Πέμπτη, 10 Αυγούστου 2017

Ἀναπλήρωσις Ἀκολουθίας Μεγαλομάρτυρος ΜΕΡΚΟΥΡΙΟΥ, Δρ. Χαρ. Μπούσια

Ψαλλομένη τῇ 25η Νοεμβρίου
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Μεγαλομάρτυς γενναῖε, Χριστοῦ Μερκουρίε, ὁ ὑπό Ἀγγέλου ξίφος, εἰληφώς καί τό πλῆθος, βαρβάρων κατακόψας ὡς ἀληθῶς, σθένει θείῳ ἱκέτευε, τόν πανευΐλατον Κύριον καί Θεόν, ὑπέρ πάντων τῶν τιμώντων σε.
Οὐκ ἐδειλίασας, Μάρτυς, ξίφει τεμνόμενος, στρεβλούμενος βαναύσως, ἀνημμέναις λαμπάσι, καιόμενος καί λίθῳ μέλη τά σά, βαρυνόμενος, ἔνδοξε, ἀλλά τῇ χάριτι πάντα τοῦ Ἰησοῦ, καθυπέμεινας, Μερκούριε.
Τόν  Στρατηλάτην τόν θεῖον ἐγκωμιάσωμεν, τόν τῇ ψυχῇ ἀνδρεῖον, καί ὡραῖον τῇ ὄψει, Μερκούριον τόν πάνυ χρεωστικῶς, φιλομάρτυρες ἅπαντες, ὅτι κατήσχυνε Δέκιον δυσσεβῆ, τῷ αὐτοῦ στερρῷ φρονήματι.
Ἄγγελον ἔχων ἐν βίῳ, φωτός συνέκδημον, πρός μαρτυρίου σκάμμα, προσεχώρησας χαίρων, Μερκούριε ὁπλῖτα τοῦ Ἰησοῦ, γεραρέ καί πολύαθλε· ὅθεν ὑπέμεινας στρέβλωσιν, αἰκισμούς, καί τῆς κάρας σου ἀπότμησιν.
Δόξα. Ἦχος δ΄.
Τόν ἀείττητον Στρατηλάτην καί ἀνίκητον Μάρτυρα, τόν ἀριστέα τοῦ σταδίου καί καθαιρέτην τῶν εἰδώλων, Μερκούριον τόν πανένδοξον, καταστέψωμεν ἄσμασιν· οὗτος γάρ νομίμως ἀθλήσας καί πειρασμούς πλείστους ὑπομείνας, ἐν τῇ Καππαδόκων Καισαρείᾳ τήν κεφαλήν ἀπετμήθη καί στεφάνους ζωῆς αἰωνίου ἐδέξατο· καί νῦν λελαμπρυσμένος τοῖς στίγμασι τοῦ μαρτυρίου, χαρᾶς καί εὐφροσύνης ἀϊδίου κατατρυφᾶ ἐν πόλῳ καί Κυρίῳ ἀπαύστως πρεσβεύει ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τούς δούλους Σου…
 
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Χάριτι θεϊκῇ, μαρτυρικούς ἀγῶνας, ἐτέλεσας ἀνδρείως, Κυρίου στεφανῖτα, Μερκούριε πανένδοξε.
Στ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἄγγελον τοῦ φωτός, σύνδρομον ἔχων, Μάρτυς, καθεῖλες τῶν ἀπίστων, ὀφρῦν τήν ἐπηρμένην, θεοστεφές Μερκούριε.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυς θεοειδές, προαίρεσιν καρδίας, τῆς σῆς Θεῷ προσῆξας, καί δι’ Αὐτόν στρεβλώσεις, ὑπήνεγκας, Μερκούριε.
Δόξα. Τριαδικόν.
Ἄθλοις μαρτυρικοῖς, λαμπρῶς ἐδόξασέ Σε, Τριάς Ὑπεραγία, ὁ ἀριστεύς σταδίου, στεῤῥόψυχος Μερκούριος.
Και νῦν. Θεοτοκίον.
Χαῖρε Χριστιανῶν, προστάτις καί ἀκέστορ, ἁγνή Παρθενομῆτορ, καί πάντων τῶν ἐν λύπαις, χαρά καί ἀγαλλίασις.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχο πλ. α΄. Τόν συνάναρχον Λόγον.
Στρατηλάτα Κυρίου, στεῤῥέ Μερκούριε, ὁ πρός μαρτύριον ἔχων χειραγωγόν ἀσφαλῆ, οὐρανόθεν σοι σταλέντα θεῖον Ἄγγελον, καί ὑπομείνας κολασμούς, ἀνυποίστους ἀκλινῶς, δυσώπει Χριστόν ὀμβρίσαι, τοῖς ἐκτενῶς σε τιμῶσιν, ἄμφω ὑγείαν καί δύναμην.
Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος…
    
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ· εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια ἐκ τοῦ Μηναίου τρία καί τά ἑξῆς τρία. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Στρατηλάτα ἀήττητε, τῆς Χριστοῦ παρατάξεως, ἔνδοξε Μερκούριε, ἀπημαύρωσας, φωτί στερρᾶς σου ἀθλήσεως, Δεκίου σκοτόμαιναν, καί ἀνδρείας σου βολαῖς, τούς πιστούς κατηγλάϊσας, θεωμένους σε, ὥσπερ πάσχοντος ἄλλου τάς βασάνους, ὑπομένοντα καί τμῆσιν, ἀνηλεῆ τοῦ αὐχένος σου.
Ἐνδυσάμενος ἄμαχον, σθένος Μάρτυς Μερκούριε, οὐρανόθεν φλόγα πυρός ὑπέμεινας, καθάπερ δρόσον φυσίζωον καί δρόσον τοῦ Πνεύματος, εἰσδεξάμενος πυρί, τῶν σῶν ἐχθρῶν κατέφλεξας, πλάνην χείρονα, τῶν εἰδώλων καί ἤσχυνας τυρράνους, ὡς Θεόν τούς προσκυνοῦντας, ἀψύχους λίθους, φεῦ, ἄλκιμε.
Ἰησοῦν τόν Θεάνθρωπον, εὐθαρσῶς ὁμολόγησας, ἀθλητά Μερκούριε, καρτερόψυχε, καί ἀνυποίστους ὑπέμεινας, στρεβλώσεις ἐν σώματι, αἰκισμούς καί ἐκτομήν, κεφαλῆς τῆς τιμίας σου, δι’ ὧν ἄπονον καί ἀΐδιον εὗρες, Ἀθλοφόρε, ἐν Ἐδέμ ζωήν σύν πᾶσιν, ἀγαλλιώμενος Μάρτυσι.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοί, πνευματικῶς εὐφημήσωμεν, τόν ἀλκιφρόνως ἀγωνισάμενον καί ὡς ἱερόν σφάγιον ἑαυτόν προσαγαγόντα τῷ Ἀγωνοθέτῃ Κυρίῳ, Μερκούριον τόν ἐν μάχαις ἀήττητον στρατηλάτην, πόθῳ κράζοντες· ὁ μαρτυρικῷ περιβληθείς ἱματίῳ καί ὡς τρόπαια νίκης φέρων τά στίγματα τῆς ἀθλήσεώς σου, μή παύσῃ πρεσβεύων Χριστῷ, Οὗ τό κάλλος ὁρᾶς ἐν πόλῳ, ἐλεηθῆναι τάς ψυχάς τῶν τιμώντων τήν ἀεισέβαστον μνήμην σου.
Καί νῦν. Θεοτοκίον.
Τί μή μακαρίσει Σε, Παναγία Παρθένε…
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τόν λαμπρόν ἀριστέα τῆς πίστεως καί γενναῖον Χριστοῦ ὁπλίτην, Μερκούριον τόν στεφανηφόρον Μάρτυρα, στέμμασιν εὐφημιῶν καταστέψωμεν· οὗτος γάρ ἀνδρικῶς ἀγωνισάμενος, καί δυνάμει τοῦ Σταυροῦ καταισχύνας τόν ἄθεον Δέκιον, κληρονόμος γέγονε τῆς οὐρανῶν Βασιλείας· καί νῦν Χριστῷ τῷ Θεῷ ἀσιγήτως πρεσβεύει, ὑπέρ τῶν ἀγωνιζομένων κατά τῶν ἀοράτων ἐχθρῶν ἀδελφῶν ἡμῶν, ἐν πάσῃ τῇ οἰκουμένῃ.
Ἦχος β΄.
Ἀνδρειοφρόνως ἔστης πρό βήματος, τοῦ δυσσεβοῦς Δεκίου, καί θείῳ ἔρωτι τετρωμένος, Χριστόν τόν Θεόν ὡμολόγησας, Μερκούριε ἀοίδημε· κατωδύνους ὅθεν ὑπομείνας βασάνους καί θάνατον, πρός Ὅν ἐπόθησας ἀπῆλθες Δεσπότην χαίρων, ἔνθα πρεσβεύεις ἀπαύστως ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Φωτόμορφον Ἄγγελον, ἔχων ἀσφαλῆ χειραγωγόν πρός σωτηρίαν, και δόξαν τήν ἀρίζηλον, Μερκούριε ὑπερένδοξε, τόν δρόμον ἀρίστης ἀθλήσεως προέκρινας, τῆς γηΐνης εὐκλείας· ὅθεν τῷ Παμβασιλεῖ Χριστῷ πειραρχήσας, ἀνδρικῶς ἤθλησας, ὡς γενναῖος Αὐτοῦ ὁπλίτης, καταπυρσέων τοῖς ἄθλοις σου, τούς εἰλικρινῶς σοι βοῶντας· χαῖρε, ὁ τήν ἀκμήν τῆς νεότητος παριδῶν, δι’ ἀγάπην Κυρίου· χαῖρε, ὁ καταπτύσας εἰδώλων τήν ἀπάτην, ἐνστάσει σου ἁγίᾳ· χαῖρε, ὁ πρεσβεύων Κυρίῳ ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τόν ὡς θώρακα θεῖον ἀμφιασάμενον, τήν τοῦ ἀθανάτου Παντάνακτος δύναμιν, καί ἀριστεύσαντα ἐν ταῖς μάχαις κατά τῶν εἰδώλων, Μερκούριον οἱ πιστοί, ἀξιοχρέως μακαρίσωμεν· παρρησίαν γάρ οὗτος ἔχων πρός τόν δικαιοκρίτην Κύριον, τούς ποθοῦντας ἐνδύσασθαι ἀφθαρσίας χιτῶνα κατισχύει, ἀπεκδύσασθαι ἁμαρτίας ἱμάτιον, τῇ αὐτοῦ θείᾳ χάριτι.
Δόξα. Ὁ αὐτός.
Τόν τροπαιοφόρον καί ἀριστέα σταδίου Μερκούριον, μελισταγέσιν ᾄσμασιν εὐφημήσωμεν, ἐπαινοῦντες αὐτοῦ τήν προθυμίαν πρός ἄθλησιν, καί τήν πεπαῤῥησιασμένην αὐτοῦ ὁμολογίαν· οὗτος γάρ κομισάμενος μαρτυρικούς στεφάνους, παρά τοῦ ζῶντος Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν, χάριν εὗρεν Αὐτῷ πρεσβεύειν, ὑπέρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καί σωτηρίας τῶν τιμώντων αὐτοῦ τά σκάμματα.
Καί νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τούς δούλους Σου φύλαττε…
 
Εἰς τόν Στίχον. Ἦχος πλ. α΄. Χαῖροις ἀσκητικῶν.
Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ ἐν ταῖς μάχαις κραταιός καί ἀήττητος, εἰδώλων ὁ καταλύτης, ἀπάτης τῆς ζοφερᾶς, καί τῆς ἀληθείας θεῖος πρόμαχος· ὁ Ἄγγελον πάμφωτον, ἔχων θεῖον ἰθύντορα καί ποδηγέτην, πρός μαρτύριον ἄριστον, γενναιότατε, ἀθλοφόρε Μερκούριε, στρέβλας δεινάς ὑπομείνας, λαμπάδων τήν ἔκκαυσιν, τομήν κατώδυνον ξίφους, καί τῶν αἱμάτων σου ἔκχυσιν, διά τήν ἀγάπην, τοῦ παρέχοντος τῷ κόσμῳ, τό μέγα ἔλεος.
Στ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ βασιλέως ὀφρύν, καταπατήσας τῇ ἐνδόξῳ ἀθλήσει σου, γηΐνου τε καί προσκαίρου, εὐαρεστῆσαι ποθῶν, κτίσεως ἁπάσης τῷ Παντάνακτι· Μερκούριε πάνσοφε, ὁ τό κάλλος τοῦ σώματος, καί τήν ἀνδρείαν, τῆς ψυχῆς μή φεισάμενος, ἵνα τρόπαιον, ἀποκτήσεις ἀθάνατον· σύ γάρ ὡς λέων ὥρμισας, σταδίου πρός σκάμματα, καί τῇ δυνάμει Κυρίου, ἐχθρόν τόν πλάνον κατήσχυνας· διό σέ τιμῶμεν, καί τήν μνήμην σου τήν θείαν, πανηγυρίζομεν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Φίλε, ἠγαπημένε Χριστοῦ, Αὐτοῦ ἰσχύϊ οὐρανίῳ ζωννύμενος, ἐξέβαλες τήν στολήν σου καί ζώνην τιμητικήν, ἀξιώματός σου πρό τοῦ ἄρχοντος, τοῦ ἄφρονος, Ἅγιε, καί «γυμνός ἀπελεύσομαι, ὥσπερ προῆλθον, ἐκ κοιλίας τοκέων μου», κράζων, πάνσοφε, ἐναθλῆσαι προέκρινας, Μάρτυς στεῤῥέ Μερκούριε, ὑπέρ τοῦ Παντάνακτος, καί ἀληθοῦς Βασιλέως, καί Ποιητοῦ πάσης κτίσεως, τοῦ σέ ὑπέρ φύσιν, γενναιότητα καί τόλμην, λαμπρῶς ἐνδύσαντος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε, φιλομάρτυρες πάντες, πνευματικήν χορείαν συστησάμενοι, τόν τοῦ Χριστοῦ Στρατηλάτην εὐφημήσωμεν κράζοντες· χαίροις, Σκυθῶν τό τιμιώτατον βλάστημα· χαίροις, Μαρτύρων τό κλέος καί ἀγαλλίαμα· χαίροις, χριστωνύμων δήμου τό στήριγμα. Δέξαι οὗν, Μερκούριε πανθαύμαστε, τόν μακαρισμόν τῶν ἱκετῶν σου, καί πρέσβευε Κυρίῳ, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι…
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.
Ἦχο πλ. α΄. Τόν συνάναρχον Λόγον.
Στρατηλάτα Κυρίου, στεῤῥέ Μερκούριε, ὁ πρός μαρτύριον ἔχων χειραγωγόν ἀσφαλῆ, οὐρανόθεν σοι σταλέντα θεῖον Ἄγγελον, καί ὑπομείνας κολασμούς, ἀνυποίστους ἀκλινῶς, δυσώπει Χριστόν ὀμβρίσαι, τοῖς ἐκτενῶς σε τιμῶσιν, ἄμφω ὑγείαν καί δύναμην.
Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος…
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετά τήν α΄ Στιχολογίαν, Κάθισμα. Ἠχος α΄. Τόν τάφον Σου, Σωτήρ.
Μερκούριε σεπτέ, ὡς λαμπρόν τροπαιοῦχον, καί Μάρτυρα Χριστοῦ, σέ γεραίρομεν πάντες, τήν πάντιμον μνήμην σου, ἐκτελοῦμεν γηθόμενοι, ἵνα λάβωμεν, ἰσχύν τόν δρόμον τελέσαι, τόν ἐπίγειον, καλῶς καί μέτοχοι δόξης, ἀλήκτου γενώμεθα.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον ἐκ τοῦ Μηναίου.
 
Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Παρατάξεις τῶν ἐχθρῶν  καί θράσος εἰδωλολατρῶν, κατηδάφισας στεῤῥέ, καί στέφος εἴληφας λαμπρόν, ὡς τροπαιοῦχος καί ἄριστος στρατηλάτης, ἐκ χειρῶν Χριστοῦ, μάκαρ Μερκούριε, ὁ θείων Ἀθλητῶν, χορούς τῆς πίστεως, καταφαιδρύνας τόλμῃ σου, καί ψυχῆς ἀκραφνεῖ γενναιότητι· διό σε πάντες ἀξιοχρέως, εἰς αἰῶνας δοξάζομεν.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον ἐκ τοῦ Μηναίου.
 
Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τό προσταχθέν.
Ἡ τοῦ Χριστοῦ ἁγιωτάτη Ἐκκλησία, πόνων ἀθλήσεως τῶν σῶν μιμνησκομένη, ἑορτάζει και γεραίρει σήν θείαν μνήμην, καρτερόφρον Στρατηλάτα τοῦ Παντάνακτος, καί εἰδώλων ὀλετήριον, Μερκούριε, ἀνακράζουσα· χαῖροις Μάρτυς ἀήττητε.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον ἐκ τοῦ Μηναίου.
 
Οἱ  Ἀναβαθμοί· τό  α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ 26η Ὀκτωβρίου, ἐν τῇ ἑορτῇ τοῦ  ἁγ. Δημητρίου.
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Σήμερον ἡ ὁμήγυρις τῶν εὐσεβούντων, ὁμοφώνως ἀγαλλομένη, ταῖς τοῦ γενναίου Στρατηλάτου ἄθλοις, ἐν κατανύξει κραυγάζει· στεφανῖτα ἀλκίφρον Μερκούριε, ὁ οὐρανοπολίτης καί μέτοχος θείας δόξης, μή ἐλλίπῃς Χριστῷ πρεσβεύων, ὑπέρ τῶν τιμώντων σε.
 
Ὁ Κανών τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τόν πρό Δεκίου Ἰησοῦν ὁμολογήσαντα, ἀνδρειοφρόνως καί βασάνους ὑπομείναντα, ἀνυποίστους εὐφημήσωμεν γεγηθότες, Στρατη-άτην εὐπρεπῆ καί καρτερόψυχον, καί δεινόν τῶν δυσσεβούντων ὀλετήριον, ἀνακράζοντες· χαίροις μάκαρ Μερκούριε.
Ὁ Οἶκος.
Ἄριστε Στρατηλάτα, ὁ νομίμως ἀθλήσας, Μερκούριε, Μαρτύρων ἀκρότης, δι’ ἀγάπην Χριστοῦ τοῦ Θεοῦ, τῶν λατρῶν εἰδώλων τό δεινόν φρύαγμα, ἐπάτησας ἐνστάσει σου γενναίᾳ· ὅθεν σοι βοῶμεν·
Χαῖρε, τό  κρίνον τῆς ἀριστείας·
χαῖρε,  τό δένδρον στεῤῥοψυχίας.
Χαῖρε, ποδηγέτην Θεοῦ ἔχων Ἄγγελον·
χαῖρε,  ὁ ληρώδη αἰσχύνας ἀντίπαλον.
Χαῖρε, ὅτι κατεπάτησας τοῦ Δεκίου τήν ὀρφύν·
χαῖρε,  ὅτι πᾶσιν ἔδειξας τήν τοῦ Πνεύματος ἰσχύν.
Χαῖρε, ὁ ὑπομείνας ἀνυποίστους βασάνους·
χαῖρε,  ὁ ἀριστεύσας κατ’ἀπίστων τυράννων.
Χαῖρε, ἀστήρ Μαρτύρων ἀείφωτος·
χαῖρε,  λαμπτήρ σταδίου πολύφωτος.
Χαῖρε, ἐχθροῦ κακότητα ψέγων·
χαῖρε,  Χριστοῦ λαμπρότητα βλέπων.
Χαίροις μάκαρ Μερκούριε.
 
Στίχος, Συναξάριον καί Ἐξαποστειλάριον ἐκ τοῦ Μηναίου.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάρτυς ἀκατάβλητε, καί γεραρέ θείας πίστεως, τοῦ Κυρίου Μερκούριε, ἀπίστων κατέβαλες, τήν ὀρφύν καί θράσος, σῇ στεῤῥᾷ ἐνστάσει, καί ὑπομείνας κολασμούς, πυρός τήν φλόγα καί τμῆσιν κάρας σου, ἀπῆλθες πρός οὐράνια, στεφανηφόρος σκηνώματα, ἵνα χαίρῃ ἀείποτε, σύν Χριστῷ τῷ Σωτῆρί σου.
Μνήμην σου τήν πάντιμον, καί ἱεράν ἑορτάζοντες, τῶν πιστῶν τά συστήματα, Μερκούριε, σήμερον, ἀνυμνολογοῦμεν, τόν ἐν βίου δίναις, σέ δωρησάμενον ἡμῖν, θερμόν προστάτην καί ἀντιλήπτορα, Χριστόν τόν Ζωοπάροχον, Ἀγωνοθέτην καί Κύριον, δαψιλῶς τόν ἐν σκάμμασι, σέ ἰσχύσαντα, ἄριστε.
Ἄθλων σου πυρσεύμασιν, ὡς ἑωσφόρος ἐφαίδρυνας, Ἐκκλησίας στερέωμα, Κυρίου, Μερκούριε, νοητόν καί πάντας, ἀγωνιζομένους, ἀγῶνα ὄντως τόν καλόν, σημειοφόρε, λίαν ἐφαίδρυνας· διό τήν σεβασμίαν σου, καί ὑπερένδοξον ἄθλησιν, ἑορτάζοντες σήμερον, σέ φαιδρῶς μακαρίζομεν.
Ἔσχες θεῖον Ἄγγελον, χειραγωγόν πρός μαρτύριον, καί πανίερον ἄθλησιν, ὁπλῖτα Μερκούριε, κῆρυξ εὐσεβείας, ὁ ἐγκαρτερήσας, ἀκμήν μαχαίρας τήν δεινήν, ἵνα στεφάνους ἀϊδιότητος, παρά τοῦ Παντοκράτορος, λάβεις Χριστοῦ καί συμμέτοχος, τῆς χαρᾶς γένεις, Ἅγιε, τῆς ἐν πόλῳ ἀτέρμονος.
Δόξα. Ἦχος πλ. α΄.
Ψαλμοῖς καί ᾄσμασιν εὐφημοῦμεν σε σήμερον, Μεγαλομάρτυς Μερκούριε, τόν γενναίως ὑπέρ πίστεως ἀθλήσαντα· τερπνῶν γάρ ἁπάντων καί τιμῶν προσκαίρων ἠλόγησας καί σώματος οὐκ ἐφείσω, ἀλλά πάντα διά Χριστόν κατέλιπες· Αὐτῷ οὗν παριστάμενος ἐν πόλῳ δόξης, μή παύσῃ πρεσβεύων ὑπέρ ἡμῶν τῶν πιστῶς ἐκτελούντων τήν θείαν μνήμην σου.
Καί νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε…
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Χαίροις Στρατηλάτου πανευσθενές, Ἄγγελον Κυρίου, ὁ πρός ἄθλησιν ποδηγόν, ἔχων καί ἀνύσας, ἰσχύϊ οὐρανίῳ, καλῶς τοῦ μαρτυρίου, τρίβους, Μερκούριε.
 
Δίστιχον·
Μερκουρίου ἄθλους τοῦ στεῤῥοῦ στρατάρχου,
ἐκ πόθου ὕμνησε ψυχῆς Χαραλάμπης.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου