Τρίτη, 1 Αυγούστου 2017

Χαιρετισμοί Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

     Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
ς ἀντιλήπτωρ καὶ θερμὸς προστάτης ἔνδοξε, ἀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι· διὸ ἄσμασιν Γεώργιε θεοφόρε, εὐφημοῦμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τὸν προστάτην προστρεχόντων συμπαθέστατον, ἀνακράζοντες·
Χαίροις Πάτερ Γεώργιε.
 
γγελος οὐρανόφρων ἐγνωρίσθης ἐν κόσμῳ, Γεώργιε Ἱερομάρτυς Κυρίου (ἐκ γ΄)· τὸ δὲ σῶμά σου ἄφθαρτον μένον καὶ εὐωδίαν βλύζον ἀένναον, ἐξιστᾶ τοὺς ὁρῶντας καὶ πείθει βοᾶν πρὸς σὲ τοιαῦτα·
Χαῖρε, ἡ δόξα τῶν Ἱερέων·
χαῖρε,  τὸ κλέος τῶν Ἀθλοφόρων.
Χαῖρε, ἄστρον τὸ νεόφυτον, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε,  ξίφος τὸ ἀμφίστομον, τῆς μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐν Ἱερεῦσι ἐμπρέπεις·
χαῖρε,  ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, Νεαπόλεως ἀδιάσειστος στῦλος·
χαῖρε,  ὁ τοῦ Κυρίου γνησιώτατος φίλος.
Χαῖρε, ἀστὴρ ὁ νέος τῆς πίστεως·
χαῖρε,  λαμπτὴρ τῆς δόξης τοῦ Κτίσαντος.
Χαῖρε, Ναοῦ Εὐσταθίου λαμπρότης·
χαῖρε,  λαοῦ τοῦ πιστοῦ σου φαιδρότης.
Χαίροις, Πάτερ Γεώργιε.
 
Βλέπουσα ἡ πληθὺς τῶν ἀνθρώπων, τὸ θαῦμα τοῦ σεπτοῦ σου λειψάνου, σὺν πόθῳ, τὴν ἀένναον χάριν καὶ ἰάσεων παροχήν, γεραίρει σου Γεώργιε, πρὸ Θεὸν τὸν ὕμνον·
Ἀλληλούϊα.
 
Γνῶσιν λαβόντες τοῦ φρικτοῦ σου θανάτου, ἔσπευσαν προθύμως οἱ εὐσεβεῖς Νεαπολίτες, εὑρεῖν τὸ ἱερὸν λείψανόν σου· καὶ εὑρόντες αὐτὸ σῶον, ἀκέραιον καὶ ἄφθαρτον, ἐδόξασαν Θεόν, βοῶντες ταῦτα·
Χαῖρε, τῆς Νεαπόλεως βλαστὸς ἐνθεώτατος·
χαῖρε,  τῆς Τριάδος ἱκέτης θερμότατος.
Χαῖρε, τοῦ Σωτῆρος θεράπων θεόληπτε·
χαῖρε,  τῶν πάλαι Πατέρων καὶ Μαρτύρων ὁμότροπε.
Χαῖρε, Θεοῦ ὁ θεῖος θεράπων·
χαῖρε,  πηγὴ ποικίλων θαυμάτων.
Χαῖρε, δι’ οὗ πλεῖστα πάθη ἰῶνται·
χαῖρε,  ἐν ᾧ θεῖα δῶρα ὁρῶνται.
Χαῖρε, ἄνερ θεοφόρητε, τῶν Ὁσίων μιμητά·
χαῖρε,  Μάρτυς τοῦ Παντάνακτος καὶ θεόφρον Ἀθλητά.
Χαῖρε, ὅτι ἠξιώθης τῆς Ἁγίων δωρεᾶς·
χαῖρε,  ὅτι ἐπλήσθης Πνεύματος τὰς ἀρετάς.
Χαίροις, Πάτερ Γεώργιε.
 
Δόξαν τοῦ κόσμου πᾶσαν εἰς οὐδὲν ἐλογίσω, Χριστὸς δὲ ἐν σοὶ ἔζη καὶ σὺ ἔζης ἐν Χριστῷ, ὡς Ἱερεὺς ἔνθεος καὶ οὐδὲν τῆς ἀγάπης ἴσχυσε χωρίσαι πανεύφημε· διὸ τεμνόμενος τὴν κάραν ἔψαλες·
Ἀλληλούϊα.
 
χει ἡ οὐράνιος Ἱερουσαλήμ, ψυχήν σου τὴν ἡγιασμένην Γεώργιε θεοφόρε· κατέχομεν καὶ ἡμεῖς τὸ σεπτὸν σῶμά σου ἄφθαρτον καὶ εὐωδίας πλῆρες, πληρούμεθα ἁγιασμοῦ καὶ χάριτος· διὸ βοῶμέν σοι ταῦτα·
Χαῖρε, Ἀγγέλων ὁ συμπολίτης·
χαῖρε,  ὁ ἔνδοξος στεφανίτης.
Χαῖρε, πταιόντων πρέσβυς πρὸς Κύριον·
χαῖρε,  πασχόντων ταχεῖα ἐπίσκεψις.
Χαῖρε, πρεσβύτα καὶ Μάρτυς ἀήττητε·
χαῖρε,  μυστιπόλε τῶν ἄνω περίδοξε.
Χαῖρε, ἱερουργὲ φρικτῶν τοῦ Χριστοῦ μυστηρίων·
χαῖρε,  θαυματουργὲ ὑπερφυῶν τεραστίων.
Χαῖρε, ἰατρὲ, τῶν νοσούντων ἡ ῥῶσις·
χαῖρε,  Ἱερεῦ, τῶν αἰτοῦντων ἡ δόσις.
Χαίροις, Πάτερ Γεώργιε.
 
Ζήλου πεπληρωμένος τοῦ Χριστοῦ καὶ ἀγάπης, τὴν κάραν ὑπὲρ Τούτου ἐτμήθης, καὶ στεφάνῳ δόξης κοσμηθείς, τῷ Δεσπότῃ καὶ Παμβασιλεῖ παρίστασαι, πρεσβεύων ὑπὲρ πάντων τῶν βοώντων μετὰ πόθου·
Ἀλληλούϊα.
 
γιασμένη ἡ θήκη τοῦ σεπτοῦ σου λειψάνου, δείκνυται ὦ Γεώργιε Πάτερ, τὴν χάριν ὥσπερ φῶς ἐξαστράπτουσα, καὶ τοῖς προσιοῦσι χαρὰν καὶ ὑγείαν, ἄφνω ἀποδιδοῦσα πέμπει, ἡμεῖς δὲ ἀσπαζόμενοι ταύτην βοῶμεν·
Χαῖρε, χορῶν Ἀγγέλων ὁ μέτοχος·
χαῖρε,  χαρᾶς καὶ λύπης συμμέτοχος.
Χαῖρε, τοῦ Χριστοῦ Ἱερεὺς εὐλαβέστατος·
χαῖρε,  ἐντολῶν τηρητὴς ἀκριβέστατος.
Χαῖρε, Ἱερέων ὁ τύπος ὁ ἄριστος·
χαῖρε,  ὁ κανών εὐσεβείας ὁ ἄπταιστος.
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε,  ἐξ οὗ ὁ ἐχθρὸς φοβεῖται.
Χαῖρε, ἀεὶ πρὸς Θεὸν μεσιτεύων·
χαῖρε,  Παρθένον ἁγνὴν ἱκετεύων.
Χαῖρε, κοινωνὲ τῶν Μαρτύρων·
χαῖρε,  οὐρανῶν κληρονόμε.
Χαίροις, Πάτερ Γεώργιε.
 
Θαύματα ξένα Γεώργιε πάτερ, ἡ σὴ θήκη πηγάζει, καὶ σώζει τοὺς ἐν πόνοις τελοῦντας· διὸ τῷ Ναῷ Εὐσταθίου τοῦ Μεγαλομάρτυρος πανταχόθεν προσερχόμενοι, ἴασιν καὶ λύτρωσιν ἱκετεύουν παρὰ σοῦ λαβεῖν βοῶντες ἐκ καρδίας·
Ἀλληλούϊα.
 
ατρεῖον ἀνεδείχθη ἡ θεία λάρναξ τοῦ ἱεροῦ σου λειψάνου, πᾶσι τοῖς προστρέχουσι, Γεώργιε Πάτερ· ψυχῶν γὰρ καὶ σωμάτων νοσήματα ποικίλα θεραπεύει, ῥῶσιν καὶ ὑγείαν ἀληθῆ παρέχει· διὸ σοὶ βοῶσι ταῦτα·
Χαῖρε, ὅτι τῶν θαυμάτων ἐνεργεῖς τὰς δυνάμεις·
χαῖρε,  ὅτι τοῖς νοσοῦσι χορηγεῖς τὰς ἰάσεις.
Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις·
χαῖρε,  τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων·
χαῖρε,  ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη·
χαῖρε,  ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη.
Χαῖρε, πολλοὺς ἀφαρπάσας κινδύνων·
χαῖρε,  παθῶν ἰατὴρ ἐπωδύνων.
Χαῖρε, ψυχῶν ἀληθὴς εὐωδία·
χαῖρε,  πολλῶν ἀσθενῶν θεραπεία.
Χαίροις, Πάτερ Γεώργιε.
 
Κήρυκες γεγονότες τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τὰς ψυχάς, ἔνθεν πλείστοι τῷ Ναῷ σου προστρέχουσι, καὶ δρέποντες τὴν χάριν σου ἐκ τοῦ λειψάνου, βοῶσι·
Ἀλληλούϊα.
 
Λάμψας ἐν ἐσχάτοις χρόνοις, Γεώργιε ἱερουργὲ Κυρίου, καί  γεωργήσας Θεῷ τῷ γεώργιον, ὑπὸ ἀνόμων τὴν κάραν ἐτμήθης· ἡμεῖς δὲ ταύτην ὡς θησαυρὸν πολύτιμον κατέχοντες, ἐν κατανύξει βοῶμέν σοι ταῦτα·
Χαῖρε, ὡς νεκρὸς ἐν θήκῃ σου κείμενος·
χαῖρε,  ὥσπερ ζῶν ἐν πόλῳ ἑλκόμενος.
Χαῖρε, ὅτι σοῦ τὸ λείψανον βρύει μύρα δαψιλῶς·
χαῖρε,  ὅτι τοὺς προστρέχοντας νέμεις χάριν πολλαπλῶς.
Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς·
χαῖρε,  ὅτι τοὺς ὁρῶντάς σε ἐπεφραίνεις θαυμαστῶς.
Χαῖρε, δι’ οὗ θεραπεύονται νόσοι·
χαῖρε,  δι’ οὗ ἐκδιώκονται πάθη.
Χαῖρε, ὅτι πικρία καρδιῶν ἀφανίζεις·
χαῖρε,  ὅτι χαρὰν καὶ ἐλπίδα χαρίζεις.
Χαῖρε, ὅτι τοῖς πιστοῖς τὴν χαρὰν χορηγεῖς·
χαῖρε,  ὅτι κἀμοῦ τὰς δεήσεις πληρεῖς.
Χαίροις, Πάτερ Γεώργιε.
 
Μέγας ἐν Ἱερεῦσι καὶ ἐν Μάρτυσι ἀνεδείχθης, Γεώργιε θεοφόρε, σάλον τὸν ἐν καρδίαις καταπαύεις εὐχαῖς σου, γαλήνην χορηγῶν ἡμῖν Πάτερ, ἀκούεις δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούϊα.
 
Νέον ᾆσμα εὑρόντες λιγυρὸν Γεωργίῳ, βοῶμεν τὰ ἐφύμνια τούτῳ· ῥώννυσι γὰρ νοσοῦντας, δαιμονοῦντας ἰᾶται, καὶ πᾶσι τὰ αἰτήματα δωρεὰν νέμει, ᾧ πάντες εὐλαβῶς βοῶμεν·
Χαῖρε, Ἱερέων λαμπρὰ ὑποτύπωσις·
χαῖρε,  ἀκαθάρτων πνευμάτων ἐκδίωξις.
Χαῖρε, ἐχθροῦ ὀλέσας τὴν δύναμιν·
χαῖρε,  ἡμῖν αἰτούμενος ἄφεσιν.
Χαῖρε, ὁ νικήσας ἐχθρῶν τὴν παράταξιν·
χαῖρε,  ὁ ῥυθμίζων ἡμῶν τὴν κατάστασιν.
Χαῖρε, ἐχθρῶν ἀοράτων ἡ πτῶσις·
χαῖρε,  πολλῶν ἀσθενούντων ἡ ῥῶσις.
Χαῖρε, πιστοῖς παρέχων ἰάματα·
χαῖρε,  ψυχῶν ἰώμενος τραύματα.
Χαῖρε, δι’ οὗ τῶν παθῶν ἐκλυτρούμεθα·
χαῖρε,  δι’ οὗ πρὸς Χριστὸν ἀνυψούμεθα.
Χαίροις, Πάτερ Γεώργιε.
 
Ξένον θαύμα ὁρῶμεν, πολυχρόνιον νέκυν, ὡς ζῶντα νῦν ἐν θήκῃ τελοῦντα· διὰ τούτου γὰρ ὁ ὑψηλὸς Θεός, τοῖς ἐν γῇ οἰκοῦσιν εὐπίστως δέδωκε, διώκειν πᾶσαν θλίψιν, πρὸς Ὅν βοῶμεν·
Ἀλληλούϊα.
 
λος ὤν ἐν τοῖς κάτῳ τῇ σαρκί, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν τὴν ψυχὴν ὁ Γεώργιος, ὄντος θαῦμα πάντα νοῦν καὶ ἀκοὴν ἐκπλῆττον· δι’ ὃπερ ἐκπληττόμενοι, βοῶμεν πρὸς αὐτὸν τοιαῦτα·
Χαῖρε, τῶν ἐν ἁμαρτίαις ὁδὸς ἡ σωτήριος·
χαῖρε,  τῶν ἐν μετανοίᾳ ὁ παρήγορος Ἄγγελος.
Χαῖρε, ἔμψυχον ἁγίασμα, δι’ οὗ σώζονται πολλοί·
χαῖρε,  εὔοσμον θυμίαμα, δι’ οὗ τέρπονται πιστοί.
Χαῖρε, δι’ οὗ καυχῶνται αὐτόχθονες·
χαῖρε,  δι’ οὖ φρουροῦνται οἱ σώφρονες.
Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων·
χαῖρε,  ἡ ῥῦσις τῶν κακοβούλων.
Χαῖρε, ὅτι ἱεράτευσας Θεῷ θεοπρεπῶς·
χαῖρε,  ὅτι τὰς αἰτήσεις ἐκπληρεῖς ὑπερφυῶς.
Χαῖρε, ἰατρὲ ἄμισθε, τῶν ἐν πικραῖς ἀσθενείαις κατακειμένων·
χαῖρε,  ἀεὶ βοηθέ, τῶν ἐν ἀνάγκαις εὑρισκομένων.
Χαίροις, Πάτερ Γεώργιε.
 
Πάντες σὲ ἀνυμνοῦμεν χαρμοσύνως ἐν ὕμνοις, τρυφῶντες τῶν πολλῶν σου θαυμάτων· τὶς γὰρ ἐν θλίψει προσελθών, καὶ οὐκ ἔτυχε τῆς σῆς ἀντιλήψεως; σοὶ γὰρ τοῖς πᾶσι ταχύτατος τυγχάνεις ἀρωγός, βοῶσιν·
Ἀλληλούϊα.
 
ύθρα βλύζει θαυμάτων, τὸ σὸν ἄφθαρτον σκῆνος, ὃ χάριτι Θεοῦ ἐκομίσθη εἰς πόλιν Ἀθηνῶν, ἐκ τῆς πατρῶας γῆς, ἐκδιωχθεὶς μετὰ τῶν σῶν τέκνων· διό σοι εὐλαβῶς Γεώργιε Πάτερ ἐκβοῶμεν·
Χαῖρε, ἰαμάτων χείμαῤῥος ἀείρυτος·
χαῖρε,  δωρημάτων ἡ αὔρα ἡ ἔνδροσος.
Χαῖρε, Νεαπόλεως βλαστὲ εὐθαλέστατε·
χαῖρε,  Ἱερέων φωστὴρ παμφαέστατε.
Χαῖρε, ὅτι τὰς νόσους ἐκδιώκεις εὐθαλέστατε·
χαῖρε,  ὅτι θεόθεν ἐδοξάσθης ἀξίως.
Χαῖρε, δι’ οὗ ἡ ἀγάπη ὑψοῦται·
χαῖρε,  δι’ οὗ ἡ κακία τροποῦται.
Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων·
χαῖρε,  ὅτι μετέσχες ἀϊδίων στεφάνων.
Χαῖρε, ὅτι τοῖς ὑμνηταῖς σου, πᾶσαν χάριν πορίζων·
χαῖρε,  ὅτι τοῖς ἀσθενοῦσι, πᾶσαν ἴασιν νέμων.
Χαίροις, Πάτερ Γεώργιε.
 
Σῶον καὶ ἄφθαρτον τὸ ἱερόν σου σῶμα, τῇ θείᾳ θαυμαστῶς ἐνεργείᾳ, διαμένει ὡς πολύτιμος θησαυρός, ἐν Ναῷ Εὐσταθίου τοῦ Μάρτυρος ἐν Ἀθήναις, παρέχον χάριν τῇ νεύσει σου Γεώργιε, τοῖς βοῶσιν·
Ἀλληλούϊα.
 
Τὴν ἀνομβρίαν λύει ὁ Κύριος, Γεώργιε πάτερ, τῶν εὐσεβούντων δεξάμενος τὰς λιτάς, διὰ τῆς τιμίας κάρας σου, ὄμβρον ἄνωθεν, τῇ διψῶσι γῇ, Πάτερ κατέπεμψε· διὸ ἐβόων σοι ταῦτα·
Χαῖρε, ὁ διανοίξας τὴν Θεοῦ εὐσπλαγχνίαν·
χαῖρε,  ὁ διαλύσας τὴν δεινὴν ἀνομβρίαν.
Χαῖρε, τὸ κλέος τῶν Ἱερέων·
χαῖρε,  ἡ δόξα τῶν Ἀθλοφόρων.
Χαῖρε, Ἱερέων ὡραῖος διάκοσμος·
χαῖρε,  εὐσεβούντων ὁ θεῖος διδάσκαλος.
Χαῖρε, ὅτι τὴν κάραν ἀπετμήθης προθύμως·
χαῖρε,  ὅτι θεόθεν ἐδοξάσθης ἀξίως.
Χαῖρε, ἅγιον θύμα, δι’ ἀθλήσεως θείας·
χαῖρε,  σφάγιον θεῖον, τῆς βαρβάρων μανίας.
Χαῖρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον·
χαῖρε,  ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον.
Χαίροις, Πάτερ Γεώργιε.
 
μνους εὐχαριστίας ἐκ δεινῶν λυτρωθέντες, προσφέρομεν τῇ σῇ εὐσπλαγχνίᾳ· ἀγαπήσας γὰρ ὡς τέκνα ἡμᾶς, τὰς ἀγκάλας ἔχεις ἀνοιχτὰς Ὅσιε, ἀεὶ τοῦ θάλπειν ἅπαντας καὶ στέγειν τοὺς πρὸ σὲ βοῶντας·
Ἀλληλούϊα.
 
Φέγγος τῶν ἰαμάτων, καὶ ὀσμὴν χαρισμάτων, ὡς θήκη νοητῶν ἀρωμάτων, ἀρωματίζουσα δαψιλῶς ἡ τοῦ λειψάνου σορὸς Γεώργιε, πρὸς Ἀθήνα μετενήνεκται ἁγιάζουσα τοὺς βοῶντας·
Χαῖρε, ὅτι θαυμάτων ἐνεργεῖς τὰς δυνάμεις·
χαῖρε,  ὅτι κινδύνων τοὺς πιστοὺς ἀπαλάττεις.
Χαῖρε, ἡμῶν πρὸς τὸν Κτίστην μεσίτης·
χαῖρε,  ἐχθρῶν νοητῶν καταλύτης.
Χαῖρε, ἰαμάτων ταμεῖον ἀδάπανον·
χαῖρε,  χαρισμάτων πυξίον πολύτιμον.
Χαῖρε, εἰκὼν λαμπρὰ ταπεινώσεως·
χαῖρε,  λειμὼν εὐώδης συνέσεως.
Χαῖρε, αὐγὴ μυστικῶν δωρημάτων·
χαῖρε,  πηγὴ ἀειῤῥύτων θαυμάτων.
Χαῖρε, δι’ οὗ εὐσεβεῖς κραταιοῦνται·
χαῖρε,  δι’ οὗ οἱ πιστοὶ εὐλογοῦνται.
Χαίροις, Πάτερ Γεώργιε.
 
Χάριν πᾶσαν ἐδέξω οὐρανόθεν, τρισμάκαρ Γεώργιε, τὰ θαυμάσια πράττειν· ἱερατεύσας γὰρ καλῶς, ὡς οἰκονόμος τῆς χάριτος, ὅροι σοι φύσεως εἰρήκασι, ἀλώβητον δέμας σὸν μένον εἰσέτι, ἰώμενον τοὺς μέλποντας·
Ἀλληλούϊα.
 
Ψάλλοντές σου τὸν ὕμνον παναοίδιμε Πάτερ, κυκλοῦμεν τὴν ἁγίαν σορόν σου, θαυμάτων χάριν βρύουσαν τοῖς πίστει προσιοῦσι· διὸ πόθῳ προστρέχοντες, πρός σε βοῶμεν·
Χαῖρε, μυσταγωγίας ὑποφῆτα τῆς ἄνω·
χαῖρε,  ἱερουργίας μυστοδότα τῆς κάτω.
Χαῖρε, πολλῶν κινδύνων ῥυόμενος·
χαῖρε,  ἀεὶ ἐν θλίψει φαινόμενος.
Χαῖρε, οἰκονόμε γνήσιε, μυστηρίων τοῦ Χριστοῦ·
χαῖρε,  ἔνθεε ὑπέρμαχε, τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, τῶν νοσούντων ἡ θεόσδοτος ἴασις·
χαῖρε,  τῶν ποικίλων πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἀεὶ τὰς ἰάσεις παρέχων·
χαῖρε,  ὡς ζῶν ἔτι νῦν διαμένων.
Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης·
χαῖρε,  κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.
Χαίροις, Πάτερ Γεώργιε.
 
Γεώργιε Πάτερ, τοῦ Χριστοῦ προσφιλέστατε δοῦλε, ἱερουργέ καὶ Μάρτυς (ἐκ γ΄)· τοὺς ὑμνοῦντάς σε, Θαυματουργέ, ἀπὸ πάσης ῥῦσαι νόσου ἅπαντας καὶ πυρὸς τοῦ αἰωνίου σαῖς πρεσβείαις, τούς τῷ Θεῷ βοῶσι·
Ἀλληλούϊα.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου