴν ἴασιν.
Δόξα.Ἦχος πλ. δ´.
Εἴτις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω ταύτης τῆς λαμπρᾶς καὶ καλῆς πανηγύρεως. Πάλιν γὰρ ἡμᾶς συνεκαλέσατο, ἐν τῇ μνήμη αὐτῆς, πρὸς ἐστίασιν πνευματικήν, ἡ τῶν καλῶν ἐπώνυμος Ὁσία. Ἥδε καί τὴν ζύμην φυράσασα, διέδωκε πτωχοῖς· ἀλλ’ ὁ πάλαι πλεονάσας τῆς χήρας τὸ ἄλευρον, ἐντεύξει Ἠλίου, καὶ νῦν πλεονάζει τὸ λειπόμενον τῆς ζύμης, ταῖς εὐχαῖς τῆς θαυματοβρύτου. Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ Ποιητὴς τῶν αἰώνων καὶ ἀναλλοίωτος, ὁ ἐκ πέντε ἄρτων χορτάσας πεντακισχιλίους ἄνδρας, θαῦμα καινίζων ἐν ἐρήμῳ πραχθὲν καὶ πάλαι. Αὐτὸν ἐνδελεχῶς καθικέτευε, Καλὴ ἀξιύμνητε, τοὺς τιμῶντας σὲ τυχεῖν Παραδεισίου τρυφῆς, καὶ ἀϊδίου ἀπολαύσεως.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.
Ὡς τῆς παρθενίας κάλλος θαυμαστὸν καὶ τῶν πεινώντων διατροφή, θεραπεία ἀσθενῶν, τῶν Ὁσίων ἀγλάισμα, τῆς εὐποιΐας κανών, Καλὴ θαυματόβρυτε, πρέσβευε Χριστῷ τὰ καλὰ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Πενήτων προμήθεια ἀβραμιαίως, Καλή, καὶ μήτηρ γεγένησαι, ὡς ὁ Ἰώβ, ὀρφανῶν, γυμνῶν περιβολαῖον, ξένων, ἀστέγων σκέπη, ὀφθαλμὸς ἀομμάτων, ποὺς δὲ καὶ βακτηρία, παρειμένων, κυλλῶν τε· διὸ καὶ ἡμῖν θεόθεν, αἴτει τὸ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Θείας χάριτος ἡγιασμένον, σκεῦος πέφυκας, ἐκ τῆς κοιλίας, ὦ Καλή, ἁγνείας κάλλος τὸ ἄχραντον· καλωνυμεὶς ἁρμοδίως δὲ πάντιμε, καλῶν ἁπάντων δοχεῖον ὡς ἔμψυχον·ὥσπερ ἥλιος, ἀνέτειλας ἐξ Ἑῴας τε,
φωτίζουσα τὴν γῆν, αὐγαῖς θαυμάτων σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς Παρθένος φρονίμη ἐν γυναιξὶ, καὶ Ποιμένος καλοῦ ὡς ἀμνὰς λευκή, ὀπίσω προσέδραμες, τοῦ Νυμφίου σου, πάνσεπτε, ἀρεταῖς τὴν ψυχήν σου σοφῶς ὡραΐσασα, εὐποιΐας ἐλαίῳ λαμπάδα φαιδρύνασα· ὅθεν καὶ εἰσῆλθες, σὺν Αὐτῷ εἰς τοὺς γάμους, ἐκεῖ ἀπολαύουσα τῆς Αὐτοῦ ὡραιότητος, καὶ ἀπαύστως πρεσβεύουσα, δωρήσασθαι ἡμῖν ταχινῶς, ἐπωδύνων νόσων τὰ ἰάματα, καὶ τῶν πταισμάτων τὴν λύσιν, ὦ Καλή θεοδόξαστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (ζήτει τῇ Παρασκευῇ τῆς ζ᾿ Ἑβδομάδος τοῦ Ματθαίου).
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... (μέχρι τῆς Ἀποδόσεως τοῦ Πάσχα).
Ὁ Ν´ (50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον .Ἦχος πλ. β´. Στ. Ἐλέησόν με, ὁ Θεός,...
Σήμερον ἐξέλαμψεν, ὡς ὄρθρος κροκοβαφὴς καὶ πορφυρόχροος, μνήμη ἡ πάμφωτος Καλῆς τῆς θαυματοβρύτου. Νεφέλαι ἐξ οὐρανίων ἁψίδων, σταλάξατε δρόσον ἑωθινὴν, καὶ βουνοὶ σκιρτήσατε, ἐζωγραφημένοι ποικιλοχρώμοις ἄνθεσι τοῦ ἔαρος. Καὶ γὰρ ἡ καλώνυμος ἀδιαλείπτως πρεσβεύει Χριστῷ τῷ Θεῷ, τῷ τῶν καλῶν αἰτίῳ, ὑπὲρ ἡμῶν τῶν αὐτὴν καλλυνόντων ἐν ὕμνοις, ὅπως συνδοξασθῶμεν αὐτῇ, ὅπου τῶν ἀθεάτων τὰ κάλλη, εἰς ἐπουράνιον Παράδεισον.

Οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχὶς: Καλῆς τὸ κάλλος ἀρετῶν ὑμνεῖν θέμις. Τοῦ Κρήτης.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Κατοικτειρήσας ὁ Θεὸς τὴν βρότειον, φύσιν τοῦ γένους ἡμῶν, παρθενικῆς μήτρας, σάρκα προσελάβετο, καὶ παρθενίαν ἔπεισε, μετελθεῖν τοὺς ἀνθρώπους, ἥν ἡ Καλὴ ᾑρετίσατο· διὰ τοῦτο ταύτην ὑμνήσωμεν.
Ἀπὸ γαστρὸς ἡγιασμένον πέφυκας, σκεῦος Χριστοῦ θαυμαστόν· καλωνυμεῖς ὅθεν, ἁρμοδίως, πάνσεμνε, καλοῦ παντὸς ὡς ἔμψυχον, γενομένη δοχεῖον, Καλή, Παρθένων ἀγλάϊσμα· ὅθεν κατὰ χρέος ὑμνοῦμέν σε.
Λελογισένῃ διανοίᾳ, πάνσοφε, τὸ τῶν γηΐνων ῥευστὸν, καὶ τοῦ φθαρτοῦ πλοῦτου, τὴν ἀπάτην ἔγνωκας· διὸ πάντα μετέθηκας, πρὸς Χριστόν, θεοφόρε, ἵνα κερδήσης τὰ μένοντα, ὦ Καλή, Παρθένων τὸ καύχημα.
Θεοτοκίον.
Ἡ τοῦ Μωσέως Σὲ σκηνὴ προέγραψεν, ἐν τῇ ἐρήμῳ Σινᾶ, καὶ Ἀαρὼν ῥάβδος, κιβωτὸς καὶ τράπεζα, Παρθενομῆτορ Δέσποινα, ὧν ἡμεῖς τὰς ἐκβάσεις, ἐν Σοὶ τρανῶς θεωρήσαντες, Θεοτόκον μόνην κηρύσσομεν.

ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Σὺ πειθαρχοῦσα τοῦ Χριστοῦ τῇ ἐντολῇ, θεοφόρε, διεσκόρπισας πεινῶσι τὸν πλοῦτον Βασιλείαν Οὐρανῶν διὸ ἐκληρονόμησας, διὰ τῆς εὐποιΐας, Καλή, πιστῶν τὸ κραταίωμα.
Τὸ πολυτίμητον, Καλή, σὺ κατεσκεύασας, μῦρον ἐκ τεσσάρων ἀρετῶν, θεοφόρε, σωφροσύνης τῆς καλῆς, ἀνδρείας καὶ φρονήσεως καὶ τῆς δικαιοσύνης καὶ κεφαλὴν Χριστοῦ ἤλειψας.
Ὅλον τὸν πόθον πρὸς Χριστὸν ἀναθεμένη, θεόφρον, τὰς τοῦ βίου ἡδονὰς ἀπεκρούσω, καὶ τρυφὴν διηνεκῆ τὰς ἐντολὰς ἐκέκτησο, νηστείαις, ἀγρυπνίαις καὶ εὐποιΐαις σχολάζουσα.
Θεοτοκίον.
Κρίνον εὐῶδες τοῦ ἀγροῦ Σὲ ὁ ποιμαίνων τοῖς κρίνοις καθαρώτατον εὑρών, Θεομῆτορ, κατεσκήνωσεν ἐν Σοὶ καὶ εὐωδίας ἔπλησε τὴν οἰκουμένην ὅλην, τῆς παρθενίας τοῖς κάλλεσιν.

Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σαφῶς, τὰς ἡμῶν διανοίας φωτίζουσα, πανεύφημε, τῶν θαυμάτων ταῖς λάμψεσι, τῶν τιμώντων σοῦ ἀξιόχρεῳς, παρθένε, τὸ μνημόσυνον τὸ ἱερὸν θείοις ὕμνοις, Καλὴ παμμακάριστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Ἀπὸ Θεοῦ χάριν ἐδέξω ἰάσεων καὶ θαυμάτων· ὅθεν καὶ φυράσασα ζύμην, διέδωκας τοῖς πτωχοῖς, ἀλλ᾿ ὁ πλεονάσας τῆς χήρας πάλαι τὸ ἄλευρον, ἐντεύξει τοῦ Ἠλία, καὶ τῆς ζύμης τὸ λεῖπον πλεονάζει, Καλὴ θαυματόβρυτε.
Λόγοις τῶν σῶν, Καλή θαυμάτων τὸ πέλαγος, τίς ἰσχύσει ἀκινδύνως πλεύσασθαι; Ὅμως ἡμεῖς τὴν σὴν ἀρωγὴν ἐπικεκλημένοι, βοήθειαν ἐξαιτούμεθα, ὡς ἂν τῶν σῶν ἐπαίνων βραχυτάτη σχεδίᾳ, πρὸς λιμένας ἀκλύστους ὁρμήσωμεν.
Λώβην μελῶν, ἁρμονιῶν τε παραλύσιν, καὶ ῥευμάτων χύσιν τὴν ἐπώδυνον, παρὰ Θεοῦ εἴληφας ἰσχύν, κόρη, ἐξιᾶσθαι· διὸ ἀκίνητον κείμενον, κλινήρη, παρειμένον τῇ ἀρθρίτιδι νόσῳ, ταῖς εὐχαῖς σου Καλή μὲ θεράπευσον.
Θεοτοκίον.
Οὐσιωθεὶς τὸ καθ᾿ ἡμᾶς ὁ Φιλάνθρωπος, ἐκ Παρθένου ταύτης προελήλυθεν εἷς ἐξ ἀμφοῖν καὶ τερατουργῶν διὰ ἀμφοτέρων, ἡμῶν τὰς νόσους ἰάσατο· Θεοτόκον εἰδότες, καὶ ψυχῇ καὶ τῇ γλώττῃ κηρύττομεν.

ᾨδὴ ε΄. Ἵνα τὶ με ἀπώσω.
Σιαγόνες ὡραῖαι, σοῦ ἐκαλλιώθησαν, Καλὴ πανθαύμαστε, Σολομὼν ὡς γράφει, μελετῶσαι Κυρίου τὰ λόγια, καὶ ὀσμὴ τῶν μῦρων, τῶν προσευχῶν τῶν σῶν ἡνέχθη, εἰς ὀσμὴν εὐωδίας τῷ Κτίστῃ σου.
Ἀκουσάτωσαν πάντες, πρᾶξιν ἀξιέπαινον καὶ θαυμαζέτωσαν, πῶς Καλὴ τὸν ἵππον τοῦ ῥυτῆρος ἐλκύσασα, δέδωκεν ἐκουσίᾳ γνώμῃ τῷ δυστυχούντι στρατιώτῃ, ἐκπληροῦσα Χριστοῦ τὰ προστάγματα.
Ῥευματώδεις τὰς νόσους, καὶ τὰς καχεξίας Χριστός σοι δεδώρηται, ὦ Καλή, τὴν χάριν τῶν πασχόντων ἰᾶσθαι τὰ σώματα· μὴ οὖν ἀποκάμης, ἱλεουμένη τὸν Δεσπότην, παρασχεῖν σωτηρίαν τοῖς κάμνουσιν.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης, καὶ τῆς ἀῤῥωστίας μου νῦν κατακείμενος, ἐκβοῶ Σοι Κόρη, τῇ τεκούσῃ τὸν πάσας ἰώμενον, τῶν ἀνθρώπων νόσους, καὶ τῶν ψυχῶν τὰς ἁμαρτίας, ἐξανάστησον, ἴασαι, σῶσόν με.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτῆρ.
Τὴν εὐσπλαγχνίαν Θεοῦ καὶ τὸ ἀμέτρητον ἔλεος ἐκμιμουμένη, Καλή, πεινῶντας ἐξέθρεψας, γυμνοὺς περιέβαλες, ξένους τε ἀστέγους, εἰσηγάγου εἰς τὸν οἶκον σου.
Ὡς ὁ Ἰώβ, ὀρφανῶν Καλή, σύ μήτηρ γεγένησαι, καὶ τῶν τυφλῶν ὀφθαλμός, πενήτων προμήθεια, κυλλῶν, παρειμένων τε ποὺς καὶ βακτηρία· ὤ τῶν ξένων θαυμασίων σου.
Ναὸς ἐγένου Θεοῦ δι’ εὐποιΐας, πανόλβιε, ὡς λίθους τὰς ἀρετὰς ἐποικοδομήσασα, καὶ ὄροφον πήξασα Καλή, τὴν ἀγάπην, ἧς οὐδὲν σεβασμιώτερον.
Θεοτοκίον.
Υἱὸς ἐκ μόνου Πατρὸς ἀμήτωρ ἄνω γεγέννηται· Υἱὸς ἀπάτωρ ἐν γῇ ὁ Αὐτὸς γεγέννηται, Θεός τε καὶ ἄνθρωπος· ὤ τῆς παραδόξου ἀντιδόσεως τῶν φύσεων!

Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐπὶ γῆς ἐβίωσας, νηστείαις καὶ ἀγρυπνίαις, προσευχαῖς σχολάζουσα, μελέταις θείων λογίων, πράξεσι, καὶ εὐποιΐαις ἀκοπιάστως· νῦν δὲ ζῇς, ἐν οὐρανίοις, ἔνθα σχολάζεις, θεωρίαις καὶ πρεσβείαις, πρὸς τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, ὦ Καλή.
Ὁ Οἶκος.
Θυγάτηρ μὲν ὤφθης τοῦ πρώτου Ἀδάμ· τῷ Δευτέρῳ δὲ συνήφθης ἐκ πράξεως, τὰς ἀρετάς ὥσπερ προῖκα Τούτῳ φέρουσα δαψιλῶς, ἀξιέραστε. Σὺ γὰρ πέφυκας τρανῶς τῶν Παρθένων καύχημα, τῶν ἐλεημόνων τε ἡ ἀρχέτυπος στήλη, ἐν ἐλέει τὸν ἐλεήμονα Νυμφίον σου θεραπεύσασα. Διὰ τοῦτο μεγάλως σὲ ἐδόξασε, διαυγεστάτην πηγὴν ἀναδείξας σε, κρουνοὺς θαυμάτων βρύουσαν καὶ χειμάῤῥους ἰαμάτων ἀενάως ἐκβλύζουσαν. Ἀλλὰ πρέσβευε νῦν πρὸς τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, ὦ Καλή.

Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Καλῆς τῆς Παρθένου, τῆς Ἐλεήμονος καὶ Θαυματουργοῦ.
Στίχοι.
Καλῆς τὶ καλῶν πρωτίστως ἐπαινέσω;
Καλὰ γὰρ ἐν αὐτὴ πολλὰ συνέδραμον.
Κάλλος εἰκάδι δεύτερη καλῶν Καλῆς θέμις ὑμνέειν.
Στίχοι ἕτεροι, εἰς τὸ λείψανον τῆς Ἁγίας Καλῆς, ὑπὸ Μανουὴλ Φιλῆ.
Ὁ πῆχυς οὗτος τῆς Καλῆς τῆς ὀλβίας,
ᾯ τοὺς μίτους ἔνηθε τῆς εὐποιΐας.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις. Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Μόνα τά μένοντα ποθοῦσα, τῶν ῥεόντων τὴν ἀπάτην ἐβδελύξω, καὶ τὴν τρίβον, Καλή, τὴν φέρουσαν εἰς πλάτος, τοῦ Παραδείσου ὥδευσας, τὴν στενὴν καὶ τεθλιμμένην.
Νύμφη καλή, ὡραϊσμένη, τῷ Νυμφίῳ σου Χριστῷ παρισταμένη, ἐν ἐλαίῳ λαμπρῶς, ἅπτουσα τὴν λαμπάδα, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν γνησίως σε τιμώντων.
Ἔστης ἐν μέσῳ τοῦ κλιβάνου, ἀκατάφλεκτος, ὡς πρὶν ἐν Βαβυλῶνι, ἐν καμίνῳ οἱ Τρεῖς, Καλή, ἀναβοῶσα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵλεων, Κόρη, τὸν Κριτήν μου, ἐξιλέωσαι γενέσθαι ἐν τῇ κρίσει, τὴν πληθὺν τῶν πολλῶν, κακῶν μου παραβλέψαι, καὶ τῆς γεέννης ῥύσασθαι τῆς ἐμοὶ ἀποκειμένης.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦ καθαραῖς κινήσεσι, πρὶν λιποῦσα τὴν αἴσθησιν, νῦν διαλυθέντων, τῶν ἐσόπτρων, ἔνδοξε Καλή, προσεχώρησας, ἔνθα τὸ πρῶτον πέφυκε φῶς τῆς ἀμερίστου καὶ Ἁγίας Τριάδος, καὶ βλέπεις τοῦ Νυμφίου, τὸ ἀπρόσιτον κάλλος, Αὐτῷ συνεσομένη ἀπείρους εἰς αἰῶνας.
Θαυματουργεῖς ἑκάστοτε, θεραπεύεις νοσήματα, λύεις τῶν ῥευμάτων, χαλεπὴν ἐπίχυσιν, Καλή παμμακάριστε· ὡς θαυμαστὸς ὁ Κύριος ὄντως, ὁ δοξάζων τοὺς Αὐτὸν φοβουμένους· διὸ μὴ διαλίπῃς ἐκτενῶς δυσωποῦσα, σωθῆναι τοὺς τιμῶντας τὴν σὴν ἁγίαν μνήμην.
Ἐκ τῆς Ἑῴας ἤστραψας, ὥσπερ ἥλιος, ἔνδοξε, καὶ τὴν οἰκουμένην δᾳδουχεῖς τοῖς θαύμασι, Καλὴ πανσεβάσμιε, τὸ τῶν Παρθένων καύχημα, τῶν ἐλεημόνων, ἡ ἀρχέτυπος στήλη, ἁγνείας, σωφροσύνης ἐναπόθετον κάλλος· διὸ Χριστὸν δυσώπει ὑπὲρ ἡμῶν, θεόφρον.
Θεοτοκίον.
Μόνη Παρθένος ἔτεκες, καὶ Παρθένος διέμεινας, ὦ Θεοκυῆτορ Μαριάμ· ἀσπόρως γὰρ τὸν Λόγον συνέλαβες, τὸν Ποιητὴν τῆς κτίσεως· Ὅς καὶ παραδόξως μετατρέπει τὰς φύσεις· διὸ Αὐτὸν δυσώπει οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Σὲ Θεοῦ Μητέρα, πιστῶς ὁμολογοῦντας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδού, Καλή, πλησίον εἶ τοῦ Θεοῦ, ὡς καλή, ὡς ὡραία, ὡς ἄμωμος· μῶμος ἐν σοὶ, ὅλως γὰρ οὐκ ἔστιν ἁμαρτιῶν, τῶν ἀρετῶν δὲ μάλιστα, φέρεις τὰ πρωτόμυρα ἐναργῶς, κιννάμωμον, κασσίαν, καὶ νάρδον καὶ στακτήν τε, ὡς Σολομών φησιν ἐν ᾌσμασιν.
Τοῦ πρώτου μὲν θυγάτηρ ὤφθης Ἀδάμ, τῷ Δευτέρῳ συνήφθης ἐκ πράξεως, τὰς ἀρετὰς, προῖκα Τούτῳ φέρουσα δαψιλῶς, Καλή, παρθένων καύχημα, καὶ τῆς εὐποιΐας τρανῶς εἰκών· διὸ συμβασιλεύεις, νυμφῶσιν ἐν τοῖς ἄνω, νῦν εἰς αἰῶνας τῷ Νυμφίῳ σου.
Κρημνῷ περιπεσόντα με τῶν δεινῶν, καὶ πολλαῖς συμφοραῖς πιεζόμενον, σαῖς προσευχαῖς, θᾶττον ἐξανάστησον, ὦ Καλή, καὶ τῆς συντρόφου λύτρωσαι, νόσου ἤ παράσχου ὑπομονήν, ὡς ἄν πολλῶν πταισμάτων, καθάρσιόν μοι εἴη, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.
Θεοτοκίον.
Τῆς Εὔας Σὺ ἀπέτισας ὀφειλήν, τὸν Δεσπότην τεκοῦσα τῆς κτίσεως, ἄνευ σπορᾶς, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· Ὅν ἐκδυσώπει πάντοτε, σῴζεσθαι τὰ σκῆπτρα τῶν εὐσεβῶν, ἀνάκτων καὶ τῆς Ἄγαρ, ὑπόταξον τοὺς γόνους, ἐν τοῖς ποσὶν αὐτῶν, Πανύμνητε.

Ἐξαποστειλάριον. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Καλή, Ὁσίων σύσκηνε, Παρθένων ἐγκαλλώπισμα, κάλλος ἀπόθετον θεῖον, θαυματουργέ, ἐλεῆμον, πηγὴ ἀόκνως ῥέουσα, τοῖς πάσχουσιν ἰάματα, δόξης δυσώπει Κύριον, τόν σέ δοξάσαντα πάντως, ὑπὲρ ἡμῶν σὲ τιμώντων.
Καὶ τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Παρθενικαῖς ἀγλαΐαις λαμπομένη, Καλὴ παμμακάριστε, σαφῶς γεγένησαι, Παρθένων κλέος πανθαύμαστον, ὡς παρθενίας, καὶ σωφροσύνης ταμεῖον ἄσυλον· ἐντεῦθεν τῷ Κτίστῃ σου, κάλλος ἀπόθετον ἐφάνης, κόρη, καὶ ἄσπιλον, διαυγέστατη πηγὴ καὶ κῆπος ὄντως πολύκαρπος, νύμφη γνησία καὶ παράδεισος πεποικιλμένος· διὸ καὶ πρὸς θάλαμον νοητὸν, ὁ Χριστός σὲ καὶ Νυμφίος ὑπεδέξατο.
Ἡ τοῦ ἐλέους πηγὴ καὶ πάντων Κτίστης, χρηστότητος ἄβυσσος, ὁ μόνος Κύριος, τῇ σῇ καρδίᾳ ἐνέσταξεν, ἔλεον θεῖον, διεπεγείρων πρὸς εὐποιΐαν σέ, Καλὴ ἀξιάγαστε· διὸ καὶ γέγονας τροφὴ πεινώντων ἀνέκλειπτος, προσεπαρκοῦσα, καὶ χορηγοῦσα τούτοις τὰ δέοντα· ὅθεν κλιβάνῳ προσεχώρησας, ἀλλ’ οὐδαμῶς σου τὸ ἔνυλον ἥψατο πῦρ, σαφῶς θαλπομένης, θείᾳ δρόσῳ τῇ τοῦ Πνεύματος.
Σὺ ἐπαξίως τὴν χάριν τῶν θαυμάτων, Ὁσία, ἀπείληφας παρὰ τοῦ μόνου Θεοῦ· καὶ γὰρ τὴν ζύμην φυράσασα, πτωχοῖς ἐδίδους, ἀλλὰ τὸ λεῖπον αὐτῆς ἐπλήθυνας· τὸν ἵππον ἑκόντα δέ, ἀποσκιρτήσαντα, ῥυτῆρος ξένως ἑλκύσασα, τῷ στρατιώτῃ, ἐν ἀθυμίᾳ ὄντι, ἀπέδωκας· καὶ ἀσθενοῦσι τὴν ἀνάῤῥωσιν εὐχερῶς πᾶσι δίδως τοῖς κράζουσιν· ὦ Καλὴ θαυμασία, σαῖς λιταῖς ἡμᾶς ὑγίανον.
Ἀδιαλείπτως τῷ θρόνῳ τοῦ Δεσπότου, Παρθένων σὺν τάγμασι, σεμνή, παρίστασαι, τὰς ἀντιδόσεις ὡς ἄριστα, πλουσιωτάτως, ἐπαπολαύουσα, παμμακάριστε· μεθ᾿ ὧν καὶ τῶν πίστει σου, τὴν ἱερὰν καὶ σεπτὴν, καὶ φωτοφόρον καὶ εὔσημον, καὶ θείαν μνήμην, μνημονευόντων, κόρη, μνημόνευε, παντοίας βλάβης διασῴζουσα, ταῖς ἱεραῖς σου καὶ θείαις ἐντεύξεσιν, ὦ Καλὴ θεοφόρε, τοῦ δολίου πολεμήτορος.
Δόξα.Ἦχος πλ. α´.
Τοὺς Προπάτορας ἐζήλωσας, τοῖς ἐκείνων ἴχνεσι πιστῶς, Ὁσία, ἀκολουθήσασα. Οὐ γὰρ ἐπελανθάνου τῆς φιλοξενίας, δι᾿ ἧς τινες ἔλαθον Ἀγγέλους ξενίσαντες, ὡς Ἀβραὰμ ὁ φιλόθεος. Ὡς ὁ Ἰὼβ δέ, ὀρφανομήτωρ ἐγένου, τυφλῶν ὀφθαλμός, παρειμένων, κυλλῶν τε ποὺς καὶ βακτηρία. Πλεονάζεις αὖθις τὸ λεῖπον τῆς ζύμης, ἥν φυράσασα διέδωκας πτωχοῖς, ὥσπερ πάλαι ἐντεύξει Ἠλιοὺ οὐκ ἠλαττονήθη τῆς χήρας τὸ ἄλευρον. Καὶ ὡς Τρεῖς Παῖδες Ἀβραμιαῖοι ἐν Βαβυλωνὶᾳ καμίνῳ, ἔστης ἐν μέσῳ κλιβάνου ἀκαταφλεκτος. Ὅθεν πρέσβευε τῷ Θεῷ τῶν Πατέρων ἡμῶν, Καλὴ ἀλεξίκακε, ἵνα καὶ ἡμεῖς ἐνθαλπόμενοι κόλποις Ἀβραάμ, ἀτελευτήτως εὐφραινώμεθα σὺν Λαζάρῳ πένητι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις, τῶν Παρθένων ἡ καλλονή, ἐνδεῶν, ἀπόρων ὁ ἀκένωτος θησαυρός, τῶν δεινῶς πασχόντων ἰάτραινα ἀρίστη, Καλὴ Ὁσιωτάτη, λάμπουσα θαύμασι.

Δίστιχον.
Καλὴ καλλίστη γυναικῶν Ἰωάννης,
Ὡς ῥόδον εὐλαβείας, ὕμνους προσφέρει.

 

 




[1] Παρά τό γεγονός, ὅτι εἰς τούς στίχους μνημονεύεται κάποιος Ἰωάννης, ἡ Ἀκολουθία τῆς Ἁγίας ἀποδίδεται εἰς τόν Μητροπολίτη Κρήτης Νικηφόρο Μοσχόπουλο (τέλη 13ου - ἀρχάς 14ου αἰ.), ὡς πλησιέστερο εἰς τήν ἐποχή συντάξεως τῶν χειρογράφων (15ος – 16ος αἰ.).
 

Ἐγκώμια εἰς τόν ΤΙΜΙΟΝ ΣΤΑΥΡΟΝ, γ. Ἰσιδώρας

         Στάσις Α΄. Ἀκροστιχίς· Ξύλον τὸ πανάγιον προσκυνῶ.
Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Ἡ ζωὴ τῶν πάντων, ἐν τῷ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.
Ξενοτρόπως Λόγον, καὶ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐν γῇ μετὰ σαρκὸς ἐνδημήσαντα, ἐπεδόξασας Πανάγιε Σταυρέ.
Ὑψωθεὶς ἐν τόπῳ, τοῦ κρανίου Σταυρέ, τὴν γῆν πᾶσαν εὐλογεῖς τῇ σῇ χάριτι, καὶ τοῖς πᾶσιν ἐφαπλοῖς τὰς δωρεάς.
Λυτρωτὴν τοῦ κόσμου, καὶ Σωτῆρα Χριστόν, τὸν Ἀδὰμ ἐν Παραδείσῳ εἰσάξαντα, ἐπεβάστασας πανέντιμε Σταυρέ.
Οὐρανῶν δυνάμεις, σὲ κυκλοῦσι Σταυρέ, τὸν Δεσπότην τοῦ παντὸς εὐλαβούμεναι, καὶ πιστῶς σὲ προσκυνοῦσι γηγενεῖς.
Νεουργεῖ τὴν φύσιν, τὴν φθαρεῖσαν τὸ πρίν, τῇ πικρᾷ τοῦ ξύλου γεύσει ὁ Κύριος, διὰ σοῦ ξύλον πανένδοξον Σταυροῦ.
Τρόπαια τῆς νίκης, σῇ δυνάμει Σταυρέ, ἐπεγείρονται καὶ δαίμονες πίπτουσι, καὶ θρηνεῖ τῶν δυσμενῶν πᾶσα πληθύς.
Ὁ τὴν κτίσιν πᾶσαν, καταυγάζων φωτί, τὰς ἀκτῖνας συνεσκότασεν ἥλιος, Βασιλέα κατιδὼν ἐν τῷ Σταυρῷ.
Πλοῦτον ἀπολαύει, διὰ σοῦ ὦ Σταυρέ, ὅν ἀπώλεσε Ἀδὰμ καὶ ἐνδύεται, ἀφθαρσίας τὴν θεότευκτον στολήν.
Ἄσμασιν ἐνθέοις, σὲ ὑμνοῦμεν Σταυρέ, Ὑπερύμνητον λατρεύοντες Κύριον, τὸν ἐν σοὶ ἀναρτηθέντα δι’ ἡμᾶς.
Νηστευόντων πέλεις, ἡ ἰσχὺς ὦ Σταυρέ, ἀγρυπνούντων ἀδιάσειστον ἔρεισμα, εὐσεβούντων ἀντιλήπτωρ τε θερμός.
Ἄνακτι τὸ πάλαι, συμμαχήσας Σταυρέ, τῶν βαρβάρων κατεβλήθη τὸ φρύαγμα, καὶ ὑψώθη κέρας ἅπαν τῶν πιστῶν.
Γένος τῶν ἀνθρώπων, γόνυ κάμπτει πιστῶς, τῇ δυνάμει σου Σταυρὲ πανσεβάσμιε, προσκυνῶν καὶ μεγαλύνων σὲ ἀεί.
Ἱερέων χεῖρες, σὲ ὑψοῦσι Σταυρέ, ἀνυμνοῦντες τὸν τὰς χεῖρας ἁπλώσαντα, διεστῶτά τε συνάψαντα ἐν σοί.
Ὄλβιόν σε ξύλον, τῆς ζωῆς θησαυρόν, τὸν ἀτίμητον βαστάσαν ἐν πίστει σε, μακαρίζω τρισμακάριστε Σταυρέ.
Νέφος τῆς ἀγνοίας, ἀπελαύνεις Σταυρέ καὶ φωτίζεις οἰκουμένης τὰ πέρατα, ταῖς ἀχράντοις τῶν ἀκτίνων σου βολαῖς.
Πυλωροὶ τοῦ Ἅδου, σὲ ἰδόντες Σταυρέ, ἐπικράνθησαν· νεκροὺς γὰρ ἀπώλεσαν, οὕς κατεῖχον ἀπ’ αἰῶνος ἐν δεσμοῖς.
Ῥητορεύσεις πᾶσαι, Προφητῶν ἐπὶ σοί, πολυθρύλητε Σταυρὲ πέρας ἔλαβον· ὑποπόδιον ἐγένου γὰρ Θεοῦ.
Ὀλεθρίων στίφη, δειματοῦνται ἐν σοί, καὶ πληθὺς τῶν πιστευόντων ἀγάλλεται, χαροπάροχε καὶ Τίμιε Σταυρέ.
Σοφιστῶν τὰ χείλη, κοσμοσῶστα Σταυρέ, ἐνεφράγησαν τῇ θείᾳ σοφίᾳ σου, καὶ μωρία διηλέγθη τῶν ἐθνῶν.
Κέδρων πᾶσα φύσις, ἐπαγάλλου ἀεί· ἐν τῷ ξύλῳ σου Θεὸς γὰρ ἀνήρτηται, τὸν Ἀδὰμ συνανυψώσας ἐκ φθορᾶς.
Ὕδατα τὸ πάλαι, τὰ πικρὰ τῆς Μεῤῥᾶς, τῇ προσψαύσει τοῦ Σταυροῦ ἐγλυκάνθησαν, ὁ Θεόπτης ὅν ἐπέῤῥιψε Μωσῆς.
Νότος καὶ ἡ Δύσις, σὲ αἰνοῦσι πιστῶς, καὶ Ἑῴα καὶ Βοῤῥᾶς προσκυνοῦσί σε· πᾶσαν κτίσιν ἁγιάζεις γὰρ Σταυρέ.
Ὦ χαρίεν ξύλον, τὸ βαστάσαν ἐν σοί, τὸν Πανάγιον Θεόν με ἁγίασον, προσκυνοῦντά σε ἐν χείλεσι ψυχῆς.
Δόξα. Τριαδικόν.
Ἄναρχον Πατέρα, καὶ Υἱὸν σὺν Αὐτῷ, τὸν συνάναρχον πιστοὶ προσκυνήσωμεν, σὺν τῶ Πνεύματι τῷ θείῳ καὶ σεπτῶ.
Καὶ νῦν. Θεοτοκίον.
Παραδείσου πύλη, ἥν ῥομφαίᾳ Ἀγνή, τῇ φλογίνῃ Χερουβὶμ διεφύλαττον, διηνοίχθη τῷ Σταυρῷ τοῦ Σοῦ Υἱοῦ.
Καὶ πάλιν.
Ἡ ζωὴ τῶν πάντων, ἐν τῷ ξύλῳ Χριστέ, προσηλώθης καὶ ζωὴν τὴν αἰώνιον, ἐκπηγάζεις τοῖς πιστεύουσι εἰς Σέ.

Στάσις Β΄. Ἀκροστιχίς: Ἐν ᾧ οἱ πόδες Σου ἔστησαν Κύριε.
Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου· ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται, καὶ ἠνέωκται Βασίλειον Ζωῆς.
Ἔθνη τὰ τὸ πρίν, βυθισθέντα ἀγνωσίας σκότει, φῶς ἀληθινὸν κατεῖδον καὶ ἄδυτον, διὰ σοῦ, ὦ φωτοπάροχε Σταυρέ.
Νάμασι Σταυρέ, θεοῤῥύτοις τὰς ψυχὰς ἀρδεύεις, καὶ τὴν πρὶν ξηρὰν κατάκαρπον ἔδειξας, εὐλογίας ὡς φυτὸν ἀειθαλές.
Ὥσπερ θησαυρόν, καὶ ἀσύλητον ζωῆς ταμεῖον, ἐκ λαγόνων γῆς Ἑλένη ἀνεῦρέ σε, τιμιώτατε καὶ ἄφθορε Σταυρέ.
Ὅπλον κατ’ ἐχθρῶν, ἀπροσμάχητον Σταυρὲ ὑπάρχεις, τούτων πανσθενῶς συντρίβον τὰς φάλαγγας, καὶ τὴν νίκην χαριζόμενον πιστοῖς.
Ἴνδαλμα σαθρόν, τὸ τῆς πλάνης κραταιῶς καθεῖλες, Τίμιε Σταυρὲ πεσόντων ἡ ἔγερσις, ἰσταμένων συμμαχία τε στεῤρά.
Πύλας τῆς Ἐδέμ, τὰς κλεισθείσας τῇ τοῦ ξύλου γεύσει, Ξύλον τοῦ Σταυροῦ καὶ πάλιν ἠνέωξε, τῇ εὐσπλάγχνῳ τοῦ Θεοῦ ἡμῶν βουλή.
Ὄμμασι ψυχῆς, ἀτενίσωμεν Σταυρὸν τὸν θεῖον, ἥλιος Χριστὸς ἐν ᾧ ὄμμα ἔμυσε, καὶ ἡλίου συνεσκότασε τὸ φῶς.
Δύναμις Σταυρέ, ἡ ἀήττητος Θεοῦ ὑπάρχεις, τὸν γὰρ ἰσχυρὸν καὶ βύθιον δράκοντα, κατεβύθισας ἐν αἵματι Χριστοῦ.
Ἔφαναν ἐν γῇ, ἀστραπαὶ θεότητός Σου Λόγε, ξύλῳ τοῦ Σταυροῦ σαρκὶ κρεμαμένου Σου, καὶ ἡ κτίσις ἐσαλεύθη Λυτρωτά.
Στίγματα Χριστέ, τῇ σαρκί σου ἐν Σταυρῷ ὑπέστης, λόγχῃ τε πλευρὰν ἐνύγης καὶ ἔβλυσε, σὺν τῷ αἵματι τὸ ὕδωρ τῆς ζωῆς.
Στίφη ὦ Σταυρέ, δειματοῦνται διὰ σοῦ δαιμόνων, καὶ Ἀγγελικοὶ χοροὶ ὕμνον μέλπουσι, ἀσιγήτως τῷ τῆς δόξης Βασιλεῖ.
Ὄψονται λαοί, τὸ σωτήριόν Σου Θεοῦ Λόγε, πᾶσαι πατριαὶ ἐθνῶν τε σκιρτήσουσι, τὸν Σταυρόν Σου προσπτυσσόμενοι πιστῶς.
Ὕβρεις καρτερῶν, καὶ ὀνείδη Ζωοδότα φέρων, ῥάπισμα χειρὶ ἐδέξω ἥν ἔπλασας, καὶ Σταυρὸν καὶ τὴν θεόσωμον Ταφήν.
Εὔφρανον πιστούς, τῇ δυνάμει τοῦ Σταυροῦ Σου Σῶτερ, καὶ τῶν λυπηρῶν τὰ νέφη διάλυσον, θείας νίκας χορηγῶν τῷ Βασιλεῖ.
Σκέπασον ἡμᾶς, ὁρατῶν ἐξ ἀντιπάλων Λόγε, βέλη νοητῶν ἐχθρῶν τε κατάσβεσον, τῇ ῥομφαίᾳ τοῦ Σταυροῦ Σου Δυνατέ.
Τεῖχος εἶ Σταυρέ, τὸ στεῤῥότατον παντὸς τοῦ κόσμου, πόλεις καθελὼν ἐχθροῦ κοσμοκράτορος, καὶ τειχίζων διανοίας τῶν πιστῶν.
Ἥλους προσκυνῶ, δι’ ὧν ὤρυξαν Σοῦ Σῶτερ χεῖρας, ἐν Σταυρῷ καὶ πόδας Μακρόθυμε, καὶ ἰάθη ἐκ τοῦ ἄλγους ὁ Ἀδάμ.
Στήριξον ἡμᾶς, ἐν τῷ φόβῳ Σου ὁ γῆν σαλεύσας, ὅτε ἐν Σταυροῦ τῷ ξύλῳ Σὲ ἔπηξαν, τῆ χειρί Σου πᾶσαν κτίσιν δὲ κρατῶν.
Ἄθροισμα πιστῶν, σὲ προσπτύσσονται Σταυρὲ Κυρίου, καὶ Ἀγγελικοὶ χοροὶ ἐν φόβῳ κυκλοῦσί σε, ὡς τὸ σκῆπτρον Βασιλεώς τ’ Οὐρανοῦ.
Νέκρωσον Σταυρέ, τῶν παθῶν ἡμῶν τὴν τυραννίδα, ὁ τὸν νεκρωτὴν τοῦ ᾏδου δεξάμενος, καὶ ζωῆς ἐν σοὶ πηγὴν τὸν Ἰησοῦν.
Κράτει σου Σταυρέ, κατεπόθη τῆς φθορᾶς τὸ κράτος, καὶ οἱ γηγενεῖς Θεῷ κατηλλάγημεν, γεγονότες ἀφθαρσίας κοινωνοί.
Ὕψωσε Μωσῆς, τὸν χαλκοῦν ἐν τῇ ἐρήμῳ ὄφιν, προδιατυπῶν Θεὸν τὸν ἐν μέσῳ σου, ὑψωθέντα ὦ Πανάγιε Σταυρέ.
Ῥάβδῳ Μωϋσῆς, διεβίβασεν Ἰσραηλίτας, ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ τὸν πάνσεπτον, διαγράψας καὶ ἀήττητον Σταυρόν.
Ἴδον τὸν Σταυρόν, τὰ ἀλλόφυλα τὸ πάλαι ἔθνη καὶ ὁλοσχερῶς ἐν τούτῳ ἡττήθησαν, ἥν ἀνύψωσε Ἰησοῦς ὁ τοῦ Ναυῆ.
Ἔλαμψε Σταυρός, Κωνσταντίνῳ Βασιλεῖ τὸ πάλαι, ἐν τῷ οὐρανῷ φωτὸς ἐναργέστερον, καὶ ἐθάῤῥυνε λαὸν τὸν εὐσεβῇ.
Χαίροις τῆς χαρᾶς, τῆς ἀλήκτου ὦ Σταυρὲ ταμεῖον· χαίροις τῆς ζωῆς τῆς θείας ὁ πρόξενος, καὶ θαυμάτων οὐρανίων παροχεῦ.
Δόξα. Τριαδικόν.
Ἄναρχον ἀρχήν, τὸν Πατέρα, τὸν Υἱὸν καὶ Πνεῦμα, τὸ ἰσοσθενὲς πιστοὶ καὶ ὁμότιμον, προσκυνήσωμεν Θεὸν τὸν ἀληθῆ.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε ἀεί, τῷ Υἱῷ Σου καὶ Θεῷ Παρθένε, τῷ ὑπὲρ ἡμῶν Σταυρὸν ὑπομείναντα, τῶν πταισμάτων δοῦναι πᾶσι ἱλασμόν.
Καὶ πάλιν.
Ἄξιον ἐστί, μεγαλύνει σε Σταυρὲ Κυρίου, ᾍδου τυραννὶς ἐν σοὶ γὰρ κατήργηται καὶ ἠνέωκται Βασίλειον Ζωῆς.

Στάσις Γ΄. Ἀκροστιχίς: Σωτηρίας πρόξενον τῆς αἰωνίου. Ἰσιδώρας.
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.
Σταύρωσιν Θεέ μου, ὑπέμεινας ἐν ξύλῳ, Ἀδὰμ ἵνα θεώσῃς.
Ὡς βότρυς ζωηφόρος, γλυκὺ καὶ θεῖον νᾶμα, Σταυρὸς ἡμῖν προχέει.
Τάξεις τῶν Ἀγγέλων, Σταυρὸν δορυφοροῦσιν, ἐν ᾧ Χριστὸς ἐτάθη.
Ἥλιος ἀκτῖνας, συνέστειλε τὸ Πάθος, αἰδούμενος τοῦ Κτίστου.
Ῥεῖθρα ἀενάου, ζωῆς ἡμῖν βλυστάνει, Σταυροῦ τὸ θεῖον ξύλον.
Ἰσχὺς κατὰ δαιμόνων, παθῶν τε πολυτρόπων, Σταυρὸς Χριστοῦ ὑπάρχει.
Ἄνακτι τῷ θείῳ, τὰς νίκας ἐδωρήσω, Σταυρὲ Χριστοῦ ἐν μάχαις.
Σπόγγον σοι προσῆξαν, χολῆς καὶ ὄξους πλήρη, ἐν τῷ Σταυρῷ Σωτήρ μου.
Πύλαι καὶ τὰ κλεῖθρα, ἐθραύσθησαν τοῦ ᾍδου, Χριστοῦ Σταυρῷ παγέντος.
Ῥάβδον σωτηρίας, στεῤῥάν τε βακτηρίαν, Σταυρὸν πιστοὶ πλουτοῦμεν.
Ὅπλον καὶ ἀσπίδα, κατέχομεν τὸ ξύλον, Σταυροῦ κατ’ ἐναντίων.
Ξίφος ἀποτέμνον, τὰς κέφαλας δαιμόνων, Σταυρὸς ἐστὶ Κυρίου.
Ἔλεγχος Ἑβραίων καὶ πάντων τῶν ἀπίστων, Σταυρὲ Κυρίου πέλεις.
Νεῖλος ὥσπερ ἄλλος, Σταυρὲ χαρίτων ῥεῖθρα, προχέεις ἀκενώτως.
Ὄμματα καρδίας, αὐγάζει ξενοτρόπως, Σταυρὸς Χριστοῦ ὁ μέγας.
Νάρδος ὡς τιμία, Σταυρὸς εὐωδιάζει, ψυχὰς πιστῶν ἐνθέως.
Τεῖχος εὐσεβούντων, ἀπόρθητον ὑπάρχεις, Σταυρὲ κατὰ βαρβάρων.
Ἥπλωσε παλάμας, Χριστὸς ἐθελουσίως, Σταυροῦ τῷ θείῳ ξύλῳ.
Στίγματα σαρκί σου, τῇ ἀκηράτῳ Λόγε, ἐν τῷ Σταυρῷ ὑπέστης.
Ἄληκτον παρέχεις, καὶ θείαν εὐφροσύνην, Σταυρὲ τοῖς σὲ τιμῶσι.
Ἰάσεων εἰργάσω, Θεὸν τοῖς σὲ τιμῶσι, Σταυρὲ Χριστοῦ παμμάκαρ.
Ὤρυξαν τοῖς ἥλοις, χεῖράς Σου καὶ πόδας, Χριστὲ Σταυροῦ ἐν ξύλῳ.
Νυγείσης τῆς πλευρᾶς Σου, τῇ Λόγχῃ Πανοικτίρμον, ζωῆς ἐῤῥύη ὕδωρ.
Ἰδών Σε Ζωοδότα, Ληστὴς ἐπὶ τοῦ ξύλου, τὸ Μνήσθητι ἐβόα.
Ὅρμον τῆς εἰρήνης, τῆς θείας εὕρομέν σε, Σταυρὲ γαληνηφόρε.
Ὕψωσε τὸν ὄφιν, Μωσῆς ἐν τῇ ἐρήμῳ, Σταυροῦ τυπώσας κέρας.
Ἰάσεις ἀναβλύζων, ψυχῶν τε καὶ σωμάτων, Σταυρὲ τροπαιοφόρε.
Σκῆπτρον Βασιλέως, τοῦ οὐρανίου πέλεις, Σταυρὲ σημειοφόρε.
Ἰκρίῳ προσεπάγης, τοῦ ξύλου Θεοῦ Λόγε, καὶ πέπτωκεν ὁ πλάνος.
Δυνάμεις αἱ τοῦ σκότους, ἐτρόμαξαν ὁρῶσαι, Σταυρὸν τὸν φωτοφόρον.
Ὡς χρυσὸς προῆλθε, ἐκ τῶν τῆς γῆς ταμείων, Σταυρὸς ὁ λαμπροφόρος.
Ῥάβδῳ τοῦ Σταυροῦ σου, ἐπέζευσε λαός Σου, τὴν Ἐρυθρὰν ἀβρόχως.
Ἄλγος Πρωτοπλάστων, Σταυρῷ Σου Ἐλεῆμον, εἰς χαρμονὴν ἐτράπη.
Σβέννυσι τὴν φλόγα, ῥομφαίας τῆς πυρίνης, Σταυρὸς ὁ τροπαιοῦχος.
Χαίροις θεῖον Ξύλον, καὶ πάνσεπτον Κυρίου, Σταυρὲ θαυμάτων κρήνη.
Δόξα. Τριαδικόν.
Σέβω τῆς Τριάδος, τὴν μίαν Βασιλείαν, Πατέρα, Λόγον, Πνεῦμα.
Καὶ νῦν. Θεοτοκίον.
Στάμνον ζωηφόρον, τοῦ μάννα ἔγνωμέν Σε, Μαρία Θεοτόκε.
Καὶ πάλιν
Αἱ γενεαὶ νῦν πᾶσαι, πίστει προσκυνοῦσι, Σταυρὸν τὸν ζωηφόρον.
 
Εὐλογητάρια. Ἦχος πλ. α΄.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τῶν ἀνθρώπων τὸ γένος, ἐκ φθορᾶς διασῶσαι, βουληθεὶς Εὐεργέτα, κατεδέχθης ἐπὶ γῆς, ἐξ Ἁγνῆς σαρκωθῆναι καὶ ἐν τῷ Σταυρῷ ἀνελθεῖν Μακρόθυμε, καὶ ἐν τούτῳ πάθη βαστάσαι Ἄχραντε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Θείᾳ Λόγχῃ, τὴν πλευρὰν τὴν ἄχραντον, Παντοδύναμε ἐνύγης, καὶ ἐκ ταύτης ὡς ἐκ κρήνης ἔῤῥευσαν, σὺν τῷ αἵματι ὕδωρ τὸ θεῖον, Βάπτισμα πιστοῖς δωρούμενος ἅγιον, Οὐρανῶν δὲ Βασιλείαν αἰώνιον.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ἥλοις Σωτήρ, τὰς Σὰς χεῖρας ἔτρωσαν, καὶ τοὺς πόδας Σου ἐπὶ τοῦ ξύλου· ὅθεν ἄλγος τοῦ Ἀδὰμ ἰατρεύται, τῆς ξύλου βρώσεως πικρᾶς, αἵματι τιμίῳ Σου, ἀτελεύτητον δὲ εὐφροσύνην ἔλαβεν.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ὕβρεις πικράς, παρὰ πάντων ἤκουσας, ὁ αἰνούμενος ὑπὸ Ἀγγέλων, ἐραπίσθης τῇ χειρὶ ἥν ἔπλασας, καὶ χλεύης, κάλαμον χερσί, ἔφερες, Μακρόθυμε, τὸ χειρόγραφον δὲ τοῦ Ἀδὰμ διέῤῥηξας.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Τὸ ἀκάνθινον στέφος, κεφαλὴν ἐπετίθουν, τῇ ἀχράντῳ Σου Σῶτερ Ἰουδαῖοι, καὶ σπόγγον χολῆς, πεπλησμένον καὶ ὄξους, ἔδωκαις πιεῖν, καὶ χλαῖναν ἐφόρεσας, Βασιλεὺς ὤν τῶν ἀπάντων καὶ Κύριος.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά Σου.
Ὁ ληστὴς ἐν τῷ ξύλῳ, Μνήσθητί μου βοήσας, μετὰ πίστεως Σῶτερ εἰσηκούσθη, καὶ πρῶτος Ἐδέμ, ποθεινῆς ἀπολαύει· τούτου ταῖς εὐχαῖς, σωθῆναι ἀξίωσον, τοὺς πιστῶς Σοι ἐκβοώντας τὸ Μνήσθητι.
Δόξα. Τριαδικόν.
Τρισυπόστατον κράτος, τῆς μιᾶς θεαρχίας, οἱ πιστοὶ προσκυνοῦμεν, σὺν Πατρὶ τὸν Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, χείλεσι ψυχῆς, ᾄδοντες τὸ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν γαστρί Σου ἁγία, ἀποῤῥήτως ὁ Λόγος, τοῦ Πατρὸς συνεσχέθη, καὶ ἀνθρώπων τῷ γένει, ἡ κατάρα τῆς Εὔας, ἔπαυσεν Ἁγνή· ἤνθησεν ἡ χάρις δέ, διὸ πάντες ὁμοῦ Σοὶ χαῖρε, ᾄδομεν.

Ἐγκώμια ἕτερα. Ἀκροστιχίς: Χαίροις Σταυρὲ τῆς ζωῆς τὸ ξύλον. Ἰσιδώρας.
Ἦχος γ΄. Ἀκατάληπτον ἐστί.
Ἀκατάληπτον ἐστί, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, κοσμοπόθητε Σταυρέ.
Χαριτόβρυτος πηγή, τῆς ζωῆς τῆς ἀληθοῦς, σὺ ὑπάρχεις ἀψευδῶς, χαροπάροχε Σταυρέ.
Ἁγιόπρωτε Σταυρέ, Ἐκκλησίας τοῦ Χριστοῦ, βάσις πέλεις ἀῤῥαγής, τῶν πιστῶν τε στηριγμός.
Ἰατρείον τῶν παθῶν, καὶ λουτρὸν ἁμαρτιῶν, καὶ ἀκέστωρ ἀσθενῶν, σὺ εἶ πάνσεπτε Σταυρέ.
Ῥώννυται ἐν τῷ Σταυρω, τῷ τιμίῳ ἀληθῶς, τραῦμα μέγα τοῦ Ἀδάμ, αἵματι τῷ τοῦ Θεοῦ.
Οὐρανός τε καὶ ἡ γῆ, συνευφραίνονται ὁμοῦ, ἐν σοὶ Τίμιε Σταυρέ, οἰκουμένης γλυκασμέ.
Ἰουδαίων ὁ λαός, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἐθανάτωσε πικρῶς, τὸν Δεσπότην τοῦ παντός.
Σκιογράφου τὴν ἀχλύν, νόμου ἔπαυσε Σταυρός, ὡς τῆς χάριτος πηγή, σκότους τε φυγαδευτήρ.
Σκέπασον ἡμᾶς Σταυρέ, ἀοράτων ἐξ ἐχθρῶν, καὶ παντοίων συμφορῶν, ἄγρυπνος ὡς φυλακτήρ.
Ἀκηράτου ἐκ πλευρᾶς, κεντηθείσης Σου Χριστέ, θείᾳ Λόγχῃ ἐν Σταυρῷ, ὕδωρ ἔῤῥευσε ζωῆς.
Ὑψωθέντος Σου Χριστέ, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ἀνυψώθη τῶν βροτῶν, ἡ πεσοῦσα φύσις πρίν.
Ῥήγνυται ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ παντελῶς, τῆς πικρᾶς παρακοῆς, τὸ χειρόγραφον ἡμῶν.
Ἐνεδύθημεν στολήν, θείας δόξης οἱ θνητοί· ὁ Θεὸς καὶ γὰρ γυμνός, τέθνηκεν ἐν τῷ Σταυρῷ.
Τῶν Μαρτύρων ἡ ἰσχύς, Ἀποστόλων διδαχή, καὶ προφητειῶν σφραγίς, σὺ εἶ πάντιμε Σταυρέ.
Ἡλιόμορφε Σταυρέ, Ἐκκλησίας φῶς γλυκύ, φώτισον ἡμῶν τὸν νοῦν, ἐπιγνῶναι τὸν Θεόν.
Σημειώσει σου Σταυρέ, ἡ δαιμόνιος πληθύς, φυγαδεύεται εὐθύς, τρέμουσα τὴν σὴν ἰσχύν.
Ζεῦγος Πρωτοπλάστων πρίν, τῆς Ἐδὲμ ἐξορισθέν, πάλιν εὗρε τὴν ζωήν, διὰ σοῦ Σταυρὲ Χριστοῦ.
Ὡς εὐώδης θησαυρός, ἐκ λαγόνων τῶν τῆς γῆς, πεφανέρωται ἡμῖν, ὁ Πανάγιος Σταυρός.
Ἠνεῴχθη τῷ Ληστῇ, ὁ Παράδεισος εὐθύς, μνήσθητί μου ἐν Σταυρῷ, ὡς ἐβόησε πιστῶς.
Στῦλος πάλαι τοῦ πυρός, ὁδηγῶν τὸν Ἰσραήλ, ἐν ἐρήμῳ θαυμαστῶς, προετύπου σε Σταυρέ.
Τὸν Σταυρόν Σου προσκυνῶν, καὶ τὰ Πάθη Σου τιμῶν, τὴν Ἀνά-στασιν τὴν Σὴν, μεγαλύνω Λυτρωτά.
Ὁμοφώνως οἱ λαοί, ἀνυμνήσωμεν πιστῶς, τὸν Ζωοποιὸν Σταυρόν, ἐν ᾧ τέθνηκε Χριστός.
Ξίφος πέλεις κατ’ ἐχθρῶν, μυριόνικε Σταυρέ, εὐτονία Ἀθλητῶν, καὶ ἰσχὺς τῶν ἀσθενῶν.
Ὑποπόδιον ποδῶν, σὺ εἶ πάνσεπτε Σταυρέ, Βασιλέως τοῦ παντός, καὶ ἐδόξασας Αὐτόν.
Λευκοφόρον ὁ Ἀδάμ, ἐνεδύσατο στολήν, αἵματι τῷ θεϊκῷ, κενωθέντι ἐν Σταυρῷ.
Ἰακὼβ ἐπευλογῶν, παῖδας τούτου ἐναλλάξ, προετύπου τοῦ Χριστοῦ, τὸν τετραμερῆ Σταυρόν.
Στέφανον ἐξ ἀκανθῶν, κατεδέχθης Ἰησοῦ, ὅπως παύσῃς δι’ ἡμᾶς, ἀκανθῶν συναγωγήν.
Ἱερέων ταῖς χερσί, ἀνυψούμενος Σταυρέ, εὐλογεῖς θεοπρεπῶς, γῆν ἥν ἔπλασας χειρί.
Δίψαν σβέσαι τῶν βροτῶν, τὴν ἐκ τῆς παρακοῆς, ἔπιες ἐν τῷ Σταυρῷ, Σῶτερ ὄξος καὶ χολήν.
Ὡσεὶ βότρυς τῆς ζωῆς, βλύζεις πάνσεπτε Σταυρέ, νᾶμα θείου γλυκασμοῦ, καὶ ἀδάπανον τρυφήν.
Ῥάβδῳ πλήξας τοῦ Σταυροῦ, ὁ Μωσῆς τὴν Ἐρυθράν, κατεξήρανε βυθόν, καὶ διέβη ὁ λαός.
Ἀγλαΐαις θεϊκαῖς, λάμπεις ὅλβιε Σταυρέ, καὶ αὐγάζεις νοητῶς, τὰς καρδίας τῶν πιστῶν.
Σκεῦος θείων δωρεῶν, καὶ ταμεῖον τῆς ζωῆς, πλοῦτός τε καὶ στολισμός, σὺ εἶ πάνσεπτε Σταυρέ.
Χαίροις λέγομεν ἀεί, ἁγιώτατε Σταυρέ, Βασιλέων κορωνίς, καὶ Πατριαρχῶν στολή.
Δόξα. Τριαδικόν.
Ὁμοούσιον Πατρί, τὸν Υἱὸν δοξολογῶ, καὶ τὸ Πνεῦμα τὸ εὐθές, Τρισυπόστατον Ἀρχήν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἀσπόρου Σου γαστρός, ὁ Δεσπότης τοῦ παντός, σάρκα ἔλαβε θνητήν, Μητροπάρθενε Ἁγνή.
Καὶ πάλιν.
Ἀκατάληπτον έστί, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, κοσμοπόθητε Σταυρέ.