Παρασκευή, 4 Αυγούστου 2017

Παρακλητικός Κανών ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΑΡΚΑΔΙᾼ ΑΓΙΩΝ, μ. Γερασίμου

           Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ἀρκάδων ἀντιλήπτορες θεῖοι, καί πρεσβευταί πρός τήν Ἁγίαν Τριάδα, ὁ τῶν Ἁγίων δῆμος ἑνδεκάριθμος, ἐκτενῶς πρεσβεύσατε, τῷ Δεσπότῳ τῶν ὅλων, δοῦναι ἡμῖν ἄφεσιν, καί παθῶν θεραπείαν, τοῖς ἀδιστάκτῳ πίστει καί σπουδῇ, τῇ προστασίᾳ, ὑμῶν καταφεύγουσι.
Δόξα. Τό αὐτό.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Χορός Ἁγίων χάριν δίδου μου. Γερασίμου.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Χορός ἑνδεκάριθμος καί σεπτός, τῶν ἐν Ἀρκαδίᾳ, ἐκλαμψάντων δι’ ἀρετῆς, ἀεί δυσωπεῖτε τόν Σωτῆρα, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Ὁλόφωτον αἴγλην παρά Θεοῦ, κληρούμενοι ἤδη, Διονύσιε ἱερέ, ὁμοῦ σύν τῷ θείῳ Γρηγορίῳ, παθῶν ἀχλύος ἡμᾶς ἀπαλλάξατε.
Ῥυσθῆναι ἐκ πάσης ἐπιβουλῆς, Θεόκλητε Πάτερ, Ἀθανάσιε ἱερέ, ἡμᾶς ὥσπερ θεῖοι Ἱεράρχαι, ἐπιστασίαις ὑμῶν ἐνισχύσατε.
Θεοτοκίον.
Ὁ Κτίστης τῶν ὅλων καί Ποιητής, ἐκ Σοῦ σαρκωθῆναι, εὐδοκήσας ὡς Ἀγαθός, πύλην σωτηρίας τοῖς ἐν κόσμῳ, ὡς ἀληθῶς Θεοτόκε Σε ἔδειξεν.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Σωτηρίας πρός τρίβον, τήν ἀπλανῆ Ὅσιοι, Νεῖλε καί Γεράσιμε Πάτερ, καθοδηγήσατε, ταῖς ἱκεσίαις ὑμῶν, τούς εὐλαβῶς ἐκζητοῦντας, τήν ὑμῶν ἀντίληψιν, ψυχῆς θερμότητι.
Ἀθλοφόροι Κυρίου, νεοφανεῖς Μάρτυρες, Πέτρε καί Εὐθύμιε Παῦλε, Μῆτρε μακάριε, ὁ καί Δημήτριος, σύν Δημητρίῳ ἑτέρῳ, πάσης ἡμᾶς ῥύσασθε, ὀργῆς καί θλίψεως.
Γεωργήσαντες πίστει, δι’ ἀρετῆς Ἅγιοι, οἱ ἐν Ἀρκαδίᾳ ἀγάπης, θείας τάς χάριτας, χάριν καί ἔλεος, καί ἱλασμόν τῶν πταισμάτων, ἐκ Θεοῦ αἰτήσασθε, ἡμῖν δεόμεθα.
Θεοτοκίον.
Ἰσχυράν προστασίαν, καί ἀῤῥραγές στήριγμα, τήν Σήν Θεοτόκε πρεσβείαν, ἀεί κατέχοντες, πάσης λυτρούμεθα, ἐπιφορᾶς καί ἀνάγκης, αἶνον χαριστήριον, Κόρη Σοί ᾄδοντες.

Διάσωσον, ἑνδεκαρίθμων Ἁγίων χορός ὁ θεῖος, ἀπό πάσης ὀδυνηρᾶς περιστάσεως, τούς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, χορεία ἑνδεκάριθμε, καί θεῖοι φρουροί, καί ἔφοροι ὑπάρχοντες, μή παύσητε ῥυόμενοι, πειρασμῶν καί παντοίων συμπτώσεων, τούς ἀνυμνοῦντας ὑμᾶς εὐλαβῶς, Ἀρκάδων τά θεῖα καλλωπίσματα.

ᾨδή δ΄. Εἰσακήκοα, Κύριε.
Ὡς σοφός Διονύσιε, Βυζαντίου Πρόεδρος καί περίδοξος, σοφιστείας πάσης λύτρωσαι, τῆς τοῦ πονηροῦ ἡμᾶς δεόμεθα.
Νοῦν ἀλάστορα ᾔσχυνας, ἅγιε Γρηγόριε τῇ ἀγχόνῃ σου, ὅθεν νοῦν γρήγορον δώρησαι, ἡμῖν κατά πάσης ματαιότητος.
Χριστῷ πάντας οἰκείωσαι, ἅγιε Θεόκλητε ταῖς πρεσβείαις σου, τούς πιστῶς σε μακαρίζοντας, οἷα Ἱεράρχην ἱερώτατον.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, τήν κεκακωμένην ψυχήν μου πάθεσι, καινοποίησον καί πλήρωσον, θείας εὐφροσύνης τῇ σῇ χάριτι.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις μυστικοῖς, ἧς ἐδέξω θείας χάριτας, Ἀθανάσιε ἀπόπλυνον ἡμῶν, τήν καρδίαν ὡς θεράπων Χριστοῦ ὅσιος.
Ἵλεων ἡμῖν, Μυροβλύτα Νεῖλε ἔργασαι, τόν Φιλάνθρωπον Δεσπότην καί Θεόν, τοῖς τιμῶσι σου τά θεῖα προστάγματα.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καί τοῦ σώματος, ὡς λαβών τήν ἐξουσίαν ἐκ Θεοῦ, ἀσεινεῖς ἡμᾶς διάσωζε Γεράσιμε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, μετανοίας με καταύγασον φωτί, τόν ἐν σκότει ἁμαρτίας πορευόμενον.

ᾨδή στ΄. Τήν δέησιν.
Οἱ νέοι, Χριστοῦ στερροί στρατιῶται, Πέτρε Παῦλε καί Εὐθύμιε θεῖε, παλαιωθέντας ἡμᾶς τῇ ἀπάτῃ, καινοποιήσατε θείαις λιταῖς ὑμῶν, ὡς ἄν ἐν βίῳ καθαρῷ, θεαρέστως Κυρίῳ δουλεύσωμεν.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, ἐν τοῖς ῥείθροις οἰκτιρμῶν τοῦ Σωτῆρος, ταῖς πρός Αὐτόν ὑμῶν θείαις πρεσβείαις, ὦ Νεομάρτυς Δημήτριε Ἅγιε, καί Μῆτρε νέε Ἀθλητά,νοητῶς τάς ψυχάς ἡμῶν πλύνατε.
 Δοχεῖα, τῆς θεϊκῆς ἐπιπνοίας, οἱ ἐν πάσῃ Ἀρκαδίᾳ ἁγίως, ἐν διαφόροις ἐκλάμψαντες χρόνοις, πολυειδῶν συμφορῶν και κακώσεων, ἀπολυτρώσασθε ἡμᾶς, ἑνδεκάριθμον σύστημα ἅγιον.
Θεοτοκίον.
Ἰσχύς μου, καταφυγή καί προστάτις, Σύ ὑπάρχεις Θεοτόκε Παρθένε· ὅθεν ἀεί τούς κυκλοῦντας ἐχθρούς με, σύντριψον Κόρη τῇ Σῇ κραταιότητι, καί ἴθυνόν με ἀσφαλῶς, πρός λιμένα ζωῆς τόν ἀχείμαστον.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Ἐν διαφόροις καιροῖς διαλάμψαντες, τήν Ἀρκαδίαν λαμπρύνετε θαύμασι· καί νῦν ἑνδεκάριθμοι Ἅγιοι, τῇ Παναγίᾳ Τριάδι πρεσβεύσατε, διδόναι ἡμῖν θεῖον ἔλεος.

Προκείμενον. Θαυμαστός    Θεός  ἐν  τοῖς  Ἁγίοις  Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον. Εἶπεν ὁ Κύριος τοῖς αὐτοῦ Μαθηταῖς· ὑμεῖς ἐστέ το φῶς τοῦ κόσμου…
Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων…
Και νῦν. Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Ἄστρα παμφαέστατα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Ἱεράρχαι πάνσοφοι, Ὅσιοι καί ἔνδοξοι Νεομάρτυρες, οἱ φωτί ἅπασαν, θείων χαρισμάτων, Ἀρκαδίων καταλάμποντες, σκότους λυτρώσασθε, πάσης ἁμαρτίας καί θλίψεως, καί χαλεπῶν στενώσεων, τούς εἰλικρινῶς καταφεύγοντας, ὑμῶν τῇ πρεσβείᾳ καί μέλποντας ὑμῶν τάς ἀρετάς, δι’ ὧν Χριστόν ἐδοξάσατε, τόν ὑμᾶς δοξάσαντα.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δοξασθέντες πλουσίως, τοῖς ποικίλοις χαρίσμασι θείου Πνεύματος, ἡμᾶς ἐξ ἀδοξίας, παθῶν χαλεπωτάτων, ἑνδεκάριθμοι Ἅγιοι, ἀπολυτρώσασθε ἀεί, ὑμῶν τῇ ἀντιλήψει.
Ὁ πεντάριθμος δῆμος, τῶν κλεινῶν Ἀθλοφόρων τοῦ Παντοκράτορος, Ἀρκάδων οἱ προστάται, καί Ὀρθοδόξων δόξα, Νεομάρτυρες ἔνδοξοι, ἐξιλεοῦσθε ἡμῖν, ἀεί τόν Ἀθλοθέτην.
Ὑπέρ πάντων δυσώπει, τήν Ἁγίαν Τριάδα τετράς θεόληπτε, σοφῶν Ἀρχιερέων, σύν Ἀσκητῶν δυάδι, Ἀρκαδίας κλεΐσματα, τῶν ἐκζητούντων ὑμῶν, τήν θείαν προστασίαν.

Θεοτοκίον.
Γηγενῶν σωτηρίαν, τόν Σωτῆρα τεκοῦσα ὤφθης, Πανάμωμε· διό ἐκδυσωπῶ Σε, κἀμέ τῆς αἰωνίου, σωτηρίας ἀξίωσον, τόν πεποιθότα θερμῶς, τῇ σκέπῃ Σου Παρθένε.

ᾨδή η΄. Τόν Βασιλέα.
Ἑνδεκαρίθμου, τῶν θεραπόντων σου στίφους, ταῖς δεήσεσι τήν Ἀρκαδίαν πᾶσαν, Δέσποτα εὐλόγει, χρηστότητος τῷ πλούτῳ.
Ῥώμῃ τῇ θείᾳ, ὦ ἑνδεκάριθμε δῆμε, ἐνισχύσατε ἡμᾶς ἠπορήσατε, τῷ Χριστῷ δουλεύειν, ἀμέπτῳ πολιτείᾳ.
Ἀρκάδων δόξα, ὦ ἑνδεκάριθμε δῆμε, προστατεύετε ἀεί τῆς Ἀρκαδίας, τῆς ὑμᾶς τιμώσης, ὡς πρέσβεις πρός τόν Κτίστην.
Θεοτοκίον.
Σῶζε Παρθένε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, τούς προστρέχοντας τῇ κραταιᾷ Σου σκέπῃ, και ὑπερυψοῦντας, τόν ἄφραστον Σου τόκον.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἰθύνατε ὑψόθεν, τετρακτύς ἁγία, Ἱεραρχῶν θεοφόρων δεόμεθα, προς μετανοίας τάς τρίβους πιστῶν το σύστημα.
Μη παύσησθε Κυρίῳ, ὦ δυάς Ὁσίων, ἱλαστηρίους δεήσεις ἑκάστοτε, προσαναφέρειν τοῦ σώζεσθαι τάς ψυχάς ἡμῶν.
Ὁπλῖται τοῦ Κυρίου, νέοι Ἀθλοφόροι, τῆς Ἀρκαδίας ἰσχύς οὐρανόσδοτος, ὑπέρ ἡμῶν τῷ Σωτῆρι ἀεί πρεσβεύσατε.
Θεοτοκίον.
Ὑψώσασα τόν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, πρός οὐρανίους ἐννοίας Πανάμωμε, τῆς τοῦ Υἱοῦ Σου ἀγάπης ἔμπλεων δεῖξον με.

Μεγαλυνάρια.
Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.
Χαίροις ἑνδεκάριθμον καί σεπτόν, σύστημα Ἁγίων, Ἀρκαδίας ἡ καλλονή, θεῖοι Ἱεράρχαι καί Ὅσιοι Πατέρες, καί νέων Ἀθλοφόρων, χορός πεντάριθμος.
Χαίροις Διονύσιε ἱερέ, σύν τῷ Γρηγορίῳ, Βυζαντίου θεῖοι πυρσοί· χαῖρε Ἱεράρχα, Θεόκλητε τρισμάκαρ· χαῖρε ὦ Ἀθανάσιε, ἱερώτατε.
Χαίροις μυροθήκη τῶν ἀρετῶν, Νεῖλε Μυροβλύτα καί Γεράσιμε ἱερέ, γέρας ἐγκρατείας, καί σκεῦος ἀπαθείας· χαίρετε θεοφόροι, Χριστοῦ θεράποντες.
Νέοι Ἀθλοφόροι τοῦ Ἰησοῦ, Εὐθύμιε Παῦλε καί Δημήτριε θαυμαστέ, Πέτρε σύν τῷ ἄλλῳ, ἁγίῳ Δημητρίῳ, προστάται Ἀρκαδίας, ὄντως τυγχάνετε.
Χάριν κεκτημένοι παρά Χριστοῦ, θεῖοι Ἱεράρχαι, καί Ὁσίων ἡ ξυνώρις, σύν Νεομαρτύρων, τῷ πενταρίθμῳ δήμῳ, μή παύσητε παρέχειν, ἡμῖν τά κρείττονα.
Πάντοτε ποιεῖσθε ὑπέρ ἡμῶν, θερμάς ἱκεσίας, δυσωποῦμεν πρός τόν Χριστόν, τῶν ἑνδεκαρίθμων, Ἁγίων ἡ χορεία, ὡς ἄν πάσης ἀνάγκης, ἀεί ῥυώμεθα.
Πάσαι τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων    δωδεκάς,  οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.
Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσωμεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα  τῶν Ἁγίων καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια. Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.
Δῆμος τῶν Ἁγίων τοῦ Θεοῦ, τῶν ἐν Ἀρκαδίᾳ λαμψάντων, ἐν διαφόροις καιροῖς, δήμοις ἀριθμούμενοι, τῶν Ἀσωμάτων νοῶν, σύν αὐτοῖς δυσωπήσατε, Χριστόν τόν Σωτῆρα, πάσης ἡμᾶς ῥύεσθε, ὀργῆς καί θλίψεως, λύσιν δέ διδόναι πταισμάτων, καί τήν ἐκ Θεοῦ εὐλογίαν, τοῖς εἰλικρινῶς ὑμᾶς γεραίρουσι.
Δέσποινα  πρόσδεξαι,  τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό  πάσης  ἀνάγκης  καί  θλίψεως.
Τήν  πᾶσαν  ἐλπίδα  μου,  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

Δίστιχον·
Δέξασθε, ὦ Ἅγιοι τῆς Ἀρκαδίας,
φωνήν ἱκέσιον τοῦ Γερασίμου.

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου