Δευτέρα, 14 Αυγούστου 2017

Παρακλητικός Κανών Ὁσίας ΑΝΝΗΣ τοῦ Κασίν, Ἀντ. Μάρκου

           Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ. 
          Ταῖς  τῆς  Ὁσίας ἱκεσίαις, Οἰκτῆρμον,* Ἄννης  τῆς  θείας  τῆς  ἐν  Κασίν  ἀσκησάσης,* τῆς  ἐν  Ῥωσίᾳ  μητρός  ἡμῶν τῆς  θαυματουργοῦ,* πέμψον  τά  ἐλέη  Σου ἐπί  λαόν  ἀσεβοῦντα*  καί  παραπικραίνοντα* Σέ  τόν  τῶν  ὅλων  Δεσπότην.* Αὗτην  προσάγωμεν  γάρ  ὡς  πρεσβευτήν,* ὡς  κεκτημένην*  τήν  χάριν  Σου, Κύριε. 
Δόξα. Τό αὐτό.  Καί  νῦν. Θεοτοκίον.
          Τῇ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν* οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ,* τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς·* σπεῦσον, Κόρη, ῥύσασθαι*  τῶν  τοῦ  Βελίαρ  παγίδων*  καί  τῆς  καταθλίψεως*  καί  τῆς δαιμόνων  μανίας·* Σοῦ  γάρ  ὑπάρχει ἡ  Εἰκών  ἡ τοῦ  Καζάν,* ἡ  ἐν Ῥωσίᾳ,* ἡμῶν  ἡ ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.

  Κανών (τοῦ Ὄρθρου τῆς Ἀκολουθίας τῆς Ὁσίας), οὗ    ἀκροστιχίς·  ΑΝΝῌ  ΥΠΕΡ  ΑΝΝΗΣ  ΥΜΝΟΣ  ΑΔΕΤΑΙ. ΑΝΤΩΝΙΟΥ.
ᾨδή  α΄. Ἦχος δ΄. Ἀνοίξω  τό  στόμα  μου.
          Ἀόρατε  Κύριε*  καί  Βασιλεῦ  πάσης  κτίσεως,* Θεέ  Πολυέλεε,* τῶν  ἀγαθῶν  χορηγέ,* ὁ δωρούμενος*  γνώσιν  ἡμῖν  τοῖς  ἀσόφοις,* τόν  νοῦν  μου  καταύγασον*  τῇ  εὐσπλαχνίᾳ  Σου.
          Ναός σου    ἅγιος,* ἡ  ἐν  αὐτῷ  θήκη    πάντιμος*  τοῦ  θείου  λειψάνου  σου,* τοῖς  πᾶσι  πρόκεινται,* εἰς  ἰατήριον,* διό νῦν   ἐκβοῶμεν,* Ἄννης  τήν  δέησιν,* ἐνωτίζω  Φιλάνθρωπε.
          Νίκην  ἔσχες νικήσασα,* τῇ δυνάμει τοῦ Πνεύματος,* τοῦ  κόσμου  τό  δέλεαρ*  καί  τό  τῆς  θέσεως,* ὅτε  κατέλειπες*  Πριγκίπων  θρόνον  καί  δόξαν,* Ἀγγέλων  ζηλώσασα*  τόν  βίον, Πάνσεμνε.
Θεοτοκίον.
          Ἠσαΐου    πρόῤῥησις,* ἐπί  Σύ  Ἀειπάρθενε,* θαυμασίως  πεπλήρωται,* ὅθεν  τιμῶμεν  πιστοί,* Σέ  τήν  κυήσασαν* Υἱόν  Πατρός  εὐδοκίᾳ,* ὅτε  Πνεῦμα  Ἅγιον*  ἐν  Σοί  ἐσκήνωσεν.

ᾨδή  γ΄. Τούς  Σούς  ὑμνολόγους.
          Ὑμνῆσαι  συνέρχονται  τά  πλήθη*  σήν  μνήμην καί τό ἱερόν* προσψαῦσαι Ἄννα λείψανον* τό ἄφθαρτον τηρούμενον,* καί  πάντες, Μῆτερ  χαίροντες*  πόθῳ  κυκλοῦσι  σήν  λάρνακα.
          Πραότης, εὐγένεια  καί  ἦθος*  ἐκόσμησαν  σήν  θείαν  βιοτήν,* τήν  ἐν  τῷ  κόσμῳ, πάνσεμνε*  Ἄννα Κασίν  ἀγλάϊσμα,* διό  ἄφθαρτον  διέμεινεν,* Μῆτερ  Ὁσία, σόν  λείψανον.
          Εὑρόντες  σέ, Μῆτερ, οἱ  ἐν  κόσμῳ,*  προστάτην   καί  στεῤῥάν  καταφυγήν,* τῷ  σῷ  ναῷ  προστρέχομεν,* τυχεῖν  σῆς  ἀντιλήψεως,* ἧν  καί  λαμβάνοντες  χαίρομεν.   
Θεοτοκίον.
          Ῥήτορες  κἄν  σοφοί  Σε, Κόρη,* ἐκήρυξαν  δεδοξασμένην  ἐν  τῇ  γῇ,* διό  τόν  ὕμνον  πρόσδεξαι,* τόν  ταπεινόν  καί  ἄσημον,* ταῖς  Σαῖς  πρεσβείαις  οἴκτηρον*  καί  Παραδείσου  ἀξίωσον.

          Διάσωσον* ταῖς  τῆς  Ὁσίας  πρεσβείαις Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῇ  καταφεύγομεν,* ὡς  ἐχούσης  τήν  πρός  Σέ  παρρησίαν.
          Ἐπίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί   τῆς  Ὁσίας  ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Κάθισμα. Ἦχος β’. Τά  ἄνω  ζητῶν.
          Καζάν τῇ σεπτῇ* Εἰκόνι νῦν προσπίπτωμεν,* οἱ  ἐν πόνοις  ψυχῆς*  καί  θλίψεσι  ὑπάρχοντες·* καί  δι’ αὐτῆς  αἰτούμεθα*  τῆς  Θεοτόκου  τό  ἄμετρον  ἔλεος*  καί  τήν  ταχεῖαν  Ταύτης  συνδρομήν,* ἱκεσίαις* Ἄννης τῆς θεόφρονος.

ᾨδή  δ΄. Ὁ  καθήμενος  ἐν  δόξῃ.
          Ἄννα,  θεία  σου    κλήσις*  ἐν  ἀμφοτέροις, τόν  θρόνον  γάρ,* Κύριος  σοί  ἔδωκεν,* ἵνα  λαόν  ποιμάνεις  καί  ποίμνιον* τό  ἐν  Τβερίᾳ  πιστῶς ἡγεμονεύουσσα,* εἶτα  τῇ  χορείᾳ  τε*  τῶν  μοναστῶν  σέ  ἐκάλεσεν.
          Νίκην  ἔσχες, μακαρία*  Ἄννα, τόν  κόσμον  νικήσασα,* ὅτε  μοναστῶν  τῇ  πτωχείᾳ,* σκευήν  Πριγκίπων  ἀντήλλαξας* καί  παλατίου  τερπνοῦ πολυτέλειαν,* τῆς μονῆς δέ πτωχείαν  προέκρινας.
          Νοητοῦ  θηρός  παγίδας,* κόσμου τήν  ματαιότητα,* λογισμούς ὑπερηφάνους,* τόν τέ τῆς σῆς θέσεως  κίνδυνον,*  ὀρθῶς  ἀπέφυγας Μῆτερ*  δι᾿ ἐν μονῇ ἐκγλεισμοῦ* ὅπου καί  ἠγώνισαι,* σμικρὸν κελλίον προκρίνασα.
Θεοτοκίον.
          Ἡμεῖς  μέν, ὦ  Θεοτόκε,* ἀνυμνοῦντες  οὐ  παύομεν,* Σύ  δέ σπεῦσον μεσιτεῦσαι*  τῷ  Σῷ Υἱῷ ὑπέρ  ἄρσεως,* τοῦ  βαρυτάτου  ζυγοῦ ὅς τὸν τράχηλον* τὸν ἡμῶν βαρύνει, Κόρη,* τῆς ἐμπαθοῦς προαιρέσεως.

ᾨδή ε΄. Ἐξέστη  τά  σύμπαντα.
          Σκέπην  θείαν  σε  κέκτηται,* Κασίν   πόλις  καί  ἅπασα,* γῆ ἡ Ῥωσική  ὑπερβορείᾳ·*  πέφυνας  τούτων στηριγμὸς τε καὶ φρουρός,* θαυμάτων  ποικίλων  πακτωλός,* τῶν  καταφευγόντων  νῦν*  σῷ  ναῷ  καί  τῇ  λάρνακι.
          Ὕμνος  θεῖος  σοί  ἄδεται,*  ὑπέρ  παρθένου  νεάνιδος,* ταύτης  τόν  γεννήτορα  γάρ, Ἄννα,* ἔσωσας  δίκης,* καὶ πειρασμῶν   χαλεπῶν,* προφθάσασα  καί  δείξασα, σεμνή,* αὐτοῦ  τήν  ἀθωότητα,* ὁμοῦ  καί  πίστιν  τήν  ἔνθερμον.
          Μάρτυρος  σύζυγος  πέφυνας,* ὅτε  Μαρτύρων  τόν  στέφανον,* Μιχαήλ  σός  ὁμόζυγος  ἀξίως*  ἔλαβεν, ὅς  καί  ἐπέπρωτο  σφαγεῖν,* Τατάρων  τῶν  βαρβάρων  τῆ  χειρί,* πατρίδος  ἀμυνόμενος*  ὁμοῦ  καί  Πίστεως, ἔνδοξε.
Θεοτοκίον.
          Ναός  καί  παλάτιον,* τοῦ  Βασιλέως  ὑπάρχουσα,* Κόρη  οὐρανῶν  ὑψηλοτέρα,* δέχου  τόν  ὕμνον,* σκέπε ἀεὶ  νοητῶς,* ἐμήν  ἀθλιωτάτην  βιοτήν,* ἵνα  μακαρίζω  Σε*  καί  κηρύττω  Σὸν  ἔλεος.

ᾨδή  στ΄. Τήν  θείαν  ταύτην. 
          Ὄρθρου  βαθέως  τόν  φύλακα,* ναοῦ τοῦ ὑμετέρου   ἀνέστησας*  καί  αὐτῷ  ὑπέδειξας,* ἔνθα  σόν  Λείψανον  ἔκειτο·* τοῦτο  δ’ εὑρόντες πίστει* λαοὶ  ἐχάρησαν.
          Σειρά  θαυμάτων  σου  ἔφερεν*  Ῥωσίας  Ἐκκλησίαν  καί  Ἄνακτα,* ἅπαν  τό  πλήρωμα,* ἐπ’ ἐκκλησίαις  κηρύξαι  σου*  τήν  ἁγιότητα,* Ἄννα Πάνσεμνε.
          Ἄνακτος  σέβας  ἐκύρωσεν,* λαοῦ  τήν  εὐσεβῆ  διαπίστωσιν*  σῆς  ἁγιότητος,* ἧν  διεκήρυξε  σύμπασα*    Ἐκκλησία Ἄννα* τιμῶσα  σε.
Θεοτοκίον.
          Δεινῶν  παντοίων  με  λύτρωσαι,* τοῦ  θείου  φωτισμοῦ  καταξίωσον,* δώρησαι  ἄφεσιν,* τῷ  ἐν  πολλοῖς  παροργίζοντα* τόν  Σόν  Υἱόν Παρθένε,* ἡμῶν δὲ Κύριον.

           Διάσωσον* ταῖς  τῆς  Ὁσίας  πρεσβείαις Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῇ  καταφεύγομεν,* ὡς  ἐχούσης  τήν  πρός  Σέ  παρρησίαν.
Ἐπίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί   τῆς  Ὁσίας  ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τήν Ἄννα ἀνευφημήσωμεν ᾄσμασιν,* τήν ὡραΐσασαν Ἐκκλησίας τό στεῥέωμα* τήν τε Ῥωσίαν ἐν βιοτῇ καὶ ἔργοις θαυμαστοῖς·* ταῖς ἱκεσίας δὲ αὐτῆς,* πρὸς τὸν Φιλάνθρωπον Θεόν,* αἰτούμενοι κτησώμεθα* χάριν τῆς μετανοίας* καὶ σωτήριον πίστιν* καὶ ἀρετὰς θεοπρεπεῖς,* ἐν ἀσκήσει καὶ σεμνότητι.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν (ζήτει τῇ Γ΄ Κυριακῇ τῶν Νηστειῶν).
Δόξα. Ταῖς  τῆς  Σῆς  Ὁσίας…  
Καί  νῦν. Ταῖς  τῆς  Θεοτόκου…   
Προσόμοιον. Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι. Στ. Ἐλέησόν  με,    Θεός…  
          Δεῦτε  τήν  ἐν  τῷ  Κασίν*  Ἄνναν  τήν  θείαν ἐν  ὕμνοις*  καί  ᾡδαῖς τιμήσωμεν* οἱ  αὐτῇ προσπίπτοντες*  μετά  πίστεως·* τῷ  Θεῷ  αὗτη  γάρ* ὑπέρ  λαοῦ  ἅπαντος* μετά  ζέσεως  προσδέεται,* ἐπιδαψιλεύουσα* ἡμῖν  τήν  τοῦ Κυρίου  ἀντίληψιν*  καί  Τούτου  τήν  σωτήριον*  ἐπί  τοῖς  δεομένοις  βοήθειαν·* χαίρε αὐτῇ βοῶντες* δοχεῖον  τοῦ  Κυρίου  ἐκλεκτόν*  καί  τῆς Αὐτοῦ  ὁμηγύρεως*  μέλος  τιμιώτατον.

ᾨδή  ζ΄. Οὐκ  ἐλάτρευσαν.
          Εὗρεν  σύμμαχον,* Κασίν    πόλις, ἅγιον*  Ἄννης  κατέχουσα Λείψανον,* πρός    πάντες  μαζιδόν*  ἐν  πίστει  προστρέχουσι,* θερμῶς  αἰτούμενοι*  καί  τυγχάνοντες*  τοῦ  ποθουμένου  ἕκαστος,*  τήν  θείαν  Ἄνναν  μακαρίζουσι.
          Τήν  Ἀλήθειαν,* τήν  ὄντως  ὑπερέχουσαν,* πιστῶς  κατηκολούθησας,* διό  ζωήν  ἀληθῶς * ἐν  κόσμῳ  ἐβίωσας,*  Ἄννα  θεότιμε·*  διό  ὑμνοῦμεν  σε,* τῶν  Ὀρθοδόξων  τό  σύστημα*  καί  τήν  μνήμην  σου  τελοῦμεν.  
          Ἄννα, κήρυκες* οἱ πέλουσιν σά  θαύματα,* τῆς  σῆς  μακαριότητος,* ἧν  ἀπολαύεις  τά  νῦν,* ἐν  κόλποις  ὑπάρχουσα* Πατρός  Ἀβραάμ·* ὅθεν  δεήθητι,* τυχεῖν  ἡμᾶς  τούς  ὑμνοῦντας  σε*  οὐρανῶν  κληρονομίας.
Θεοτοκίον.
          Ἱερώτατον * Θεοῦ  κατοικητήριον,* τερπνόν  παλάτιον,* Σύ  ὑπάρχεις  Μαριάμ,* μή  παύῃς  δεόμεθα*  πρός  Σόν  Υἱόν  καί  Θεόν,* ἀναφέρεσθαι*  καί  ἱκετεύειν, Πανάχραντε·* σπεῦσον,  Κυρία,  ἀπολλύμεθα.  

ᾨδή η΄. Παῖδας  εὐαγεῖς. 

          Ἄννης  Θεομήτορος  τήν  δόξαν,* ἡ  ταύτης  ὁμώνυμος  Ἄννα  ἐζήλωσεν,*    ἐν  Κασίν  ἀσκήσασα*  καί ἐν  Τβέρ  ἡγεμονεύσασα*  καί  ταύτην  ὅλην  ἐξάπαντος  βεβαίαν  ἔλαβεν·* ὅθεν  εὐσήμως γεραίρεται* καί ὑπό πάντων δοξάζεται.  
          Νέμει  κρουνηδόν    Ἄννα  χάριν,* πᾶσι  τοῖς  προστρέχουσι  αὐτῆς  τῷ  θείῳ  ναῶ,* τοῖς  τε  προσεγγίζουσι*  αὐτῆς  παντίμῳ  λάρνακι·* διό  Ῥωσίας  κηρύττεται  Ἁγίας  πρόμαχος,* ἡμῶν  δέ  πάντων  βοήθεια* καί  θερμοτάτη  ἀντίληψις.  
          Τόπος  προσκυνήματος  ἐδείχθη*    τάφος    πάντιμος  τῆς  θειοτάτης  Μητρός* Ἄννης  τῆς  θεόφρονος,* ὅτε  ἐν  ὁράματι* τοῦτον  ἀπεκάλυψε,* ἅμα  τε  ὑπέδειξε,* ὅπως  αὐτῷ προστρέχουσι* τοῦ Κασίν οἱ οἰκήτορες.
Θεοτοκίον.
            Σῆς  ὡραιότητος Παρθένε,* ἧ  πόθον  τόν  ἅγιον  ἡμῖν  διήγειρε,* ὑμνεῖν  Σε  τήν  Θεόπαιδα,* τήν  μόνην  Ἀειπάρθενον,* δι’ Ἧς  Χριστός  ἐπέφανεν*  ἡμῖν  καί  ἐσκήνωσεν,* διό  ψάλλομεν  ὑμνοῦντες*  τήν  ἀκήρατον  Αὐτοῦ  Μητέρα  δεόμενοι.

ᾨδή θ΄. Ἅπας  γηγενής.
          Νέαν  οἱ  πιστοί* πηγήν  τῶν  ἰάσεων, σημείων  τε  εὕρομεν,* Ἄννης  θεῖον  λείψανον,* πρός  ἧν  θερμῶς  προσπίπτοντες*  δάκρυσι  κρούομεν αὐτῆς  τήν  θύραν* καί  βοῶμεν,* Δεσπότην, Μῆτερ, ἱκέτευε*  ὑπέρ  τῶν  πόθῳ  τιμώντων  σε.  
          Ἰάσεων  πηγή* ἡ  ἐν  Κασίν  δροσίζουσα  παθῶν  τόν  καύσωνα,* Ἄννης  τό  θεῖον  λείψανον* ἐδείχθη  πᾶσιν, διό  βοήσωμεν*  τῷ  ταύτην  δοξάσαντα  Κυρίῳ  ἄδοντες·* δέχου  Σῶτερ,* ὡς ἐλεήμον εὐσυμπάθητος,* τῆς  μακαρίας  τήν  δέησιν.
          Ὄμασι  τυφλοῖς,* Ἄννα    πανσέβαστος  τοῦ  αὐτῆς  θεράποντος*  φῶς ἐδωρήσατο,* σημεῖον  πρῶτον  δείξασα χαρίσματος,* ὅ  αὐτῇ  δεδώρηται  Χριστός    Κύριος,* τοῦ  ἰᾶσθαι*  νόσους  πασχόντων*  καί  εἶναι πάντων ἀντίληψις.  
Θεοτοκίον.
          Ὕμνος  ἱερός* ὑπό  πατρός  ὑπέρ  παιδός  πίστῃ  προσφέρεται* Ἄννῃ τῇ  θεόφρονι,* αὐτῆς ταῖς δεήσεσι τυχεῖν τῆς σκέπης Θεοῦ,* αὐτοῦ  καρδίας  τό  βλάστημα·*  διό βοᾶ σοί,* τήν δούλην σου σκέπασον* ἐπιβουλῆς τοῦ ἀλάστορος.

Μεγαλυνάρια.
          Ἄξιον  ἐστιν  ὡς  ἀληθῶς* μακαρίζειν  Σε  τήν  Θεοτόκον,* τήν  ἀειμακάριστον  καί  παναμώμητον*  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.*  Τήν  τιμιωτέραν τῶν  Χερουβείμ*  καί  ἐνδοξοτέραν*  ἀσυγκρίτως  τῶν  Σεραφείμ,* τήν  ἀδιαφθόρως*  Θεόν  Λόγον  τεκοῦσαν,* τήν  ὄντως  Θεοτόκον*  Σέ  μεγαλύνομεν.
          Χαίροις  τῶν  Ὁσίων    καλλονή,* Ἄννα  θεοφόρε,*  τῆς Ῥωσίας  ὁ στολισμός·* χαίροις  Ὀρθοδόξου  πληρώματος  προστάτης·* πάντων  τῶν  Ὀρθοδόξων*  εὐχαῖς  σου  πρόμαχος.
          Χαῖροις    Τβερίας  γόνος  λαμπρά,*  Μονῆς  Θεοτόκου* πολιοῦχος  καί  βοηθός*  πάντων  Ὀρθοδόξων  τῶν  ἐπικαλουμένων*  τήν  σήν  θερμήν  πρεσβείαν*  καί  τήν  ἀντίληψιν.
          Ἄννα  γλυκυτάτη Μήτηρ  ἡμῶν,* τούς  σοί  προσφυγόντας*  σπεῦσον  τοῦ  σῶσαι  τῶν  πονηροῦ*  προσβολῶν  ματαίων  καί  τείχισον  εὐχαῖς  σου* πάντας  τούς  Ὀρθοδόξους,* τούς  ἀνυμνοῦντας  σε.
          Τούς  ἀθροιζομένους  τῇ  σῇ Μονῇ* ἀοράτων  πάντας* ὁρατῶν  τε  ἐπιβουλῆς,* ἡμᾶς  τυραννούντων*  δεόμεθα  ῥυσθῆναι,* ὑπό  τῆς  χάριτός  σου,* Ἄννα  ἀοίδημε.
          Τά  πεπυρωμένα ἐχθροῦ,* ἔνεδρα,  παγίδας*  διασκέδασον  ἐξ  ἡμῶν,* τῇ  δυνάμει, Μῆτερ, τῇ  ἐκ  Θεοῦ  δοθείσῃ,* ὅπως  αὐτῶν  ῥυσθέντες*  σέ  μεγαλύνωμεν.
          Τό  Μεγαλυνάριον  τοῦ  Ἁγίου  τοῦ  Ναοῦ    τοῦ  Ἁγίου  τῆς  ἡμέρας.  Καί  κλείομεν  μετά  τοῦ·
          Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί,* Πρόδρομε  Κυρίου,* Ἀποστόλων    δωδεκάς,* οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου,* ποιήσατε  πρεσβείαν*  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
          Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι τήν ἱκεσίαν, ὡς  Δεσπότῃ,* οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
          Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν,* αλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
          Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων·* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Ὁσίας καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
          Δεῦτε  προσκυνήσωμεν  πιστοί* ἱεράν  εἰκόνα  καί  θήκην*  θείων  Λειψάνων τε,* Ἄννης  τῆς  θεόφρονος,  Κασίν  ἀμύντορος*  τῆς  Ῥωσίας καί  εἴπωμεν*  αὐτῇ  μελωδοῦντες,* χαῖρε εὐωδέστατον  δοχεῖον  Πνεύματος,* πρόμαχε  Χριστοῦ  Ἐκκλησίας,* ἡμῶν  δέ  προστασία  ἐν  ἀνάγκαις,* πάντων  Ὀρθοδόξων ἡ  ἀντίληψις.
Δέσποινα πρόσδεξαι* τάς δεήσεις τῶν δούλων Σου* καί λύτρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως.
          Τήν  πᾶσαν  ἐλπίδα  μου, εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου