Κυριακή, 13 Αυγούστου 2017

Ἀκολουθία Ἁγίου ΣΠΥΡΙΔΩΝΟΣ ἐπ. Τριμυθοῦντος

Ψαλλομένη  τῇ 12η Δεκεμβρίου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος. Ἐμμ. Χρυσάφη.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ψάλλοντες, τιμῶντες καὶ τὸν Αὐτοῦ, Ἀρχιερέα λαμπρῶς· τὸν ἄκακον ἀληθῶς, τὸν εὐσεβείᾳ καὶ θαύμασι λάμψαντα, Σπυρίδωνα τὸν σοφόν, τῆς Ἐκκλησίας τὸ κλέος βοήσωμεν· χαίροις καλλονὴ Πατέρων καὶ Ὁσίων καύχημα, καὶ Ἁγίων ἁπάντων, κορωνὶς καὶ σεμνολόγημα.
Βαβαί τῶν σῶν μυστηρίων σοφέ· πῶς νεκρὰν ὡς ζῶσαν, ὡμιλεὶς μακάριε· καὶ ὄμβρους ἐξοὐρανοῦ, ῥαγδαίους ἤνεγκας· ποτάμιον δ’ αὖθις ῥοῦν, σῇ πρὸς Θεὸν προσευχῇ ἀνεχαίτισας· καὶ βασιλέα πιστόν, τετρυχωμένον νοσήματι ἤγειρας, ὄφιν δὲ ἀληθῆ, εἰς εἶδος χρυσοῦν κατεσκεύασας, καὶ σιγὴν τοῦ λευΐτου, θεραπείᾳ πάλιν ἔτρεψας.
Τὴν σήν δοξάζουσι κοίμησιν, Ἀρχαγγέλων δῆμος καὶ Ὁσίων σύλλογοι, καὶ πάντων Ἱεραρχῶν, θεία ὁμήγυρις· εὐφραίνονται οὖν λαμπρῶς, ἐπὶ τῆς γῆς βασιλεῖς τε καὶ ἄρχοντες, Ἀρχιερεῖς, Ἱερεῖς, μετ’ εὐλαβείας καὶ πόθου κραυγάζοντες· χαίροις Κερκυραίων πόλις, ἡ πλουτοῦσα μέγιστον, Ἱεράρχην καὶ ῥύστην, ἐν κινδύνοις καὶ ὑπέρμαχον.
Ἕτερα. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τὴν σοφίαν ἐξ ὕψους δεδεγμένος, ᾗ περ ἐπεστόμισε γαῦρον φιλόσοφον, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, ὁ θεοφόρος, ἀξιοχρέως ὑμνείσθω σήμερον· πύργος ὁ οὐράνιος θείας πραότητος, ὁ ἐπὶ γῆς ἄλλος Ἄγγελος, ὁ Ἱεράρχης, Σπυρίδων Κύπρου τὸ ἐγκαλλώπισμα, καὶ τῶν θαυμάτων ξένη θάλασσα, ὁ κανὼν Ἐπισκόπων ὁ μέγιστος, ὅν ὁ Παῦλος ὀ μέγας, θείοις λόγοις προεθέσπισε.
Ὡς τοῦ Θεοῦ μιμητὴς καὶ ὑπηρέτης, τάγματα οὐράνια ἔσχες συμβάλλοντα, ταῖς πρὸς Χριστόν σου δεήσεσι, καὶ λόγῳ μόνῳ, ἐκ τοῦ θανάτου ἐξήρπασας· ὄφιν δὲ μετέβαλες, χρυσοῦν ἐγκόσμιον, καὶ γῆν διψῶσαν ἐπότισας, σκληροῦ πλουσίου τὰς ἀποθήκας καταστρεψάμενος, καὶ τοὺς πεινῶντας ἄρτῳ ἔθρεψας, αἰσθητῷ νοητῷ τε θεσπέσιε, Ἱεράρχα Σπυρίδων, ὡς Μωϋσῆς τελῶν ἐξαίσια.
Ὁ τῶν Κυπρίων φωστὴρ καὶ ἑωσφόρος, ῥύστης ὁ ὀξύτατος τῶν προστρεχόντων σου, τῇ ἱερᾶ Πάτερ λάρνακι, τῇ κατεχούσῃ, τὸ ἱερόν σου καὶ θεῖον λείψανον· πόλιν Βασιλεύουσαν φρούρει πρεσβείαις σου, τὴν σὲ τιμῶσαν ἐν πνεύματι, ὡς Ἱεράρχην καὶ Ἀποστόλων θεῖον συνήγορον, καὶ τῶν πενήτων εὐσυμπάθητον, προμηθέα καὶ πρόμαχον, ἵνα πίστει τιμῶμεν, τὴν σεβάσμιόν σου κοίμησιν.
Δόξα. Καὶ νῦν. Ὀκτώηχον.
Ἦχος α΄. Θεαρχίῳ νεύματι, πάντοθεν τὰ τῶν ἀνθρώπων συστήματα, ἀπὸ οἰκείων δωμάτων φερόμενα,
Ἦχος πλ. α΄. Καταλαβόντα τὴν πανένδοξον τοῦ λειψάνου σου θήκην, ἀξίως ἀσπάζονται.
Ἦχος β΄. Αἱ δὲ ὑπέρτατοι τῶν ἐπὶ γῆς ἀξίαι, σὺν βασιλεῖ ἡγεμόνι παραγενόμεναι,
Ἦχος πλ. β΄. Τὸ θεοφόρον καὶ ἀξιέπαινον σκῆνος ἐξάδουσι, τῷ δέει κρατούμεναι, ὑπὲρ ἐπαίνου δὲ ποιούμεναι· καὶ ὁρατῶς ἐκβοῶσι τὴν τῶν ᾀσμάτων σοι μελῳδίαν· ἰδοὺ ὁ θαυμάσιος Σπυρίδων νῦν προτίθεται.
Ἦχος γ΄. Ἄρωμεν τοίνυν τὸν ὕμνον, καὶ κατὰ δύναμιν ὑμνήσωμεν τῶν Ἀρχιερέων τὸ μέγα κλέος.
Ἦχος βαρύς. Διὰ τοῦτο γὰρ ἡ παγγενὴς Κωνσταντιανῶν σωτηρία γίνεται· ᾧ ἀτενίζειν οὐκ ἰσχύουσιν ἔθνη πάντα, ἄξιόν τε ἀπονέμειν ἐφύμνιον.
Ἦχος δ΄. Τούτου γὰρ τὸ τῶν θαυμάτων ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. δ΄. Διὸ πάνσοφε Ἱεράρχα, ἀεὶ σὺν τῇ Μητρὶ τοῦ Ἰησοῦ, καὶ μετὰ πότμον πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι ἀπὸ πάσης προσβολῆς τὴν νεολαίαν σου· τὴν γὰρ ὑμῶν προστασίαν κεκτήμεθα.
Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ, Σπυρίδων μακάριε, θαυμάτων πέλαγος ὤν, καὶ πηγὴ ἀνεξάντλητος, νόσῳ κατεχόμενον καὶ θανάτῳ Κωνστάντιον, τὸν βασιλέα τούτων ἀπήλλαξας, καὶ νουθεσίαις, αὐτὸν κατέπεισας, παρατηρεῖν ἀεί, Ἱερεῦσιν ἅπασιν ὡς τῷ Θεῷ, πάντοτε λατρεύουσι, καλῶς προσφέρεσθαι.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Πάτερ, Σπυρίδων θαυμάσιε, ταῖς ἀρεταῖς γεγονώς, ὑψηλὸς καὶ περίβλεπτος, Ἱεράρχης ἄκακος, ἐχρημάτισας Ὅσιε, καλῶς ποιμάνας Χριστοῦ τὸ ποίμνιον, καὶ πάντα λύκον πόῤῥῳ ἀπήλασας, καὶ καθοδήγησας, πρὸς τὴν ἐπουράνιον μάνδραν πιστούς, τούτοις προηγούμενος ποιμὴν ὡς ἄριστος.
Στ. Στόμα δικαίου ἀποστάζει σοφίαν.
Χαίροις, Ἱεράρχα πάνσοφε, Ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν· χαίροις ἡ ῥίχα ἐξἧς ἐβλάστησε, πυρσὸς ὁ τρέφων τὴν Ἐκκλησίαν Χριστοῦ· χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε Χριστιανῶν, Ἐπισκόπων μέγιστε· χαῖρε χαρὰ τῶν πιστῶν.
Δόξα. Ἦχος α΄.
Ὅσιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι’ ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ· βασιλεῖ δὲ παρέστης ἰατὴρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας ὡς Αὐτοῦ μαθητής· τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν· πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ. Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς Συνόδου τῆς Πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς λόγῳ μόνῳ, ποταμοὺς ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι, ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν. Ἰωάσαφ.
Ποίοις, εὐφημιῶν στέμμασι καταστέψωμεν τὸν Ἱεράρχην; Τὸν παρὰ Θεοῦ κομισάμενον, βρύσιν τῶν θαυμάτων ἀένναον; Τὸν ἁπλοῦν, τὸν Ὅσιον, τὸν πρᾶον· τὸν πάντων, ἁμαρτωλῶν αὐτὸν χωρίσαντα, καὶ ὕψους τοῦ οὐρανίου ὑψηλότερον γενόμενον, καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Θεοῦ παριστάμενον, καὶ τρανῶς ὡς ἥλιον λάμποντα, καὶ πάντας καταφωτίζοντα.
Ποίοις, μελῳδικοῖς ᾄσμασιν ἐπαινέσωμεν τὸν Ἱεράρχην; Τὸν ἐν τοῖς ἀδύτοις γενόμενον, καὶ Θεῷ προσφέροντα αἴνεσιν, καὶ λειτουργοὺς Ἀγγέλους σχόντα θείους; Τοῦ ὄμβρου, τὴν ἀμετρίαν καταστείλαντα, καὶ πάλιν, αὐχμὸν εὐχῇ ῥαδίως λύσαντα, καὶ ὄφιν μεταβαλόντα εἰς χρυσὸν οὕτω, Διακόνου τε τὴν ὀφρὺν καλῶς ἀπελέγξαντα, Σπυρίδωνα τὸν πανθαύμαστον.
Ποίοις, οἱ γηγενεῖς χείλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς οἰκουμένης ὑπέρμαχον, καὶ τῆς εὐσεβείας τὸ θεμέλιον, τὸν φωστῆρα τῶν Ἀρχιερέων, τὸν στύλον, τῆς Ἐκκλησίας τὸν ἀκράδαντον, τὸν πλοῦτον τὸν μὴ κενούμενον τῆς χάριτος, τὸν θησαυρὸν τῶν πενήτων, καὶ χηρῶν προστάτην, λυπουμένων τὴν χαρμονήν· αὐτὸν γὰρ ἐδόξασεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις, ᾀσματικοῖς ἔπεσιν, ἀναδήσωμεν τὸν Ἀρχιθύτην, καὶ θαυματοφόρον Σπυρίδωνα, τοῦ Χριστοῦ τὸν φίλον τὸν γνήσιον, τὸν μύστην Θεοῦ τῶν μυστηρίων, τὸν οἶκον τοῦ Παναγίου ὄντως Πνεύματος; Τὸν πύργον τῆς ταπεινώσεως τὸν ἄῤῥηκτον, τὸν ποταμόν τῶν θαυμάτων, τὸν κρατῆρα πλήρη δωρεῶν τῶν θείων Χριστοῦ, τοῦ πᾶσι παρέχοντος σωτηρίαν καὶ μέγα ἔλεος.
Ποίοις, οἱ γηγενεῖς ᾄσμασιν, ἀνυμνήσωμεν τὸν θεηγόρον, καὶ σημειοφόρον Σπυρίδωνα; Τοῦ Χριστοῦ τὸ στόμα τὸ ἅγιον, τὸν φαιδρὸν Κυρίου θυηπόλον· ἀγάλλου Κερκύρας ἡ Μητρόπολις, εὐφράνου, ἡ Τριμυθοῦς πᾶσα περίχωρος, μεγαλαυχοῦσα τῇ δόξῃ τῶν πολλῶν θαυμάτων, ἀεὶ τοῦ θερμοῦ προστάτου ἡμῶν, δι’ οὗ πάσης νόσου ἀπο-λυτρούμεθα.
Ἕτερα. Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη. Μεγ. Σακελαρίου τοῦ Μελιτινιώτου.
Δεῦτε συνελθόντες πάντες προθύμως, ᾄσμασιν ἐνθέοις καὶ ἐγκοσμίοις, τὸν μέγαν Σπυρίδωνα τιμήσωμεν ἀξίως. Οὗτος καὶ γὰρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ συγκαλεῖται ἅπαν τὸ πρόσωπον, ὡς θέμις, ἑορτάσαι τὴν μνήμην· ὁ παρήγορος τῶν θλιβομένων, τῶν ἐν ἀνάγκαις βοηθὸς ἀπροσμάχητος, τῆς οἰκουμένης τὸ καύχημα.
Στύλος ἀνεδείχθης τῆς Ἐκκλησίας, πρόβολος Σπυρίδων τῆς εὐσεβείας, τῆς πίστεως πρόμαχος, ὑπέρμαχος Τριάδος· βάσις δογμάτων τῶν ἐνθέων καὶ ἑδραίωμα Πάτερ, κλέος Πατέρων καὶ θαυμάτων ἀνεξάντλητος βρύσις, καὶ κραταίωμα πιστῶν ἁπάντων, Ὀρθοδοξίας ἀῤῥαγής τε θεμέλιος, καὶ Ἱερέων ἀγλάϊσμα.
Ἔστησας ποτάμιον ῥοῦν προστάξει, αὔλακας ἐμέθυσας τὰς αὐχμώσας, τὸν ὄφιν μετέβαλες εἰς χρυσοῦν Ἱεράρχα, πίστιν ἐτράνωσας ἐν μέσῳ τῆς Συνόδου Σπυρίδων, βλάσφημον δὲ Ἀρείου ἐξωστράκισας δόγμα, καὶ διέβλεψας εἰς ἀθεάτους πόρνης καρδίας μώλωπας, καὶ ἐδωρήσω τὴν ἄφεσιν.
Ἔστης πρὸ τοῦ τάφου Χριστὸς ὡς πάλαι, ὡς ζῶσαν ἐφώνεις τὴν τεθνηκυῖαν, νεκρούς τε ἀνέστησας προσευχῇ σου Σπυρίδων, νόσον ἰάσω βασιλέως τῇ σῇ ἐπιφανείᾳ, ἔσχες Ἀγγέλους λειτουργοῦντας σὺν σοὶ Θεῷ τῶν ὅλων, καὶ διήλεγξας πλεονεξίαν, δι’ ὑετοῦ μάκαρ τὰ ἐν τῷ νῷ τε ἔβλεψας, τοῦ φοιτητοῦ σου μακάριε.
Δόξα. Ἦχος πλ. β΄. Ἐμμ. Χρυσάφη.
Λαμπρὰ καὶ χαρμόσυνος ἐξέλαμψε σήμερον ἡ μνήμη σου, Σπυρίδων σοφέ, συγκαλοῦσα ἅπαντα τὰ τῶν φιλεόρτων συστήματα, πρὸς ὑμνῳδίαν καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες τῇ σορῷ τῶν ἁγίων λειψάνων σου, χαριστήριον ὕμνον προσάδοντες, καὶ ἐγκωμίων αἴνους, συμφώνως βοῶμέν σοι· χαίροις τῶν θαυμάτων ὁ ποταμὸς ὁ πληρέστατος, καὶ ναμάτων τοῦ Πνεύματος· χαίροις τῶν Ἀρχιερέων τὸ μέγα κειμήλιον, καὶ τῶν ὀρθοδόξων τὸ ἀκατάσειστον ἔρεισμα· χαίροις πολύφωτε ἥλιε, ὁ τὸν κόσμον ἅπαντα καταλάμπων τοῖς ἀκτῖσι, τῶν ἀπείρων θαυμάτων σου. Ὡς ἔχων παῤῥησίαν Ἱεραρχῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ λυτρωθῆναι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι’ 7, γ΄13).
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι’ 32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν· πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ καὶ ἐδεήθην Αὐτοῦ καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου, καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων κτισμάτων καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν θρόνων πάρεδρον σοφίαν καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος δ΄. Ἐμμ. Χρυσάφη.
Πνευματικὴ πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ φύσις· χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ὁ θαυμάσιος Σπυρίδων, τὸ θειότατον κειμήλιον τῶν Ἀρχιερέων, ὁ ποταμὸς θαυμάτων ὁ πλημ-μυρέστατος· τὸ κατοικητήριον τοῦ Ἁγίου Πνεύματος· ἡ ἀκένωτος τῶν ἰαμάτων καὶ ξένη θάλασσα· ὁ στεῤῥότατος τῆς Ἐκκλησίας καὶ ἀκράδαντος πύργος· ἡ ὄντως κρηπὶς Ὁσίων, καὶ φωστὴρ οἰκουμένης ὁ πολύφωτος· αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὤ θαύματος φρικτοῦ! Ἡ νεκρὰ πειθομένη φωνὴ ζῶσάν σοι δέδωκεν· ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου σου προστακτικοῦ· ἡ τοῦ Ἄνακτος νόσος εὐχῇ σου φυγαδεύεται· ὁ ὄφις εἰς εἶδος χρυσοῦν ἀντιμετηλλάττετο· νεκροὶ ἐξηγέρθησαν· ἐνεργεῖ γὰρ ἐν σοὶ ὁ τῶν ἁπάντων Ἱεράρχης, Χριστὸς ὁ Θεὸς ἡμῶν, Σπυρίδων Ἱεράρχα σοφέ, ὁ τῆς Τριάδος τὸ δόγμα ἀνακηρύξας τρανῶς.
Ὁ αὐτός.
Τίς μὴ θαυμάσῃ, τῶν σῶν θαυμάτων Ἱεράρχα Σπυρίδων τὸ ἀκένωτον πέλαγος; Ὄμβρον γὰρ ἐξ οὐρανοῦ προσευχῇ σου κατήγαγες, καὶ τὰς αὐχμώσας αὔλακας ἐμέθυσας, καὶ λιμὸν διέλυσας. Ὤ τοῦ θαύματος! Νεκρὰν ἐπηρώτησας, καὶ αὖθις ὥσπερ ζῶσα, ὡς ἐξ ὕπνου σοι λελάληκε. Νεκροὺς δὲ πάλιν ἐξανέστησας, ζωοποιῷ προσφθέγματι. Ὄφιν εἰς χρυσὸν μετέβαλες, καὶ ποταμοὺς ἀνεχαίτισας· νοσήματι ἀνιάτῳ τοῦ Βασιλέως Κωνσταντίου ἰάτρευσας, καὶ μαθητοῦ Τριφυλλίου τὰ ἐν νῷ τε ἔγνωκας, τά τε τοῦ κόσμου τερπνὰ ἀναλύσασθαι ἐδίδαξας. Φιλόσοφον ᾔσχυνας, καὶ τὴν Ἱερὰν καὶ Ἁγίαν Σύνοδον ἐκράτυνας. Πόρνην προσψαῦσαι τολμήσασαν, τὰ κατ’ αὐτὴν ἐξειπών, ἐξαγορεύσαι ἔπεισας. Αἰγὸς ἅρπαγα πλήττοντα διήλεγξας καὶ τὴν ἀφωνίαν Διακόνου ἐθεράπευσας. Ἀγγέλους θείους συλλειτουργοῦντάς σοι ἔσχες. Τὴν τοῦ ἐλαίου ἀνάβλυσιν ἐποίησας· μοιχευθῆσαν δὲ γυναῖκα μὴ πεισθεῖσαν, τῷ θανάτῳ παρέδωκας, καὶ δυσσεβῶν ἀγάλματα πεπτωκότα συνέτριψας. Ὄντως οὕτως οἶδε δοξάζειν Θεὸς τοὺς Αὐτοῦ δοξάζοντας. Ἡμεῖς δὲ περικυκλοῦντες τὴν σορὸν τῶν λειψάνων σου, περιπτυσσόμεθα ταύτην ἀναξίοις χείλεσιν, ὅπως λάβωμεν ἴασιν ψυχῶν τε καὶ σωμάτων, καὶ ἐν ἡμέρᾳ Κρίσεως λυτρωθῶμεν τῆς κολάσεως.
Ὁ αὐτός.
Ἀρετῶν εἰς μέγιστον καὶ αἰθέριον ὕψος ἀναβὰς θεοφόρε, τὴν σύμπασαν φωτίζεις ταῖς τῶν θαυμάτων ἀστραπαῖς, ὡς συμπαθέστατος Ποιμήν, λαμπρύνων Πάτερ μακάριε, ἀπαθείας λάμπων χαρίσμασι καὶ ἁπλότητος αἴγλῃ, Σπυρίδων ἱερέ. Διὸ πνευματικῶς συνελθόντες, τὴν τῶν λειψάνων σου σεβασμίαν καὶ ἁγίαν λάρνακα, ὑμνωδίαις μετὰ δόξης προπέμπομεν, δορυφοροῦντες εἰς τὸ θεῖον τῶν Κερκυραίων τέμενος, μετὰ χαρᾶς προσφωνοῦντες ταῦτά σοι· χαῖρε στύλε οὐράνιε, τῶν θλιβομένων πάντων παραμυθία· χαῖρε ὁ οἶκος τῶν ἀρετῶν ὁ μέγιστος· χαῖρε πύργε ἀδιάσειστε δογμάτων τῆς πίστεως· ἐν σοὶ γὰρ ἅπαν χάρισμα τοῦ Πνεύματος, πεφανέρωται τοῖς ἐπὶ γῆς Ἱεράρχα, πιστῶν ὁ προστάτης, καὶ τῶν ἐν νόσοις ἑτοιμοτάτη λύτρωσις· χαῖρε ὁ τῆς ἐπουρανίου ἱεραρχίας κανών.
Δόξα. Ἦχος πλ. α΄.
Χορεύσωμεν φιλέορτοι ἐν ὕμνοις· σκιρτήσωμεν ἐν ᾄσμασι καὶ σαλπίσωμεν εὐφραινόμενοι ἐν τῇ ἐνδόξῳ πανηγύρει Σπυρίδωνος τοῦ σοφοῦ. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν Ἱεράρχην κροτείτωσαν ἐν λόγοις. Βασιλέα ἔσωσε, νοσήματι κρατηθέντα, διαλυτρωθῆναι τῇ προσψαύσει παρεσκεύασε. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος σοφὸν ἱερομύστην, συνδραμόντες εὐφημήσωμεν· οἱ ἐν νόσοις ἀπαλλαγήν· οἱ ἐν ἀνάγκαις τὸν ῥύστην· οἱ ἁμαρτωλοὶ τὸν προστάτην· οἱ πένητες τὸν πλουτιστήν· οἱ κωφεύοντες τὴν εὐηκοΐαν· τὸν συνοδίτην οἱ ὁδοιπόροι· οἱ ἐν τῷ γήρᾳ τὴν βακτηρίαν· οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, Κύπρου τὸ μέγα κλέος ἐγκωμιάζοντες οὕτως εἴπωμεν· πανάγιε Σπυρίδων, ἱκέτευε ἐξελοῦ ἡμᾶς ἀπὸ παντοίας ἀνάγκης καὶ σῶσον τοὺς δούλους σου ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Προεόρτιον.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἀρχιερέων κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, ἰαμάτων ῥεῖθρον μὴ κενούμενον· φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος· Αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Πρᾷος, καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων θείᾳ χάριτι, ἐχθρὸν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, κατεπάτησας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας τῷ Πνεύματι· πάντας τοὺς Ὀρθοδόξους τε φωτίσας λαμπρότητι, ἕνα δοξάζει τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στ. Στόμα δικαίου ἀποστάζει σοφίαν.
Πάθη, ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας· νυκτὸς Βασιλεῖ τε, ἐπιφανεὶς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ’ ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν σωρὸν σέβομεν, ἐξ ἧς ἀναβλύζει, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ, καὶ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; Ὡς Ἄγγελος ἐδείχθης ἐπὶ γῆς, Πάτερ μακάριε. Βαβαὶ τῶν θαυμασίων, ὧν τοῖς πᾶσιν ἐπιχέεις! Οὐ μόνον γὰρ νοσήματα χαλεπὰ, ἰάτρευσας τῶν προσιόντων σοι ἐκ πόθου, ἀλλὰ καὶ τὰ πάθη τῶν ψυχῶν. Ὅθεν Θεός σε ὁ Παντάναξ ἐδόξασε, Σπυρίδων παμμακάριστε, Ἱεραρχῶν ἡ κρηπίς.
Καὶ νῦν. Προεόρτιον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς λόγῳ μόνῳ, ποταμοὺς ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι, ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Τὸ Προεόρτιον καὶ Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τόν Συνάναρχον Λόγον. Ἐμμ. Χρυσάφη
Τὸν Σπυρίδωνα πάντες ἀνευφημήσωμεν, τὸν τοῦ Πνεύματος ὄργανον χρηματίσαντα· τῶν θαυμάτων τὴν πηγὴν τὴν ἀνεξάντλητον, τὸν νοῦν τὸν θεῖον ἀληθῶς, τὸν ἁπλοῦν τε καὶ πρᾷον, καὶ βοηθὸν ἐν ἀνάγκαις· τὸν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Βηθλεὲμ ἑτοιμάζου τὰ πρὸς ὑπάντησιν, τῆς Παρθένου Μαρίας καὶ Θεομήτορος· ἰδοὺ γὰρ ἔρχεται πρὸς σέ, ἔμβρυον φέρουσα, τὸν συνάναρχον Πατρί, καὶ τῷ Πνεύματι ἀεί, Χριστὸν Ὃν ἐν τῷ Σπηλαίῳ γεννήσει, καὶ μετὰ τόκον Παρθένος, πάλιν ὀφθήσεται.  

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τήν Σοφίαν  καί  Λόγον.
Τῆς Τριμύθου ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀπαστράπτεις τοῖς πέρασιν, ὦ Σπυρίδων μακάριε· τοὺς ζοφώδεις λύκους, σκορπίζων σφοδρότατα, καὶ ἐλαύνων νόσους, χρησταῖς ἐπικλήσεσιν. Ὅθεν καὶ τὴν πλάνην, τοῦ Ἀρείου καθεῖλες, τὸ ψεῦδος ἀπήλασας, τὴν Ἁγίαν Τριάδα τρανῶς ἐφανέρωσας, Ἱεράρχα μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, Ὅν δοξάζει τὰ σύμπαντα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὅμοιον.
Ἐκ τῆς ποίμνης ἐδείχθης ἱερουργός, τὴν σφενδόνην κατέχων τὴν μυστικήν, καθεῖλες τὸν τύραννον, ταῖς βολίσι τοῦ Πνεύματος· καὶ ἀγράφως κηρύξας Τριάδα ὁμότιμον, τῆς Συνόδου ἐγένου συνήγορος Ὅσιε. Ὅθεν ἀνατείλας, ἐκ τῆς Κύπρου Σπυρίδων, ὡς ἄστρον ὑπέρφωτον, τὰς αἱρέσεις ἠμαύρωσας· Ἱεράρχα θαυμάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Τὴν Σοφίαν καὶ Λόγον...

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Ευαγγέλιον εἰς Ἱεράρχην (ζήτει τῇ 13η Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου). 
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἐχρημάτισας Ὅσιε. Ὅθεν τῆς Ἐκκλησίας προΐστωρ γενόμενος, αἱρεσιάρχας ἐξωθήσας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γῆν κατηδάφισας. Διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος α΄. Χριστός, γεννᾶται. Μ. Σακελλαρίου τοῦ Μελιτινιώτου.
Χριστός, Ποιμένα σε Ὅσιε, γαστρὸς ἐκ μητρικῆς ἐξελέξατο, πρᾷον ἱερὸν καὶ σώφρονα, κήρυκά τε δογμάτων καὶ λειτουργόν, Πάτερ Ἐκκλησίας, καὶ δοχεῖον χαρισμάτων τῶν τοῦ Πνεύματος.
Σαρκός, νεκρώσας τὸ φρόνημα, ψυχῆς δὲ προκαθάρας τὰ ὅμματα, ὅλον σεαυτὸν τοῦ Πνεύματος Ὅσιε, ἀπειργάσω θεῖον ναόν, λογικαῖς θυσίαις, καθαρῶς ἱερατεύων παμμακάριστε.
Διψῶσαν, Κύπρου γὴν κατιδών, τὸν Θεσβίτην Ἠλίαν μιμούμενος, σοῦ τῇ προσευχῇ κατήγαγες Ὅσιε, οὐρανόθεν ὄμβρων πληθύν· καὶ γὰρ εἰσακούει τῆς δεήσεως Χριστός, τῶν θεραπόντων Αὐτοῦ.
Θεοτοκίον.
Χρυσῆν, Σὲ στάμνον καὶ τράπεζαν, λυχνίαν φωτεινὴν καὶ κατάσκιον, ὄρος καὶ πηγὴν θεόβρυτον, κλίμακά τε καὶ πύλην θείας ζωῆς, Κεχαριτωμένη Θεοτόκε, Ὑπερένδοξε κηρύττομεν.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με. Θεοφάνους Νικαίας.
Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε ἱερώτατε.
Τὸν ὄφιν τὸν ἀρχαίκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι, Πάτερ Ὅσιε.
Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς ἀπαθείας, εἰσέδυς εἰς τὸν γνόφον τῆς θεωρίας· πλαξὶ δὲ τῆς καρδίας σου ὑπεδέξω, νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.
Θεοτοκίον.
Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς Σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν Σου Δέσποινα.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ ποιμνίων προβάτων ἐπιστατεῖν, τῆς Χριστοῦ Ἐκκλησίας προχειρισθείς, Ποιμὴν θεοπρόβλητος, ὦ Σπυρίδων ἀνέλαμψας· κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ πιστοὺς ἐκτρεφόμενος. Ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐκράτυνας, τῇ σοφίᾳ τοῦ Πνεύματος· Ἱεράρχα μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον.

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης. Μ. Σακελλαρίου τοῦ Μελιτινιώτου.
Ῥάβδον σὲ κατέχοντα χειρί, καὶ σχῆμα ἱερώτατον, ἐστολισμένος θεῖος Ἄγγελος κατ’ ὄναρ ἐπιφανείς, Βασιλεῖ δεικνύει σὲ ἰατρὸν αὐτοῦ θεῖον τοῦ πάθους· ὁ δὲ ἐβόα πιστῶς· δόξα τῇ δυνάμει Σου Κύριε.
Δεσπότην μιμούμενος τὸν σόν, καὶ πάντων ἰατρὸν Χριστόν, τὸν Βασιλέα ἐθεράπευσας, Σπυρίδων τερατουργέ· θεϊκοῖς τε δόγμασι, τοῦτον εὐσεβῶς εἰς θεῖον ζῆλον καὶ πίστιν θεοπρεπῆ, μάκαρ εὐθυβόλως διήγειρας.
Ῥήσεις ἐντολῶν τῶν θεϊκῶν, φυλάττων παμμακάριστε, τοῦ Βασιλέως διεσκόρπισας μεγάλας σὺ δωρεάς, καὶ τοῖς πᾶσι δέδωκας χρυσόν, ἐπὶ γῆς Σπυρίδων μάκαρ· ἐκτήσω γὰρ οὐδαμῶς, ὄλβον θησαυρίζων τὸν ἄσυλον.
Θεοτοκίον.
Σὺ σκηνὴ τοῦ Λόγου καὶ λαμπρὰς Παρθένε, ἀληθῶς φωτὸς τοῦ ἀνεσπέρου ἀναδέδειξαι· διό Σε πάντες πιστοί, θερμῶς ἱκετεύομεν, ῥῆξαι τοῦ ἐχθροῦ Σὺ τὰς ἐνέδρας, τάς  καθ’ ἡμῶν μελετᾷ, Κόρη τὸν Υἱόν Σου δυσώπησον.

ᾨδὴ ε΄. Θεὸς ὤν είρήνης.
Τὴν πίστιν ἐν μέσῳ Πατέρων πολλῶν, Ἱεράρχα Σπυρίδων ἐστήριξας, κηρύξας τὸ ὁμόθεον Τριάδος τῆς μιᾶς· διὸ καὶ ἐπαξίως, τιμᾷ ἡ Ἐκκλησία, τὴν πανίερον μνήμην τῆς παναγίας σου κοιμήσεως.
Χριστοῦ ὤν καθάπερ πιστὸς μαθητής, Ἱεράρχα Σπυρίδων ἀνέστησας νεκροὺς τῇ προσευχῇ σου, καὶ παρέστησας ζῶντας· καὶ γὰρ ἰσχύειν πάντα Αὐτὸς δεδώρηταί σοι, ἐξ ἰδίας ἰσχύος, ὁ ταμιοῦχος τῆς ζωῆς ἡμῶν.
Ἐλπίδος ἀγάπης καὶ πίστεως, σὺ ἰδιώματα Πάτερ κτησάμενος, πενήτων ἀντιλήπτωρ τε νοσούντων ἰατρός, καὶ πάντων τῶν ἐν ζάλῃ λιμὴν γαληνοφόρος, ἀνεδείχθης θεόφρων, ἀξιοθαύμαστε πιστότατος.
Θεοτοκίον.
Ἁγίων Ἁγία Παρθένε Ἁγνή, τῶν Ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντας Χριστὸν τὸν Λυτρωτήν· διό Σε Βασιλίδα καὶ Δέσποινα ἁπάντων, ὡς Μητέρα τοῦ Κτίστου τῶν ποιημάτων καταγγέλομεν.

ᾨδὴ στ΄. Σπλάγχνων Ἰωνᾶν.
Ἄλλον Σαμουήλ, ἡ χάρις σε ἔχρισε, Σπυρίδων σοφέ, ἱερατεύειν Θεῷ, καὶ προσήγαγες, ἀναιμάκτους θυσίας πανόλβιε, πιστεύων ἀληθῶς ὅτι ἐδείχθη σοι, ἄνω ἐν σκηναῖς Θεοῦ ἡμῶν, ἡ φρικτὴ λειτουργία καὶ ἄμωμος.
Ῥάβδον Μωϋσῆς, εἰς ὄφιν μετέβαλε, προστάξει Θεοῦ, πάλαι κινούμενος· σὺ δὲ Ὅσιε, εἰς χρυσὸν προσευχῇ σου μετέβαλες, τὸν ὄφιν Ἱεράρχα διὰ φίλον τὸν σόν· οὕτω θαυμαστὰ εἰργάσατο, διὰ σοῦ ὁ Θεός, Πάτερ τέρατα.
Ὡς Ἱεραρχῶν κανὼν καὶ ἑδραίωμα, φωστὴρ οἰκουμένης διαυγέστατε· πύργε ἄσειστε, Ἐκκλησίας θεμέλιε ἄῤῥηκτε· τῶν θαυμάτων ποταμὸς ὁ ἀνεξάντλητος, ῥῦσαι σαῖς πρεσβείαις πάντοτε, πειρασμῶν τοὺς τιμῶντας τὴν μνήμην σου.
Θεοτοκίον.
Κόλπων οὐκ ἐκστάς, ἀνάρχου Γεννήτορος, ἐν κόλποις ἁγνῆς Κόρης αὐλίζεται, καὶ καθίσταται ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Χριστός· Τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῷ πόθῳ τρωθεὶς Χριστοῦ ἱερώτατε, τὸν νοῦν πτερωθεὶς, τῇ αἴγλῃ τοῦ Πνεύματος· ἐκ πρακτικῆς θεωρίας εὑρέθης θεόκλητος, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.
Ὁ Οἶκος.
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα· τὸν τῆς χάριτος πλάκας νῦν δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον τῇ κτίσει, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως ὑπάρχοντα, τὸν καὶ πάντων ἁμαρτανόντων ψυχαγωγόν· αὐτὸς γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ ἱερεῖον καθέστηκεν, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Σπυρίδωνος, Ἐπισκόπου Τριμυθοῦντος τῆς Κύπρου, τοῦ Θαυματουργοῦ.
Στίχοι·
Ὁ θαυματουργὸς κἄν τέθνηκε Σπυρίδων,
Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
Ἀμφι δωδεκάτην βίοτον λίπε τόνδε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ Παῖδες εὐσεβείᾳ.
Δαβὶδ μὲν βασιλεύειν, ἐκ ποιμνίου ἐκλεχθεὶς ὡς γέγραπται, σὺ δὲ θαυμάσιε πιστός, ἐκ ποιμένος ἀναδέδειξαι, ἱερουργὸς πανευπρεπής, βοῶν τῷ κτίστῃ σου· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἐξίσταντο οἱ ὄχλοι, μὴ ὁρῶντες νοερῶν δυνάμεων θεῖα στρατεύματα Χριστοῦ ἐν ναῷ, ἀλλὰ τὸν δίκαιον σὺν αὐτοῖς συλλειτουργοῦντα καὶ συμψάλλοντα· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ὡς λόγον ἀληθείας, σὺ ἐκφαίνων εὐσεβῶς ἐκήρυττες, τὸ ὁμοούσιον λαμπρῶς, ἀφιστῶν τῆς πλάνης Ἄρειον· τὴν Τριάδα πείθων δὲ κηρύττειν μέλποντα, τοῖς τῶν Πατέρων ὀρθοῖς ἑπόμενον λογίοις.
Θεοτοκίον.
Ἡ θεία μυροθήκη, τὸ εὐῶδες μῦρον ἔνδον φέρουσα, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, ἐκκενῶσα τοῦτο ἔρχεται, μυστικῆς εὐωδίας πληροῦν τοὺς μέλποντας· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Τίς σου τὰς θαυματουργίας ἀριθμήσει Ἱεράρχα, Σπυρίδων θεόφρον; Ὑετοὺς κατήγαγες, οὐρανίους σῇ προσευχῇ· προσφωνοῦντί σοι σοφὲ παῖς ἀποκρίνεται, καὶ ῥοῦν ποταμῶν σὺ ἀνεχαίτισας, καὶ σὸν φίλον ἐν τάχει μάκαρ διέσωσας· Ἄνακτα ἰάσω καὶ ξένα ἐπετέλεις.
Ἤλεγξας αἱρετικῶς τὰς κακονοίας, τῶν ἁπλῶν σου δογμάτων τοῖς λόγοις· πίστιν γὰρ Ὀρθόδοξον Ἱεράρχα, καὶ ἀκλινῆ, θεοφάντορ, ἐκδίδαξας, ἀνεκήρυξας· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θαύματα ὑπερφυῶς τοῖς ἀσθενοῦσιν, ἀναβλύζει σου Πάτερ ἡ θήκη· ἐπαξίως ὤφθης γάρ, σκεῦος θεῖον τῆς ἐκλογῆς, καὶ λειμὼν τῆς ἀπαθείας εὐωδέστατος· πιστοὺς καθηδύνων τοὺς τιμῶντάς σου, τὴν ἁγίαν καὶ θείαν φαιδρὰν καὶ ἔνδοξον, κοίμησιν ἀξίως, Σπυρίδων θεοφόρε.
Θεοτοκίον.
Ἄκουσμα καινόν, Σὺ ὦ Παρθένε Κόρη· μόνη τίκτεις γὰρ ἄφραστον τόκον, τὸν Σωτῆρα Κύριον, ἀπειράνδρως τὴν Σὴν νηδύν, τὴν πανάχραντον σφραγίσαντα ὡς οἶδεν Αὐτός· διὸ γεγηθότες ἐκβοῶμέν Σοι· χαῖρε πάντων τῶν εὐσεβῶν τὸ διάσωσμα, μὴ παύσῃ πρεσβεύειν ἡμᾶς ἐλεηθῆναι.

ᾨδὴ θ΄. Μυστήριον ξένον.
Χορεύσωμεν πνευματικῶς ὦ φιλέορτοι, καὶ χεῖρας κροτήσωμεν, ᾄσμασιν ἀνυμνοῦντες, τὸν μέγαν καὶ θεῖον Ποιμένα, οὗ νῦν σκῆνος πᾶσι τὸ πανίερον, πιστοῖς χορηγεῖ, ῥῶσιν ψυχῆς ὁμοῦ καὶ σώματος.
Ἐκήρυξας μέσον Συνόδου θεόσοφε, Λόγον τὸν συνάναρχον, ἅμα δὲ καὶ ληρώδη καθεῖλες Ἀρείου τὴν δόξαν σοφέ, καὶ τὴν Σύνοδον ἐκύρωσας· καὶ γὰρ ὤφθης σὺ τῆς πίστεως ὑπέρμαχος.
Θρόνῳ Θεοῦ παρεστηκὼς παμμακάριστε, σὺν θείοις στρατεύμασι, πάντων τῶν νοερῶν Ἀσωμάτων, μὴ παύσῃ πρεσβεύειν, ἀεὶ τὸν Φιλάνθρωπον καὶ Κύριον, Χριστὸν τὸν Θεόν, ὑπὲρ τῶν ἐν πίστει ἀνυμνοῦντων σε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε εὐλογημένη Πανύμνητε, Ἥν ὑμνοῦσιν Ἄγγελοι πάντες καὶ θεοφόροι Πατέρες, καὶ πᾶσα ἡ κτίσις, Θεὸν Ὑπεράγιον ὡς τέξασαν· Αὐτὸν ἐλεεῖν τοὺς Σὲ ὐμνοῦντας καθικέτευε.

Ἐξαποστειλάρια. Τοῖς Μαθηταῖς. Ἐμμ. Χρυσάφη.
Μέσον Συνόδου πάνσοφε, θεοφόρων Πατέρων, τὸν Υἱὸν ἀνεκήρυξας, ὁμοοῦσιον Πάτερ, Πατρὶ καὶ Πνεύματι θείῳ, Ἄρειον κατακαύσας, τῇ ἀστραπῇ τῶν λόγων σου, καὶ τοὺς τούτου συμμάχους, τερατουργὲ Ἱεράρχα· ὅθεν Σπυρίδων τιμῶμεν, καὶ δοξάζομεν τὴν ἁγίαν σου μνήμην.
Ἕτερον. Ἦχος γ΄. Ἐν πνεύματι τῷ ἱερῷ.
Τοὺς πένητας ὡς συμπαθής, Ἱεράρχα Σπυρίδων, ἠγάπησας καὶ ἔθρεψας, πλουτοδότης ὡς μέγας, καὶ πρᾷος σύ τοῦ Δεσπότου, μιμητὴς πανάριστος, καὶ γνήσιος ὑπηρέτης· ὄμβρον γὰρ ἐξ οὐρανοῦ, ἐχορήγησας ἐν γῇ, εἰς ἀφθονίαν πενήτων.
Θεοτοκίον. Ὅμοιον.
Ψυχή μου στέναξον πικρῶς, μεμνημένη τὰς πράξεις, ἅς ἐν τῷ βίῳ ἥμαρτες, φθόνῳ τῷ τοῦ Βελίαρ· ἐλέησόν με Δέσποινα, τῶν πιστῶν ἀνόρθωσις καὶ τῶν πιπτόντων ἡ στάσις. Διὸ πρὸ τέλους πάρασχε μετανοίας ἀφορμάς, δυσωπῶ Σε.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους η΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων. Ἐμμ. Χρυσάφη.
Τῆς ἀπαθείας τὸ ὕψος, σὺ τὸ ἀκρότατον, κατειληφὼς παμμάκαρ, καὶ θανάτου τὸ κράτος, ἔλυσας Σπυρίδων· παῖδα γὰρ σὴν, τεθνηκυῖαν ἐζώωσας, καὶ πάλιν θνῆξαι προστάττεις, ὥσπερ Θεῷ, πάντα ἔχων σοι ὑπείκοντα.
Ἐν τῇ ἀπλάστῳ ψυχῇ σου, Σπυρίδων Ὅσιε, τὸ ἀγαθὸν οἰκῆσαν, καὶ πανάγιον Πνεῦμα, οἶκόν σε χαρίτων καὶ ποταμόν, ἰαμάτων ἀνέδειξε, καὶ τοῖς ἐν κόσμῳ ἀνέθετο φαεινόν, ὡς ἀστέρα Πάτερ ἄδυτον.
Τῆς ὑψηλῆς πολιτείας, νῦν ἐπιβέβηκας· ὁ ταπεινοὺς ὑψῶν γάρ, εἰς μετάρσιον ὕψος, πρὸς ὕψος πολιτείας Πάτερ σοφέ, νοητῶς ἀνεβίβασε, καὶ φαεινόν σε φωστῆρα τοῖς ἐπὶ γῆς, ἐναπέθηκεν ἀοίδιμε.
Τοῦ Μωϋσέως τὸ πρᾷον, Πάτερ μιμούμενος, καὶ τῶν χαρίτων τούτου, ἠξιώθης Σπυρίδων, παράδοξα ἐν κόσμῳ ἐπιτελῶν καὶ ἐξαίσια πράγματα, ἐν τῇ δυνάμει τοῦ πάντα τῷ ἑαυτοῦ, ἐνεργοῦντος θείῳ νεύματι.
Ἕτερα τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀστὴρ τηλαυγέστατος, ἐν σεπτῷ στερεώματι, Ἐκκλησίας ἔλαμψας θεοδίδακτε, ἥλιος ἄλλος τὸ σύστημα, Πατέρων τὸ ἅγιον, ἐκλαμπρύνας τῷ φωτὶ τῆς ἀκτίστου θεότητος, τὸν φιλόσοφον, καταπλήξας τοῖς λόγοις τῆς σοφίας, τῆς δοθείσης σοι θεόθεν, εἰς ἀμοιβὴν σῆς πραότητος. (Δίς).
Τοῦ Χριστοῦ τὴν πραότητα, ἀκριβῶς μιμησάμενος, κατ’ αὐτὸν τὰ θαύματα Πάτερ ἔπραξας· νεκροὺς γὰρ λόγῳ ἀνέστησας, καὶ ὄφιν μετέβαλες, σῇ ἐντεύξει εἰς χρυσόν, καὶ Ἀγγέλους συμψάλλοντας εἶχες ὅτε σου, τὰς ἐντεύξεις Κυρίῳ ἀπεδίδως, παναοίδιμε Σπυρίδων, Ἱεραρχῶν ἐγκαλ-λώπισμα.
Εὐφημείσθω μοι σήμερον, ἐν ᾠδαῖς καὶ ᾄσμασιν, ὁ σοφὸς Σπυρίδων ὁ θαυματόβρυτος, ὁ ἐπὶ γῆς ἄλλος Ἄγγελος, ὁ φίλος ὁ γνήσιος, τοῦ Χριστοῦ μου καὶ Θεοῦ, τῶν θαυμάτων ἡ ἄβυσσος, ὁ λαμπρότατος, Ἱεράρχης καὶ μέγας ἀντιλήπτωρ, τῶν πιστῶς μακαριζόντων, τὴν τούτου πάνσεπτον κοίμησιν.
Δόξα. Ἦχος πλ. δ΄. Μ. Σακελλαρίου τοῦ Μελιτινιώτου.
Εὗρες μὲν τῇ πολιτείᾳ σου, Θεὸν τὸν βλέποντα τὰ κρύφια καὶ πρόδηλα, τὴν καρδίαν σου δεκτικὸν ποιήσας σκήνωμα· ὅς τὸ πρᾷον ἐπιζητεῖ καὶ πιστὸν, πρὸς κατοικίαν Αὐτοῦ ἀδιάλειπτον· ἔχει δὲ καὶ τὸ πανίερον καὶ θεοχαρίτωτόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, θαυμάτων πέλαγος ἀπείρων, ἀκοῶν τε θεραπευτήριον. Ἔνθα συντρέχοντες, Ἱεράρχα, σὲ δοξάζομεν, χάριν τῶν ἰάσεων ἐκ σοῦ κομιζόμενοι πάντες, ἀπὸ τῶν ἐναντίων προσβολῶν. Ὡς γὰρ πρᾷος, Σπυρίδων, τοῖς πιστοῖς νέμει τὰ πρόσφορα.

Καὶ νῦν. Προεόρτιον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου