Κυριακή, 6 Αυγούστου 2017

Παρακλητικός Κανών Μεγαλομάρτυρος ΑΡΤΕΜΙΟΥ

      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ΄ (142)  Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αύτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥῶς ἀδάμας τὸν Παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, στέφος ἐδέξω τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, τῷ Κυρίῳ παρέστης Μάρτυς Ἀρτέμιε, Ὅν ἱκέτευε ἀεὶ κατοικτειρῆσαί με, τὸν ἀτόποις λογισμοῖς, καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κατεγνωσμένον, ἵνα πιστῶς εὐφημῶ σε, τῇ προστασίᾳ σου φρουρούμενος.
Καὶ νῦν. Θεοτοκίον.
 Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ὁ Ν΄ (50)  Ψαλμός.
 
Εἶτα, ὁ Κανὼν.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, καὶ σοὶ προσιόντα, ἐλευθέρωσον Ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος Ἀρτέμιε.
Παθῶν με ἐκύκλωσαν προσβολαί, Ἀρτέμιε μάκαρ, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.
Νοσοῦντα με πάθεσι χαλεποῖς, τὸν ἄθλιον μάκαρ, τῷ φαρμάκῳ τῶν πρεσβειῶν, ἴασαι Ἀρτέμιε νοσοῦντων, ὁ ἰατρὸς δυσωπῶ ὁ ὀξύτατος.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσά Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· Σοὶ γὰρ νῦν προσφεύγω ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Προστασίαις σου θείαις, τῶν ἀλγεινῶν ῥῦσαί με, τῶν ἐν παιδογόνοις μορίοις, Μάρτυς Ἀρτέμιε· καὶ γὰρ σὲ κέκτημαι, μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου, προσφεύγων πάντοτε.
Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι· σὺ γὰρ ἐκήρυξας, τόν ἀσθενείας τοῦ κόσμου, εὐσπλαγχίᾳ ἄραντα, Χριστὸν Ἀρτέμιε.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ λυπηροῖς πάθεσι, ὅλον με κακῶς Ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς ἀκοιμήτοις πρεσβείαις, ἴασαι Ἀρτέμιε, ὅπως γεραίρω σε.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τόν Χριστὸν κυήσασα, Θεομακάριστε.
 
Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ οἱ πίστει σοι προσφεύγοντες, ἐκτενῶς βοῶντές σοι Ἀθλοφόρε Ἀρτέμιε, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρεσβείαις σου πρὸς Κύριον.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλῖδας πάσας σὺ ἀπομάκρυνον, θεραπεύσας ταῖς πρὸς Κύριον, εὐπροσδέκτοις Μάρτυς ἱκεσίαις σου.
Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων Μάρτυς τῶν τῆς εἰκόνος σου, προϊόντων τὸν χαρίσμασιν, ἀθανάτοις στέψαντα μεγαλύναντα.
Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων μάκαρ ἀνάστησον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τόν τεταρταῖον Λάζαρον  ἐγείραντα.
Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς Σῆς παράσχου μοι, ἡ τὸν Εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων Σε.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῷ ναῷ σου ἀξιάγαστε.
Λύτρωσαι ἡμᾶς, ἱκεσίαις σου Ἀρτέμιε, λοιμοῦ λιμοῦ παντοίας θλίψεως, καὶ ἀῤῥωστίας, ὅπως εὐφημοῦμέν σε.
Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ἀξιοθαύμαστε Ἀρτέμιε, τῶν νῦν προσκυνοῦντων τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.
Θεοτοκίον.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς Σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
 
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνας παντοίων, τοὺς τῷ ναῷ τῷ πανσέπτῳ σου Μάρτυς, ἐν κατανύξει ψυχῆς προσιοῦσι νῦν, πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.
Ὡς ὅπλον νῦν, ἐν κινδύνοις πάντοτε, τὴν πρεσβείαν σου πλουτοῦντες παμμάκαρ, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτήρα καὶ ῥύστην Ἀρτέμιε, κηρύττομεν μετὰ Θεόν, ἐκ ψυχῆς ὀνομάζοντες μέγιστον.
Ἐν κλίνῃ, τῶν νοσημάτων πάντοτε, κατακείμενος Ἀρτέμιε Μάρτυς, παρακαλῶ ἀπ’ ἐμοῦ τὴν σεπτήν σου, μὴ ἀντανέλης ἀντίληψιν ἔνδοξε, ἀλλ’ ἐπίβλεψόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι.
Θεοτοκίον.
Προστάτιν Σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
 
Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
 
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Μαρτύρων τὸ ὑπέρκαλλες ἐγκαλλώπισμα, ὁ Χριστὸς ἀκηράτοις στεφάνοις σέ ἔστεψε, ὡς νοσούντων δέ ἀκέστορα ἀνέδειξε,  θεραπεύων τά πάθη τοῦ σώματος· διὸ καὶ ἡμῶν τοῖς σοὶ προστρέχουσι, κούφισον τὰς ὀδυνάς, ἰώμενος πάντα πόνον, καὶ τάς δεινάς ἐπιφοράς, θαυματόβρυτε Ἀρτέμιε.
 
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπάτε ἀλλήλους...
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων. Στ. Ἐλέησόν με ὁ Θεός...
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἀρτέμιε Μεγαλομάρτυς, ἀλλ’ αἴτεται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θελητὴν τοῦ ἐλέους, ἐν σταδίῳ τυράννων ἐκήρυξας Ἅγιε, Χριστὸν τὸν Ζωοδότην, ὦ πάντων ὑπερεύχου, τῶν ἐν πίστει βοώντων σοί· ἐξ ἀναγκῶν χαλεπῶν, Ἀθλητά ἡμᾶς ῥῦσαι.
Σωμάτων ἰατήρα, καὶ ψυχῶν πρεσβευτήν σε, πάντες κεκτήμεθα, Ἀρτέμιε τρισμάκαρ, διάσωσον οὖν πάντας, τοὺς Θεῷ ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυρόν σε πλουτοῦμεν, ἰαμάτων ὡς ἔχεις πηγὴν Ἀρτέμιε, καὶ πύργον ἀσφαλείας, ψυχῶν τε σωτηρίαν, οἱ ἐν πίστει κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τοὺς προσφοιτῶντας, τῷ σῷ πανσέπτῳ νῦν οἴκῳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀρτέμιε τρισμάκαρ.
Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, πάντων Ἀθλοφόρων, Ἀρτέμιε ἡ δόξα.
Τῶν νοσημάτων, σὺ ἰατρεῖα ταχεῖα, ἀνεδείχθης Μάρτυς τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς οδύνας Παρθένε, ἵνα Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοὴν μου τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην καὶ πάντα τὸν βόρβαρον, τῶν νοσημάτων πλῦνον, Μάρτυς Ἀρτέμιε.
Χαρὰς αἰωνιζούσης, Μάρτυς σὺν Ἀγγέλοις, ἐπιπολαύων νῦν διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.
Ὁ ναός σου Μάρτυς, ἰατρεῖον πέλει πνευματικόν, ἐν αὐτῷ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα.
Θεοτοκίον.
Λιμὴν καὶ προστασία, τῶν Σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.
 
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν ἐν Ἀθλοφόροις θαυματουργόν, καὶ τὸν ἐν ἀνάγκαις ἀπροσμάχη-ον βοηθόν, τὸν θεῖον ὁπλίτην, καὶ Μάρτυρα Κυρίου, Ἀρτέμιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἀρτέμιον πάντες, τῶν Μαρτύρων τὴν καλλονήν, τῶν ὑπὲρ ἁπάντων, πρεσβεύοντα Κυρίῳ, τῶν ἐκτελούντων πίστει, αὐτοῦ τὴν ἄθλησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
 
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
 
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις Ἀθλητά, τῶν ἀσπαζομένων ἐν πίστει, εἰκόνα θείαν τὴν σήν, καὶ ἐν κατανύξει σε ἱκετευόντων ἀεί, Ἀθλοφόρε Ἀρτέμιε, λιταῖς σου ταῖς θεῖαις, παῦσον τὸ κλυδώνιον τὸ καθ’ ἡμῶν καὶ δεινῶν, ῥῦσαι καὶ πυρὸς τοὺς σοὺς δούλους, καὶ τῆς οὐρανῶν Βασιλείας, ἐν μεθέξει ποίησον δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου