Παρασκευή, 4 Αυγούστου 2017

Χαιρετισμοί ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΑΡΚΑΔΙᾼ ΑΓΙΩΝ, μ. Γερασίμου

           Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἀρκαδίας λύχνοι ὤφθητε ἀείφωτοι, καί Ἐκκλησίας ἀδιάσειστα προπύργια, ἑνδεκάριθμε χορεία σεπτῶν Ἁγίων· ἀλλ’ ὡς θείων δωρεῶν ὄντες ἀνάπλεοι, ἐξαιτεῖσθε φωτισμόν ἡμῖν καί ἔλεος, τοῖς κραυγάζουσι·
Χαῖροις στῖφος θεόπλοκον.
 
νοιξον μου τό στόμα, Ἰησοῦ Φωτοδότα, καί δίδου μοι τοῖς χείλεσι λόγον (ἐκ τρίτου· μετά τῆς ἐπωδοῦ, Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἡμῶν), ὡς ἄν ὑμνήσω Λόγε καλῶς, τούς ἐν Ἀρκαδίᾳ κλεινούς Ἁγίους Σου, οὕς θαυμαστῶς ἐδόξασας, κραυγάζων πρός αὐτούς τοιαῦτα·
Χαίρετε, λύχνοι τῆς Ἀρκαδίας·
χαίρετε,  πύργοι τῆς Ἐκκλησίας.
Χαίρετε, ὁπλῖται Χριστοῦ οἱ πεντάριθμοι·
χαίρετε,  Μαρτύρων τῶν πάλαι ἰσάμιλλοι.
Χαίρετε, ποιμένες ἔνθεοι Ἐκκλησίας τοῦ Χριστοῦ·
χαίρετε,  προστάται ἕτοιμοι τοῦ θεόφρονος λαοῦ.
Χαίρετε, θεοφόροι Ἀσκηταί τοῦ Κυρίου·
χαίρετε,  καθελόντες τήν ἰσχύν τοῦ δολίου.
Χαίρετε, ὅρμοι ἡμῶν ἀχείμαστοι·
χαίρετε,  πάντων πιστῶν περίβολοι.
Χαίρετε, δόξαν τήν θείαν πλουτοῦντες·
χαίρετε,  πάντων φωνάς ἐκπληροῦντες.
Χαίροις στῖφος θεόπλοκον.
 
Βίον πολιτευθεντες ἀρετῶν θείων πλήρη, σύν τοῖς Ὁσίοις οἱ Ἱεράρχαι, καί νέοι Ὁπλῖται τοῦ Χριστοῦ, ἀληθῶς ὡς ὤφθητε Νεομάρτυρες, τήν Ἀρκαδίαν ἅπασαν λαμπρύνετε, Θεῷ βοῶσαν·
Ἀλληλούϊα.
 
Γνώσει θείᾳ ἐκλάμπων καί ποικίλῃ σοφίᾳ, Διονύσιε ἀρχιεράρχα, τοῦ Βυζαντίου ὤφθης ποιμήν, ἐν ὁσιότητι πάσῃ καί χάριτι· διό τήν πολιτείαν σου ἀγάμενοι ἀναβοῶμεν·
Χαῖρε, ζωῆς ἁγίας λυχνία·
χαῖρε,  τῆς χάριτος δαδουχία.
Χαῖρε, οὐρανίου σοφίας ἀλάβαστρον·
χαῖρε,  ποιμανσίας ἐνθέου κιννάμωμον.
Χαῖρε, Πρόεδρε θεοφόρε Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε,  ὄργανον θεόπνευστον δωρεῶν τῶν ἐκ Θεοῦ.
Χαῖρε, ὅτι ὁσίως τήν ζωήν διανύεις·
χαῖρε,  ὅτι Ἁγίων τοῖς χοροῖς ἠριθμήθης.
Χαῖρε, ἠθῶν ἀμέμπτων διδάσκαλε·
χαῖρε,  φωτός ἀΰλου ἀνάπλεε.
Χαῖρε ποιμήν, τῶν ποιμένων ἀκρότης·
χαῖρε, λαοῦ Ὀρθοδόξου φαιδρότης.
Χαίροις Πάτερ Διονύσιε.
 
Δύναμιν κεκτημένος, Διονύσιε θείαν, καλῶς ποιμαίνεις τήν Ἐκκλησίαν, καί δι’ ἀσκήσεως ἱερᾶς τήν σήν στολήν, Ἱεράρχα, ἐλάμπρυνας· Ἀγγέλων δέ συνόμιλος ἐγένου, σύν αὐτοῖς κραυγάζων·
Ἀλληλούϊα.
 
χων ἅγιον βίον, τήν ἀγχόνην ἀνδρείως ὑπέστης, Γρηγόριε παμμάκαρ, καί Μαρτύρων ὤφθης κοινωνός, ἀθλήσας Ἱεράρχα ἐννομώτατα· διό σε μακαρίζοντες οἱ εὐσεβεῖς, σοί ἐκβοῶμεν·
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·
χαῖρε,  ὀφρύν αἰσχύνας τυράννων.
Χαῖρε, Ὀρθοδόξων Ἑλλήνων κραταίωμα·
χαῖρε,  Ἐκκλησίας τῆς θείας στερέωμα.
Χαῖρε, ὅτι ἱεράτευσας τῷ Θεῷ θεοπρεπῶς·
χαῖρε,  ὅτι ἐθριάμβευσας τῆς δουλείας τον ζυγόν.
Χαῖρε, τοῦ Βυζαντίου ἱερός Ποιμενάρχης·
χαῖρε,  τῶν θλιβομένων ἀληθής παραστάτης.
Χαῖρε, σεπτόν Δημητσάνης βλάστημα·
χαῖρε,  ἡμῶν τό  ἅγιον καύχημα.
Χαῖρε, κλεινῶν Ἀρχιερέων δόξα·
χαῖρε,  πιστῶν τό πανευμενές ὄμμα.
Χαίροις Πάτερ Γρηγόριε.
 
Ζήλῳ τῆς εὐσεβείας πτερωθείς τήν καρδίαν, τήν ἐν Κυρίῳ ἐλευθερίαν, ἧς τά ἀγαθά γεηπονῶν, τοῖς πιστοῖς ὑπεμφαίνεις τῇ ἀθλήσει σου, Γρηγόριε μακάριε, ψάλλων τῇ Ἁγίᾳ Τριάδι·
Ἀλληλούϊα.
 
νυσας θεαρέστως, ἐν πολλῇ ταπεινώσει, τήν σήν Θεόκλητε πολιτείαν, καί Λακεδαιμονίας ποιμήν ἀναδειχθείς, ταῖς ἀρεταῖς διέπρεψας· διό ὑμνολογοῦντες σε, βοῶμεν σοι ἐν εὐφροσύνῃ·
Χαῖρε, λαμπτήρ ἀρετῶν ἁγίων·
χαῖρε,  κρατήρ χαρισμάτων θείων.
Χαῖρε, ἐναρέτου ζωῆς ὑποτύπωσις·
χαῖρε,  οἰκτιρμῶν θεϊκῶν ἀπομίμησις.
Χαῖρε, ὅτι ὅπερ κέκλησαι ἔδειξας ἐν τῇ ζωῇ·
χαῖρε,  ὅτι φῶς οὐράνιον δέδεξαι ἐν τῇ ψυχῇ.
Χαῖρε, Λακεδαιμονίων Πρόεδρος θεοφόρος·
χαῖρε,  τῶν Μυστηρίων τοῦ Χριστοῦ οἰκονόμος.
Χαῖρε, Χριστοῦ ὁρῶν τήν λαμπρότητα·
χαῖρε,  ἐχθροῦ σοβῶν τήν κακότητα.
Χαῖρε, χαρᾶς κοινωνός οὐρανίου·
χαῖρε,  φωτός θεωρέ τρισηλίου.
Χαίροις Πάτερ Θεόκλητε.
 
Θεολήπτῳ καρδίᾳ Θεῷ ἱερατεύσας, Θεόκλητε σοφέ Ἱεράρχα, προσήγαγες Αὐτῷ εὐλαβῶς, ὥσπερ θυσίαν καθαράν καί ἄμωμον, τάς ἐναρέτους πράξεις σου, Ὧ καί νῦν σύν Ἀγγέλοις ψάλλεις·
Ἀλληλούϊα.
 
εράρχης θεόφρον Ἀθανάσιε ὤφθης, καθάρας σεαυτόν τῶν γηΐνων, καί τῆς Χριστιανουπόλεως θεοφόρος ποιμήν ἐδείχθης, Ἅγιε, Χριστῷ ἰθύνων ἅπαντας, τοῖς εὐλαβῶς σοι ἐκβοῶντας·
Χαῖρε, δοχεῖον τοῦ Παρακλήτου·
χαῖρε,  ταμεῖον φωτός ἀΰλου.
Χαῖρε, ἀθανάτου γεωργίας κάρπωμα·
χαῖρε,  θεοσδότου ἐνεργείας σκήνωμα.
Χαῖρε, τύπος ἐνθεώτατος τῶν σοφῶν Ἱεραρχῶν·
χαῖρε,  ἄνθος εὐωδέστατον δωρημάτων θεϊκῶν.
Χαῖρε, ὅτι θαυμάτων ἀναβλύζεις τήν χάριν·
χαῖρε,  ὅτι δαιμόνων ἀπελαύνεις τήν πλάνην.
Χαῖρε, πιστῶν ὁδηγός σωτήριος·
χαῖρε,  χοροῦ τῶν Ἁγίων σύσκηνος.
Χαῖρε, σεπτός θησαυρός Γορτυνίας·
χαῖρε,  πυρσός ὁ καινός Ἐκκλησίας.
Χαίροις Πάτερ Ἀθανάσιε.
 
Κήρυξ ὄντως τυγχάνει τῶν λειψάνων σου, Πάτερ, ἡ θήκη τῶν πολλῶν σου χαρίτων· εὐωδίαν γάρ πνευματικήν ἀποπνέει καί ἐνεργεῖ ἑκάστοτε θαύματα, Ἀθανάσιε, τοῖς προσιοῦσι καί βοῶσιν·
Ἀλληλούϊα.
 
Λάμψας ἐν τῇ ἀσκήσει, ὡς νεόφωτον ἄστρον, διέλυσας παθῶν τήν ὁμίχλην καί ἐκβλύσει μύρου δαψιλοῦς, τόν δυσώδη κατεπόντισας δράκοντα, Νεῖλε θεομακάριστε, εὐωδιάζων τούς βοῶντας·
Χαῖρε, τό κρῖνον τῆς ἀπαθείας·
χαῖρε,  τό μύρον τῆς ευωδίας.
Χαῖρε, μυροθήκη τῆς θείας ἀσκήσεως·
χαῖρε,  ῥιζοστόμε παθῶν τῆς νεκρώσεως.
Χαῖρε, ἄνθος εὐωδέστατον οὐρανίων ἀρετῶν·
χαῖρε,  ἄγγος καθαρώτατον θεοσδότων ἀρετῶν.
Χαῖρε, ὅτι ἐκ τάφου μύρου ἔβλυζες ῥεῖθρα·
χαῖρε,  ὅτι ἐκφαίνεις ἥν ἐπλούτησας δόξαν.
Χαῖρε, ὀσμή ζωῆς καθαρότητος·
χαῖρε,  βολίς κατ’ἐχθροῦ ἀλάστορος.
Χαῖρε, λειμών εὐανθής ἀφθαρσίας·
χαῖρε,  εἰκών καθαρᾶς πολιτείας.
Χαῖροις Νεῖλε Πατήρ ἡμῶν.
 
Μύρου τοῦ οὐρανίου τήν ἐνέργειαν, Πάτερ, ἐδέξω μυστικῶς τῇ ψυχῇ σου· ἐντεῦθεν μυροχεύμων πηγή, ἐδείχθης ἐν τῷ Ἄθῳ, Νεῖλε Ὅσιε, ἐκπλήττων ἐν τοῖς μύροις σου καί εὐφραίνων τούς ἐκβοῶντας·
Ἀλληλούϊα.
 
Νέκρωσιν ζωηφόρον γεωργήσας, θεόφρον, ἐδρέψω τήν ζωήν τήν ἀγήρω· ἐντεῦθεν ὥσπερ νεόφωτος ἀστήρ, τῇ Ἐκκλησίᾳ ἐφάνης, Γεράσιμε, ἀκτῖσι τῶν ἀγώνων σου, καταπυρσέων τούς βοῶντας·
Χαῖρε, τό γέρας τῆς ἐγκρατείας·
χαῖρε,  ὁ μύστης τῆς ἀφθαρσίας.
Χαῖρε, τῶν Ὁσίων Πατέρων ὁμότροπε·
χαῖρε,  τῶν ἁγίων Ἀγγέλων ὁμόσκηνε.
Χαῖρε, ἄστρον τό νεόφωτον ἐναρέτου ἀγωγῆς·
χαῖρε,  λύχνος τηλαυγέστατος τῆς ἀσκητικῆς ζωῆς.
Χαῖρε, ὅτι τά πάθη τῆς σαρκός ὑπελύσω·
χαῖρε,  ὅτι τήν χάριν τοῦ Σωτῆρος ἐκτήσω.
Χαῖρε, φωτός ἀΰλου κειμήλιον·
χαῖρε,  ἠθῶν ὁσίων ὀσφράδιον.
Χαῖρε, δι’ οὗ ὁ Χριστός ἐδοξάσθη·
χαῖρε,  δι’ οὗ ὁ βοῶν κατηυγάσθη.
Χαῖροις Πάτερ Γεράσιμε.
 
Ξενωθείς τοῖς ἐν κόσμῳ ᾠκειώθης Κυρίῳ, Γεράσιμε ὁσίῳ σου βίῳ καί θαυμάτων χάριν παρ’Αὐτοῦ ἀπολαβών, βοηθεῖς τοῖς ἐν θλίψεσι, Χριστῷ πρεσβεύων πάντοτε, ὑπέρ τῶν πίστει ἐκβοώντων·
Ἀλληλούϊα.
 
μβρους τῶν σῶν δακρύων σεαυτόν ἐκκαθάρας, ὑπῆλθες μαρτυρίου τό σκάμμα· ἔνθεν ὁσίων καί ἀθλητῶν ἰσότιμος ἀνεδείχθης Εὐθύμιε, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ὑπέρ τῶν πίστει σοι βοώντων·
Χαῖρε,  ἰσότιμε τῶν Ὁσίων·
χαῖρε,   ὁμόστεφε τῶν Μαρτύρων.
Χαῖρε, Δημητσάνης βλαστός ἐνθεώτατος·
χαῖρε,  τοῦ Χριστοῦ ἀθλητής γενναιότατος.
Χαῖρε, ὅτι καταβέβληκας τόν σέ τρώσαντα ἐχθρόν·
χαῖρε,  ὅτι ἐμεγάλυνας τόν Παντάνακτα Χριστόν.
Χαῖρε, ὁ φερωνύμως εὐθυμίαν παρέχων·
χαῖρε,  ὁ τοῦ βελίαρ τήν ἀπάτην ἐκτρέπων.
Χαῖρε, βαφείς οἰκείοις ἐν αἵμασι·
χαῖρε,  στεφθείς ἀφθάρτοις ἐν στέμμασι.
Χαῖρε, Χριστοῦ λογικόν ἱερεῖον·
χαῖρε,  χοροῦ κοινωνός τῶν Ἁγίων.
Χαίροις Ὁσιομάρτυς Εὐθύμιε.
 
Πλήρης πίστεως θείας τά βαΐα κατέχων χερσί καί σταυρόν τοῦ Κυρίου, παρέστης τοῖς ἀνόμοις, σοφέ, καί τόν Χριστόν εὐθαρσῶς ὡμολόγησας, Εὐθύμιε μακάριε, γηθομένη καρδίᾳ ᾄδων·
Ἀλληλούϊα.
 
ώμην ἐνδεδυμένος, Παῦλε, τήν οὐρανίαν, ἀσκήσεως ἀγῶσιν ἐκλάμπεις καί εἶτα πόνοις ἀθλητικοῖς, τόν σέ πτερνίσαντα ἐχθρόν κατέβαλες· διό σοι ἐπινίκιον ὕμνον ᾄδοντες ἐκβοῶμεν·
Χαῖρε, Μαρτύρων ὁ συμπολίτης·
χαῖρε,  ὁ ὅσιος στεφανίτης.
Χαῖρε, ὁ αἰσχύνας τόν δόλιον δράκοντα·
χαῖρε,  ὁ δοξάσας Χριστόν τόν Παντάνακτα.
Χαῖρε, πῦρ δεχθείς τό ἄϋλον, τῆς ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε,  φλέξας ὕλην ἅπασαν, τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι νομίμως ἐν ἀσκήσει ἐκλάμπεις·
χαῖρε,  ὅτι ἀνδρείως διαπρέπεις ἐν ἄθλοις.
Χαῖρε, πιστῶν τό θεῖον ἐκνίκημα·
χαῖρε,  ἀπίστων τέλειον ἥττημα.
Χαῖρε, Σταυροῦ τήν ἐνέργειαν φέρων·
χαῖρε,  σατάν τήν μανίαν ἐκτρέπων.
Χαῖροις Ὁσιομάρτυς Παῦλε.
 
Σώματος οὐκ ἐφείσω, παμμακάριστε Παῦλε, ἀλλ’ ἔστης εὐθαρσῶς τοῖς τυράννοις καί ξίφει τόν αὐχένα τμηθείς, νικηφόρος τῷ Χριστῷ ἀνελήλυθας, Οὗ καθορῶν τήν ἔλλαμψιν, σύν  Ἀγγέλοις ἀεί ψάλλεις·
Ἀλληλούϊα.
 
Τῶν Μαρτύρων ὑπῆλθες ἀνδρικῶς τόν ἀγῶνα, τῇ θείᾳ τετρωμένος ἀγάπῃ καί τήν ἀγχόνην ὑπηνεγκών, τόν ἀντίπαλον Πέτρε ἀπηγχόνησας καί νίκης τό διάδημα ἐδέξω, παρ’ἡμῶν ἀκούων·
Χαῖρε, ἡ πέτρα τῆς εὐσεβείας·
χαῖρε,  ἡ πτῶσις τῆς ασεβείας.
Χαιρε, τοῦ Σωτῆρος πιών τό ποτήριον·
χαῖρε,  τῇ ἀθλήσει ἐλών τόν ἀντίπαλον.
Χαῖρε, Μάρτυς ἀκαθαίρετος τοῦ Σωτῆρος Ἰησοῦ·
χαῖρε,  μέτοχος καί σύσκηνος τῆς λαμπρότητος Αὐτοῦ.
Χαῖρε, ὅτι ἀνδρείως τήν ἀγχόνην ὑπέστης·
χαῖρε,  ὅτι ἀτρόμως τοῖς ἀνόμοις ἀντέστης.
Χαῖρε, Χριστοῦ δοξάσας τό ὄνομα·
χαῖρε,  ἐχθροῦ νεκρώσας τό ὅρμημα.
Χαῖρε, ζωῆς κοινωνέ αἰωνίου·
χαῖρε,  τρυφῆς μέτοχε τῆς ἀλήκτου.
Χαίροις Πέτρε τρισόλβιε.
 
ψους χαίρων ἐπέβης οὐρανίου, θεόφρων, τελέσας δι’ ἀγχόνης τόν δρόμον καί Ἀθλητῶν χοροῖς συναφθείς, τόν τῆς θεώσεως καρπόν ἐτρύγησας, χαρᾶς τῆς ὑπέρ ἔννοιαν, Πέτρε ἀπολαύων καί ψάλλων·
Ἀλληλούϊα.
 
Φλέξας πυρί τῶν ἄθλων τῆς ἀπάτης τήν ὕλην, Δημήτριε Χριστοῦ στρατιῶτα, ῥειθροις τῶν σῶν αἱμάτων σαφῶς, τήν Ἐκκλησίαν τοῦ Χριστοῦ κατήρδευσας, Ἥτις ἀεί γεραίρει σε καί μετά πόθου ἐκβοᾷ σοι·
Χαῖρε, ὁ νέος Χριστοῦ ὁπλίτης·
χαῖρε,  τῆς πλάνης ὁ καθαιρέτης.
Χαῖρε, Ἀθλοφόρων τῶν πάλαι ὁμόζηλος·
χαῖρε,  τῶν ἁγίων Ἀγγέλων συνόμιλος.
Χαῖρε, ξῖφος ὅ συνέκοψε φρύαγμα τυραννικόν·
χαῖρε,  δένδρον ὅ ἐξήνεγκε τόν τῆς πίστεως καρπόν.
Χαῖρε, ὅτι ἐτμήθης τόν αὐχένα ἀνδρείως·
χαῖρε,  ὅτι ἐδέξω τό βραβεῖον ἀξίως.
Χαῖρε, λιπών ἐμφρόνως τά ῥέοντα·
χαῖρε,  ἀρθείς πρός μόνα τά μένοντα.
Χαῖρε, Χριστοῦ ἁγιώτατον θῦμα·
χαῖρε,  πιστῶν ἐνθεώτατον χάρμα.
Χαίροις Μάρτυς Δημήτριε.
 
Χαίρων ἐν τοῖς ὑψίστοις σύν Μαρτύρων τοῖς δήμοις, Δημήτριε Χριστοῦ Νεομάρτυς, ἱκέτευε ἀεί σύν αὐτοῖς, διδόναι ἡμῖν παθῶν ἀπολύτρωσιν, τοῖς πόθῳ εὐφημοῦσι σε καί τῇ Τριάδι ἐκβοῶσιν·
Ἀλληλούϊα.
 
Ψάλλων σύν τοῖς Ἀγγέλοις τόν τρισάγιον ὕμνον, Δημήτριε, ὁ καί Μῆτρος ἀκούων, μή παύσῃ πρεσβεύων σύν αὐτοῖς, ὑπέρ τῶν ἀνυμνούντων σου τήν ἄθλησιν, Νεομάρτυς μακάριε, καί ἐκβοώντων σοι τοιαῦτα·
Χαῖρε, ἐχθροῦ τήν πλάνην πατήσας·
χαῖρε,  Χριστοῦ τήν πίστιν κηρύξας.
Χαῖρε, τῶν Μαρτύρων ζηλώσας τά σκάμματα·
χαῖρε,  τῶν Ἀγγέλων ὁ φθάσας τά τάγματα.
Χαῖρε, ὅτι ξίφει τέτμησαι δι’ ἀγάπην τοῦ Χριστοῦ·
χαῖρε,  ὅτι πᾶσαν τέτμηκας τήν ἀπάτην τοῦ ἐχθροῦ.
Χαῖρε, ὁ τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος·
χαῖρε,  τῶν αἰωνίων ἀγαθῶν κληρονόμος.
Χαῖρε, ὁ κλήσει διπλῇ καλούμενος·
χαῖρε,  ὁ ὕμνοις σεπτοῖς ὑμνούμενος.
Χαῖρε, ἡμῶν πρός Χριστόν ὁ μεσίτης·
χαῖρε,  παθῶν ὀλεθρίων ὁ ῥύστης.
Χαίροις Μάρτυς Δημήτριε.
 
ὑπέρτιμε δῆμε, ἑνδεκάριθμον στῖφος, τῶν ἐν Ἀρκαδίᾳ Ἁγίων (ἐκ τρίτου· μετά τῆς ἐπωδοῦ Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπέρ ἡμῶν), συνόντες Ἀσωμάτων χοροῖς, ὑπέρ ἡμῶν Χριστῷ ἀεί πρεσβεύσατε, τῶν ὁμοῦ ὑμᾶς τιμώντων καί τῇ Τριάδι ἐκβοώντων·
Ἀλληλούϊα.
 
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.
Τῆς Ἀρκαδίας λύχνοι ὤφθητε ἀείφωτοι, καί Ἐκκλησίας ἀδιάσειστα προπύργια, ἑνδεκάριθμε χορεία σεπτῶν Ἁγίων· ἀλλ’ ὡς θείων δωρεῶν ὄντες ἀνάπλεοι, ἐξαιτεῖσθε φωτισμόν ἡμῖν καί ἔλεος, τοῖς κραυγάζουσι·
Χαῖροις στῖφος θεόπλοκον.
 
Δίστιχον.
Ἑνδεκάριθμε χορεία τῶν Ἁγίων,
τό χαῖρε ὑμῖν ὁ Γεράσιμος κράζει.
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου