Τετάρτη, 9 Αυγούστου 2017

ΠαρακλητικόςΚανών Ὁσίου ΒΑΡΒΑΡΟΥ τοῦ Δεκαπολίτου, Ἀπ. Παπαχρήστου

            Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ ρνβ΄ (142) Ψαλμός καί τό Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τὰ Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἀσκήσει τὸν Δεσπότην δοξάσαντα, καὶ τῇ ἀθλήσει τὸν Βελίαρ βυθίσαντα, τὸν θεοφόρον Βάρβαρον τιμήσωμεν πιστοί, κράζοντες καὶ λέγοντες· ἐκ δεινῶν καὶ κινδύνων, λύτρωσαι τοὺς δούλους σου καὶ ἐκ νόσων ποικίλων, καὶ ἐκ δαιμόνων βλάβης καὶ φθορᾶς· σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὄρους Νύσσης τὴν δόξαν καὶ τοῦ Τρύφου τὸν ἔφορον, καὶ Ἀκαρνανίας τὸ κλέος, τὸν πανεύφημον Βάρβαρον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς· τοῖς γὰρ πᾶσιν ἰάσεις βρύει ὡς συμπαθής, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Σὲ Βάρβαρε σέβω, σῶσόν με τάχει. Ἀποστόλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῇ Τριάδι τῇ παντουργῷ, ὡς Ὅσιον ἅμα, καὶ ὡς Μάρτυρα  δυσωπῶ· ὦ Βάρβαρε μάκαρ σαῖς πρεσβείαις, ἐκ τῶν παθῶν καὶ δεινῶν με διάσωσον.
Ἐλθὼν ἐν τῷ τόπῳ τῷδε σοφέ, ἀλλόθρησκος πέλων, Πάτερ Βάρβαρε, καὶ λῃστής, ἡ χάρις ἠλλοίωσέ σε μάκαρ, ἡ τοῦ Θεοῦ, ἥν μοι δίδου πρεσβείαις σου.
Βαβαὶ τῶν θαυμάτων Σου Ἰησοῦ, τοῦ πρώην βλασφήμου, τὴν διάνοιαν καὶ τὸν νοῦν, φωτί Σου ἡγίασας διό με, ἐσκοτισμένον τοῖς πάθεσι φώτισον.
Θεοτοκίον.
Ἀνύμφευτε Πάναγνε Μαριάμ, Θεὸν τῶν ἁπάντων, ἡ τεκοῦσα ὑπερφυῶς, Αὐτὸν ἐκδυσώπει κληρονόμον, τῆς αἰωνίου ζωῆς ἀναδεῖξαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ῥωμαλέῳ φρονήματι, εἰς Χριστὸν Ὅσιε, σπεύδειν βαπτισθῆναι θρησκείαν, ἀποβαλλόμενος, Ἀγαρηνῶν βδελυράν, Θεὸν κἀμὲ ἀγαπῆσαι, ἐκ καρδίας φώτισον, Τοῦτον, μακάριε.
Βοηθὸς καὶ προστάτης, πέλεις σοφὲ Βάρβαρε, ἐκ θανατηφόρων παθῶν με, ἀεὶ λυτρούμενος, καὶ ψυχοφθόρων τε· ὅθεν ᾠδαῖς καὶ ψαλμοῖς τε, σὲ ὑμνῶ γηθόμενος καὶ μακαρίζω σε.
Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς ἔνδοξε, Βάρβαρε θεόφρον καὶ θλίψεως καὶ κακώσεως, καὶ ἐξ ἀνθρώπων τε, συκοφαντούντων με ῥῦσαι, καὶ ἐξολοθρεῦσαί με ζητούντων, Ὅσιε.
Θεοτοκίον.
Ῥητορεύειν Σε γλῶσσα, οὐκ εὐπορεῖ Δέσποινα, Σοῦ τὰ μεγαλεῖα Παρθένε καὶ τὰ θαυμάσια· ὁ γὰρ ἀχώρητος, ἐν Σοὶ χωρεῖται καὶ σώζει, ὅλον με τόν ἄνθρωπον, ὁ ὤν Φιλάνθρωπος.

Διάσωσον, ἐκ συμφορῶν Πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κεκτήμενος πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐν Νύσσῃ καὶ ἐν Τρύφῳ τε, καὶ πάσῃ σοφὲ, Ἀκαρνανίᾳ πέφηνας, ἐκ κινδύνων πάντων τε καὶ ἐκ παθῶν χαλεπῶν, παμμάκαρ λυτρούμενος, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, ὦ Βάρβαρε θεόφρον ταῖς πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ τῆς πλάνης με λύτρωσαι, τοῦ ἐχθροῦ καὶ φῶς μοι κατάπεμψον, τοῦ Χριστοῦ παμμάκαρ Βάρβαρε, ὁ διὰ Χριστὸν πάντα ἀφέμενος.
Σοὺς τιμῶ πόνους ἔνδοξε, τῆς σεπτῆς ἀθλήσεως καὶ παλαίσματα, κατ’ ἐχθρῶν θεόφρον Βάρβαρε, ὅθεν σοι βοῶ ἐκ τούτων ῥῦσαί με.
Εἰ καὶ Βάρβαρος κέκλησαι, ἀλλὰ εὐγενὴς ὑπὲρ πάντας πέφηνας· ὅθεν ῥῦσαι ἐπιθέσεως, τῆς βαρβαρικῆς παθῶν με, ἔνδοξε.
Θεοτοκίον.
Βουληθεὶς ὁ Φιλάνθρωπος, σῶσαι τὸν πεσόντα Παρθένε ἄνθρωπον, ἐκ Σοῦ ἄνθρωπος ἐγένετο, καὶ εἰς οὐρανοὺς τοῦτον ἀνήγαγεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀετός, ὑψιπέτης Πάτερ Βάρβαρε, εἰς οὐρανοὺς ἀναγαγών σου τὸν νοῦν, τῆς κοσμικῆς ἀπάτης, σώζεις τοὺς ἱκέτας σου.
Σὲ ἐκδυσωπῶ, ἐκ δαιμόνων με διάσωσον, τῶν ἐκ μαγείας Πάτερ Βάρβαρε, ὁ ἀποπνίξας τούτους, ῥείθροις τῶν δακρύων σου.
Ὤ! τῆς σῆς θερμῆς, ἀγαπήσεως πρὸς Κύριον, ζῶν ἐκ λαχάνων Τοῦτον ηὔφρανας· ὅθεν νηστείας, ἐραστήν με δεῖξον Βάρβαρε.
Θεοτοκίον.
Σὲ ἐκδυσωπῶ, Θεοτόκε Πολυΰμνητε, ἐξ ἀφορήτων πόνων ῥῦσαί με, τῶν ἐκ τῶν νόσων ἀνιάτων, τυραννούντων με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ Κύριος, προειδώς σου Βάρβαρε, τὴν ψυχὴν ἐκ τῶν βροτῶν σε ἐκλέγει, καὶ ἐκ νεκρᾶς τῶν Ἀράβων θρησκείας, θεὸν ποιεῖ σε ἐν χάριτι ἔνδοξε, ᾧ πρέσβευε διηνεκῶς, καὶ ἡμεῖς σὴν χαρὰν ἀπολαύσωμεν.
Νενίκηκας, τὸν ἐχθρὸν πανεύφημε, σῇ ἀσκήσει καὶ βυθῷ ἀπωλεί-ας, τῇ σῇ σφαγῇ παραδέδωκας· ὅθεν, διπλοῖς στεφάνοις Χριστός σε ἐκόσμησε, καὶ δέδωκέ σοι τὴν ἰσχύν, τὰ ἡμῶν θεραπεύειν νοσήματα.
Μηδεὶς ποτέ, ἐνδοιαζέτω ἄνθρωπος, καὶ μηδεὶς ἀμφιβαλλέτω οὐδόλως, ὅτι ἡμῖν ἰατρός τε καὶ ῥύστης, ἐδόθη πᾶσιν ὁ ἔνδοξος Βάρβαρος, τὰς νόσους τε τὰς χαλεπάς, ἐκ ψυχῶν καὶ σωμάτων ἰώμενος.
Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου Δέσποινα, τρικυμίαι με καὶ ζάλαι καὶ θλίψεις, καὶ σὺν αὐτοῖς, τῆς πενίας τὸ βάρος, ἀσθενειῶν τε Ἁγνὴ τὸ ἀνίατον, καὶ δέομαί Σου Ἀγαθή, ἐκ τοῦ σάλου με τούτων διάσωσον.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σέ Βάρβαρε ἔχομεν, καὶ ἀρωγόν σε κεκτήμεθα, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ ῥῦσαι ἐξ ἐχθρῶν ἡμᾶς, καὶ ἀνομβρίας τῶν κακῶν καὶ ὀλεθρίων πολέμων τε, δώρησαι τὴν εἰρήνην, ἴασαι τοὺς νοσοῦντας, σὺ γὰρ εἶ ἡμῶν Πατήρ, πρὸς οὖν τίνα πορευσώμεθα.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (ζήτει τῇ 5η Δεκεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Σάββα).
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Μὴ παρίδῃς Ὅσιε, σῶν ἱκετῶν ἱκεσίας, ἀλλ’ εὐσπλάγχνῳ ὄμματι, πάντας ἡμᾶς οἴκτιρον, Πάτερ Βάρβαρε· τοὺς ἐν ἀσθενείαις τε κατατρυχομένους, ἀνιάτοις καὶ ἐν θλίψεσι, δεινοῖς πολέμοις τε, λιμῷ τε καὶ λοιμῷ καὶ ἐν καύσωνι, μαγείαις ὀχλουμένους τε, καὶ δαιμόνων ἔχθραν μὴ φέροντας, φρενῶν ἐκ τῆς βλάβης, ψυχῆς ἀσθενειῶν τε καὶ παθῶν, ἵνα χαρὰν πάντες ἔχοντες, σὲ ἀεὶ γεραίρωμεν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν κλεινὸν φρουρὸν Τρύφου, Νύσσης ὄρους τὴν δόξαν τε καὶ τὸ καύχημα, τὸν Βάρβαρον τὸν θεῖον, τιμῶντε, Κτίστῃ τοῦτον, τῷ ἡμῖν δόντι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀπὸ βλάβης παντοίας, Πάτερ Βάρβαρε, ῥῦσαι τοὺς κινουμένους ἀεί, ἐν γῇ ἤ ἐν θαλάσσῃ, ἐρήμῳ ἤ ἀέρι, καὶ βοᾶν σὺν σοὶ πάντοτε, τῷ Ζωοδότῃ Χριστῷ, Σωτήρ, εὐλογητὸς εἶ.
Χαίρων ἔφερες Πάτερ, σοῦ τὴν τρίπηχυν ἄλυσιν προσκυνῶν τε ἀεί, Τριάδα τὴν Ἁγίαν, τὴν σώσασάν σε πλάνης, καὶ γηθόμενος ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερτέρα Ἀγγέλων, ἀνωτέρα τε κτίσεως πάσης ὤφθης Σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, διπλοῦν τῇ φύσει ὄντα καὶ Παρθένος διέμεινας, εὐλογημένη Ἁγνή, ἡμῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀπὸ κακίας, τοῦ ἀρχεκάκου Βελίαρ, Πάτερ Βάρβαρε ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε γεραίρω, τὸν μέγαν μου προστάτην.
Παρηγορία, τῶν αἰχμαλώτων Παμμάκαρ, καὶ τῶν ὄντων ἐν φυλακαῖς ὑπάρχεις, ὅθεν σε ὑμνοῦμεν, ὦ Βάρβαρε θεόφρον.
Ὁ ἀντιλήπτωρ, ὁ ἰατρὸς ὁ προστάτης, ὁ ποιμὴν ὁ Πατὴρ ἡμῶν ὑμνείσθω, Βάρβαρος ὁ θεῖος, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὲ δυσωπῶ, τὴν Παναγίαν Παρθένον, ἐκ θανάτου ῥῦσαι τὴν ψυχήν μου, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν ὄντα μετ’ Ἀγγέλων, καὶ σὺν τῷ Δεσπότῃ, ἀεὶ τιμώμενον ἔνδοξον Βάρβαρον, τῆς καταδίκης ῥυσθῶμεν νῦν δυσωπήσωμεν.
Ὁλόφωτος ὑπάρχων, καὶ ὑπὲρ ἡλίου, ἀκτῖνας λάμπων μακάριε Βάρβαρε, τοὺς προσιόντας σοι πίστει οἴκτειρον δούλους σου.
Λαὸς τοῦ Τρύφου ὕμνοις, καὶ Ἀκαρνανίας, καὶ τῆς Ἑλλάδος τιμῶντές σε Ὅσιε, Ὀρθοδοξίᾳ αἰτοῦμεν στήριξον ἅπαντας.
Οὐδεὶς ἐν τῷ ναῷ σου, τῶν προσερχομένων, κατησχυμμένος θεόφρον οὐκ ἐκπορεύεται, ἀλλὰ λαμβάνει τὸ δῶρον χαίρων, ὦ Βάρβαρε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Μαρία, Κεχαριτωμένη, οἱ γηγενεῖς τὴν τὸν Κτίστην κυήσασαν, σὺν Ἀσωμάτων χορείαις Σὲ μεγαλύνοντες.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής· χαίροις ἀσθενούντων, ὁ ταχύπορος ἰατρός· χαίροις ὁ στεφάνοις, ἀθλητικοῖς παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου, Ὅσιε Βάρβαρε.
Ὥσπερ ἐθεράπευσας σὺ ποτέ, τὴν τοῦ Κωνσταντίνου, θυγατέρα ἐκ τῆς δεινῆς, νόσου ἀνιάτου, ὦ Βάρβαρε θεόφρον, κἀμοὶ δὸς τὴν ὑγείαν, ὅπως γεραίρω σε.
Χαῖρε Τρύφου πόλις ἡ εὐκλεής, ὄρος Νύσσα χαῖρε, καὶ εὐφραίνου πᾶσα ἡ γῆ, τῆς Ἀκαρνανίας, προστάτην κεκτημένη, τὸν Βάρβαρον τὸν θεῖον, δόξα καὶ καύχημα.
Ἐκ κινδύνων ῥῦσαι Πάτερ ἡμᾶς, τῶν τῆς γῆς θαλάσσης, καὶ ἀέρος καὶ ποταμῶν, ἐκ φρικτῶν πολέμων, καὶ πονηρῶν ἀνθρώπων, κακίας τε δαιμόνων, Ὅσιε Βάρβαρε.
Τίς οὐ θεραπεύεται προσπεσών, Βάρβαρε παμμάκαρ, τῇ εἰκόνι σου τῇ σεπτῇ, τυφλὸς χωλὸς κωφός τε, παράλυτος μαγείαν, ὁ ἔχων καὶ οἱ πάντες σὲ μακαρίζοντες.
Χαίροις μοναζόντων θεία κρηπίς, δόξα τῶν Μαρτύρων, ὁ στεφάνοις διπλοῖς στεφθείς, καὶ συμβασιλεύων, Χριστῷ εἰς τοὺς αἰῶνας, ὦ Βάρβαρε θεόφρον, σκέπε τοὺς δούλους σου.
Ὥσπερ ζωοδόχος Πάτερ πηγή, ὥσπερ Ἰορδάνης, ἐκ τοῦ τάφου σου τοῦ σεπτοῦ, ὕδωρ ἀναβλύζει, τὰς νόσους θεραπεῦον, παντοίας τῶν ἀνθρώπων Ὅσιε Βάρβαρε.
Σὺν τῇ Θεοτόκῳ Πάτερ σοφέ, τῷ σεπτῷ Προδρόμῳ, Ἀποστόλοις τοῖς ἱεροῖς, Βάρβαρε, Ἀγγέλοις καὶ πᾶσι τοῖς Ἁγίοις, Χριστὸν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, τοὺς προστρέχοντας τῇ σῇ, σκέπῃ πανσεβάσμιε Πάτερ, ἔνδοξε Βάρβαρε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἐκ παθῶν ψυχοφθόρων τε, πταισμάτων ἀμέτρων, τοὺ ἐνοχλουμένους τε ὑπὸ δαιμόνων δεινῶν, ἅμα ἀφορήτου μαγείας, ὅπως εὐγνωμόνως τοῖς ὕμνοις, πάντες σε γεραίρομεν θεσπέσιε.
Πάντας, θεραπεύειν ὦ σοφέ, τούς τε ἀνιάτοις ἐν νόσοις, καὶ ἐκ τῆς βλάβης φρενῶν, Βάρβαρε θεσπέσιε, καὶ συνοδεύεις ἀεί, τοὺς ἐν γῇ καὶ θαλάσσῃ τε, κρημνῷ καὶ ἀέρι, σκέπη, ὀρφανῶν ἀδικουμένων σὺ εἶ· ὅθεν σὲ αἰτοῦμεν δυσώπει, καὶ ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ἅπαντες ῥυσθῶμεν τῆς κολάσεως.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου