Παρασκευή, 4 Αυγούστου 2017

Ἀκολουθία ΘΕΙΑΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


 
 
Ψαλλομένη τῇ 6η Αὐγούστου
 
Σημείωσις: Ἐὰν ἡ Ἑορτὴ τύχῃ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀναστασίμων ψάλλομεν, ἀλλὰ πάντα τῆς Ἑορτῆς.
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια γ´, δευτεροῦντες τὸ α´.Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ᾿ ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι᾿ οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ καταλάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς).
Ὦ φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ Γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἅπαν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῷ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη· ἐν ᾗ Μωυσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.
 
Εἰς τὸν Στίχον.Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Σήμερον ὁ Χριστός, ἐν ὄρει Θαβωρίῳ, τὴν τοῦ Ἀδὰμ ἀμείψας, ἀμαυρωθεῖσαν φύσιν, λαμπρύνας ἐθεούργησεν.
Στ. Σοί εἰσιν οἱ οὐρανοὶ καὶ Σοί ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς Σὺ ἐθεμελίωσας.
Φέγγει τῶν ἀρετῶν, ἐκλάμποντες προσβῶμεν, ἐν ὄρει τῷ ἁγίῳ, ὀψόμενοι τὴν θείαν, Κυρίου Μεταμόρφωσιν.
Στ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται.
Ἥλιος μὲν τὴν γῆν, φαιδρύνων αὖθις δύνει· Χριστὸς δὲ μετὰ δόξης, ἀστράψας ἐν τῷ ὄρει, τὸν κόσμον κατεφώτισεν.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Εἶδον ἐν τῷ Θαβώρ, Μωσῆς τε καὶ Ἠλίας, τὸν ἐκ Παρθένου Κόρης, Θεὸν σεσαρκωμένον, βροτῶν εἰς ἀπολύτρωσιν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος Βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου, τὴν δόξαν Σου, καθὼς ἠδύναντο· λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς Σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα Σοι. (γ΄).
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογία οὐ γίνεται. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς´ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα δ´, δευτεροῦντες τὰ δύο πρῶτα. Ἦχος δ´. Κοσμᾶ Μοναχοῦ.
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο· Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί Σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς Σου· ἵνα θεωρήσαντες τὰ θαυμάσιά Σου, μὴ δειλιάσωσι τὰ παθήματά Σου· ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα Σου ἔλεος. (Δίς).
Πρὸ τοῦ Σταυροῦ Σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς· ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα· ἧς καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ κατα-ίωσον, ὡς Ἐλεήμων καὶ Φιλάνθρωπος. (Δίς).
Εἰς ὄρος ὑψηλόν, μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας· δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται. Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωυσῆς καὶ Ἠλίας ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει, καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας ὑπῆρχε Θεός· ᾧ καὶ φωνὴ τοῦ Πατρός, ἐκ νεφέλης φωτεινῆς ἐμαρτύρει λέγουσα· Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τὸν ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου ζωὴν τὴν αἰώνιον.
Ὄρος τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες Σου ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον μυστήριον, ἐπ᾿ ἐσχάτων ἐφανέρωσεν, ἡ φρικτή Σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ· οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου Σου μὴ φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων Σου, ἐπὶ πρόσωπον εἰς γῆν κατεβαρύνοντο· οἳ καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον βλέποντες, Μωυσῆν καὶ Ἠλίαν, συλλαλοῦντάς Σοι τὰ μέλλοντα συμβαίνειν Σοι. Καὶ φωνὴ ἐκ τοῦ Πατρὸς ἐμαρτύρει λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· Αὐτοῦ ἀκούετε, Ὅστις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´. Ἀνατολίου.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν Σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς Σου Μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτὴρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. Οἱ Μαθηταί Σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. κδ´ 1218).
Εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ στῆθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς. Καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ, ἀνέβησαν ἐπὶ τὸ ὄρος τοῦ Θεοῦ. Καὶ τοῖς πρεσβυτέροις εἶπεν· ἡσυχάσατε αὐτοῦ, ἕως ἂν ἐπιστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὢρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς. Καὶ ἀνέβη Μωυσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος· καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινᾶ καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, ἐναντίον τῶν υἱῶν Ἰσραήλ. Καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος· καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. λγ´ 1123, 34 καί μστ´ 8).
Ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων Ἰησοῦς, υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον· ἰδοὺ σύ μοι λέγεις· ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν συναποστελεῖς μετ᾿ ἐμοῦ· σὺ δέ μοι εἶπας· οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ᾿ ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς, ἵνα ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου καὶ ἵνα γνῶ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει αὐτῷ Κύριος· ἐγὼ αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς αὐτόν· εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μεθ᾿ ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ᾿ ἢ συμπορευομένου σου μεθ᾿ ἡμῶν; Καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἂν ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ καὶ οἶδά σε παρὰ πάντας. Καὶ λέγει Μωυσῆς· δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω τῷ ὀνόματί μου, Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν· οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται. Καὶ εἶπε Κύριος· ἰδοὺ τόπος παρ᾿ ἐμοί καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα δ᾿ ἂν παρέλθῃ ἡ δόξα μου καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἂν παρέλθω· καὶ ἀφελῶ τὴν χεῖρά μου καὶ τότε ὄψῃ τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. Καὶ ὀρθρίσας Μωυσῆς τὸ πρωΐ, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθὰ συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε· Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Καὶ σπεύσας Μωυσῆς, κύψας ἐπὶ τὴν γῆν, προσεκύνησε τῷ Κυρίῳ.
Βασιλειῶν Τρίτης τὸ Ἀνάγνωσμα (Κεφ. ιθ´ 39, 1113, 1516).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔρχεται Ἠλιοὺ εἰς Βηρσαβεέ, ἥ ἐστι τοῦ Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν. Καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι, φάγε καὶ πίε. Καὶ ἐπέβλεψεν Ἠλιού καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψεν ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης, τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἕως ὄρους Χωρήβ. Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτόν καὶ εἶπεν αὐτῷ Κύριος· ἐξελεύσῃ καὶ στήσῃ ἐν τῷ ὄρει ἐνώπιον Κυρίου· καὶ ἰδοὺ Κύριος παρελεύσεται,καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός· οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσεισμὸν πῦρ· οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς καὶ ἐκεῖ Κύριος. Καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλιού, ἐπεκάλυψε τὸ πρόσωπον αὑτοῦ ἐν τῇ μηλωτῇ αὑτοῦ καὶ ἐξῆλθε καὶ ἔστη παρὰ τὸ σπήλαιον. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· πορεύου καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ· καὶ χρίσεις τὸν Ἐλισσαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ, εἰς Προφήτην.
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β´.
Ὁ φωτί Σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς Σου τὴν δυναστείαν Σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν Σοι· εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς Σου, τὴν δόξαν τῆς Σῆς θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς Σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου, ὡς μόνος Ἀγαθὸς καὶ Φιλάνθρωπος.
Ὁ αὐτός.
Τὸ προήλιον σέλας Χριστός, σωματικῶς ἐπὶ τῆς γῆς περιπολεύων, καὶ πρὶν τοῦ Σταυροῦ, ἅπαντα τὰ τῆς φρικτῆς οἰκονομίας τελέσας θεοπρεπῶς, σήμερον ἐν Θαβὼρ τῷ ὄρει, μυστικῶς τῆς Τριάδος τὸν τύπον ὑποδείκνυσι· τοὺς γὰρ προκρίτους τρεῖς τῶν Μαθητῶν, Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, σὺν Αὐτῷ ἀγαγὼν κατ᾿ ἰδίαν, καὶ μικρὸν ὑποκρύψας τῆς σαρκὸς τὸ πρόσλημμα, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, ἐμφαίνων τοῦ ἀρχετύπου κάλλους τὴν εὐπρέπειαν, καὶ ταύτην οὐχ ὁλόκληρον· τὸ μὲν πληροφορῶν αὐτούς, τὸ δὲ καὶ φειδόμενος, μήπως σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν· ἀλλ᾿ ὡς ἠδύναντο χωρεῖν, τοὺς σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. Καὶ Προφητῶν τοὺς ἀκραίμονας, Μωυσῆν καὶ Ἠλίαν ἠνέγκατο, ἀναλόγως μαρτυροῦντας αὐτοῦ τὴν θεότητα· καὶ ὅτι Αὐτός ἐστι τὸ ἀληθινὸν τῆς πατρικῆς οὐσίας ἀπαύγασμα, ὁ κυριεύων ζώντων καὶ νεκρῶν. Διὸ καὶ νεφέλη, καθάπερ σκηνή, περιέσχεν αὐτούς· καὶ φωνὴ ἄνωθεν τοῦ Πατρὸς ἐκ τῆς νεφέλης, ἠχητικῶς προς-μαρτυροῦσα καὶ λέγουσα· Οὗτός ἐστιν, Ὅν ἀῤῥεύστως ἐκ γαστρός, πρὸ ἑωσφόρου ἐγέννησα, Υἱὸς ὁ ἀγαπητός μου· Ὅν ἀπέστειλα σῶσαι, τοὺς εἰς Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον βαπτιζομένους, καὶ ὁμολογοῦντας πιστῶς, ὡς ἀδιαίρετόν ἐστιν, ἓν τὸ κράτος τῆς θεότητος· Αὐτοῦ ἀκούετε. Αὐτὸς οὖν Φιλάνθρωπε Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς καταύγασον ἐν τῷ φωτὶ τῆς ἀπροσίτου Σου δόξης, καὶ ἀξίους ἀνάδειξον κληρονόμους, τῆς ἀτελευτήτου Βασιλείας Σου, ὡς Ὑπεράγαθος.
Δόξα. Ἦχος πλ. α´.
Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως Αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· φωτὶ προσλάβωμεν φῶς· καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Ὁ αὐτός.
Νόμου καὶ Προφητῶν Σε Χριστέ, Ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωυσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς Σου· μεθ᾿ ὧν καὶ ἡμᾶς, τοῦ Σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν Σε εἰς τοὺς αἰῶνας.
 
Εἰς τὸν Στίχον, Ἰδιόμελα. Ἦχος α´.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας, ἐπὶ τοῦ ὄρους Σινᾶ διὰ συμβόλων, Ἐγώ εἰμι, λέγων, ὁ Ὤν, σήμερον ἐπ᾿ ὄρους Θαβώρ, μεταμορφωθεὶς ἐπὶ τῶν Μαθητῶν, ἔδειξε τὸ ἀρχέτυπον κάλλος τῆς εἰκόνος, ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην ἀναλαβὼν οὐσίαν· καὶ τῆς τοιαύτης χάριτος, μάρτυρας παραστησάμενος, Μωυσῆν καὶ Ἠλίαν, κοινωνοὺς ἐποιεῖτο τῆς εὐφροσύνης, προμηνύοντας τὴν ἔξοδον διὰ Σταυροῦ, καὶ σωτήριον Ἀνάστασιν.
Στ. Σοί εἰσιν οἱ οὐρανοὶ καὶ Σοί ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς Σὺ ἐθεμελίωσας.
Τὴν Σὴν τοῦ Μονογενοῦς Υἱοῦ προορώμενος, ἐν Πνεύματι διὰ σαρκός, πρὸς ἀνθρώπους ἐπιδημίαν, ὁ Θεοπάτωρ Δαυΐδ, πόῤῥωθεν πρὸς εὐφροσύνην συγκαλεῖται τὴν κτίσιν, καὶ προφητικῶς ἀνακράζει· Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται. Ἐν τούτῳ γὰρ ἐπιβὰς τῷ ὄρει Σωτήρ, μετὰ τῶν Μαθητῶν Σου, τὴν ἀμαυρωθεῖσαν ἐν Ἀδὰμ φύσιν, μεταμορφωθείς, ἀπαστράψαι πάλιν πεποίηκας, μεταστοιχειώσας αὐτήν, εἰς τὴν Σὴν τῆς θεότητος, δόξαν τε καὶ λαμπρότητα· διὸ βοῶμέν Σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα Σοι.
Στ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται.
Τὸ ἄσχετον τῆς Σῆς φωτοχυσίας, καὶ ἀπρόσιτον τῆς θεότητος, θεασάμενοι τῶν Ἀποστόλων οἱ πρόκριτοι, ἐπὶ τοῦ ὄρους τῆς Μεταμορφώσεως, ἄναρχε Χριστέ, τὴν θείαν ἠλλοιώθησαν ἔκστασιν· καὶ νεφέλῃ περιλαμφθέντες φωτεινῇ, φωνῆς ἤκουον Πατρικῆς, βεβαιούσης τὸ μυστήριον τῆς Σῆς ἐνανθρωπήσεως, ὅτι εἷς ὑπάρχεις καὶ μετὰ σάρκωσιν, Υἱὸς Μονογενὴς καὶ Σωτὴρ τοῦ κόσμου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β´.
Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ, τοῖς προκρίτοις Μαθηταῖς Σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς Σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά Σου, ἀστράψαντα ὡς τὸ φῶς, καὶ τὸ πρόσωπόν Σου ὑπὲρ τὸν ἥλιον, καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς Σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου τὴν δόξαν Σου, καθὼς ἠδύναντο· λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς Σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα Σοι. (γ΄).
 
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης Σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς Σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης. Ἠλίας καὶ Μωσῆς συνελάλουν Σοι· τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας· οἳ κατιδόντες Δέσποτα τὴν δόξαν Σου, τῇ ἀστραπῇ Σου ἐξέστησαν. Ὁ τότε τούτοις, τὸ φῶς Σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
 
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης Ἰησοῦ· καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῆς δόξης Σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν, τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου Σου, ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός. Ὁ τότε τούτοις, τὸ φῶς Σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἀνελθὼν σὺν Μαθηταῖς ἐν τῷ ὄρει, καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἀπαστράψας, σὺν Μωυσῇ Ἠλίας Σοι παρίστανται· Νόμος καὶ Προφῆται γάρ, ὡς Θεῷ λειτουργοῦσιν· ᾧ καὶ τὴν υἱότητα, τὴν φυσικὴν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν· Ὅν ἀνυμνοῦμεν, σὺν Σοὶ καὶ τῷ Πνεύματι.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
 
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται.
Στ. Σοί εἰσιν οἱ οὐρανοὶ καὶ Σοί ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς Σὺ ἐθεμελίωσας.
Εὐαγγέλιον.
Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. Ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν ἐκείνους εἰς τὴν νεφέλην· καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
Ὁ Ν’ (50)  Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀποστόλων…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Ἤ, κατὰ τὸ Ἁγιορειτικὸν Τυπικόν, τὰ ἑξῆς·
Δόξα. Τὰ σύμπαντα σήμερον χαρᾶς πληροῦνται, Χριστοῦ ὀφθέντος ἐν Θαβωρίῳ.
Καὶ νῦν. Τὸ αὐτό.
Στιχηρὸν Ἰδιόμελον. Ἦχος β´. Στ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί Σου ἀγαλλιάσονται.
Ὁ φωτί Σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης Ἀγαθέ, δείξας τοῖς Μαθηταῖς Σου τὴν δυναστείαν Σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν Σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
 
Εἶτα οἱ Κανόνες.
Κανών πρῶτος, οὗ ἡ ἀκροστιχίς· Χριστὸς ἐνὶ σκοπιῇ σέλας ἄπλετον εἴδεος ἧκε. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α´. Ἦχος δ´. Ὁ Εἱρμός.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ῥήματα ζωῆς, τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν Βασιλείας ἔφη· ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράπτων ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ἰσχὺν τῶν ἐθνῶν, κατέδεσθε φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Σήμερον Χριστός, ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες, θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
 
Κανών δεύτερος, οὗ ἡ ἀκροστιχίς· Μωσῆς Θεοῦ πρόσωπον ἐν Θαβὼρ ἴδε. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδη α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Μωσῆς ἐν θαλάσσῃ προφητικῶς, ἰδὼν ἐν νεφέλῃ, καὶ ἐν στύλῳ πάλαι πυρός, τὴν δόξαν Κυρίου ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. (Δίς).
Δόξα.
Ὡς πέτρᾳ τῷ σώματι σκεπασθείς, τῷ τεθεωμένῳ, τὸν ἀόρατον καθορῶν, Μωσῆς ὁ Θεόπτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Καὶ νῦν.
Σὺ ἐπὶ τοῦ ὄρους τοῦ νομικοῦ, καὶ ἐν Θαβωρίῳ, καθωράθης τῷ Μωυσῇ, ἐν γνόφῳ τὸ πάλαι· ἐν φωτὶ δέ, νῦν ἀπροσίτῳ τῆς θεότητος.
 
Καταβασία.
Σταυρὸν χαράξας Μωσῆς  ἐπ᾿ εὐθείας ῥάβδῳ,  τὴν Ἐρυθρὰν διέτεμε  τῷ Ἰσραὴλ πεζεύσαντι·  τὴν δὲ ἐπιστρεπτικῶς  Φαραὼ τοῖς ἅρμασι  κροτήσας ἥνωσεν,  ἐπ᾿ εὔρους διαγράψας  τὸ ἀήττητον ὅπλον·  διὸ Χριστῷ ᾄσωμεν,  τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
 
ᾨδὴ γ´. Κανών α΄. Ὁ Εἱρμός.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη ἐν Κυρίῳ ἡ καρδία μου. (Δίς).
Ὅλον τὸν Ἀδὰμ φορέσας Χριστέ, τὴν ἀμαυρωθεῖσαν ἀμείψας ἐλά-μπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς Σου ἐθεούργησας.
Στύλῳ πυριμόρφῳ καὶ νεφέλῃ πάλαι, ὁ ἐν τῇ ἐρήμῳ τὸν Ἰσραὴλ ἄγων σήμερον, ἐν τῷ ὄρει Θαβὼρ ἀῤῥήτως, ἐν φωτὶ Χριστὸς ἐξέλαμψε.
 
Κανών β΄. Οὐρανίας ἁψῖδος.
Ἡ σκιάζουσα δόξα, ἐν τῇ σκηνῇ πρότερον, καὶ τῷ Μωυσῇ ὁμιλοῦσα, τῷ Σῷ θεράποντι, τύπος γεγένηται, τῆς ἀστραψάσης ἀῤῥήτως, ἐν Θαβώρ Σου Δέσποτα, Μεταμορφώσεως. (Δίς).
Δόξα.
Συνανῆλθέ Σοι Λόγε, Μονογενὲς Ὕψιστε, ἡ τῶν Ἀποστόλων ἀκρότης, ἐπὶ τοῦ ὄρους Θαβώρ, καὶ συμπαρέστησαν, ὅ τε Μωσῆς καὶ Ἠλίας, ὡς Θεοῦ θεράποντες, μόνε Φιλάνθρωπε.
Καὶ νῦν.
Θεὸς ὅλος ὑπάρχων, ὅλος βροτὸς γέγονας, ὅλῃ τῇ θεότητι μίξας, τὴν ἀνθρωπότητα, ἐν ὑποστάσει Σου, ἣν ἐν δυσὶ ταῖς οὐσίαις, Μωυσῆς Ἠλίας τε, εἶδον ἐν ὄρει Θαβώρ.
 
Καταβασία.
Ῥάβδος εἰς τύπον  τοῦ μυστηρίου παραλαμβάνεται·  τῷ βλαστῷ γὰρ προκρίνει τὸν Ἱερέα·  τῇ στειρευούσῃ δὲ πρῴην  Ἐκκλησίᾳ νῦν ἐξήνθησε  ξύλον Σταυροῦ  εἰς κράτος καὶ στερέωμα.
 
Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωυσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ· ὁ Πέτρος δὲ συνών, ταῦτά Σοι ἔλεγε· καλὸν ὧδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς· μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν Σοὶ τῷ Δεσπότῃ Χριστῷ. Ὁ τότε τούτοις, τὸ φῶς Σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
 
ᾨδὴ δ´. Κανών α΄. Ὁ Εἱρμός.
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν Σου, Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς βοῶντάς Σοι· δόξα τῇ δυνάμει Σου Κύριε.
Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλῃ πυρὶ καὶ γνόφῳ, καὶ ἐν θυέλλῃ ὤφθης ἐποχούμενος· δόξα τῇ δυνάμει Σου Κύριε.
Ἵνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν Σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ Αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀῤῥήτως ἐξέλαμψας.
Συλλαλοῦντες παρειστήκεισαν, δουλοπρεπῶς Σοι τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας. Δόξα τῇ δυνάμει Σου Κύριε.
Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ Σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρί Σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.
 
Κανών β΄. Ὁ Εἱρμός.
Ἐκ σαρκός Σου βολίδες θεότητος, ἐξεπορεύοντο· Προφητῶν καὶ Ἀποστόλων, ὅθεν οἱ πρόκριτοι, μέλποντες ἀνεβόων· δόξα τῇ δυνάμει Σου Κύριε.
Ὁ τὴν βάτον φυλάξας ἀλώβητον, προσομιλοῦσαν πυρί, τῷ Μωσεῖ θεολαμποῦσαν σάρκα ὑπέδειξας, Δέσποτα μελῳδοῦντι· δόξα τῇ δυνάμει Σου Κύριε.
Δόξα.
Ὑπεκρύβη ἀκτῖσι θεότητος, αἰσθητὸς ἥλιος, ὡς ἐν ὄρει Θαβωρίῳ, εἶδέ Σε μεταμορφούμενον Ἰησοῦ μου. Δόξα τῇ δυνάμει Σου Κύριε.
Καὶ νῦν.
Πῦρ μὴ φλέγον τὴν ὕλην τοῦ σώματος, ὡράθης ἄυλον, ὡς Μωσεῖ καὶ Ἀποστόλοις, ὤφθης Ἠλίᾳ τε, Δέσποτα εἷς ἐκ δύο, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν.
 
Καταβασία.
Εἰσακήκοα, Κύριε,  τῆς οἰκονομίας Σου τὸ μυστήριον,  κατενόησα τὰ ἔργα Σου  καὶ ἐδόξασά Σου τὴν θεότητα.
 
ᾨδὴ ε´. Κανών α΄. Ὁ Εἱρμός.
Ὁ τοῦ φωτὸς διατμήξας, τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνῇ Σε Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί Σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
Προσενωπίῳ Σοι ὧραι ὑπεκλίθησαν· φῶς γὰρ καὶ πρὸ ποδῶν, ὑψίδρομον σέλας Χριστέ, ἥλιος ἧκε, μορφὴν βροτείαν, ὡς ἀμεῖψαι ηὐδόκησας.
Ἰδοὺ Σωτὴρ ἀνεβόων, Μωυσῆς καὶ Ἠλίας τῶν Μαθητῶν, ἐν ὄρει ἁγίῳ Θαβὼρ ἐνηχουμένων, Χριστὸς ὃν πάλαι, προηγγείλαμεν ὄντα Θεόν.
Ἡ ἀναλλοίτωτος φύσις, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου Θεότητος, φῶς παραγυμνοῦσα τοῖς Ἀποστόλοις, ἀποῤῥήτως ἐξέλαμψε.
Σὲ τὸ ἀΐδιον φέγγος, ἐν πατρώᾳ τῇ δόξῃ, οἱ Μαθηταί, ὡς εἶδον ἐκλάμψαν Χριστέ, Σοὶ ἀνεβόων· ἐν τῷ φωτί Σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.
 
Κανών β΄. Ἵνα τί με ἀπώσω.
Ῥητορεύουσα γλῶσσα, Σοῦ τὰ μεγαλεῖα οὐ δύναται φθέγξασθαι· ὁ κρατῶν ζωῆς γάρ, καὶ θανάτου δεσπόζων παρέστησας, ἐν Θαβὼρ τῷ ὄρει, τὸν Μωυσῆν καὶ τὸν Ἠλίαν, μαρτυρήσοντάς Σου τὴν θεότητα. (Δίς).
Δόξα.
Ὁ χερσὶν ἀοράτοις, πλάσας κατ᾿ εἰκόνα Σου Χριστὲ τὸν ἄνθρωπον, τὸ ἀρχέτυπόν Σου, ἐν τῷ πλάσματι κάλλος ὑπέδειξας· οὐχ ὡς ἐν εἰκόνι, ἀλλ᾿ ὡς αὐτὸς εἶ κατ᾿ οὐσίαν, ὁ Θεὸς χρηματίσας καὶ ἄνθρωπος.
Καὶ νῦν.
Συγκραθεὶς ἀσυγχύτως, ἄνθρακα ὑπέδειξας ἡμῖν Θεότητος, καταφλέγοντα μέν, ἁμαρτίας ψυχὰς δὲ φωτίζοντα, ἐν Θαβὼρ τῷ ὄρει, ᾧ Μωυσῆν καὶ τὸν Ἠλίαν, Μαθητῶν τε ἐξάρχους ἐξέστησας.
 
Καταβασία.
Ὦ τρισμακάριστον Ξύλον,  ἐν ᾧ ἐτάθη Χριστός,  ὁ βασιλεὺς καὶ Κύριος·  δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,  τῷ ἐν Σοὶ δελεασθεὶς, Θεῷ τῷ προσπαγέντι σαρκί,  τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
 
ᾨδὴ Ϛ´. Κανών α΄. Ὁ Εἱρμός.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Λαμπηδόνος πλέον, ἡλίου φῶς τρανότερον, ἐν Θαβὼρ ἐκλάμψας, ὁ Χριστὸς ἡμᾶς ἐφώτισεν.
Ἀνελθὼν ἐν ὄρει, Θαβὼρ μετεμοφθώθης Χριστέ, καὶ τὴν πλάνην πᾶσαν, ἀμαυρώσας φῶς ἐξέλαμψας.
Σὲ Θεὸν ἐπέγνων, οἱ ἔνδοξοι Ἀπόστολοι, ἐν Θαβὼρ Χριστὲ δέ, ἐκπλαγέντες γόνυ ἔκλιναν.
 
Κανών β΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὡς μέγα καὶ φοβερόν, ὡράθη θέαμα σήμερον! Ἐξ οὐρανοῦ αἰσθητός, ἐκ γῆς δὲ ἀσύγκριτος, ἐξήστραψεν ἥλιος, τῆς δικαιοσύνης, νοητὸς ἐπὶ τοῦ ὄρους Θαβώρ. (Δίς).
Δόξα.
Παρῆλθε μὲν ἡ σκιά, τοῦ νόμου ἐξασθενήσασα, ἐλήλυθε δὲ σαφῶς, Χριστὸς ἡ ἀλήθεια, Μωσῆς ἀνεβόησεν, ἐν τῷ Θαβωρίῳ, κατιδών
Σου τὴν Θεότητα.
Καὶ νῦν.
Ὁ στῦλος τῷ Μωυσεῖ, Χριστὸν τὸν μεταμορφούμενον, ἡ δὲ νεφέλη σαφῶς, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐπισκιάσασαν, ἐν τῷ Θαβωρίῳ, παρεδήλου ἐμφανέστατα.
 
Καταβασία.
Νοτίου θηρὸς ἐν σπλάγχνοις  παλάμας Ἰωνᾶς  σταυροειδῶς διεκπετάσας,  τὸ σωτήριον πάθος  προδιετύπου σαφῶς·  ὅθεν τριήμερος ἐκδύς,  τὴν ὑπερκόσμιον ἀνάστασιν  ὑπεζωγράφησε  τοῦ σαρκὶ προσπα-γέντος Χριστοῦ τοῦ Θεοῦ  καὶ τριημέρῳ ἐγέρσει  τὸν κόσμον φωτίσαντος.
 
Κοντάκιον. Αὐτόμελον. Ἦχος βαρύς.
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί Σου τὴν δόξαν Σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο· ἵνα ὅταν Σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι Σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
Ὁ Οἶκος.
Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς· οἱ συγκύπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως· προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν· φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν τοῦ Πατρὸς τὸ ἀπαύγασμα.
 
Συναξάριον.
Τῇ Ϛ´ τοῦ αὐτοῦ μηνὸς, ἀνάμνησις τῆς Θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι·
Θαβὼρ ὑπὲρ πᾶν γῆς ἐδοξάσθη μέρος,
Ἰδὸν Θεοῦ λάμψασαν ἐν δόξῃ φύσιν.
Μορφὴν ἀνδρομέην κατὰ ἕκτην Χριστὸς ἀμεῖψε.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.
 
ᾨδὴ ζ´. Κανών α΄. Ὁ Εἱρμός.
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Περιχυθέντες φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Λαίλαπι θείας ἠχοῦς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ Σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἐν ἀποῤῥήτῳ φωτί, ὡς Σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Τῷ ἀρχηγῷ τῆς ζωῆς, Χριστῷ συνόντες Παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἐβρόντησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
 
Κανών β΄. Παῖδες Ἑβραίων.
Νῦν καθωράθη Ἀποστόλοις, τὰ ἀθέατα θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβώρ, ἀστράπτουσα βοῶσιν· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἔφριξαν φόβῳ ἐκπλαγέντες, τὴν εὐπρέπειαν τῆς θείας Βασιλείας, ἐν τῷ ὄρει Θαβώρ, Ἀπόστολοι βοῶντες· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Δόξα.
Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ Πατρῴα φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ Αὐτὸς εἰς τοὺς αἰῶνας.
Καὶ νῦν.
Θέσει οὐ γέγονας Ὑψίστου, τῇ οὐσίᾳ δὲ Υἱὸς ἠγαπημένος, προϋπάρχων ἡμῖν, ὡμίλησας ἀτρέπτως, εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
 
Καταβασία.
Ἔκνοον πρόσταγμα  τυράννου δυσσεβοῦς λαοὺς ἐκλόνησε,  πνέον ἀπειλῆς  καὶ δυσφημίας θεοστυγοῦς·  ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε  θυμὸς θηριώδης,  οὐ πῦρ βρόμιον·  ἀλλ᾿ ἀντηχοῦντι  δροσοβόλῳ πνεύματι  πυρὶ συνόντες ἔψαλλον·  ὁ ὑπερύμνητος  τῶν Πατέρων καὶ ἡμῶν  Θεός, εὐλογητὸς εἶ.
 
ᾨδὴ η´. Κανών α΄. Ὁ Εἱρμός.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν· καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις  ὄρους ἐπέβη Θαβώρ· ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐν τῇ ἀπροσίτῳ δόξῃ, κατ᾿ ὄρος ἐκφανθὲν ἀποῤῥήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱεροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν Πατρῴᾳ, ἐξαστράψαντα δόξῃ, ἀνέμελπον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς· Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκώς, καταυγάζει τοὺς μέλποντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸνΚύριον.
Ἐκ φωτογενοῦς νεφέλης, Χριστὸν οἱ Μαθηταὶ ἀμπεχόμενον, ὁρῶντες ἐν Θαβώρ, καὶ πρηνεῖς ἐπὶ γῆς κατανεύσαντες, τὸν νοῦν ἐλλαμφθέντες, σὺν Πατρὶ τοῦτον ὕμνουν καὶ Πνεύματι· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸνΚύριον.
 
Κανών β΄. Ἑπταπλασίως κάμινον.
Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης στεῤῥοτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου Σου, τὴν ἀστραπὴν μὴ φέροντες, Σοῦ οἱ Μαθηταί, ἐπὶ τὴν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.  
Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων τὴν κυρείαν ἔχοντι, Χριστέ Σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δέ, ὁ Θεσβίτης Ἠλίας· Μωσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν.
Ῥᾳθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων ἐκλογῇ Φιλάνθρωπε, ὡς Σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς Σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.
 
Καταβασία.
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.  
Εὐλογεῖτε, Παῖδες,  τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν·  ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον  καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα·  καὶ ὑπερυψοῦτε  τὸ πᾶσι ζωὴν παρέχον  Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
 
Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται. Ἀντ᾿ αὐτῆς, ψάλλεται ἡ θ´ ᾠδὴ τῶν Κανόνων τῆς Ἑορτῆς.
ᾨδὴ θ´. Κανάν α΄. Ὁ Εἱρμός.
Ὁ τόκος Σου ἄφθορος ἐδείχθη· Θεὸς ἐκ λαγόνων Σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· Σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, Σοὶ τῷ Δεσπότῃ, τῶν ἁπάντων προσεκύνησαν.
Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων, Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις, ἀνεβόα, οὗ ἀκούετε.
Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς Πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου, Οὗτος ὑπάρχει, ἀνεβόων ὁ Σωτὴρ ἡμῶν.
Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, Σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.
 
Κανών β΄. Ὁ Εἱρμός.
Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἵνα Σου δείξῃς ἐμφανῶς, τὴν ἀπόῤῥητον δευτέραν κατάβασιν, ὅπως ὁ Ὕψιστος, Θεὸς ὀφθήσῃ ἑστὼς ἐν μέσῳ θεῶν, τοῖς Ἀποστόλοις ἐν Θαβώρ, Μωσεῖ σὺν Ἠλίᾳ τε, ἀῤῥήτως ἔλαμψας· διὸ πάντες Σε Χριστὲ μεγαλύνομεν.
Δόξα.
Δεῦτέ μοι πείθεσθε λαοί, ἀναβάντες εἰς τὸ ὄρος τὸ ἅγιον, τὸ ἐπουράνιον, ἀΰλως στῶμεν ἐν πόλει ζῶντος Θεοῦ· καὶ ἐποπτεύσωμεν  νοΐ, Θεότητα ἄυλον, Πατρὸς καὶ Πνεύματος, ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν.
Καὶ νῦν.
Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ Σου ἔρωτι· ἀλλὰ κατάφλεξον, πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν Σοί, τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν, μεγαλύνω Ἀγαθὲ παρουσίας Σου.
 
Καταβασίαι.
Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος,  ἀγεωργήτως βλαστήσασα Χριστόν,  ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ  ζωηφόρον ἐν γῇ  πεφυτούργηται δένδρον·  δι᾿ οὗ νῦν ὑψουμένου,  προσκυνοῦντες αὐτόν,  σὲ μεγαλύνομεν.
Ὁ διὰ βρώσεως τοῦ ξύλου  τῷ γένει προσγενόμενος θάνατος,  διὰ Σταυροῦ κατήργηται σήμερον·  τῆς γὰρ προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται  τῷ βλαστῷ τῆς ἁγνῆςΘεομήτορος,  ἣν πᾶσαι αἱ Δυνάμεις  τῶν οὐρανῶν μεγαλύνουσιν.
 
Ἐξαποστειλάριον. Αὐτόμελον. Ἦχος γ΄.
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν. (Τρίς).
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Πρὸ τοῦ τιμίου Σταυροῦ Σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν Σου· οἳ καὶ κατιδόντες Σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν Σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σὰρξ ὡράθης ἀναλλοίωτος. (Δίς).
Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος, ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν Μαθητῶν Σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας. Μωσῆς καὶ Ἠλίας δέ Σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων Σε Κύριον, δηλοποιοῦντες, καὶ Σοῦ δοξάζοντες τὴν ἀπόῤῥητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι᾿ ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.
Παρθενικῆς ἐκ νεφέλης Σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ Σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητόν Σε Υἱόν, τῶν Μαθητῶν συμπαρόντων Σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, καλὸν ὧδε ἐστὶν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, εὐεργέτα Πολυέλεε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´. Βύζαντος.
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωυσῆς καὶ Ἠλίας, μετ᾿ Αὐτοῦ συλλαλοῦντες· καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Αὐτοῦ ἀκούετε.
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
 
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου