Πέμπτη, 3 Αυγούστου 2017

Ἀκολουθία Ἱερομ. ΚΟΡΝΗΛΙΟΥ τοῦ Ἑκατοντάρχου, μ. Γερασίμου

Ψαλλομένη τῇ 13η Σεπτεμβρίου
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η’ καί ψάλλομεν Στιχηρά τῶν Ἐγκαινίων β’ καί τοῦ Ἁγίου στ’.
Τῶν Ἐγκαινίων. Ἦχος πλ. β’.
Ἐγκαίνια τιμᾶσθαι, παλαιός νόμος, καί καλῶς ἔχων· μᾶλλον δέ τά νέα τιμᾶσθαι δι’ἐγκαινίων· ἐγκαινίζονται γάρ νῆσοι πρός Θεόν, ὡς φησίν Ἡσαΐας· ἅς τινας ὑποληπτέον τάς ἐξ ἐθνῶν Ἐκκλησίας, ἄρτι καθιστα-μένας, καί πῆξιν λαμβανούσας βάσιμον τῷ Θεῷ. Διό καί ἡμεῖς, τά παρόντα ἐγκαίνια, πνευματικῶς πανηγυρίσωμεν.
Ἐγκαινίζεσθε, ἀδελφοί· καί τόν παλαιόν ἄνθρωπον ἀποθέμενοι, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινόν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος. Πάντα τά μέλη παιδαγωγήσωμεν, πᾶσαν πονηρίαν, τοῦ ξύλου βρῶσιν μισήσαντες, καί διά τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτω τιμᾶται ἡ τῶν ἐγκαινίων ἡμέρα.
Τοῦ Ἁγίου. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Χριστός ἐπινεύσας σου, ταῖς εὐποιΐαις Κορνήλιε, καί ταῖς θείαις ἐντεύξεσιν, Ἄγγελόν σοι ἅγιον, ἀποστέλλει ὅλον, σέ φωταγωγοῦντα, τῶν Ἀποστόλων ἱερῶν, τόν Κορυφαῖον ἀνακαινίζοντα, δι’ ὕδατος καί Πνεύματος, σέ πανοικεί ἀξιάγαστε, καί μυοῦντα τά κρείττονα, τῇ τοῦ Πνεύματος χάριτι.
Χρίσμα περικείμενος, Ἱερωσύνης διέδραμες, το σωτήριον κήρυ-γμα, κηρῦξαι τοῖς ἔθνεσιι, ἐκριζῶν τῆς πλάνης, ἀκάνθας θεόφρον, καί ἐμφυτεύων ἀπλανῆ, διδασκαλίαν ψυχαῖς τῷ Πνεύματι· διό σέ μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, καί ἀήττητον Μάρτυρα, γεγηθότες Κορνήλιε.
Τρόποις σου χρηστότητος, ἀκολουθοῦντες οἱ ἄφρονες, ἀπεδείχθησαν ἔμφρονες· θανών δέ καί φύσεως, νόμῳ κατοικήσας, μακάριον τάφον, τοῦτον πηγήν ἀποτελεῖς, πολλῶν θαυμάτων, σοφέ Κορνήλιε, ἰώμενος τούς κάμνοντας, καί φυγαδεύων τά πνεύματα, πονηρίας ἐν Πνεύματι, τῷ Ἁγίῳ θεόπνευστε.
Ἕτερα. Ἦχος πλ. δ’. Ὤ τοῦ παραδόξου θαύματος.
Πλήρη ἐναρέτων πράξεων, ἔχων ζωήν νουνεχῶς, τῆς Χριστοῦ ἐπιγνώσεως, τῷ φωτί  κατηύγασαι, θεομάκαρ Κορνήλιε, καί Ἀποστόλων ὤφθης ὁμότροπος, ὡς ἐπληρώθης Ἁγίου Πνεύματος· ὅθεν τήν μνήμην σου, τήν ἁγίαν σήμερον ἀσματικῶς, ἄγοντες μεσίτην σε, Χριστῷ προσάγομεν.
Πέτρος Χριστοῦ ὁ Ἀπόστολος, χρηματισθείς ἐκ Θεοῦ, τῷ σῷ οἴκῳ Κορνήλιε, χαίρων παρεγένετο, καί θείῳ βαπτίσματι, υἱοθετήσάς σε τῷ Παντάνακτι, Εὐαγγελίου σέ θεῖον κήρυκα, κόσμῳ ἀπέστειλε, διδαχαῖς καί θαύμασι, πρός εὐσεβῆ, πίστιν ἐκκαλούμενον, τούς πρίν ἀγνώμονας.
Πρῶτος ἐξ ἐθνῶν προσέδραμες, ὡς καθαρός τήν ψυχήν, τῆς Χριστοῦ ἐπιγνώσεως, τῷ φωτί Κορνήλιε, μυηθείς τά σωτήρια, τοῦ κορυφαίου Πέτρου τοῖς ῥήμασι, καί εὐσεβείας τό θεῖον κήρυγμα, πᾶσιν ἐφήπλωσας, λόγοις τε καί θαύμασι, ὡς μιμητής, Ἀποστόλων ἔνθεος, καί φωτός ἔμπλεως.
Δόξα. Ἦχος πλ. β’.
Ἐν εὐποιΐαις διαπρέπων, καί ἐναρέτῳ ζωῇ Θεῷ εὐαρεστῶν, Εὐαγγελίου τό φῶς ἐδέξω, τῇ καθαρᾷ σου ψυχῇ Κορνήλιε· στοιχειωθείς γάρ Πέτρου ταῖς διδαχαῖς, τῆς τοῦ Χριστοῦ οἰκονομίας τό μέγα μυστήριον, ἀκριβῶς ἐμυήθης, ὑπεραρθείς τῶν φθαρτῶν· καί ἀποστολικήν πορείαν ἀνύσας, τῷ λόγῳ τῆς χάριτος, πλείστους προσήγαγες, τῷ σε καλέσαντι Κυρίῳ. Ἀλλ’ ὡς ἐπάθλων θείων μετέχων, καί Χριστοῦ τήν δόξαν ὁρῶν, πρέσβευε δεόμεθα, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Καί νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Τήν μνήμην τῶν Ἐγκαινίων ἐπιτελοῦντες Κύριε, Σέ τόν τοῦ ἁγιασμοῦ δοτῆρα δοξάζομεν, δεόμενοι ἁγιασθῆναι ἡμῶν τά αἰσθητήρια τῶν ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀθλοφόρων, ἀγαθέ Παντοδύναμε.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Βασιλειῶν Τρίτης τό Ἀνάγωσμα (Κεφ. ι΄ 22).
Ἔστη Σολομών κατά πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ καί διεπέτασε τάς χεῖρας αὐτοῦ εἰς τόν οὐρανόν καί εἶπε· Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστι Θεός ὡς Σύ ἐν τῷ οὐρανῷ ἄνω καί ἐπί τῆς γῆς κάτω. Εἰ ὁ οὐρανός τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί Σοι, πῶς ὁ οἶκος οὗτος, ὅν ᾠκοδόμησα ἐν τῷ ὀνόματί Σου; Πλήν καί ἐπιβλέψεις ἐπί τήν δέησίν μου, Κύριε ὁ Θεός Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καί τῆς προσευχῆς, ἧς ὁ δοῦλος Σου προσεύχεται ἐνώπιόν Σου, πρός Σέ σήμερον, τοῦ εἶναι τούς ὀφθαλμούς Σου ἀνεῳγμένους εἰς τόν οἶκον τοῦτον, ὅν εἶπας, ἔσται τό ὄνομά Σου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλος Σου εἰς τόν τόπον τοῦτον, ἡμέρας καί νυκτός. Καί εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου Σου καί τοῦ λαοῦ Σου Ἰσραήλ, ἅ ἄν προσεύχωνται εἰς τόν τόπον τοῦτον καί Σύ εἰσακούσῃ εἰς τόν τόπον τῆς κατοικήσεώς Σου ἐν τῷ οὐρανῷ καί ποιήσεις καί ἴλεως ἔσῃ αὐτοῖς.
Παροιμιῶν τό Ἀνάγνωσμα (Κεφ. θ΄1).
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος, ὡς ἐπὶ κρατῆρα, λέγουσα· ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς με· καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει· ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· (οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ). Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ Ἁγίων σύνεσις, (τὸ γὰρ γνῶναι Νόμον, διανοίας ἐστὶν ἀγαθῆς)· τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα τοῦ Ἁγίου.
Ἦχος α΄.
Τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἀπαρχή ἁγία ὤφθης, προσελθών τῷ Χριστῷ, πακοικεί Κορνήλιε· τοῦ γάρ Ἁγίου Πνεύματος δεδεγμένος τήν χάριν, διά χειρῶν τοῦ θείου Πέτρου, ἀποστολικοῖς ἴχνεσι ἠκολούθησας, τῆς ἀσεβείας ἐκριζῶν τάς ἀκάνθας, καί ψυχικάς ἀρούρας γεωργῶν, πρός εὐκαρπίαν θείων πράξεων, ἐν καινότητι ζωῆς· καί καλῶς τόν δρόμον τελέσας, τῆς ἀφθαρσίας ἐδέξω τόν στέφανον, παρά Χριστοῦ τοῦ Θεοῦ, καί Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ἀνακαινισθείς δι’ὕδατος καί Πνεύματος, τοῦ Εὐαγγελίου τῆς εἰρήνης κήρυξ ἐχρημάτισας, ἱερομύστα Κορνήλιε· τοῦ ἀγαθοῦ γάρ οὗ μετέσχηκας, πλείστους κοινωνούς εἰργάσω, θεηγόροις διδαχαῖς καί θαυμάτων ἐνεργείᾳ, τούς ἐν σκότει καί σκιᾷ παθῶν καθεύδοντας, ἀποστολικῷ ζήλῳ πεπυρσευμένος· καί σοφῶς  διακονήσας, ἐν τῇ δοθείσῃ σοι χάριτι, ἐπαξίων ἀμοιβῶν ἠξίωσαι, παρά Χριστοῦ τοῦ Θεοῦ καί Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τήν ἐξ ὕψους ἐνδεδυμένος δύναμιν, οὐκ ἐνάρκησας Κορνήλιε, ἐν τῷ κηρύττειν τόν λόγον τῆς πιστεως, λαοῖς ἀπίστοις μακάριε· θεοπρεπῶς γάρ θαυματουργῶν, Χριστῷ καθωδήγησας τούς πρίν διώκτας, καί λαόν περιούσιον Κυρίῳ ἀνέδειξας, τούς δεινῶς δεδουλωμένους τοῖς πάθεσι· καί πολλαῖς ὁμιλήσας θλίψεσι καί πόνοις, ἀξίως ἐδοξάσθης, καί πρό τήν ἄπονον ζωήν μεταβέβηκας, ἡμῖν ἱλεούμενος τόν μόνον εὐδιάλλακτον, Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τό τῆς ζωῆς ἱερουργῶν Εὐαγγέλιον, λόγῳ  καί ἔργῳ τῆς Σκέψεων πόλεως Ποιμήν θεοφόρος ὤφθης, παμμακάριστε Κορνήλιε· καί πρός ἀρετῶν ἐργασίαν καί καλῶν ἔργων ἐπιδόσεις, ὁδηγῶν τῷ σῶ ὑποδείγματι, τοῖς πᾶσιν ὑπέδειξας, τῆς αἰωνίου ζωῆς τήν ἀπόλαυσιν· καί σεσωσμένους Χριστῷ προσαγαγών, τούς δεξαμένους τόν λόγον σου, τόν τῆς θεώσεως καρπόν ἐτρύγησας, τελέσας τόν δρόμον· διό καί ἡμῖν τοῖς σέ γεραίρουσι, αἴτει ἱλασμόν ἁμαρτιῶν καί τό μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Ἀποστολικῆς ἠξιωμένος δωρεᾶς, μαρτυρικῆς εὐκληρίας ἠξίωσαι, ἱερομύστα Κορνήλιε· καί ἐν ἀμφοτέροις Χριστῷ εὐαρεστήσας, ἐπαξίως ἐκομίσω, τῶν καμάτων τά γέρα· διό δυσωποῦμέν σε, οἱ τελοῦντες τήν μνήμην σου, ἀδιαλείπτως ἱκέτευε, ὑπέρ τῶν τιμώντων σε.
Καί νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Ἐγκαινίζεται σήμερον ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῷ τιμίῳ καί ζωηῤῥύτῳ αἵματι, τῆς ἀχράντου καί ἀκηράτου πλευρᾶς, τοῦ σαρκωθέντος ἐκ τῆς ἁγίας Παρθένου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· διό ἀθροισθεῖσαι τῶν πιστῶν αἱ χορείαι, δοξάσωμεν τόν Πατέρα καί Υἱόν, καί τό Ἅγιον Πνεῦμα, τήν μίαν θεότητα, τήν κρατοῦσαν τά σύμπαντα.
 
Εἰς τόν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρόν.
Ὅτε κατηυγάσθης τῷ φωτί, Πέτρου τοῦ σοφοῦ θεηγόρου, μάκαρ Κορνήλιε, τότε ἐξελήλυθας ἐπί τό κήρυγμα, καί Χριστόν ἀνεκήρυξας, τοῖς ἐσκοτισμένοις, λόγοις βεβαιῶν αὐτούς, καί θείοις θαύμασιν· ὅθεν ἐπαξίως ἐδέξω, παρά τοῦ τῶν ὅλων Δεσπότου, τῆς ἀθανασίας τό διάδημα.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε ἀλγηδόνας καί ποινάς, ἔφερες Κορνήλιε μάκαρ, ἀνενδοιάστῳ ψυχῇ, τότε τούς διώκτας σου Χριστῷ ὡδήγησας, ἐν τοῖς ἔργοις τῆς πίστεως, καί τοῖς θαυμασίοις, οἷς Θεός ἐτέλεσε διά σοῦ Ἅγιε· ὅθεν τόν ἀγῶνα τελέσας, τῆς ὑπερκοσμίου παστάδος, ὤφθης κληρονόμος καί συμμέτοχος.
Στ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίροις, Ἀποστόλων κοινωνός, καί τοῦ Παρακλήτου δοχεῖον, μάκαρ Κορνήλιε· σύ γάρ θερμῷ ἔρωτι, Χριστῷ προσέδραμες, καί τό μέγα μυστήριον, τῆς οἰκονομίας, Αὐτοῦ ἀνεκήρυξας, πεπλανημένοις λαοῖς· ὅθεν Ἀποστόλων τῷ δήμῳ, νῦν ἐν τοῖς ὑψίστοις χορεύων, μέμνησο ἡμῶν τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος β΄.
Τῷ φωτί τῆς πίστεως σημειωθείς πανοικεί, Πέτρου τοῦ κορυφαίου μιμητής καί σύμμορφος ἐγένου, Κορνήλιε· καί τό δοθέν σοι τάλαντον, εὐαγγελικῶς ἐργασάμενος, ηὐξημένον τοῦτο προσήγαγες, τῷ δεδωκότι Κυρίῳ· διό καί ἤκουσας, εὖ δοῦλε ἀγαθέ καί πιστέ, εἴσελθε εἰς τήν χαράν τοῦ Κυρίου σου.
Καί νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Τόν ἐγκαινισμόν τελοῦντες τοῦ πανιέρου Ναοῦ τῆς Ἀναστάσεως, Σέ δοξάζομεν Κύριε, τόν ἁγιάσαντα τοῦτον, καί τελειώσαντα τῇ αὐτοτελεῖ Σου χάριτι· καί τερπόμενον ταῖς ἐν αὐτῷ ἱερουργουμέναις, ὑπό πιστῶν μυστικαῖς καί ἱεραῖς τελεταῖς, καί προσδεχόμενον ἐκ χειρός τῶν δούλων Σου, τάς ἀναιμάκτους καί ἀχράντους θυσίας, ἀντιδόντα τε τοῖς ὀρθῶς προσφέρουσι, τήν τῶν ἁμαρτημάτων κάθαρσιν καί τό μέγα ἔλεος.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τῶν Ἐγκαινίων. Ἦχος δ΄.  
Ὡς τοῦ ἄνω στερεώματος τήν εὐπρέπειαν, καί τήν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης Σου, Κύριε. Κραταίωσον αὐτό εἰς αἰῶνα αἰῶνος, καί πρόσδεξαι ἡμῶν, τάς ἐν αὐτῷ ἀπαύστως προσαγομένας Σοί δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων Ζωή καί Ἀνάστασις.
Τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Δικαιοσύνης διαπρέπων τοῖς ἔργοις, τόν φωτισμόν τῆς εὐσεβείας ἐδέξω, καί Ἀποστόλων σύμπονος ἐδείχθης ἀληθῶς· τούτοις κοινωνήσας γάρ, δι’ ἐνθέων ἀγώνων, τοῦ Χριστοῦ τήν σάρκωσιν, ἀνεκήρυξας πᾶσι· μεθ’ ὧν δυσώπει σώζεσθαι ἡμᾶς, τούς σέ τιμῶντας, παμμάκαρ Κορνήλιε.
Καί τοῦ Τιμίου Σταυροῦ. Ἦχος α΄. Χορός Ἀγγελικός.
Τό ξῦλον τῆς ζωῆς, ἡ οὐράνιος κλίμαξ, ὁ ἄχραντος Σταυρός, ἡ πηγή τῶν χαρίτων, χερσίν ἐμφανίζεται, Ἱερέων ὑψούμενος· δεῦτε ἅπαντες, ἐν καθαρᾷ τῇ καρδίᾳ, προεόρτιον, τούτῳ προσάξωμεν αἶνον, Χριστόν μεγαλύνοντες.
 
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τό φέγγος τῆς χάριτος, διά τοῦ Πέτρου δεχθείς, τῇ πέτρᾳ τῆς πίστεως, τῆς πρός Χριστόν εὐσεβῶς, παμμάκαρ Κορνήλιε, ἵδρυσας πλανωμένας, τῷ σῷ λόγῳ καρδίας· ὅθεν ὡς Ἱεράρχην, καί σοφόν θεηγόρον, ὑμνοῦμεν σε γεραίροντες, τήν πάνσεπτον μνήμην σου.
Δόξα. Καί νῦν. Τῶν Ἐγκαινίων. Ὅμοιον.
Τά πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τόν κόσμον ἀνεκαίνισε, Πνεύματι θείῳ Αὐτοῦ, ψυχαί ἐγκαινίζονται· οἶκος γάρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καί ἐγκαινίζει, τῶν πιστῶν τάς καρδίας, Χριστός ὁ Θεός ἡμῶν, εἰς σωτηρίαν βροτῶν.
 
Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Κινδύνους ὑπέμεινας καί πειρασμούς ἀνδρικῶς, Κορνήλιε ἔνδοξε, ὑπέρ τῆς δόξης Χριστοῦ, ἀνδρείῳ φρονήματι· ἔδειξας τούς ἐν πλάνῃ, τήν Αὐτοῦ εὐσπλαχνίαν· ἤνυσας θεοφρόνως, εὐσεβείας τόν δρόμον· διό σύν Ἀποστόλοις Κυρίου δεδόξασαι.
Δόξα. Καί νῦν. Τῶν Ἐγκαινίων. Ὅμοιον.
Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε τήν ἐκλογήν τοῦ Χριστοῦ, ἡμᾶς καί προτρέπεται, πάντας ἐγκαινισθῆναι, καί φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς τῷ Λυτρωτῇ, καί ἡμᾶς ἐγκαινίζοντι.
 
Ὁ Ν΄ (50) Ψαλμός.
 
Εἶτα οἱ Κανόνες· ὁ Προεόρτιος τοῦ Σταυροῦ, τῶν Ἐγκαινίων καί τοῦ Ἁγίου.
ᾨδή α΄. Ἦχος πλ. α΄. Ἵππον καί ἀναβάτην.
Ταύτην σου τήν φωσφόρον, καί θείαν κοίμησιν, καί ὑπέρλαμπρον μνήμην, καί ἱεράν πανήγυριν, τούς πανηγυρίζοντας, ταῖς εὐχαῖς σου φώτισον, Ἱεράρχα παμμακάριστε.
Ὤφθης καί πρό τελείας, σοφέ μυήσεως, ταῖς ἐλεημοσύναις, καί ταῖς εὐχαῖς Κορνήλιε, σχολάζων πανόλβιε, καί τόν πάντων Κύριον, διανοίας ζητῶν εὐθύτητι.
Νόμους τούς σωτηρίους, σαφῶς ἐξέμαθες, τοῦ σαρκί ἑνωθέντος, δι’ ἄκραν ἀγαθότητα, τοῦ τῶν Ἀποστόλων σε, Κορυφαίου νεύσει, τοῦ Δεσπότου μάκαρ μυήσαντος.
Θεοτοκίον.
Θέλγεις πιστῶν καρδίας, ἀεί δοξάζειν Σε, ἀκορέστῳ ἐφέσει, Θεογεννῆτορ Δέσποινα· δόξα χρηματίζεις γάρ, τῶν βροτῶν κυήσασα, τόν τῆς δόξης Κύριον, Ἄχραντε.
ᾨδή γ΄. Ὁ πήξας ἐπ’οὐδενός.
Ἁγίου τόν φωτισμόν, μετέλαβες Πνεύματος, καί τήν θείαν χάριν ἐκ θείου στόματος, ὅλην εἰσεδέξω πανοικεί, τοῦ θείου Κορυφαίου, ἐπιστασίαις καταγγέλοντος, τά σωτηριώδη διδάγματα.
Ὑψώθης ταῖς ἀρεταῖς, ὡς κέδρος ὑψίκομος, καί καρπούς εὐώδεις ἡμῖν προσήνεγκας, τήν τῶν διδαγμάτων παροχήν, τήν χάριν τῶν θαυμάτων, καί ἰαμάτων τήν ἐνέργειαν, μάκαρ Ἱεράρχα Κορνήλιε.
Μεγίστης ἀξιωθείς, εὐκλείας Κορνήλιε, σύν τῷ Κορυφαίῳ καί ἄλλοις πλείοσιν, ἔδραμες κηρύττων πανταχοῦ, τό κήρυγμα τό θεῖον· δι’ οὗ ἡμεῖς φωταφωγούμενοι, σκότους ἀγνωσίας ἐρρύσθημεν.
Θεοτοκίον.
Ἁγνείας φωτοειδές, γεγένησαι σκήνωμα, καί τόν Φωτοδότην φέρεις σαρκούμενον, ἄνθρωπον ὀφθέντα καθ’ ἡμᾶς διά φιλανθρωπίαν, καί τήν φθοράν ἐξαφανίσαντα, Ἄφθορε, βροτῶν ἡ ἀνάκλησις.
 
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῷ Χριστῷ προσέδραμες, πίστει τελείᾳ, ὑπό Πέτρου Ἅγιε, καί ἠκολούθησας Αὐτῷ, ἀνακηρύξας Κορνήλιε, τό τοῦ Σωτῆρος σεπτόν Εὐαγγέλιον.
Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός. Ταχύ προκατάλαβε.
Ἐν πίστει τά Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου Σου Ἄχραντε, εὐλογημένη Ἁγνή, Παρθένε Πανύμνητε· χαίροντες τῇ ἐλπίδι, τῇ εἰς Σέ Θεοτόκε, αἰτοῦμεν Σε τοῦ πρεσβεύειν, τῷ Σωτῆρι ἀπαύστως, Αὐτῷ τῷ σαρκωθέντι ἐκ Σοῦ, σῶσαι τάς ψυχάς ἡμῶν.
 
ᾨδή δ΄. Τήν θείαν ἐννοήσας Σου.
Τοῦ Πνεύματος τήν χάριν δεξάμενος, ἥλιος ὥσπερ φωταυγής, τήν γῆν ἐπῆλθες Κορνήλιε, ἀποδιώκων τό σκότος, τῆς εἰδωλομανίας πανεύφημε.
Ὡς μέγας ποταμός ἐκπεπόρευσαι, ἅπαν τό πρόσωπον τῆς γῆς, ἀρδεύων θείοις διδάγμασι, καί τά ζιζάνια πνίγων, τάς τῆς πολυθεΐας Κορνήλιε.
Νεκρός παντί τῷ κόσμῳ γενόμενος, τοῦ νεκρωθέντος δι’ἡμᾶς, τήν θείαν ἔγερσιν ἅπασι, τοῖς ἐκ παθῶν νεκρωθεῖσι, διήγγειλας παμμάκαρ Κορνήλιε.
Θεοτοκίον.
Σοφίας καθαρόν ἐνδιαίτημα, τῆς τοῦ Πατρός ὑπερφυῶς, Ἁγνή Παρθένε γεγένησαι· δι’ ἧς ἡμᾶς τῆς κακίας, νυνί τοῦ σοφιστοῦ ἐλυτρώθημεν.
 
ᾨδή ε΄. Ὁ ἀναβαλλόμενος.
Ὅλος ἀνακείμενος, τῷ Παντοκράτορι, κωφοῖς ξοάνοις Ἱερομύστα, σέβας οὐ προσένειμας, ὑπό μιαιφόνων, ἀνθρώπων συνωθούμενος.
 Ὕψιστον ἀόρατον, Θεόν Κορνήλιε, ἐν ἐκτενείᾳ ἐπεκαλέσω, καί ναόν ἠδάφισας, βλελυκτῶν ξοάνων, μεγάλως θαυμαζόμενος.
Τόν τοῦ Παντοκράτορος, φυλάττων πρόσταγμα, ἐφυλακίσθης, δεσμά ὑπέστης, καί δεσμῶν ἀπέλυσας, τῆς κακοπιστίας, τούς ἄφρονας θεόσοφε.
Θεοτοκίον.
Ὄμβρησόν μοι Πάναγνε, πταισμάτων ἄφεσιν, ἐπίσκεψαί με τόν ἀσθενοῦντα, καί κλυδωνιζόμενον, συμφοραῖς τοῦ βίου, καί πάθεσι τοῦ σώματος.
 
ᾨδή στ΄. Μαινομένην κύδωνι.
Καθαρῶς ποιούμενος, τάς εὐχάς σου, Ἄγγελον Θεοῦ, φανερῶς τεθέασαι μυοῦντα σε, τά κρείττονα, καί σωτηρίας ἐχόμενα.
Λαμπρυνθείς τῷ Πνεύματι, φωτοβόλος γέγονας ἀστήρ, φωτοβόλοις λάμψεσι τά πέρατα, φωταγωγῶν Ἱερομύστα Κορνήλιε.
Ἐπιγνούς τόν Κύριον, ὁ τῇ πλάνῃ, πρώην σκοτισθείς, ἀνανεύει μάκαρ τῇ ἐντεύξει σου, καί πανοικεί, θείαν εἰσδέχεται κάθαρσιν.
Θεοτοκίον.
Ὁ τῆς δόξης Κύριος, ἐξ αἱμάτων Σου παρθενικῶν, ἐσαρκώθη μόνος ὡς ἐπίσταται, Πανύμνητε, σώζων ἡμᾶς ἀγαθότητι.
 
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἀπαρχήν ἁγίαν σε, ἡ Ἐκκλησία, ἐξ ἐθνῶν ἐδέξατο, καταφωτίζουσα αὐτήν, ταῖς ἐναρέτοις σου πράξεσιν, Ἱερομύστα θεόφρον Κορνήλιε.
Ὁ Οἶκος.
Διδασκαλίας τῷ φωτί, ὑπό Πέτρου τοῦ θεηγόρου καταυγασθείς, τῆς ἐν Χριστῷ οἰκονομίας τό μέγα μυστήριον, ἐμυήθης ὡς καθαρός τήν ψυχήν, καί πλήρης ἐναρέτων πράξεων· καί ἀποστολικήν πορείαν ἀνύσας, μαρτυρικῶν ἀγώνων στάδιον ὑπῆλθες, καί τῆς εὐσεβείας κήρυξ ἐχρημάτισας, ὡς Ἀποστόλων μιμητής, καί Ἱεράρχης ἔνθεος, Ἱερομύστα θεόφρον Κορνήλιε.
 
Συναξάριον.
Τῇ ιγ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Στίχοι·
Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις,
πιστῶν ἀπαρχήν τῶν ἐξ’ ἐθνῶν Χριστέ μου.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.
 
ᾨδή ζ΄. Ὁ ὑπερυψούμενος.
Σύ ἐθνῶν γεγένησαι, ἀπαρχή Κορνήλιε· πρῶτος γάρ τό Βάπτισμα, ἐδέξω τό ἅγιον, καί Πνεύματος τήν χάριν, ὡς τό πρίν οἱ θεηγόροι.
Μέγιστα τεράστια, τελῶν θείᾳ χάριτι, πρός πίστιν ἐζώγρησας, τούς πάλαι κακόφρονας, διδάξας ἀναμέλπειν· ὁ Θεός εὐλογητός εἶ.
Ἐν τῇ γῇ κρυπτόμενος, καί βάτῳ σκεπόμενος, θείαις εἰσηγήσεσι, σοφέ πεφανέρωσαι, θαυμάτων βρύων χάριν, και νοσήματα διώκων.
Λύρα μελῳδήσασα, δόγματα σωτήρια, καί πάντων Κορνήλιε, ψυχάς ἐνηδύνουσα, ἐδείχθης ἀναμέλπων· ὁ Θεός εὐλογητός εἶ.
Τριαδικόν.
Πάντες τρισυπόστατον, Μονάδα δοξάσωμεν, Πατέρα προάναρχον, Υἱόν ὁμοούσιον, καί Πνεῦμα μελῳδοῦντες· ὁ Θεός εὐλογητός εἶ.
Θεοτοκίον.
Ὤφθης τό ἀνθρώπινον, φύραμα θεώσασα, τῇ θείᾳ γεννήσει Σου, Παρθένε Πανάμωμε· διό Σε κατά χρέος, οἱ πιστοί δοξολογοῦμεν.
 
ᾨδή η΄. Σοί τῷ Παντουργῷ.
Μόνον ἐκ ψυχῆς, τόν ἐπί γῆς ὀφθέντα, Θεόν ἐξεζήτησας, νοός εὐθύτητι· ὅθεν ἐγένου ἀπαρχή θεοφόρε, τῶν ἐθνῶν τιμία, καί Πνεύματος δοχεῖον.
Ἄνθρακι τῶν σῶν, μάκαρ ἐμπύρων λόγων, τήν ὕλην κατέφλεξας, τῆς ματαιότητος· ὅθεν πρός φέγγος, ἀνέσπερον μετέβης, πάντας καταυγάζων, τούς πόθῳ σε ὑμνοῦντας.
Κλῆρος καί μερίς, καί βοηθός καί ῥύστης, ἰσχύς τε καί ὕμνησις, καί φῶς σοι γέγονε, Λόγος ὁ πάντα, καλῶν ἐκ τοῦ μή ὄντος, καί χειραγωγίᾳ, Κορνήλιε θεόφρον.
Τριαδικόν.
Ἅγιε Πατήρ, Ἅγιε Λόγε, Πνεῦμα, Παναγία ἄκτιστε, Τριάς ἀμέριστε, σῶζε τούς πόθῳ, ὑμνοῦντας Σου τό κράτος, καί τήν βασιλείαν, καί τήν μεγαλωσύνην.
Θεοτοκίον.
Ῥᾶνον ἐφ’ἡμᾶς, τά Σά ἐλέη Κόρη, συνήθως καί αἴτησαι, Ἁγνή συγχώρησιν, πάντων πταισμάτων, ἐν γνώσει καί ἀγνοίᾳ, ἐξ ἀπροσεξίας, ἡμῖν ἐπισυμβάντων.
 
ᾨδή θ΄. Ἡσαΐα χόρευε.
Ἱεράν πανήγυριν, Ἐκκλησία πᾶσα συγκρατεῖ, τῇ μνήμῃ σου τῇ σεπτῇ, κήρυξ τοῦ Χριστοῦ· σύ γάρ ἰσοστάσιος, τῶν ἁγίων ὤφθης Μαθητῶν, Πνεῦμα τό Ἅγιον, ὡς ἐκεῖνοι κληρωσάμενος.
Ὡραιώθης δόγμασιν, εὐσεβείας ὡς ἱερουργός, ἐξωμοιώθης Θεοῦ, θείοις λειτουργοῖς· πηγάζεις δέ πάντοτε, ἰαμάτων μάκαρ ποταμούς, παύων νοσήματα, τῶν ἀνθρώπων ἱερώτατε.
Στολισθείς ἰμάτιον, σωτηρίου ὅπερ ὁ Χριστός, ἐξύφανε σαρκωθείς, νῦν περιχαρῶς, τά ἄνω βασίλεια, περιπολεῖς βλέπων καθαρῶς, κάλλος ἀμήχανον, τοῦ Νυμφίου ἀξιάγαστε.
Ἡ τιμία θήκη σου, ὥσπερ κρήνη βρύει τοῖς πιστοῖς, ἰάματα δαψιλῶς, καί ἀποσοβεῖ, Κορνήλιε πνεύματα, τά πονηρά, καί φωταγωγεῖ, πάντων τά ὄμματα, τῶν ἐν πίστει εὐφημούντων σε.
Θεοτοκίον.
Φωτισμόν μοι αἴτησαι, ἡ τεκοῦσα Φῶς τό ἐκ Φωτός, ἐκλάμψαν τόν σκοτασμόν πόρρω ἀπ’ ἐμοῦ, ἐναποδιώκουσα, καί πειρασμῶν καί τῶν ἡδονῶν, Ἄχραντε Δέσποινα, προστασία ἀκαταίσχυντε.
 
Ἐξαποστειλάρια.
Τῶν Ἐγκαινίων. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐν Γολγοθᾷ ὁ Κύριος, ὑψωθείς ἑκουσίως, ἐπί Σταυροῦ εἰργάσατο, τήν ἡμῶν σωτηρίαν, καινίσας πᾶσαν τήν κτίσιν· Τάφῳ δέ Ζωοδόχῳ, ἐτέθη καί τριήμερος, ὡς Θεός ἐξανέστη, Οὗ τῆς λαμπρᾶς, καί σεπτῆς Ἐγέρσεως ἐκτελοῦμεν, σύν ἀσωμάτοις Τάξεσιν, τά Ἐγκαίνια πάντες.
Τοῦ Ἁγίου. Ὅμοιον.
Καλέσας σε ὁ Κύριος, πρός ἐπίγνωσιν θείαν, τῆς Ἑαυτοῦ θεό-τητος, ὡς ἐπάξιον σκεῦος, τῶν Ἀποστόλων δεικνύει, συνεργάτην σε θεῖον, Κορνήλιε μακάριε· τό γάρ ὄνομα Τούτου ὁμολογῶν, πλείστοις προσωμίλησας πόνοις χαίρων· ἐντεῦθεν πρός τήν ἄπονον, εὐφροσύνην μετέστης.
Θεοτοκίον. Ὅμοιον.
Μετ’ εὐφροσύνης κράζομεν, Σοί τό χαῖρε Παναγία· χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδάμ καί τῆς Εὔας· χαῖρε δι’ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρός δόξαν ὑπερκόσμιον, τοῦ Υἱοῦ καί Θεοῦ Σου· χαῖρε δι’ ἧς, ὑπ’ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς Πανύμνητε, Θεοτόκε Μαρία.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια, ἕν τῶν Ἐγκαινίων καί τρία τοῦ Ἁγίου.
Τῶν Ἐγκαινίων. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Σήμερον ὁ ἔνθεος, καί ἱερός καί σεβάσμιος, τῆς Χριστοῦ Ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται, φωτοφόρος οἶκος, καί νέμει ἐν κόσμῳ, Τάφος ὁ θεῖος τήν ζωήν, καί ἐμπαρέχει πηγήν ἀθάνατον· βλυστάνει ῥεῖθρα χάριτος, θαυμάτων βρύει τά νάματα, καί δωρεῖται ἰάματα, τοῖς αὐτόν πίστει μέλπουσιν.
Τοῦ Ἁγίου. Ὅμοια.
Πέτρου τοῖς διδάγμασι, τῆς εὐσεβείας μεμύησαι, τό μυστήριον Ἅγιε· ἐντεῦθεν ἐκήρυξας, τοῖς ἐσκοτισμένοις, γλώσσῃ θεηγόρῳ, τό Εὐαγ-γέλιον Χριστοῦ, καί καθαιρέτης πλάνης γενόμενος, Κορνήλιε μακάριε, τῶν σῶν καμάτων τόν στέφανον, ἐπαξίως ἀπείληφας, πρός Χριστοῦ τοῦ Παντάνακτος.
Ἴχνεσιν ἑπόμενος, τῶν Ἀποστόλων Κορνήλιε, τήν αὐτῶν χάριν ἔσχηκας, καί λύχνος πολύφωτος, ἀληθείας ὤφθης, ἐφαπλῶν τῷ κόσμῳ, φῶς διδαγμάτων ἱερῶν, καί διαλύων πλάνης σκοτόμαιναν· διό σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, καί Ἀπόστολον ἔνδοξον, καί ἡμῶν ἀντιλήπτορα.
Δρόμον τόν τῆς πίστεως, θεοπρεπῶς ἐκτετέλεκας, τῷ Χριστῷ εὐηρέστησας, ἐντεῦθεν ἀνέδραμες, πρός ζωήν ἀγήρω, καί πρός  εὐφροσύνην, τήν ὑπερκόσμιον λαμπρῶς, φωτί ἀΰλῳ καταλαμπόμενος, Χριστοῦ τοῦ Παντοκράτορος, καί ἱκετεύων ἑκάστοτε, ὑπέρ τῶν εὐφημούντων σε, θεοφόρε Κορνήλιε.
Δόξα. Ἦχος γ΄.
Ἀποστολικῶς ἀγωνισάμενος, τοῦ Εὐαγγελίου μυσταγωγός ἐδεί-χθης, καί κήρυξ θεῖος, θεομάκαρ Κορνήλιε· ὅλον γάρ σαὐτόν ἀνέθηκας, τῷ θείῳ θελήματι, ἔξω τοῦ κόσμου καί σαρκός γενόμενος, ταῖς ἐναρέτοις πράξεσι· καί καλῶς διακονήσας Χριστῷ, ἐν θεολήπτῳ ψυχῇ, τῆς Αὐτοῦ λαμπρότητος, κληρονόμος ὤφθης, σύν Ἀποστόλοις Ἅγιε· μεθ’ ὧν ἱκέτευε, σώζεσθαι τούς σέ μακαρίζοντας.
Καί νῦν. Τῶν Ἐγκαινίων. Ὁ αὐτός.
Χριστέ ὁ Θεός ἡμῶν, ὁ τήν ἑκούσιόν Σου σταύρωσιν, εἰς κοινήν  ἐξανάστασιν, τοῦ γένους ἀνθρώπων καταδεξάμενος, καί τῷ καλάμῳ τοῦ σταυροῦ, βαφαῖς ἐρυθραῖς τούς Σεαυτοῦ δακτύλους αἱματώσας, τοῖς ἀφεσίμοις ἡμῖν, βασιλικῶς ὑπογράψει φιλανθρωπευσάμενος, μή παρίδῃς ἡμᾶς κινδυνεύοντας, καί πάλιν τήν ἀπό Σοῦ διάστασιν· ἀλλ’ οἰκτείρησον μόνε Μακρόθυμε τόν ἐν περιστάσει λαόν Σου, καί ἀνάστηθι, πολέμησον τούς πολεμοῦντας ἡμᾶς, ὡς Παντοδύναμος.
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Πέτρου ταῖς ἀκτῖσι καταυγασθείς, ὁμότροπος ὤφθης, Ἀποστόλων καί μιμητής· τόν τῆς ἀληθείας, διέσπειρας γάρ λόγον, Κορνήλιε θεόφρον, ἀξιοθαύμαστε.
 
Δίστιχον·
Κορνήλιε πρόσδεξαι τοῦτον τόν ὕμνον,
ὅν σοι Γεράσιμος ἀνέπλεξεν ἤδη.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου