Τρίτη, 1 Αυγούστου 2017

Ἀκολουθία Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου, μ. Γερασίμου

Ψαλλομένη τῇ 3η Νοεμβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἱερεὺς ἐνθεώτατος, καὶ θεράπων θεόληπτος, τῆς Τριάδος Ὅσιε ἐχρημάτισας· ἱερουργῶν γὰρ τὰ ἄῤῥητα, καὶ θεῖα Μυστήρια, ὥσπερ θῦμα καθαρόν, καὶ θυσία εὐπρόσδεκτος, προσενήνεξαι, τῷ Δεσπότῃ τῶν ὅλων θεοφόρε, ἐκτμηθεὶς τὸν σὸν αὐχένα, χειρὶ φονίᾳ Γεώργιε.
Τῶν Ὁσίων ὁμότροπος, καὶ Μαρτύρων συμμέτοχος, ἱερὲ Γεώργιε ἀναδέδειξαι· θεοπρεπῶς γὰρ τὸν βίον σου, ἀνύων μακάριε, ὡς τῶν θείων ἐντολῶν, πληρωτὴς ἀκριβέστατος, σεαυτὸν τέθηκας, δι’ ἀγάπην θεόφρον τοῦ πλησίον· διὰ τοῦτο ἐδοξάσθης, τοῦ Παρακλήτου τῇ χάριτι.
Ἱερέων ἀγλάϊσμα, ἀρετῶν ἐνδιαίτημα, τοῦ Ἁγίου Πνεύματος σκεῦος εὔχρηστον, ἔργων ὁσίων γεώργιον, καὶ κλέος περίδοξον, Νεαπολιτῶν πιστῶν, ἀνεδείχθης Γεώργιε, θείᾳ χάριτι· διὰ τοῦτο τελοῦμέν σου τὴν μνήμην, καὶ λειψάνων σου τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Χλαῖναν περικείμενος, ἱερωσύνης Γεώργιε, οὐρανίῳ φρονήματι, Χριστῷ ἱεράτευσας, καὶ ἀμέμπτῳ βίῳ, ᾧ καὶ προσενηνέχθης, ὡς ἱερεῖον λογικόν, ἰδίῳ αἵματι παμμακάριστε· ἐντεῦθεν ὡς οὐράνιον, ναὸν ἀνῆλθες γηθόμενος, ὑπὲρ πάντων δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.
Ἤθεσι χρηστότητας, καὶ πολιτείας σεμνότητι, θεοφρόνως κοσμούμενος, ἐν γήρατι Ὅσιε, ἀπηνῶς ἐτμήθης, Πάτερ τὸν αὐχένα, ὑπὸ χειρὸς βαρβαρικῆς, καὶ μαρτυρίου στέφανον εἴληφας· Μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ἀγγέλων συνόμιλε, θεοφόρε Γεώργιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ὤφθης ἐν ὁράματι, δεδοξασμένος Γεώργιε, καὶ πιστοῖς ἐφανέρωσας, τὸ θεῖόν σου λείψανον, κατηγλαϊσμένον, δόξῃ ἀφθαρσίας, καὶ δωρεᾷ τῇ θεϊκῇ, ὃ νῦν κατέχοντες ἀγαλλόμεθα, ἁγιασμὸν καὶ ἴασιν, καὶ τῶν παθῶν ἀπολύτρωσιν, ἐξ αὐτοῦ κομιζόμενοι, τῇ πρεσβείᾳ σου Ἅγιε.
Δόξα. Ἦχος β΄.
Ἱερωσύνης ἠγλαϊσμένος ἱεροπρεπῶς, Χριστῷ ἐλάτρευσας ἐν ὁσιότητι καὶ δικαιοσύνη, θεοφόρε Γεώργιε· τῷ γὰρ νόμῳ τοῦ Πνεύματος ῥυθμίσας σου τὴν ζωήν, γεωργὸς ἀγαθῶν πράξεων, φερωνύμως ἐδείχθης, ἐν ἐκκλησίᾳ Ὁσίων· καὶ τελειωθεὶς δι’ αἵματος, μαρτυρικῆς ἀναῤῥήσεως ἔτυχες, ὡς τοῦ Εὐαγγελίου μύστης. Ἀλλ’ ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Χαίρει τῶν εὐσεβῶν ἡ πληθύς, ὡς κιβωτὸν ἁγιάσματος, κεκτημένη σοῦ τὸ σκῆνος, Ἱερομάρτυς Γεώργιε· ἡ γὰρ ἀπειρόδωρος τοῦ Πνεύματος χάρις, ἐν αὐτῷ φοιτήσασα, ἀφθαρσίᾳ αὐτὸ ἐδόξασε, καὶ ἰαμάτων δυνάμεσι, καὶ οὐρανίῳ εὐωδίᾳ· ὅθεν αὐτὸ περικυκλοῦντες, τῆς μελλοῦσης δόξης τὰς ἀμοιβάς, ἐν αὐτῷ συνορῶμεν, καὶ τῆς ἐν Χριστῷ ζωῆς, τὴν μακαρίαν ἀπόλαυσιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Υἱὲ Θεοῦ Μονογενές, ταῖς τοῦ Ὁσίου Σου πρεσβείαις, ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος.
Ἦχος β΄.
Τῶν θείων προσταγμάτων τὴν τρίβον, ἀκλινῶς πορευόμενος, πρᾶος ταπεινὸς καὶ μέτριος, ἐχρημάτισας Πάτερ· καὶ τῶν ἔργων τὴν ἐπίδειξιν, χάριτι λαμπρύνων τῶν τρόπων σου, τῇ χύσει τοῦ αἵματος, τὴν πολιτείαν σου ἐσφράγισας· καὶ δι’ ἀμφοτέρων Χριστῷ εὐαρεστήσας, τῆς ἄνω Βασιλείας τὸ δηνάριον, ἐπαξίως ἔλαβες, πρεσβεύων Γεώργιε, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Τοῦ μυστικοῦ ἀμπελῶνος, ἀμφιδέξιος γεωργός, ἀνεδείχθης Πάτερ Γεώργιε· γεωργίᾳ γὰρ τῶν λόγων σου, τῶν εὐσεβῶν καθαίρων τὰς ψυχάς, σωφρόνως καὶ ἀμέμπτως διήγαγες, τὴν δοθεῖσάν σοι δωρεὰν ἀοίδιμε· ὑπὲρ ἧς κόποις καὶ μόχθοις ὁμιλῶν, ἐχθρικῆς ἱταμότητος, θῦμα ἐγένου Ὅσιε, ἀθλητικῶς τελειωθείς. Καὶ νῦν εἰς τὸ ἄνω θυσιαστήριον, νοερῶς Χριστῷ λειτουργῶν, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Τὸ τῆς πίστεως μυστήριον, ἐν καθαρᾷ συνειδήσει ἔχων, κατὰ Παῦλον τὸν μέγαν, Ἱερεὺς Θεῷ εὐπρόσδεκτος, καὶ Λειτουργὸς τῆς θείας Χάριτος, ἀληθῶς ἐχρημάτισας Πάτερ· ἐντεῦθεν ὁσίως Χριστῷ ἱερουργών, ὡς θυσίαν καθαράν, καὶ δῶρον τίμιον, τὸ σὸν αἵμα Αὐτῷ προσήγαγες, τυθεὶς ὑπὲρ τοῦ πλησίον· διὸ κατ’ ἀξίαν σε ἐδόξασεν, ὁ παρέχων ἑκάστῳ τὰς ἀξίας, καὶ βραβεύων διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ἱερομάρτυρα, καὶ ἐν Ἱερεῦσιν Ὅσιον, Γεώργιον τὸν θεῖον, ᾀσματικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὁ μακάριος, καλῶς διακονήσας ἐν τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ἀρετῇ τὴν ἱερωσύνην ἐτίμησε· καὶ μαρτυρικῷ τέλει, τὸ δοθὲν αὐτῷ τάλαντον γεωργήσας, ηὐξημένον Χριστῷ προσήγαγεν, ὡς νουνεχὴς καὶ φρόνιμος, οἰκονόμος τῆς χάριτος. Καὶ νῦν Ἀγγέλοις συνών, ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει, Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι· σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ἔχων, τὴν πολιτείαν τὴν σήν, κεκοσμημένην ἀρετῶν ταῖς λαμπρότησιν, ἐχρίσθης ἱερωσύνης, τῇ νοητῇ δωρεᾷ, καὶ ἱερομύστης ὤφθης ἔνθεος· ἐντεῦθεν ἱέρευσας, τῷ Χριστῷ ὥσπερ Ἄγγελος, καθαγιάζων, τελεταῖς ταῖς τοῦ Πνεύματος, καὶ ταῖς δόσεσι, μυστηρίων τῆς χάριτος, πάντων πιστῶν τὸ πλήρωμα, Γεώργιε Ὅσιε, τῆς ἐν Χριστῷ γεωργίας, κλῆμα σεπτὸν καὶ κατάκαρπον. Ἀπαύστως δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δρόμον, ἀναλαβὼν ἱερόν, ὥσπερ ὁδίτης ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἀδίκως ἐκτάνθης Πάτερ, ὑπὸ φονίας χειρός, καὶ Μαρτύρων στέφει κεκαλλώπισαι· ἐντεῦθεν τὸ σῶμά σου, τοῖς πιστοῖς ἀπεκάλυψας, μετὰ χρονίαν, ἐν τῷ τάφῳ κατάθεσιν, σῶον ἄφθαρτον καὶ ὀσμῆς θείας ἔμπλεων· ὅπερ ὡς θεοδώρητον, πλουτοῦντες θησαύρισμα, τῆς ἐξ αὐτοῦ προϊούσης, καταπολαύομεν χάριτος· Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τοῖς πᾶσι, τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ θεοφόρος ἀνήρ, ὁ τῶν Ὁσίων κοινωνὸς καὶ ἰσότιμος, ὁ χέας ὑπὲρ ἀγάπης, τῆς τοῦ πλησίον σαφῶς, τὸ σὸν αἷμα Πάτερ προθυμότατα· ἐντεῦθεν συνόμιλος, Ἀθλοφόρων γεγένησαι, καὶ τὸ σὸν σκῆνος, ὁ δεχθείς σου τὴν ἄθλησιν, ἐθαυμάστωσεν, ἀφθαρσίᾳ καὶ θαύμασιν· ὅπερ μετακομίσαντες, εἰς πόλιν τοῦ Κέκροπος, ἐκ τῆς χθονὸς τῆς πατρίου, Νεαπολῖται Γεώργιε, χαρᾶς ἡμᾶς πλείστης, κατηξίωσαν ὑμνοῦντας, τὴν θείαν χάριν σου.
Δόξα. Ἦχος πλ. δ΄.
Τῇ γεωργίᾳ τῶν ἀρετῶν, φερωνύμως Πάτερ κομῶν, τῷ οἰκείῳ αἵματι ἐφοίνιξας, τῆς ἱερωσύνης τὴν στολήν. Μακάριος εἶ, ὅτι τῶν θείων ἐντολῶν, ἐργάτης γενόμενος, τῆς αἰωνίου μακαριότητος, κληρονόμος ἐδείχθης. Διὸ δυσωποῦμέν σε, Γεώργιε θεῖε, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Βίον ἅγιον, ἐμφρόνως ἔχων, ἱεράτευσας, Θεῷ ὁσίως, θεοφόρε παμμάκαρ Γεώργιε, καὶ γεωργῶν τῆς ἀγάπης τὸ πλήρωμα, τὸ ἱερὸν ἀπετμήθης αὐχένα σου. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν βίον σου σοφέ, εὐσεβῶς διανύων, Μαρτύρων κοινωνός, ἐπὶ τέλει ἐδείχθης, τμηθεὶς τὸν αὐχένα σου, ἐχθρικῇ ἰταμότητι· ὅθεν γέγονας, τῶν οὐρανῶν κληρονόμος, ἔνθα πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Νυμφὼν ὁ λογικός, τοῦ τῶν ὅλων Δεσπότου, σκηνὴ ἡ μυστική, τοῦ Θεοῦ τῶν ἁπάντων, ὁ θρόνος ὁ περίδοξος, ἡ καθέδρα ἡ πάγχρυσος, τοῦ Παντάνακτος, ἀνευφημείσθω ἀξίως, ἡ Θεόνυμφος καὶ Θεοτόκος Μαρία, βροτῶν τὸ διάσωσμα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱέρευσας τῷ ἐπὶ πάντων Θεῷ, θυσία δὲ ἄμωμος, καὶ προσφορὰ λογική, Αὐτῷ προσενήνεξαι, αἵματι τῷ ἰδίῳ, ἱερώτατε Πάτερ· ὅθεν παρὰ Κυρίου, ἐδοξάσθης ἀξίως, ᾧ πρέσβευε Γεώργιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀσπόρως συνέλαβες τὸν ἐπὶ πάντων Θεόν, ἀφθόρως δὲ ἔτεκες δίχα τροπῆς καὶ φυρμοῦ, Χριστὸν τὸν Παντάνακτα· ὅθεν Αὐτὸν δυσώπει, ὡς Υἱὸν καὶ Θεόν Σου, δοῦναι τοῖς Σὲ ὑμνοῦσι, ἱλασμὸν καὶ εἰρήνην, Παρθένε Θεογεννῆτορ, ἀνθρώπων βοήθεια.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ἀκηλίδωτον, θεόφρον βίον σου, Μαρτύρων αἵματι, ὄντως ἐλάμπρυνας, καὶ τῆς Ἁγίων δωρεᾶς, Γεώργιε ἠξιώθης· ὅθεν παριστάμενοι, τῷ ἁγίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, ἐξ αὐτοῦ ἀρυόμεθα, δοξάζοντες Χριστὸν τὸν Σωτῆρα, τὸν σὲ δοξάσαντα ἀξίως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπερούσιον, Λόγον κυήσασα, ἐκ τῶν αἱμάτων Σου, σαρκὸς παχύτητι, τὴν τῆς Προμήτορος ἀράν, ἀνέτρεψας τῷ Σῷ τόκῳ· ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως, εὐχαρίστῳ στόματι, Θεοτόκε γεραίρομεν, βοῶντες τὴν φωνὴν τοῦ Ἀγγέλου· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· οὐδὲν συγκεκαλυμμένον ἐστίν... (Ζήτει τῇ Παρασκευῇ τῆς Ζ΄ ἑβδομάδος τοῦ Λουκᾶ).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Σήμερον, ὁ τῆς Τριάδος Ἱερεύς καὶ Λειτουργὸς Γεώργιος, μαρτυρικῷ τέλει τὸν βίον περάνας, τὸν τῆς δόξης στέφανον, παρὰ Χριστοῦ ἀνεδήσατο, καὶ ταῖς τῶν Ἁγίων συνήφθη λαμπρότησιν. Ἡμεῖς δέ, τὸ σεπτὸν αὐτοῦ σκῆνος κατέχοντες, ὡς θησαυρὸν οὐράνιον, ὀσμῆς ζωῆς πληρούμεθα, καὶ ἁγιασμοῦ κρείττονος, τῇ τοῦ Παρακλήτου δωρεᾷ, τοῦ παρέχο-τος δι’ αὐτοῦ, τὸ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Γεώργει Γεώργιε ἡμῖν τὰ κρείττω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Γαλήνην καὶ φωτισμόν μοι αἴτησαι, Πάτερ Γεώργιε, ὡς τῷ Πατρὶ τῶν φώτων παρεστώς, καὶ τὴν γλώσσαν μου τράνωσον, ἵνα ὑμνήσω Ἅγιε, τὰ τοῦ σοῦ βίου προτερήματα.
Ἐν γνώσει πνευματικῇ κοσμούμενος, Πάτερ Γεώργιε, ἱερωσύνη τῇ καταστολῇ ἱερῶς κατηγλάϊσας, καὶ τῷ Χριστῷ ἱέρευσας, ἐν εὐσεβείᾳ καὶ σεμνότητι.
Ὡς θεῖος ἱερουργὸς καὶ ὅσιος, καλῶς διήγαγες, τὴν ἐν σοὶ δοθεῖσαν, χάριν ἐκ Θεοῦ, θεοφόρε Γεώργιε, καὶ ἐπαξίως εἴληφας, τὴν τῶν σῶν πόνων ἀνταπόδοσιν.
Ῥημάτων τῶν τοῦ Χριστοῦ ὑπήκοος, πέλων Γεώργιε, ὑπὲρ ἀγάπης δέδωκας σαυτόν, τοῦ πλησίον εἰς θάνατον, καὶ ξίφει τεθανάτωσαι, βαρβαρικῇ Πάτερ σκληρότητι.
Θεοτοκίον.
Γενοῦ μοι καταφυγὴ καὶ δύναμις, Κόρη ἐν θλίψεσι, καὶ βοηθὸς ἐν πᾶσι τοῖς δεινοῖς, τῇ θερμῇ ἀντιλήψει Σου, καὶ πειρασμῶν τὴν ἔφοδον, Θεογεννῆτόρ μοι ἀπείργουσα.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Εὐφραίνονται ἐπὶ σοί, καταπλουτοῦντα τὸ σεπτὸν σκῆνός σου, ὡς θησαυρὸν Γεώργιε, Νεαπολιτῶν τὰ συστήματα.
Ἱέρευσας εὐσεβῶς, τῷ τῶν αἰώνων Βασιλεῖ Ὅσιε, καὶ Τούτῳ προσενήνεξαι, οἷα λογικὸν ὁλοκάρπωμα.
Γυναίῳ τῷ εὐσεβεῖ, ἀποκαλύψας τὸ σεπτὸν σῶμά σου, τοῦτο ἡμῖν δέδωκας, Πάτερ, ὥσπερ δῶρον οὐράνιον.
Θεοτοκίον.
Ἐξέλαμψεν ἐκ γαστρός, τῆς καθαρᾶς Σου ὁ Χριστὸς Ἄχραντε, καὶ πᾶσαν γῆν ἐφώτισε, τῆς θεογνωσίας ταῖς λάμψεσι.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον
Γεωργίᾳ παμμάκαρ ἐνθέων πράξεων, εὐσεβῶς διαπρέψας οἷα θεράπων Χριστοῦ, δι’ ἀθλήσεως στεῤῥᾶς πρὸς φῶς ἀνέσπερον, ἀνελήλυθας λαμπρῶς, καὶ Ἁγίων κοινωνός, Γεώργιε ἀνεδείχθης· μεθ’ ὧν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων σάρκα προσέλαβεν, ὁ ἀνείδεος Λόγος τοῦ προανάρχου Πατρός, καὶ γεγένηται ἐκ Σοῦ Θεὸς καὶ ἄνθρωπος, θεουργήσας τὴν ἐμήν, διὰ ἔλεος πολύ, οὐσίαν Θεογεννῆτορ· Ὃν ὡς Υἱόν Σου δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σὲ ἰδοῦσα.
Ὡς ἀτίθασοι οἱ βάρβαροι Πάτερ θῆρες, ἀνηλεῶς ἐπέθεντο, κατὰ σοῦ φονῶντες, καὶ σὲ θανατώσαντες, Θεῷ ἀπετέλεσαν, θῦμα ὡς οὐκ ὤοντο τέλειον.
Ῥαντισμῷ σου τῶν αἱμάτων πεφοινιγμένος, πρὸς τὸν Χριστὸν ἀνέδραμες, ἐν ἀγαλλίασει, τὰ γέρα πόνων σου, ληψόμενος Ὅσιε, καὶ τῆς ἀφθαρσίας τὸν στέφανον.
Γενναιότητι καρδίας ὑπὲρ τοῦ πέλας, τὸν βίαιον ὑπέμεινας θάνατον θεόφρον· ὅθεν πρὸς ἀθάνατον, ζωὴν μεταβέβηκας, δόξης ἀϊδίου πληρούμενος.
Ἰατρεῖον ἀνεδείχθη ἡ θεία λάρναξ, τοῦ ἱεροῦ λειψάνου σου· τοῖς προσερχομένοις· ψυχῶν καὶ σωμάτων γάρ, ἰᾶται νοσήματα, μάκαρ ἐνεργείᾳ τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἐκ τῶν θείων τοῦ Υἱοῦ Σου παραγγελμάτων, ἄφρονι νῷ ἐξέκλινα, ὁ ἐσκοτισμένος· ἀλλὰ Σὺ Πανάχραντε, πρὸς φῶς με ἀνθέλκυσιν, ἔργων μετανοίας καὶ χάριτος.

ᾨδὴ ε΄. Σύ, Κύριέ μου φῶς.
Ἤχθη ἐκ τῆς χθόνος τῆς πατρίου τὸ σῶμά σου, καὶ δέδοται θεοφόρε, Ἀθηνῶν ἐν τῇ πόλει, ὡς ἔνθεον θησαύρισμα.
Μάρτυς ὡς ἀληθῶς, εὐσεβείας γεγένησαι, ὑπὸ χειρῶν παρανόμων, ἐκτμηθεὶς τὸν αὐχένα, γνώμῃ κακούργῳ Ἅγιε.
Ἴασαι συμπαθῶς, τῆς ψυχῆς μου τὰ τραύματα, Ἱερομάρτυς Κυρίου, καὶ παθῶν μου τὸν ζόφον, διάλυσον πρεσβείαις σου.
Θεοτοκίον.
Νάμασι μυστικοῖς, μητρικῆς Σου χρηστότητος, κατάρδευσον τὴν ψυχήν μου Θεοτόκε Μαρία, πρὸς εὐκαρπίαν ἄϋλον.

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς ἐδείχθη θεόφρον· ὥσπερ Ἱερεὺς γάρ, καὶ θεῖος Μάρτυς ἐτιμήθης, δωρεαῖς οὐρανίαις Γεώργιε.
Ἄθλησιν παθημάτων ἐν γήρατι Ὅσιε, καὶ βιαιότατον πότμον, ὑπ’ ἀνδρῶν αἱμάτων χαίρων ὑπέστης· διὰ τοῦτο, ὁ Χριστὸς σὲ δοξάζει Γεώργιε.
Κατεῖδόν σε οἱ ἐν πλοίῳ, τὴν σὴν δὲ οὐκ ἔγνωσαν, χάριν Γεώργιε Πάτερ, ἀλλὰ τῆς θαλάσσης τὴν τρικυμίαν, εἰς γαλήνην, προσευχῇ παραδόξως μετέβαλες.
Θεοτοκίον.
Ῥάβδος Σε τοῦ Ἀαρὼν τὸ πάλαι ἐτύπωσεν· ἀγεωργήτως γὰρ Κόρη, ὥσπερ ἄνθος ἤνθησας πανευῶδες, τὸν Σωτῆρα, εὐωδίας τὸν κόσμον πληρώσαντα.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θυσίαν Θεῷ προσφέρων τὴν ἀναίμακτον, ὡς Ἱερεὺς τῆς χάριτος Γεώργιε, σεαυτὸν προσήγαγες, ὥσπερ θῦμα Αὐτῷ καθαρώτατον· διὰ τοῦτο δεδόξασαι, σὺν Ὁσίων χορείαις, καὶ κλεινοῖς Ἀθληταῖς.
Ὁ Οἶκος.
Ἱερωσύνης τὴν στολήν, ἐνδεδυμένος Πάτερ, τῇ πρακτικῇ σου βιοτῇ, καὶ γεωργίᾳ τῶν καλῶν, διέπρεψας ἐν κόσμῳ· ἀγάπῃ γὰρ ἡνωμένος τῷ Θεῷ, καὶ τὸν πλησίον ὡς σεαυτὸν ἠγάπησας· ὑπὲρ Οὗ τὴν ζωὴν θείς, ὑπὸ χειρῶν βαρβαρικῶν, ἀνηλεῶς ἐκτάνθης, καὶ μαρτυρικῆς δόξης καὶ τιμῆς μετέσχες, ὡς Ἱερεὺς θεοειδής, καὶ τοῦ Σωτῆρος θεράπων πιστότατος· διὰ τοῦτο, τὸ θεῖον σῶμά σου, Ἁγίῳ Πνεύματι δοξασθέν, σῶον καὶ ἄφθαρτον, καὶ εὐωδίας πλῆρες ἡμῖν ἐδόθη, ἰαμάτων βλυστάνον δωρεὰς Γεώργιε· ἐπαξίως γὰρ δεδόξασαι, σὺν Ὁσίων χορείαις, καὶ κλεινοῖς Ἀθληταῖς.

Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γεωργίου τοῦ Νεαπο-λίτου.   
Στίχοι·
Γεώργιον ἔμψυχον Κυρίῳ ὤφθης,
Γεώργιε ὅσιε, τμηθεὶς τὴν κάραν.
Κάρηνον Γεώργιος κάρθη ἱρὸς χερσὶν ἀνδροφόνοις.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἔργοις ἐνθέοις λελαμπρυσμένος ἀξιάγαστε, ἔργον κακουργίας, ὤφθης τυραννικῆς, φονευθεὶς ἀδίκως Ὅσιε, εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Ἱταμωτάτης, καὶ μιαιφόνου προαιρέσεως, ἤνεγκας τὴν ῥώμην, ἀπίστων δυσμενῶν, ὑπ’ αὐτῶν ἀποκτεινόμενος, εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Τῶν ἰαμάτων, τὴν θείαν χάριν κομισάμενος, ῥῶσιν καὶ ὑγείαν, παρέχεις ἀληθῶς, τοῖς προστρέχουσι Γεώργιε, τῇ τοῦ λειψάνου σου, μετὰ πίστεως λάρνακι Ὅσιε.
Τὴν ἀνομβρίαν, λύει ὁ Κύριος Γεώργιε, τὰς τῶν εὐσεβούντων, δεξάμενος λιτάς, διὰ τῆς τιμίας κάρας σου, καὶ ὄμβρον ἄνωθεν, τῇ διψώσῃ γῇ Πάτερ κατέπεμψε.
Θεοτοκίον.
Ὤφθης τοῦ Κτίστου, Μήτηρ Παρθένε ἀειπάρθενος, Τοῦτον ἐκ γαστρός Σου, τεκοῦσα ὑπερφυῶς, ἀναπλάττουσα καὶ τοὺς κράζοντας· εὐλογημένη Σὺ ἐν γυναιξί, ὑπάρχεις Πανύμνητε.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Γέγονεν ὁ θάνατος ὁ σός, ζωῆς τῆς κρείττονος, Πάτερ σοι αἴτιος, τοῖς δὲ πιστοῖς ὤφθης Ὅσιε, πλήρης δόξης πλήρης χάριτος, ἡγιασμένος ἐκ Θεοῦ, καὶ θαυματόβρυτος τοῖς βοῶσιν· εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ἐν πίστει προσέδραμε θεϊκῇ, Πάτερ Γεώργιε, τῷ θείῳ σκήνει σου, ὁ τοκεὺς πάλαι τοῦ πάσχοντος, νεανίου καὶ ἀπέλαβε, τῇ χάριτί σου ὑγιῆ, τοῦτον κραυγάζοντα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥῶσιν ἀναβλύζει ἀληθῆ, ἡ τοῦ λειψάνου σου λάρναξ τοῖς χρήζουσι· τούτῳ γὰρ Πάτερ προσέδραμες, νεανίας πάλαι ἄλαλος, καὶ τὴν φωνὴν ἀπολαβών, τῇ ἀντιλήψει σου, εὐλογεῖτε ἀνεβόα τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Ἄσπορος ἡ σύλληψις ἡ Σή, καὶ ἀδιάφθορος, ὁ τόκος γέγονεν· Θεὸν γὰρ Κόρη συνέλαβες, τὸν τὰ πάντα συστησάμενον, καὶ ἐγαλούχησας Ἁγνή, τὸν πάντα τρέφοντα πρὸς τὴν πρώτην, τοὺς βροτοὺς ἐπανάγοντα εὔκλειαν.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Σῶμά σου τὸ τίμιον Πάτερ, τοῖς εὐσεβέσι φανερώσας· δέδωκας ἡμῖν τοῦτο μάκαρ, σῶον καὶ ἄφθαρτον θείᾳ χάριτι, θαυματουργοῦν ἑκάστοτε, τοῖς προσιοῦσι μετὰ πίστεως.
Ἰάματα Πάτερ βλυστάνεις, τοῦ Παρακλήτου τῇ δυνάμει, καὶ ψυχῶν τὰς νόσους ἰᾶσαι, καὶ τῶν σωμάτων τὰ ἀῤῥωστήματα, Γεώργιε μακάριε, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.
Μνήμην σου τὴν θείαν τελοῦντες, οἱ εὐσεβεῖς Νεαπολῖται, τὴν τῶν Ἀθηνῶν συγκαλοῦσι, πόλιν πρὸς ὕμνον τῶν θαυμασίων σου, ἥτις καὶ τὸ μυρίπνοον, σῶμά σου Πάτερ ἐθησαύρισε.
Ὄμβρησον κἀμοὶ θεοφόρε, χάριν καὶ ἔλεος καὶ ῥῶσιν, τῇ σῇ πρὸς Χριστὸν ἱκεσίᾳ, τῷ τοὺς ἐπαίνους σοι Πάτερ πλέξαντι· ἐν ὥρᾳ τοῦ θανάτου δέ, βοήθησόν μοι τῷ ἱκέτῃ σου.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἱερωσύνης χρίσματι, εὐσεβῶς διαπρέψας, μαρτυρικῷ ἐν αἵματι, ἱερῶς ἐφοινίχθης, ἀποκτανθεὶς θεοφόρε, ὑπ’ ἀνδρῶν μιαιφόνων· διὸ Χριστὸς δοξάζει σε, ὁ δεχθείς σου τοὺς πόνους ὡς Ἀγαθός· Ὃν δυσώπει ἄφεσιν τῶν πταισμάτων, Γεώργιε δωρήσασθαι, τοῖς τελοῦσι τὴν μνήμην.
Θεοτοκίον.
Θεὸν ἀσπόρως ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, φθορᾶς ἀνακαλούμενον, τὴν ἰδίαν εἰκόνα, δι’ ἀγαθότητος πλοῦτον, Θεοτόκε Παρθένε· διὸ Σὲ μεγαλύνομεν, ὡς Μητέρα τοῦ Κτίστου παναληθῆ, καὶ θερμὴν ἀντίληψιν καὶ προστάτιν, καὶ μέγα καταφύγιον, ἡμῶν πάναγνε Κόρη.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Γεώργιε, ἱερωσύνης στολήν, ἱερῶς στολισάμενος, ὅσιος καὶ ἄκακος, Ἱερεὺς ἐχρημάτισας, καὶ τὸ σὸν αἷμα Χριστῷ προσήγαγες, ὥσπερ θυσίαν, καὶ θῦμα τέλειον· ὢ ἧς ἠξίωσαι, ἀνεσπέρου λήξεως, σὺν τοῖς χοροῖς, τῶν Ἁγίων πάντοτε, ἀγαλλιώμενος.
Πάτερ, θεόφρον Γεώργιε, τὴν ἱεράν σου ζωήν, ἀληθῶς ἐπεσφράγισας, τῷ οἰκείῳ αἵματι, οὐρανίῳ φρονήματι· ὑπ’ ἀλαστόρων γὰρ τεθανάτωσαι, καὶ ἀθανάτου, ζωῆς τὰς χάριτας, κλήσει καὶ πράγματι, γεωργεῖς ἑκάστοτε τοῖς ἐκ ψυχῆς, προσιοῦσιν ἔνδοξε, τῇ ἀντιλήψει σου.
Πάτερ, παμμάκαρ Γεώργιε, ἐπιφανεὶς μυστικῶς, τοῖς πιστοῖς ἐφανέρωσας, τὸ σεπτόν σου λείψανον, ἀφανείᾳ κρυπτόμενον· ὅπερ εὑρόντες σῶον καὶ ἄφθαρτον, καὶ εὐωδίας θείας ἀνάπλεων, δόξαν ἀνέπεμψαν, τῷ σὲ θαυμαστώσαντι ὑπερφυῶς, σημείοις καὶ χάρισι, καὶ πλείστοις θαύμασι.
Πάτερ, τρισμάκαρ Γεώργιε, ὡς ἀληθῆ θησαυρόν, καὶ πολύτιμον δώρημα, τὸ ἅγιον σῶμά σου, εὐσεβῶς μετεκόμισαν, ἐκ τῆς οἰκείας ἑστίας Ὅσιε, πρὸς Ἀθηναίων πόλιν τὴν ἔνδοξον· ἔνθα προστρέχοντες, χάριν ἀρυόμεθα ἁγιασμοῦ, καὶ τὴν θείαν μνήμνην σου, πανηγυρίζομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς εὐσεβείας τὸν δόλιχον, θεοπρεπῶς τελέσας Πάτερ, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, παρὰ Θεοῦ ἐκομίσω· τῇ εὐδοκίᾳ γὰρ τοῦ κρείττονος, πάντα τὰ σὰ ἀναθέμενος, ἐν τῇ διακονίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὴν ζωήν σου ἠνάλωσας· καὶ βαρβαρικῆς μανίας, θῦμα γενόμενος, ἀγγελικῆς συναυλίας, καὶ τῆς τῶν Ἁγίων δωρεᾶς, θεουργικῶς ἠξίωσαι. Καὶ νῦν Χριστῷ παριστάμενος, μὴ παύσῃ μνημονεύων, Γεώργιε παμμάκαρ, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἱερέων ἡ καλλονή· χαίροις τῶν Ὁσίων καὶ Μαρτύρων ὁ κοινωνός· χαίροις ὁ θεόθεν, φανεὶς δεδοξασμένος, Γεώργιε τρισμάκαρ, τοῖς σὲ γεραίρουσι.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου