Τρίτη, 1 Αυγούστου 2017

Χαιρετισμοί εἰς Πάντας τούς Ἁγίους ΓΕΩΡΓΙΟΥΣ, Γ. Ἀποστολάκη

           Κοντάκιον. ῏Ηχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τήν πολυάριθμον χορείαν μακαρίσωμεν, τῶν Γεωργίων οἱ συνώνυμοι καί ᾄσωμεν, τά ἐγκώμια τῶν ἄθλων ἐν κατανύξει˙ τῶν Μαρτύρων τήν στερρότητα θαυμάσωμεν, τῶν Ὁσίων δέ τήν ἄσκησιν ζηλώσωμεν καί βοήσωμεν˙ Χαίροις ἅγιον Σύστημα.
 
Ἅπασα ἡ χορεία, Γεωργίων σέ ἔχει, ὡς πρώταρχον αὐτῆς ἐν Ἁγίοις (ἐκ γ΄. Ἅγιε Μεγαλομάρτυς, σύν πᾶσι τοῖς Ἁγίοις Γεωργίοις, πρέσβευε ὑπέρ ἡμῶν),  μαρτυρίου τά ἆθλα ἰδών, καί στερράν σου πίστιν, ὁ λαός λέγει σε, Χριστοῦ Μεγαλομάρτυρα, καί κράζει σοι τό χαῖρε οὓτω˙
Χαῖρε, ὁ γόνος Καππαδοκίας·        
χαῖρε,  ὁ τόκος μητρός ἁγίας.
Χαῖρε, τῶν εἰδώλων τῆς πλάνης ὁ ἔλεγχος·
χαῖρε,  τῶν Μαρτύρων καλλώπισμα μέγιστον.
Χαῖρε, ὃτι ἠλευθέρωσας αἰχμαλώτους ἐξ ἐχθρῶν·
χαῖρε,  ὃτι ὑπεστήριξας δικαιώματα πτωχῶν.   
Χαῖρε, ὁ ὑπομείνας τοῦ τροχοῦ τήν ὀδύνην·
χαῖρε,  ὁ ἐκνικήσας τῆς ἀσβέστου τήν μῆνιν.
Χαῖρε, Μαρτύρων πάντων ὁ πρώταρχος·
χαῖρε,  κατοίκων Ἄθω ὁ πρόβολος.
Χαῖρε, ἀμνός τοῦ Μεγάλου Ποιμένος·
χαῖρε,  τομήν ὑποστάς τοῦ αὐχένος.
Χαίροις, Μάρτυς Γεώργιε.
 
Βλάστημα θείων πόνων, Γεωργίων ὁ δῆμος, κατέστης Ἐκκλησίας τό κλέος˙ Πατριάρχην ἐν Πόλει σεπτόν, καί Ἐπίσκοπον ἐν Δεβελτῷ κέκτησαι, ἐν κόλποις σου γεραίρων τε, καί θέρμῃ τῷ Θεῷ κραυγάζων˙
Ἀλληλούϊα.
 
Γόνος Ἰωαννίνων, καί Χριστοῦ Νεομάρτυς, παρίστασαι Γεώργιε νέε˙ παριδών ἡλικίας ἀκμήν, εἰς τόν βρόγχον τόν μαρτυρικόν ἔδραμες, αἰσχύνας τήν δυσσέβειαν˙ διό καί νῦν τιμᾶσαι οὓτω˙    
Χαῖρε, τό κλέος ᾿Ιωαννίνων·
χαῖρε,  Χριστοῦ νεόδρεπτον κρίνον .   
Χαῖρε, τῶν θαυμάτων λαμπρόν τό θησαύρισμα·
χαῖρε,  τῶν ἰαμάτων πολλῶν τό ἀπαύγασμα.
Χαῖρε, κῆρυξ ἡμῶν πίστεως κατενώπιον ἐχθροῦ·
χαῖρε,  δόξα καί διάσωσμα τῆς εἰκόνος τοῦ Θεοῦ.
Χαῖρε, ὃτι σήν ἄθλησιν ἐθαύμασαν πάντες·
χαῖρε,  ὃτι ἀπίστων κατετρώθη τό κῦρος. 
Χαῖρε, Χριστοῦ δοξάσας τό ὄνομα·
χαῖρε,  αἰτοῦσι δίδων πᾶν αἴτημα.
Χαῖρε, φωτί αὐγασθείς εἰς ἀγχόνην·
χαῖρε,  κηρύξας ἀλήθειαν μόνην.     
Χαίροις, Μάρτυς Γεώργιε.
 
Δύναμιν παρ’ Ὑψίστου μαρτυρίου λαβόντες, συνήφθητε τῇ ἄλλων χορείᾳ˙ Μυτιλήνης τεκνίον ὁ εἷς, καί ὁ ἓτερος ἐκ Βηθλεέμ ὤφθητε, Κυρίου γεωργήματα, Χριστῷ μετά λοιπῶν βοῶντες˙
Ἀλληλούϊα.
 
Ἔλαμψας μαρτυρίῳ, πυρακτούμενος πίστει, Γεώργιε τῶν Σέρβων ἡ δόξα˙ καί τό πῦρ ὣσπερ δρόσον θαρσῶν, ἀπυρπόλητος ἐν τῷ πυρί ἔμεινας˙ διό σε μακαρίζοντες, βοῶσι οἱ πιστοί τοιαῦτα˙
Χαῖρε, ὁ ἔνδοξος Νεομάρτυς·
χαῖρε,  Χριστοῦ ὁ ἔνθερμος λάτρις.
Χαῖρε, τῶν ἀρχαίων Μαρτύρων ἐφάμιλλος·
χαῖρε,  τῶν λοιπῶν Γεωργίων συνόμιλος.
Χαῖρε, ἄνθος τό πανεύοσμον, ἄθλων τῶν μαρτυρικῶν·
χαῖρε,  δένδρον τό κατάκαρπον, πόνων ἀγωνιστικῶν.
Χαῖρε, ὃτι ἀφόβως τήν πυράν ὑπεδέχθης·  
χαῖρε,  ὃτι ὡς σφάγιον Χριστοῦ κατεφλέχθης.
Χαῖρε, ἐχθροῦ τῆς πλάνης σβεστήριον·
χαῖρε,  πιστῶν Χριστοῦ ἀμυντήριον.
Χαῖρε, τῶν Σέρβων λαμπρά εὐφροσύνη·
χαῖρε,  ἀπίστων πολλή καταισχύνη.
Χαίροις, Μάρτυς Γεώργιε.
 
Ζέοντες θείου πόθου, τῇ ὁδῷ μαρτυρίου, ηὐξήσατε χορόν ὁμωνύμων· ὁ μέν ξίφει αὐχένα τμηθείς, τῇ ἀγχόνῃ ὁ δέ καταγχθείς ἔνδοξοι, βλαστοί Φιλαδελφείας τε, Ἰβήρων νῦν ὁμοῦ βοᾶτε·      
Ἀλληλούϊα.
 
Ἤσχυνας τῶν ἀπίστων, τήν ὀφρῦν Νεομάρτυς, Γεώργιε τῆς Κύπρου τό τέκνον, δημοσίᾳ κηρύξας Χριστόν, μαρτυρίῳ ἤθλησας καλῶς ἔνδοξε˙ διό σου τά παλαίσματα, θαμβούμενοι τιμῶμεν οὓτω˙
Χαῖρε, ἐνδόξως ἠγωνισμένος·  
χαῖρε,  Κυρίῳ δεδοξασμένος.          
Χαῖρε, τῶν βασάνων δεχθείς τήν δυσχέρειαν·
χαῖρε,  τυφεκίῳ λαβών τήν τελείωσιν.   
Χαῖρε, ὃτι τό σόν λείψανον ὑποβάλλει θαυμασμόν·
χαῖρε,  ὃτι ὑπερκόσμιον προσεδέχθη φωτισμόν.
Χαῖρε, ὁ ἐναθλήσας Παλαιστίνῃ νομίμως·
χαῖρε,  ὁ ἁγιάζων Λευκωσίαν μονίμως.
Χαῖρε, Χριστοῦ πλησίον ἱστάμενος·
χαῖρε,  καλόν βραβεῖον δεξάμενος.  
Χαῖρε, πολλῶν θαυμαστῶν ἡ αἰτία·
χαῖρε,  πτωχῶν σταθερά προστασία.
Χαίροις, Μάρτυς Γεώργιε.
 
Θεοσύλλεκτος δῆμος, Γεωργίων Ἁγίων, καυχᾶται ἐφ’ ὑμῶν μαρτυρίῳ, Ἀτταλείας καρπέ θαλερέ, καί ῾Ραψάνης γέρας ἐκλεκτόν ἃμα τε, Μαγνήτων ἐγκαλλώπισμα, βοήσατε οἱ τρεῖς Κυρίῳ˙                    
Ἀλληλούϊα.
 
Ἱερεύς ὤν καί Μάρτυς, διπλοῦν ἔλαβες στέφος, λαμπρύνας Νεαπόλεως κώμην˙ τῶν θαυμάτων δέ τοῦ δώρου τυχών, διασῴζεις νόσων τόν λαόν ἔνθεε˙  διό σε, ὦ Γεώργιε, λαμπρύνοντες πιστοί βοῶσι˙
Χαῖρε, Χριστοῦ μαρτυρία νέα·
χαῖρε,  ἐχθροῦ καταισχύνη πλήρης.
Χαῖρε, γεωργίας καλῆς τό γεώργημα·         
χαῖρε,  εὐσεβείας πολλῆς τό ἀπάνθισμα.
Χαῖρε, ὃτι πλεῖστα θαύματα ἐκτελεῖς παντί καιρῷ·
χαῖρε,  ὃτι τά δαιμόνια ἐκδιώκεις σθεναρῶς.
Χαῖρε, ὃτι σωρός σου ἀναβλύζει ἰάσεις·
χαῖρε,  ὃτι ἀκούεις τοῦ λαοῦ τάς αἰτήσεις.
Χαῖρε, Μικρᾶς Ἀσίας τό σέμνωμα·
χαῖρε,  πιστῶν ἐν ζάλῃ τό στήριγμα.
Χαῖρε, λαμπρόν Νεαπόλεως κλέος·     
χαῖρε,  χοροῦ Γεωργίων ἡ δόξα.
Χαίροις, Πάτερ Γεώργιε.
 
Κόλαφος τοῖς ἀπίστοις, σόν μαρτύριον ἔστη, Γεώργιε Μελάμπων ὁπλῖτα˙ Σαμοθράκης δέ δύο βλαστοί, ὁμωνύμων σύνταγμα εὑρεῖν ἔσπευσαν, γενναίως συναθλήσαντες, καί ἃπαντες Χριστῷ βοῶσι˙
Ἀλληλούϊα.
 
Λάμψας ἐν τῇ ἀθλήσει, τῶν ἀρχαίων Μαρτύρων, τό σθένος ἀληθῶς ἐμιμήσω· Κυδωνίαι μέν καυχῶνται ἐν σοί, καθιδοῦσαι πίστιν σου στερράν· Χίος δέ πατρίς σου ὀνομάζεται, καί ψάλλει σοι φωνῇ  μεγάλῃ˙
Χαῖρε, ὁ θεῖος Χιοπολίτης·
χαῖρε,  ὁ νέος Χριστοῦ ὁπλίτης.                
Χαῖρε, στρατιώτης Κυρίου ἀήττητος·
χαῖρε,  καταισχύνη ἀπίστων κατάφωρος.
Χαῖρε, ὃτι τοῖς βασάνοις σου κατεπλάγησαν πιστοί·
χαῖρε,  ὃτι τῷ θανάτῳ σου μετηνέχθης εἰς ζωήν.
Χαῖρε, ὃτι ἐκήρυξας Χριστόν ὡς Σωτῆρα·
χαῖρε,  ὃτι ὑπέμεινας δημίου τήν χεῖρα.      
Χαῖρε, ἀπίστων βέβαιος ἔλεγχος·  
χαῖρε,  δαιμόνων πλήρης κατάργησις.
Χαῖρε, Θεῷ προσφορά καί θυσία·
χαῖρε,  Μαρτύρων τερπνή συνοδεία.
Χαίροις, Μάρτυς Γεώργιε.
 
Μεγαλύνομεν λίαν, καί τιμῶμεν τήν μνήμην, ἁπάντων Γεωργίων      Ἁγίων· ἐξαιρέτως σεμνόν Ἀθλητήν, καί τῆς Κρήτης τέκνον ἐκλεκτόν, Κύπρου δέ τόν ἓτερον συνώνυμον, δοξάζομεν Θεῷ βοῶντες·                                                
Ἀλληλούϊα.
 
Νέον  κλέος  καί  δόξα, Ἐκκλησίᾳ ἐδείχθης, Γεώργιε Ἐφέσου τό χάρμα˙ καί τοῦ ξίφους δεχθείς τήν τομήν, τήν προτέραν ἄρνησιν Χριστοῦ ἔσβεσας˙ διό σου τήν μετάνοιαν, θαυμάζοντες θερμῶς βοῶμεν˙
Χαῖρε, Μαρτύρων τυχών τῆς δόξης·
χαῖρε,  ἑδρεύων ἀΰλοις τόποις.
Χαῖρε, ὁ ἀμνός τοῦ Χριστοῦ ὁ πειθήνιος·
χαῖρε,  Γεωργίων χοροῦ ἀκροθίνιον.     
Χαῖρε, πᾶσαν γενναιότητα μαρτυρίῳ ἐνδυθείς·
χαῖρε,  Ἄγαρ τήν φαυλότητα ἀναιρέσας εὐθαρσῶς.
Χαῖρε, ὃτι ἀντήλλαξας τήν μέθην σοφίας·
χαῖρε,  ὃτι κατήργησας τοῦ πάθους τήν ζάλην.
Χαῖρε, τομῇ ἐκπλύνας τό ὄνειδος·
χαῖρε,  Χριστοῦ ζητήσας τό ὄφελος. 
Χαῖρε, σεπτόν τῆς Ἐφέσου τό κάλλος·
χαῖρε,  ἐχθροῦ ἐκνικήσας τό κράτος.
Χαίροις, Μάρτυς Γεώργιε.
 
Ξυνωρίδα  ἁγίαν, τῶν Ὁσίων Μαρτύρων, τιμῶμεν Λιμνιώτου καί Πέρσου˙ δι’ ἀσκήσεως πόνων καλῶς, ἐν ἰδίοις ἓκαστος καιροῖς ἔλαμψεν, καί εἶτα ἐμαρτύρησεν, Χριστόν πρός Ὅν σεπτῶς βοῶμεν˙
Ἀλληλούϊα.
 
Ὅσιος  ἀνεδείχθης, ἐν Σινᾷ τῇ ἐρήμῳ, Γεώργιε ἀσκήσει σπουδάσας˙  εἰ μή Ἄγγελος ἄσαρκος ἦς, πῶς ἄν ἔβης πλέθρα τόσα γῆς τάχιστα, ἐλθών Ἱεροσόλυμα, ἀχρόνως;  Ὅθεν σοι βοῶμεν˙      
Χαῖρε, ἀρχαίων Ἀββάδων μύστης·
χαῖρε,  κανών μοναζόντων πλήρης.
Χαῖρε, τῶν τῆς φύσεως νόμων κατάργησις·
χαῖρε,  Πατριάρχου μεγίστη κατάπληξις.                 
Χαῖρε, ὃτι διεβίωσας ὣσπερ ἄσαρκος σεπτῶς·
χαῖρε,  ὃτι προανήγγειλας κοίμησίν σου θαυμαστῶς.
Χαῖρε, ὃτι εἰς μέτρον ἁγιότητος ἤρθης·
χαῖρε,  ὃτι τοῦ Πνεύματος χαρίτων ἐπλήσθης.
Χαῖρε, ἀστήρ ἐρήμου λαμπρότατος·
χαῖρε,  πυρσός Σιναίου ἀείφωτος.    
Χαῖρε, στερρός ζηλωτής τῶν ἀΰλων·
χαῖρε,  πιστός μιμητής τῶν Ἀγγέλων.
Χαίροις, Πάτερ Γεώργιε.
 
Πανσεβάσμιος δῆμος, ὁμωνύμων γεραίρει, τριάδα Ἐπισκόπων ὁσίων˙ Μυτιλήνης οἱ δύο ταγοί, τῇ ποιμάνσει πλῆθος ἀρετῶν δείξαντες, ὁ τρίτος δέ Ἀμάστριδος, συμψάλλουσι νῦν τῷ Κυρίῳ˙
Ἀλληλούϊα.
 
Ῥώπους τούς ἐν τῷ κόσμῳ, καταλείψας τρισμάκαρ, ἰσάγγελον ἐξέλεξας βίον˙ Χοζεβᾶ ἀσκηθείς τῇ Μονῇ, καί νεκρώσας θέλημα σαρκός δάκρυσι, τόν λόγον ἐγεώργησας, τῆς χάριτος˙  διό βοῶμεν˙
Χαῖρε, Γεώργιε Χοζεβῖτα·   
χαῖρε,  πανόλβιε ἐρημῖτα.
Χαῖρε, τῆς ἀσκήσεως ἄνθος πανεύοσμον·
χαῖρε,  τῆς παιδεύσεως θεῖον γεώργημα.  
Χαῖρε, Πάτερ θεοφόρητε κατανύξεως πηγή·
χαῖρε,  Ἅγιε θεόσοφε μοναστῶν καταφυγή.     
Χαῖρε, ὃτι ἀνέστησας εὐχῇ σου τό βρέφος·
χαῖρε,  ὃτι ἡμέρωσας θηρίου τό μένος.   
Χαῖρε, πολλῶν χαρίτων ὁ μέτοχος·
χαῖρε,  χοροῦ Ἁγίων ὁ σύσκηνος.
Χαῖρε, σαρκός καταργήσας τά πάθη·    
χαῖρε,  ἡμῶν θεραπεύων τά ἄλγη. 
Χαίροις, Πάτερ Γεώργιε.
 
Σύστημα Γεωργίων, θεοφόρον δυάδα, ἐξόχως ᾿Εκκλησίᾳ προβάλλει, ἀσκητοῦ τε τοῦ Θαυματουργοῦ, καί ἐν Κύπρῳ κτίτορος μονῆς˙ ἃπαντες, αὐτῶν τά ἐκγυμνάσματα, τιμῶμεν καί  Θεῷ βοῶμεν˙
Ἀλληλούϊα.
 
Τῶν κανόνων καί ὓμνων, ποιητήν σε καλοῦμεν, Γεώργιε Ἐπίσκοπε θεῖε˙ φεγγοβόλος ὑπάρχων ἀστήρ, Ἐκκλησίας ἄμβωνι λαμπρῶς ἔλαμψας˙ τιμῶντες οὖν θεόπνευστον, τῶν λόγων σου χαρᾷ βοῶμεν˙
Χαῖρε, ὁ γόνος τῆς Βιθυνίας·        
χαῖρε,  ἡγήτωρ Νικομηδείας.
Χαῖρε, κηρυγμάτων τό στόμα τό εὔλαλον·
χαῖρε,  νοημάτων βαθέων διδάσκαλος.      
Χαῖρε, ὓμνων τό θησαύρισμα λίαν κατανυκτικῶν·
χαῖρε,  γλῶσσα θεοκίνητος πάντα τέρπουσα πιστόν.   
Χαῖρε, θεολογίας ἱερώτατον λῆμμα·     
χαῖρε,  Ἱεραρχίας πολυτίμητον δεῖγμα.        
Χαῖρε, γλυκύς τῷ λόγῳ καί φλέγματι·
χαῖρε,  πυρσός φωτίζων τῷ Πνεύματι.                     
Χαῖρε, κανόνας καί ὓμνους ποιήσας·               
χαῖρε,  Ὁσίων χορείαν πλουτήσας.
Χαίροις, Πάτερ Γεώργιε.
 
Ὑποθήκην Μαρτύρων, ἐτηρήσατε ὄντως, ἁγία ξυνωρίς Ἐπισκόπων˙ καί ἀνδρεῖοι ὁμολογηταί, Ὀρθοδόξου πίστεως ἡμῶν ἃπασι, ἐφάνητε συμψάλλοντες, σύν ἄλλοις Γεωργίοις οὓτω˙               
Ἀλληλούϊα.
 
Φάρος τῆς τῶν ᾿Ιβήρων πολιτείας ἐδείχθης, μονῆς τε ὁμωνύμου συγκτίτωρ· ἀσκηθείς ἐν τῷ Ἄθῳ καλῶς, καί χαρίτων θείων ἐμπλησθείς Ὅσιε, ἐδίδαξας πατρίδι σου, παρ’ ἧς τιμῇ ἀκούεις ταῦτα˙        
Χαῖρε, Γεώργιε Ἀθωνῖτα·    
χαῖρε,  λαοῦ τῶν Ἰβήρων μῦστα.
Χαῖρε, Ἀποστόλων Ἁγίων διάδοχε·    
χαῖρε,  ταπεινέ Γεωργίας διάκονε.      
Χαῖρε, τύπος καί παράδειγμα σεβασμίων μοναστῶν·
χαῖρε,  τίμιε συμμέτοχε Γεωργίων τοῦ χοροῦ.         
Χαῖρε, καύχημα ὃσιον Μονῆς τῶν ᾿Ιβήρων·
χαῖρε, Ὄρους τοῦ Ἄθωνος πανεύοσμον μῦρον.
Χαῖρε, σεπτῆς ἀσκήσεως γέννημα·
χαῖρε,  καλῶν Γερόντων ἀνάστημα.
Χαῖρε, τερπνή τῆς πατρίδος σου φήμη·
χαῖρε,  ψυχῶν οὐρανόσδοτη ῥύμη. 
Χαίροις, Πάτερ  Γεώργιε.
 
Χαίροι  τῶν Γεωργίων, ὁ ἑσμός ἐν συνάξει, τριάκοντα καί πέντε Ἁγίων, τῇ ἀσκήσει σου Πάτερ λαμπρῶς, καί καλεῖ σε ὄρους Μαλαιοῦ Πρόεδρον˙ πιστοί δέ οἱ ὁμώνυμοι, κραυγάζουσι φωνῇ μεγάλῃ˙    
Ἀλληλούϊα.
 
Ψάλλοντας Γεωργίους, οὐκ ἄν ἔδει λανθάνειν, τετράριθμον ὁμάδα Ῥωμαίων˙ Ἐκκλησίας τῆς Μίας βλαστοί, ἀδελφοί δέ ὄντες τῶν λοιπῶν εὔχονται, ἐξάλειψιν τοῦ σχίσματος˙ διό παρά πιστῶν τιμῶνται˙
Χαῖρε, Γεώργιε  τῆς Λοδέβης·   
χαῖρε,  χαρά τῶν Βενεδεκτίνων.
Χαῖρε, Γεωργία ὁσίως μονάσασα·           
χαῖρε,  τό Κλερμόντ τῆς Γαλλίας δοξάσασα.
Χαῖρε, Ἅγιε Γεώργιε, τῆς Βιέννης ὁ Ποιμήν·     
χαῖρε,  Ὅσιε ὀρθόδοξον ἐπιδείξας ἀγωγήν.
Χαῖρε, Πάτερ Γεώργιε φωστήρ τῆς Γαλλίας·  
χαῖρε,  θεῖε διάδοχε σεπτῶν Ἀποστόλων.
Χαῖρε, λαμπρά χορεία τῆς Δύσεως·
χαῖρε,  ἁλκή ἁπάσης τῆς φύσεως.
Χαῖρε, ὁμάς Γεωργίων ἁπάντων·
χαῖρε,  ἐλπίς ἐκ πιστῶν συνωνύμων.  
Χαίροις, ἃγιον σύστημα.
 
Ὦ ὑπέρτιμε δῆμε, Γεωργίων Ἁγίων, ἐνθέων ὑπηκόων Κυρίου  (ἐκ γ’· Ἅγιοι Γεώργιοι πρεσβεύσατε ὑπέρ ἡμῶν), δυσωπεῖτε διδόναι Χριστόν, τῶν πταισμάτων ἄφεσιν ἡμῖν ἃπασι, πληροῦτε δέ ταχύτατα, αἰτήματα πιστῶν βοώντων˙        
Ἀλληλούϊα.
 
Καί αὖθις τό Κοντάκιον. ῏Ηχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τήν πολυάριθμον χορείαν μακαρίσωμεν, τῶν Γεωργίων οἱ συνώνυμοι καί ᾄσωμεν, τά ἐγκώμια τῶν ἄθλων ἐν κατανύξει˙ τῶν Μαρτύρων τήν στερρότητα θαυμάσωμεν, τῶν Ὁσίων δέ τήν ἄσκησιν ζηλώσωμεν καί βοήσωμεν˙
Χαίροις, ἅγιον Σύστημα.
 
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Θεοσύλλεκτον δῆμον πιστοί ὑμνήσωμεν˙τῶν μέν Μαρτύρων τήν πίστιν τήν σθεναράν, ἀδελφοί, προσευχῇ παρά Κυρίου ἐκζητήσωμεν˙ ἄσκησιν δέ τῶν ἀρετῶν, ὁμοιάσωμεν καλῶς Ὁσίοις ἡμῶν Πατράσι, καί Γεωργίων ἁπάντων, τά κλέη ᾄσωμεν αἰσίαις φωναῖς.
 
Δίστιχον.
Πληρώσατε πίστεως ἐμοῦ τήν καρδίαν,
Γεώργιοι Μάρτυρες, Χριστοῦ ἡ χορεία.
 
 
 
 
 
 
 
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου