Παρασκευή, 11 Αυγούστου 2017

Ἀκολουθία Μάρτυρος ΕΥΑΝΘΙΑΣ καί τῶν σύν αὐτῇ, + Ῥόδου Κυρίλλου

Ψαλλομένη τῇ 11η Σεπτεμβρίου

ΕΙΣ  ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν Εὐανθίαν συμφώνως, καὶ τὸν Δημήτριον, σὺν τῷ καλλίστῳ γόνῳ, τῆς αὐτῶν συζυγίας, τιμήσωμεν ἐν ὕμνοις οἱ εὐσεβεῖς, πρὸς αὐτοὺς ἀνακράζοντες· ὡς εὐκλεεῖς Ἀθλοφόροι πάντων ἡμῶν, ὑπερεύχεσθε πρὸς Κύριον.
Ὡς συζυγία ἀρίστη, πίστει συνδούμενοι, καὶ Πνεύματι Ἁγίῳ, ἢ σαρκὶ ἡνωμένοι, εὐάρεστος θυσία σὺν τῷ υἱῷ, Εὐανθία, Δημήτριε, θανατωθέντες ἐν δίψει τε καὶ λιμῷ, τῷ Κυρίῳ ἀνηνέχθητε.
Πανοικεσία ἁγία, Χριστῷ προσήχθητε, διὰ τοῦ μαρτυρίου, ἀνενδότου ἀγῶνος, Δημήτριε παμμάκαρ σὺν τῷ παιδί, καὶ τῇ θείᾳ συζύγῳ σου, μεθ’  ὧν θερμῶς ἐκδυσώπει τὸν Λυτρωτήν, τοῦ σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Τοῦ Ἀβραὰμ τὴν θυσίαν, σὺ ὑπερέβαλες, συναπελθὼν πρὸς δρόμον, τοῦ σεπτοῦ μαρτυρίου, συνεύνῳ καὶ τῷ τέκνῳ, Μάρτυς Χριστοῦ, Ἀθλοφόρε Δημήτριε, μεθ’ ὧν ἀπαύστως ἐξαίτει παρὰ Θεοῦ, τὴν εἰρήνην τοῖς τιμῶσί σε.
Τὴν μυστικὴν εὐανθίαν, Χριστοῦ τῆς πίστεως, ἐν ἄθλοις φερωνύμως, ἐπιδείξασα Μάρτυς, ἐξήνθησας ὡς ῥόδον ἐν τῆς Ἐδέμ, τῷ λειμῶνι μυρίπνοον, εὐωδιάζουσα χάριτι τὰς ψυχάς, Εὐανθία τῶν τιμώντων σε.
Τῶν γεννητόρων τὸν ζῆλον, ἐκμιμησάμενος, ἀρτολιμῷ μετέβης, πρὸς τὴν ἄφθαρτον λῆξιν, ἐν ᾗ συναπολαύων τῆς τοῦ Θεοῦ, γλυκυτάτης μεθέξεως, πάντων ἡμῶν θαυμαστὲ Δημητριανέ, τῶν ὑμνούντων σε μνημόνευε.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν τῶν Μαρτύρων ἱερὰν πανοικεσίαν, τῆς τοῦ Ἑκατοντάρχου Κορνηλίου διδαχῆς, τὰ τίμια ἐν Κυρίῳ  θησαυρίσματα, δεῦτε σήμερον οἱ πιστοί, τοῖς ᾄσμασιν ἐπαινέσωμεν, βοῶντες πρὸς αὐτούς· χαίροις πανένδοξε Δημήτριε, ὁ τὴν ἐπίγειον ἀρχὴν βδελυξάμενος, καὶ Χριστῷ ὑποτάξας σεαυτόν, τῷ Βασιλεῖ τῶν δυνάμεων· χαίροις Εὐανθία πανεύφημε, ἡ μαρτυρίου ἐν τῷ καλῷ ἀγωνίσματι, φερωνύμως τὴν μυστικήν, τῆς πίστεως εὐανθίαν ἐπιδείξασα· χαίροις σοφὲ Δημητριανέ, ὁ τῶν εὐκλεῶν γεννητόρων, ἀναδειχθεὶς υἱὸς γνησιώτατος, συναθλήσας αὐτοῖς, ἐν πολιῷ εὐσεβείας φονήματι. Παῤῥησίαν ὡς ἔχοντες πρὸς Θεόν, τὴν εἰρήνην αἰτεῖσθε ταῖς ψυχαῖς ἡμῶν. 
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀγόνου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τὸν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός· ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθὼν κεκλεισμένην διεφύλαξε· καὶ πάντας σοφῶς οἰκονομήσας, ὡς οἶδεν Αὐτός, πᾶσι τοῖς ἀνθρώποις, σωτηρίαν ἀπειργά-σατο.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πιστοί, τοὺς θεοφόρους Μάρτυρας τῆς ἀληθείας, Δημήτριον καὶ Εὐανθίαν, σὺν τῷ καρπῷ τῆς συζυγίας αὐτῶν, Δημητριανῷ εὐφημήσωμεν· Χριστὸν γὰρ ὁμολογήσαντες, καὶ βασάνων καταφρονήσαντες, λιμοθανεῖς πρὸς Αὐτὸν ἐξεδήμησαν, καὶ δαιτυμόνες τῆς τραπέζης, τῆς αἰωνίου ζωῆς ἀνεδείχθησαν, πρεσβεύοντες ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ ἱερὸν αὐτῶν μνημόσυνον.
Ὁ αὐτός.
Δεῦτε πιστοί, Εὐανθίαν τὴν σώφρονα, τοῖς ἄνθεσι τῶν ᾀσμάτων ἀναδήσωμεν, ὅτι φύσεως τὴν στοργήν, πρὸς Χριστὸν τὸν Θεὸν μεταθεμένη, πρὸς μαρτυρίου τὸ στάδιον, τῷ συμβίῳ καὶ τῷ τέκνῳ αὐτῆς, ἐν εὐφροσύνῃ καρδίας συναπῆλθε, καὶ σὺν αὐτοῖς οὐρανόθεν, τὰ ἔπαθλα ἐκομίσατο. Διὸ καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν· Ἀθληφόρε πανεύφημε, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Δόξα. Ἦχος β΄.
Δεῦτε πιστοί, τὴν τῶν Μαρτύρων πανοικεσίαν, Δημητρίου, Εὐανθίας καὶ Δημητριανοῦ, εὐσεβῶς ἐπαινέσωμεν· συσταυρωθέντες γὰρ Χριστῷ, τοῖς ἄθλοις τοῦ μαρτυρίου, τῆς Ἀναστάσεως Αὐτοῦ, τὴν δόξαν ἐκληρονόμησαν, καὶ πρεσβεύουσιν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Σεργίου Ἁγιοπολίτου.
Ἡ προορισθεῖσα Παντάνασσα, Θεοῦ κατοικητήριον, ἐξ ἀκάρπου σήμερον νηδύος προῆκται, τῆς Ἄννης ἠγλαϊσμένης, τῆς ἀϊδίου οὐσίας τὸ θεῖον τέμενος· δι᾿ ἧς ἰταμός ᾍδης καταπεπάτηται, καὶ παγγενῆ Εὔα ἐν ἀσφαλεῖ ζωὴ εἰσοικίζεται· ταύτῃ ἐπαξίως ἐκβοήσωμεν· μακαρία σὺ ἐν γυναιξί, καὶ ὁ καρπὸς τῆς κοιλίας Σου εὐλογημένος.

Εἰς τόν Στίχον.Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Μαρτύρων τριάς, Εὐαγγελίου τὰ εὐώδη βλαστήματα, Δημήτριε θεομάκαρ, καὶ Εὐανθία σεμνή, Δημητριανὲ θεομακάριστε· οἱ λόγοις καὶ θαύμασι, Κορνηλίου τοῦ Μάρτυρος, Θεοῦ τὴν γνῶσιν, μυστικῶς εἰσδεξάμενοι, καὶ μισήσαντες, τῶν εἰδώλων τὸ μάταιον· πίστει οἱ συναθλήσαντες, δυνάμει τοῦ Πνεύματος, καὶ συμπατήσαντες πᾶσαν, τοῦ διαβόλου ἐπίνοιαν· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις, ἡ τῶν Μαρτύρων τριάς, τῆς εὐσεβείας οἱ ὡραῖοι ἀδάμαντες, Δημήτριε θεομάκαρ, καὶ Εὐανθία σεμνή, Δημητριανὲ θεομακάριστε· Σταυροῦ οἱ τῇ χάριτι, εὐσεβῶς παρωσάμενοι, πᾶσαν ἀξίαν, κοσμικὴν καὶ ἀπόλαυσιν, καὶ ἀθλήσαντες, ὁμοφρόνως ὡς ἄσαρκοι· στέφανον οἱ δεξάμενοι, τῆς δόξης ἀμάραντον, καὶ τὴν σκηνὴν τῶν Ἁγίων, εἰς κατοικίαν εὑράμενοι· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ἡ τῶν Μαρτύρων τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα αὐχήματα, Δημήτριε θεομάκαρ, καὶ Εὐανθία σεμνή, Δημητριανὲ θεομακάριστε· λιμῷ οἱ ἀθλήσεως, τὸν ἀγῶνα τελέσαντες, καὶ ἐν τραπέζῃ, τῆς ζωῆς ἀπολαύοντες, τῆς τοῦ κρείττονος, γλυκυτάτης μεθέξεως· γνήσιοι οἱ ὑπάρχοντες, πιστῶν ἑστιάτορες, πρὸς μυστικὴν εὐωχίαν, τοῦ μυστηρίου τῆς πίστεως· Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Πᾶσα γλῶσσα κινείσθω πρὸς ὑμνῳδίαν, τῆς ἀθλοφορικῆς πανοικεσίας· πάντες πιστοί, τὴν ἱερὰν συζυγίαν τῷ Κυρίῳ, Δημητρίου καὶ Εὐανθίας τῶν Μαρτύρων, σὺν τέκνῳ ὁμοτρόπῳ μακαρίσωμεν· Εὐαγγελίου γὰρ τὸ φῶς, διὰ τῆς διδαχῆς εἰσδεξάμενοι, Κορνηλίου τοῦ Μάρτυρος Ἑκατοντάρχου, ἐν μαρτυρίου τῇ πάλῃ ἠνδραγάθησαν, καὶ λιμοθνεῖς πρὸς Θεὸν ἐξεδήμησαν· ᾧ καὶ πρεσβεύουσιν ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Σεργίου Ἁγιοπολίτου.
ν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς, τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις καὶ τῆς Εὔας ἡ ἀνάκλησις· τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν Αὐτῇ σὺν τῷ Γαβριὴλ οἱ πιστοί· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, διὰ Σοῦ χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκα-τάλαβε.
Δημήτριον μέλψωμεν, καὶ Εὐανθίαν πιστοί, καὶ τούτων τὸν κάλλιστον, βλαστὸν Δημητριανόν, Κυρίου τοὺς Μάρτυρας· οὗτοι γὰρ δουλωθέντες, τῷ Κυρίῳ τῆς δόξης, καὶ λιμοκτονηθέντες, μαρτυρίου ἐν στάσει, προσάγουσι πρεσβείαν Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ γέννησίς Σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ Σοῦ γὰρ ἀνέτειλεν, ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἐνδόξων Ἀθλητῶν, τὴν ὀλβίαν τριάδα, τιμήσωμεν πιστοί, ἐγκωμίοις καὶ ὕμνοις, καὶ τούτοις ἐκβοήσωμεν, ἐν ἑνὶ πάντες στόματι· ἱκετεύετε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἵνα εὕρωμεν, ἔλεος θεῖον καὶ χάριν, ἀήττητοι Μάρτυρες.
Δόξα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐανθίᾳ λάμπουσα, τῆς εὐσεβείας, Εὐανθία πέφηνας, Μάρτυς Χριστοῦ πανευκλεής, σὺν τῷ κλεινῷ ὁμοζύγῳ σου, καὶ τῷ βλαστῷ σου, ἀνδρείως ἀθλήσασα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Αἱ ἀκτῖνες ἔλαμψαν, τῆς παγκοσμίου, χαρμονῆς τοῦ τόκου Σου, Παρθενομῆτορ Μαριάμ, ἐπὶ τῆς γῆς καὶ κατηύγασαν, τὰς διανοίας, τῶν πόθῳ ὑμνούντων Σε.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καταυγασθεῖσα τοῦ σοφοῦ Κορνηλίου, τῇ σωτηρίῳ διδαχῇ Εὐανθία, τὴν τῶν εἰδώλων ἔλιπες, ἀπάτην νουνεχῶς, καὶ σὺν τῷ συνεύνῳ σου, καὶ τῷ θείῳ σου τέκνῳ, ὑπὲρ φύσιν ἤθλησας, τῆς σαρκὸς μὴ φεισθεῖσα. Ὅθεν Χριστὸν ἱκέτευε ἀεί, σωθῆναι πάντας τοὺς πόθῳ τιμῶντάς σε.
Δόξα. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.
Τῇ σεπτῇ ἀθλήσει σου, ἡ Ἐκκλησία, Εὐανθία γάνυται, καὶ ἀνακράζει σοι πιστῶς· μὴ διαλλίπῃς πρεσβεύουσα, ὑπὲρ τῶν πίστει, τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τῇ σεπτῇ γεννήσει Σου, ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει Σοι· χαῖρε Παρθένε, Xριστιανῶν τὸ καύχημα.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐανθίας ἡ μνήμη, ἡ ἀξιέπαινος, πνευματικὴν συγκαλεῖται, πρὸς εὐωχίαν ἡμᾶς, ἣν τελοῦντες εὐσεβῶς ἀναβοήσωμεν· χαίροις ἡ πόθῳ τοῦ Χριστοῦ, ὑπελθοῦσα ἀνδρικῶς, τὸν δρόμον τοῦ μαρτυρίου, καὶ εἰς πλάτος ἀθανασίας, σὺν τοῖς συνάθλοις καταπαύσασα.
Δόξα. Ὅμοιον.
Ὁμοζήλους συνάθλους, ἔχων τὸν σύζυγον, καὶ τὸν υἱόν σου θεόφρον, τῶν θεομάχων ἐχθρῶν, κατεπάτησας στεῤῥῶς, θράσος τὸ βέβηλον, καὶ ἐμεγάλυνας Χριστόν, ζωῆς τὸν ἄρτον ἀληθῶς, λιμῷ καὶ δίψει θανοῦσα· διὸ σήμερον Εὐανθία, ἐν ἐγκωμίοις σε γεραίρομεν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Τὰ οὐράνια πάντα νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται μυστικῶς συνευφραίνονται· Ἥν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ κγ΄ Ἀπριλίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Γεωργίου).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,..  
Σήμερον ἡ τῶν Ἀθλοφόρων μνήμη, Δημητρίου Εὐανθίας καὶ Δημητριανοῦ, τῇ Ἐκκλησίᾳ ἐπέφανε, τῶν εὐσεβῶν τὰς ψυχὰς σελαγίζουσα, τῶν πρὸς αὐτοὺς ἀναβοώντων· χαίρετε Μάρτυρες τῆς ἀληθείας, ἡ κόσμον καὶ κοσμοκράτορα νικήσαντες, καὶ στεφάνους δόξης κομισάμενοι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

 Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Μαρτύρων, τὴν στεφηφόρον σήμερον, τριάδα μέλψωμεν, ἀναβοῶντες πόθῳ πρὸς αὐτούς· Ἀθλοφόροι Χριστοῦ τοῦ Θεοῦ, ὡς ἀγαθοὶ τῆς χάριτος, ἡμῖν τὰ δῶρα πρυτανεύετε.
Εἰδώλων, τὴν βδελυρὰν μισήσαντες, λατρείαν Ἅγιοι, μαρτυρικῶς τιμία προσφορά, καὶ θυσία εὐώδης Χριστῷ, τῷ Βασιλεῖ τῆς κτίσεως, ἐν μιᾷ γνώμῃ προσηνέχθητε. 
Ἀξίαν, καταλιπὼν τὴν πρόσκαιρον, σοφὲ Δημήτριε, σὺν τῇ συζύγῳ ἤθλησας στεῤῥῶς, καὶ τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, σὺ πανοικεὶ ἐπέτυχες, τὸ τέκνον σύναθλον κτησάμενος.
Θεοτοκίον.
Κατάρας, προγονικῆς τῷ τόκῳ Σου, ἐῤῥύσω Ἄχραντε, γένος ἀνθρώπων· ὅθεν Σε Ἁγνή, μακαρίζομεν πάντες πιστοί, τῆς μητρικῆς πρεσβείας Σου, τὰς δωρεὰς ἀπεκδεχόμενοι. 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Εὐφραίνεται ἐφ’ ἡμᾶς, ἡ Ἐκκλησία τοῦ Χριστοῦ Μάρτυρες, ὅτι ἐχθρῶν ἔπαρσιν, ἀθλοφορικῶς ἐτροπώσασθε.
Δημήτριος ὁ κλεινός, καὶ Εὐανθία οἱ Χριστοῦ Μάρτυρες, ζεῦγος Θεῷ ἅγιον, διὰ μαρτυρίου ἐδείχθητε.
Ποθήσαντες τὸν Χριστόν, ζωῆς τὸν ἄρτον ἀληθῶς Μάρτυρες, ἀρτολιμῷ θάνατον, τὸν μαρτυρικὸν ὑπεδέξασθε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε οἱ πιστοί, χαῖρε κραυγάζοντες Ἁγνὴ Δέσποινα, ἡ τὸν Θεὸν τέξασα, κόσμου εἰς παντὸς ἀπολύτρωσιν.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ζεῦγος ἐδείχθητε, τίμιον ἅγιον, Θεῷ προσάξαντες, θυσίαν ἔμψυχον, τῷ μαρτυρίῳ ἑαυτούς, σὺν τέκνῳ τῷ πανολβίῳ, ἔνδοξε Δημήτριε, τῶν Μαρτύρων ἀγλάϊσμα, Εὐανθία πάνσεμνε, τῶν γυναίων εὐπρέπεια. Διὸ ὑπὲρ ἡμῶν δυσωπεῖτε, ἐν παῤῥησίᾳ τὸν Δεσπότην.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς πίστεως φέρουσα, τὴν εὐανθίαν ἐν σοί, ἐν ἄθλοις διέπρεψας, τοῦ μαρτυρίου καλῶς, Εὐανθία ἀοίδιμε· ὅθεν σὺν τοῖς οἰκείοις, δοξασθεῖσα συνάθλοις, πρέσβευε παῤῥησίᾳ, τῇ Ἁγίᾳ Τριάδι, δωρήσασθαι ἡμῖν τοῖς πιστοῖς, εἰρήνην καὶ ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἰούδα μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε καὶ λέγε· τίς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφός ἐστι τῆς ζωῆς μου, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ῥώμῃ ἀνδρισάμενοι μαρτυρικῇ, εἰδωλομανούντων ἐφαύλισας, τὴν κακουργίαν, τῶν Μαρτύρων ἡ τριάς· διὸ ζωῆς ἀπέλαβες, τῆς αἰωνιζούσης τὴν εὔκλειαν.
Φύσεως νικήσασα πᾶσαν στοργήν, τέκνῳ καὶ συμβίῳ συνήθλησας, ὦ Εὐανθία, μεθ’ ὧν ζῶσα ἐν Ἐδέμ, τοῖς ἐπὶ γῆς ἰάματα, βλύζεις ὥσπερ κρήνη ἀκένωτος.
Βλάστημα ὑπέρτιμον ῥίζης καλῆς, διὰ μαρτυρίου τῆς πίστεως, σὺ ἐγνωρίσθης, θεῖε Δημητριανέ· διό σε μακαρίζομεν, σὺν τοῖς Ἀθλοφόροις τοκεῦσί σου.
Θεοτοκίον.
Ῥῦσαί με πρεσβείαις σου ταῖς μητρικαῖς, πρὸς τῶν ἐκ πανάγνων λαγόνων Σου, σωματωθέντα, Ἄχραντε ἄνευ σπορᾶς, κινδύνων καὶ κακώσεων, νόσων πειρασμῶν τε καὶ θλίψεων.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Φωτὶ τῆς διδαχῆς, Κορνηλίου τοῦ Μάρτυρος, μακάριοι φωτισθέντες, τῇ ἀθλήσει τὸ σκότος, εἰδώλων διελύσατε.
Εὖ μάλα ἀληθῶς, Εὐανθία ἀνθήσασα, τοῖς ἄθλοις τοῦ μαρτυρίου, τὰς καρδίας εὐφραίνεις, τῶν πίστει ἀνυμνούντων σε.
Σὲ Δημητριανέ, εὐφημοῦμεν γηθόμενοι· Μαρτύρων γὰρ συζυγίας, μαρτυρίου τοῖς ἄθλοις, ὡραῖον ὤφθης βλάστημα.
Θεοτοκίον.
Ἱλέωσαι ἡμῖν, τὸν Υἱόν Σου καὶ Κύριον, τοῖς πόθῳ Σοι ἐκβοῶσι· χαῖρε Μῆτερ Παρθένε, τοῦ κόσμου καταφύγιον.

 ᾨδή στ΄. Τὴν θείαν ταύτην.
Συνδέσμῳ θείῳ τῆς πίστεως, οἱ Μάρτυρες Χριστοῦ συνδεόμενοι, πλάνης ἐλύσατε, εἰδωλικῆς τὴν παράταξιν, καὶ οὐρανόθεν στέφη, νίκης ἐδέξασθε.
Ἀρχῆς γηΐνου τὴν εὔκλειαν, πανσόφως εἰς οὐδὲν λογισάμενος, Μάρτυς Δημήτριε, διὰ θανάτου ἀπέλαβες, τῆς βασιλείας δόξαν, τὴν ἀτελεύτητον.
Λιμῷ καὶ δίψει ἀθλήσασα, τῆς βρώσεως εἰς κόρον γεγένησαι, Θεοῦ τῆς χάριτος, συνδαιτημόνας σου ἔχουσα, τὸ τέκνον Εὐανθία, καὶ τὸν ὁμόζυγον.
Θεοτοκίον.
Λαὸν Παρθένε τῆς χάριτος, διάσῳζε εὐχαῖς Σου καὶ φύλαττε, πόθῳ Σοι ψάλλοντα· χαῖρε Θεὸν ἡ κυήσασα, καὶ πάλιν μετὰ τόκον, Παρθένος μείνασα.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀγρευθέντες πανοικεὶ τῷ Κυρίῳ, τοῦ Κορνηλίου διδαχῆς τῇ σαγήνῃ, τὰ ἄθλα ἐμιμήσασθε πανεύφημοι αὐτοῦ, καὶ Χριστὸν κηρύξαντες, ἐναντίον τυράννων, λιμοθνεῖς ἐδέξασθε, τὸ μακάριον τέλος. Ὅθεν αἰτεῖσθε πᾶσι τοῖς πιστοῖς, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν.
Ὁ Οἶκος.
Φωνῇ σαγηνευθέντες, καὶ θαύμασι ζωγρηθέντες, Κορνηλίου τοῦ Ἑκατοντάρχου, καὶ πόθῳ τῶν αἰωνίων ἀγαθῶν, θελχθέντες τὴν διάνοιαν, πλοῦτον, δόξαν καὶ βίον ἅπαντα, ἐμφρόνως ἐμισήσατε, καὶ τῷ Εὐαγγελίῳ ὑπετάγητε· πυρὶ ἀγάπης δὲ θεϊκῆς, τὰς καρδίας φλεγόμενοι, ἀλλήλων τῶν εἰς Χριστὸν πόθον ἐξήψασθε, καὶ μαρτυρίου τὸν δρόμον ἐπορεύθητε, καλλίνικοι τῆς εὐσεβείας Μάρτυρες, Δημήτριε καὶ Εὐανθία, σὺν Δημητριανῷ τῷ παμφιλτάτῳ υἱῷ. Ὅθεν ἀρτολιμῷ τελειωθέντες, τοῦ οὐρανίου δείπνου ἠξιώθητε, ἐν ᾧ τῆς δεσποτικῆς χαρᾶς, σὺν πᾶσι τοῖς Ἁγίοις ἀπολαύοντες, ἐξαιτεῖσθε ἐν παῤῥησίᾳ, τοῖς τελοῦσι τὴν μνήμην ὑμῶν, τῆς αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν.

Μηνολόγιον.
Τῇ ΙΑ’ τοῦ αὐτοῦ μηνὸς, μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐανθίας καὶ τῶν σὺν αὐτῇ, ἤτοι Δημητρίου τοῦ συζύγου αὐτῆς καὶ Δημητριανοῦ τοῦ υἱοῦ αὐτῶν.
Στίχοι.
Ἄγχουσιν οἱ τρεῖς ἀρτολιμῷ γεννάδες,
Ἄρτους τὸν αἰτήσαντα δεῖξαι τοὺς λίθους.
Ἕτεροι.
Εὐανθοῦσα πέφηνας γυνὴ τοῖς ἄθλοις,
Μαρτυρίου πνέουσα ὀσμὴν τὴν θείαν.
Ἑνδεκάτῃ λιμῷ ἔθανε Μαρτύρων τριὰς κλυτή.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τοῦ Κορνηλίου, ὡς σοφισθέντες ῥήμασιν ἱεροῖς, Μάρτυρες μιᾷ ἐν γνώμῃ, ἀρτολιμῷ, ἐνηθλήσατε κραυγάζοντες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Λιμοκτανθέντες, διὰ τὸν Ἄρτον Μάρτυρες τῆς ζωῆς, ἐν τῆς βασιλείας δείπνῳ τῷ μυστικῷ, ἀνεκλίθητε κραυγάζοντες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Γεωργηθεῖσα, ἐν τῇ ἀθλήσει ὅλη ὡς γῆ καλή, Μάρτυς Εὐανθία ἄνθη, τὰ τῆς ζωῆς, φερωνύμως ἀνεβλάστησας, εὐωδιάζουσα, τῶν εὐσεβῶν τὸ πλήρωμα ἔνδοξε.
Θεοτοκίον.
Λαὸν Παρθένε, τῶν Ὀρθοδόξων σκέπε ἐν πειρασμοῖς, φέρουσα ἀεὶ δεήσεις ὑπὲρ αὐτοῦ, ἐκ καρδίας Σοι κραυγάζοντος· εὐλογημένη Σύ, ἐν γυναιξὶ Πανάχραντε Δέσποινα.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Τοῦ Χριστοῦ τῶν παθῶν κοινωνήσαντες, ἐν φρονήσει μιᾷ οἱ τρεῖς Μάρτυρες, Αὐτῷ νῦν συμπαρίστασθε, ἐν ὑψίστοις βοῶντες· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Τῷ Χριστῷ πανοικεὶ ἐδουλώθητε, καὶ ἀθλήσει Αὐτὸν ἐδοξάσατε, τυραννικὴν αὐθάδειαν, μηδαμῶς πτοηθέντες· ὅθεν τῆς δόξης, Ἀθλοφόροι τῆς ἄνω ἐτύχετε.
Εὐανθία τερπνῶς εὐανθήσασα, ἐν τῇ πίστει Χριστοῦ τοῦ Δεσπότου σου, μαρτυρικῇ ἀνδρείᾳ σου, σὺν παιδὶ καὶ συνεύνῳ, Αὐτὸν δυσώπει, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι.
Θεοτοκίον.
Ὁ τὴν σάρκα λαβὼν ἐξ αἱμάτων Σου, σωτηρίαν ἡμῖν ἐδωρήσατο, Ὅν εὐλογοῦντες κράζομεν, Σοὶ τῇ μόνῃ Παρθένῳ· χαῖρε Μαρία, οὐρα-ῶν τε καὶ γῆς ἡ Βασίλισσα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ὕμνοις τὴν καλὴν συζυγίαν, τῶν πανενδόξων Ἀθλοφόρων, δεῦτε εὐφημήσωμεν πόθῳ, ὅτι τυράννων, καταβαλόντες θράσος, τὴν πίστιν ἐστερέωσαν, καὶ τὴν εὐσέβειαν ἐκράτυναν.
Εἴδη πολυτρόπων βασάνων, καθυπομείναντες γενναίως, καὶ λιμῷ σὺν δίψει θανόντες, κληρονομίαν, ἐν οὐρανίοις δόμοις, Ἁγίων τὴν ἀπόλαυσιν, Μάρτυρες ἔνδοξοι ἐσχήκατε.
Μάρτυς θαυμαστὴ Εὐανθία, σὺν Δημητρίῳ τῷ συνεύνῳ, καὶ τῷ Ἀθλοφόρῳ βλαστῷ σου, ἐκδυσωπεῖτε, τὴν ἐν Τριάδι μίαν, θεότητα μακάριοι, ἵνα ῥυσθῶμεν τῆς κολάσεως.  
Θεοτοκίον.
Ὕμνους ἐκ βαθέων καρδίας, προσφέρομέν Σοι Θεοτόκε, ὅτι ἐξ ἁγνῶν Σου αἱμάτων, Πατρὸς τὸν Λόγον, ὑπερφυῶς τεκοῦσα, ἐῤῥύσω τοῦ Προπάτορος, τῆς καταδίκης τὸ ἀνθρώπινον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Δημήτριον τιμήσωμεν, καὶ Εὐανθίαν σήμερον, σὺν τῆς αὐτῶν συζυγίας, βλαστῷ τῷ τιμιωτάτῳ· Χριστὸν γὰρ ἀγαπήσαντες, καὶ λιμοθνεῖς ἀθλήσαντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν ἐκτελούντων ἐκ πόθου, αὐτῶν τὴν ἔνδοξον μνήμην.
Ἕτερον. Ἐν πνεύματι τῷ Ἱερῷ.
Τῆς πίστεως τῇ μυστικῇ, εὐανθίᾳ κομῶσα, Μαρτύρων εἰς τὸ στάδιον, Εὐανθία εἰσῆλθες, καὶ ῥώμῃ τῆς εὐσεβείας, ἐν αὐτῷ ἐμπρέψασα, ἀξίως ἐστεφανώθης· ὅθεν πρέσβευε ἀεί, τῷ Θεῷ ὑπὲρ ἡμῶν, τῶν σὲ πιστῶς εὐφημούντων.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐκ τῆς ἀκάρπου σήμερον, Ἄννης ἄνθος προῆλθεν, ἡ Θεοτόκος ἅπαντα, εὐωδίας ἐνθέου, πληροῦσα πέρατα κόσμου, καὶ χαρᾶς ἀϊδίου, ἐμπιπλῶσα τὴν κτίσιν, ἣν ὑμνοῦντες ἀξίως, εὐφημήσωμεν ὡς οὖσαν, τῶν γηγενῶν ὑπερτέραν.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν  Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Μαρτύρων τιμήσωμεν, τὴν τριάδα ἐν ᾄσμασι, φιλεόρτων σήμερον τὰ συστήματα, σὺν Εὐανθίᾳ Δημήτριον, καὶ τούτων τὸ βλάστημα, θεῖον Δημητριανόν, τοὺς συμφώνως ἀθλήσαντας, καὶ αἰσχύναντας, δυσμενῶν παρατάξεις ἀοράτων, τῇ δυνάμει τοῦ Σωτῆρος, καὶ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. 
Φωτισθέντες τοῖς ῥήμασι, Κορνηλίου τοῦ Μάρτυρος, καὶ Χριστοῦ τοῖς ἴχνεσιν ἐφαψάμενοι, ἡ Εὐανθία ἡ ἔνδοξος, ὁ θεῖος Δημήτριος, καὶ ὁ Δημητριανός, ἡ τριὰς ἡ θεόκλητος, ἐπορεύθησαν, μαρτυρίου τὸν δρόμον καὶ εἰς πλάτος, τῆς ἀφθάρτου βασιλείας, στεφανηφόροι κατέπαυσαν.
Τὸν Χριστὸν ἀγαπήσαντες, καὶ τὸν κόσμον μισήσαντες, πανοικεὶ ἐδράμετε πρὸς τὸ στάδιον, τοῦ μαρτυρίου τῆς πίστεως, ἐν ᾧ ἀριστεύσαντες, κατ’  ἐχθρῶν τῶν δυσμενῶν, παμμακάριστοι Μάρτυρες, ἀπολαύσεως, ἀθανάτου ἐκτήσασθε τὴν χάριν, καὶ παρέστητε ἐν δόξῃ, τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Τοῦ Σωτῆρος τῆς πίστεως, κορεσθέντες τῇ χάριτι, λιμοθνεῖς μετέβητε πρὸς τὴν ἄπονον, τῆς Βασιλείας ἀπόλαυσιν, καλλίνικοι Μάρτυρες, καὶ τοῦ δείπνου τῆς ζωῆς, τῆς χαρᾶς ἠξιώθητε, ἱκετεύοντες, τὸν Δεσπότην τοῦ κόσμου παῤῤησίᾳ, ὑπὲρ πάντων τῶν τιμώντων, ὑμῶν τὴν ἔνδοξον ἄθλησιν.
Δόξα. Ἦχος α΄.
Ἐνδεδυμένοι τὸν Χριστόν, ἐν σταδίῳ τὸν ἐχθρὸν ἐγυμνώσατε, καὶ διὰ πίστεως Αὐτὸν ἐθριαμβεύσατε, Δημήτριε καὶ Εὐανθία, ἡ καλὴ τῶν Μαρτύρων συζυγία, σὺν Δημητριανῷ τῷ τιμίῳ βλαστῷ· διὸ τῶν στεφάνων τὰ κάλλη, παρὰ Κυρίου ἐπλάκησαν ὑμῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, τὸ πλήρωμα ἀπεδόθη, παρὰ τοῦ ἐν Τριάδι προσκυνουμένου Θεοῦ. Αὐτῷ οὖν πρεσβεύετε, ἐν παῤῥησίᾳ δεόμεθα, δωρήσασθαι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Στεφάνου Ἁγιοπολίτου.
Ἡ ἀπαρχὴ τῆς ἡμῶν σωτηρίας, λαοὶ σήμερον γέγονεν· ἰδοὺ γὰρ ἡ προορισθεῖσα ἀπὸ γενεῶν ἀρχαίων, Μήτηρ καὶ Παρθένος, καὶ δοχεῖον Θεοῦ, ἐκ στείρας γεννηθῆναι προέρχεται· ἄνθος ἐκ τοῦ Ἰεσσαί, καὶ ἐκ τῆς ῥίζης αὐτοῦ ῥάβδος ἐβλάστησεν. Εὐφραινέσθω Ἀδὰμ ὁ Προπάτωρ, καὶ ἡ Εὔα ἀγαλλιάσθω χαίρουσα· ἰδοὺ γὰρ ἡ οἰκοδομηθεῖσα ἐκ πλευρᾶς τοῦ Ἀδάμ, τὴν θυγατέρα καὶ ἀπόγονον, μακαρίζει ἐμφανῶς· ἐτέχθη μοι γὰρ φησι λύτρωσις, δι᾿ ἧς ἐκ τῶν δεσμῶν τοῦ ᾍδου ἐλευθερωθήσομαι. Ἀγαλλιάσθω ὁ Δαυῒδ κρούων τὴν κινύραν, καὶ εὐλογείτω τὸν Θεόν· ἰδοὺ γὰρ ἡ Παρθένος πρόεισιν ἐκ πέτρας ἀγόνου, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τοῦ Μαρτύρων τριὰς κλυτή, ὡς πανοικεσία, τοῦ Σωτῆρος πανευκλεής· χάριν οὖν αἰτεῖσθε, τοῖς πόθῳ εὐφημοῦσιν, τοῦ θείου μαρτυρίου, ὑμῶν τὰ τρόπαια.

Στίχοι.
Κυρίλλου Ῥόδου τῆς ποίμνης Ποιμενάρχου,
Τριὰς Μαρτύρων τοὺς ὕμνους τούσδε δέχου.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου