Κυριακή, 6 Αυγούστου 2017

Ἀκολουθία Μάρτυρος ΑΓΑΘΗΣ τῆς ἐν Κατάνῃ τῆς Σικελίας

Ψαλλομένη τῇ 5η Φεβρουαρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χριστὸν ἐκ νεότητος σεμνή, ὁλικῶς ποθήσασα, Τούτῳ θερμῶς ἠκολούθησας, ἀσχέτῳ ἔρωτι, καὶ ὑπερφυέσι, πόνοις τῆς ἀθλήσεως, Αὐτοῦ τὸ ὑπερένδοξον ὄνομα, Μάρτυς ἐδόξασας, ὦ Ἀγάθη καλλιπάρθενε· διὰ τοῦτο, ἀξίως δεδόξασαι.
Παρθένος καὶ νύμφη εὐκλεής, τοῦ Σωτῆρος πέφηνας, ἁγνείας λάμπουσα κάλλεσιν, Ἀγάθη ἔνδοξε, καὶ τοῦ μαρτυρίου, τοῖς ἁγίοις στίγμασι· διὸ λαμπαδηφόρος ἀνέδραμες, πρὸς τὰ οὐράνια, τοῦ Νυμφίου τὴν λαμπρότητα καθορῶσα, καὶ δόξῃ ἀστράπτουσα.
Ἀνδρείῳ φρονήματι πικράς, τιμωρίας ἤνεγκας, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, ὡς ἄλλου πάσχοντος, Ἀγάθη θεόφρον, καὶ ἐχθρῶν κατέπληξας, τὴν ἄνοιαν ἀτρέπτῳ ἐνστάσει σου, καὶ ἀνελήλυθας, νικηφόρος πρὸς οὐράνια, τὸν ἀγῶνα, τὸν μέγαν τελέσασα.
Φρουρᾶ σοι ἐπέστη ἐμφανῶς, Πέτρος ὁ μακάριος, ὡς φρουρουμένη τῇ χάριτι, τῇ τοῦ Νυμφίου σου, καὶ τοῦ σώματός σου, τὰς πληγὰς ἰάσατο, Ἀγάθη Ἀθληφόρε ἀήττητε· ἔνθεν ἐξέπληξας, τῶν ἀνόμων τὰ συστήματα, τῇ δοθείσῃ, δυνάμει σοι ἄνωθεν.
Δόξα. Ἦχος β΄.
Τῇ παρθενίᾳ πεποικιλμένη, τῆς ἀληθείας ἐλαμπρύνθης τοῖς ἄθλοις, Ἀγάθη θεόνυμφε· τὸ γὰρ οἰκεῖον αἶμα, ὑπὲρ Χριστοῦ προείλου ἐκχέαι, ἵνα τῆς Τούτου ὡραιότητος, τελειώτερον μετάσχης· καὶ ἐν αμφοτέροις δόκιμος φανεῖσα, τῆς σῆς ἐφέσεως τὴν πλήρωσιν εὕρηκας, νομίμως ἀθλήσασα· καὶ νῦν πρέσβευε πανεύφημε, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, τοῦ ἁγίου Συμεὼν τοῦ Πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγεν· νῦν ἠλευθέρωμαι, εἶδον γὰρ τὸν Σωτῆρα μου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά.
Πλοῦτον τὸν γεηρόν, καὶ ἄνθος ἡλικίας, Ἀγάθη παριδοῦσα, ὑπέρ Χριστοῦ τὸ σῶμα, εἰς θάνατον παρέδωκας.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Βήματι δυσσεβοῦς, ἀπτόητος παρέστης, Ἀγάθη μακαρία, καὶ τοῦ Χριστοῦ ἀνδρείως, τὴν κλῆσιν ὡμολόγησας.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Ὤ! πῶς τὰς χαλεπάς, ὑπέστης τιμωρίας, καὶ ἤσχυνας εἰς τέλος, Ἀγάθη Ἀθληφόρε, τὸν νοῦν τὸν ὑπερήφανον.
Δόξα. Τριαδικόν.
Δύναμιν κραταιάν, ἐκ Σοῦ Τριὰς Ἁγίᾳ, Ἀγάθη ἡ Παρθένος, ἐν τῇ ψυχῇ λαβοῦσα, ὑπερφυῶς ἠγώνισται.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νύμφη πανευκλεής, τοῦ Σοῦ Υἱοῦ καὶ Κτίστου, Παρθένε Θεοτόκε, Ἀγάθη ἡ θεόφρων, ὡράθη ἀριστεύσασα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς ἑορτῆς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς γεναῖον ἐν Μάρτυσιν.
Ὡς Χριστὸν ἀγαπήσασα, ἐκ νεότητος ἔνδοξε, Τούτῳ προσενήνοχας θείῳ ἔρωτι, τῆς σῆς ἁγνείας τὰς χάριτας, καὶ πόνους ἀθλήσεως, καὶ αἱμάτων τὴν ῥοήν, ὥσπερ δῶρα πολύτιμα, ἀφειδήσασα, τῶν ἐν κόσμῳ ἡδέων θεοφρόνως· διὰ τοῦτο σε Ἀγάθη, ὁ σὸς Νυμφίος ἐδόξασε.
Καὶ πληγὰς ὑπομείνασα, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ φρουρᾶς τὴν κάθειρξιν καλλιπάρθενε, τοῦ πυρὸς τὴν κατάφλεξιν, εἰς τέλος κατέφλεξας, τὴν ἀπάτην τοῦ ἐχθροῦ, γυναικείῳ ἐν σώματι, διανύσασα, ὑπὲρ φύσιν ἀγῶνας ἀνενδότως· διὰ τούτο σε Ἀγάθη, μεγαλοφώνως γεραίρομεν.
Παρθενίας κειμήλιον, τοῦ Χριστοῦ νύμφη ἄφθορος, τοῦ Ἀγίου Πνεύματος λειμών εὔοσμος, τῶν Ἀθληφόρων ἀγλάϊσμα, καὶ πύργος ἀσάλευτος, Ἐκκλησίας τοῦ Χριστοῦ, ἀνδρικῶς ἐναθλήσασα, ὤφθης ἔνδοξε, καὶ θαυμάτων πηγή Μεγαλομάρτυς, διασώζουσα Ἀγάθη, τοὺς εὐλαβῶς προσιόντας σοι.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἄφθορον ἐτήρησας, σῶμα Χριστῷ τῷ Νυμφίῳ σου, παρθενίας ἐν κάλλεσιν, Ἀγάθη θεόνυμφε, καθωραϊσμένη, καὶ λελαμπρυσμένη, μαρτυρικαῖς μαρμαρυγαῖς, καὶ πρὸς νυμφῶνα θεῖον ἐχώρησας· διό σου τὴν παγκόσμιον, ἐπιτελοῦμεν πανήγυριν, τὸν Σωτῆρα δοξάζοντες, τὸν ἀεὶ σε δοξάσαντα.
Μαστοῦ τὴν ἀφαίρεσιν, καὶ τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ ξεσμοὺς τοὺς τοῦ σώματος, ὑπήνεγκας ἔνδοξε, τὰς αἰωνίζουσας, ὄμμασι καρδίας, ἀποσκοποῦσα ἀμοιβάς, καὶ τὴν ἐκεῖθεν μακαριότητα, καὶ στέφος τὸ ἀμάραντον, ὅ σοι Χριστὸς νῦν δεδώρηται, δι’ Αὐτὸν παναοίδιμε, ἀθλησάσῃ λαμπρότατα.
Ὅρμημα ἀκάθεκτον, πυρὸς Αἰτναίου ἀνέστειλας, σαῖς εὐχαῖς ἀγαθώνυμε, καὶ πόλιν διέσωσας, τὸ σεπτόν σου Μάρτυς, λείψανον πλουτοῦσαν, ἐξ οὗ τρυγᾶ τοὺς ποταμούς, τῶν ἰαμάτων ἐν θείῳ Πνεύματι· ἐν ταύτῃ γὰρ ἀθλήσασα, τὸν δυσμενῆ ἐταπείνωσας, καὶ τῆς νίκης τὸν στέφανον, ἐκομίσω πανεύφημε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Παρθενομάρτυς Ἀγάθη, ὡς λαμπὰς φαεινή, τῇ ἐτησίῳ αὐτῆς μνήμη, τῇ Ἐκκλησίᾳ ἔλαμψεν· ἀνδρικῶς γὰρ πορευθεῖσα, τοῦ μαρτυρίου τὴν ὁδόν, τοὺς πιστοὺς συγκαλεῖται, βοᾶν πρὸς αὐτήν· χαίροις, ἡ τῶν ἀγαθῶν τὴν πηγήν, ἐν τῇ καρδίᾳ πλουτήσασα, ὡς τὸν νοῦν χωρήσασα, πάσης ὑλικῆς σχέσεως· χαίροις, ἡ στερροτάτη ψυχῇ, ἐν ἁπαλῷ σώματι ἀθλητικῶς καταπαλαίσασα, τὸν ἀρχέκακον ἐχθρόν· χαίροις, Παρθένων ὡράϊσμα, Μαρτύρων δόξα, καὶ τῶν πιστῶν προστασία θερμοτάτη. Χριστὸν ἀπαύστως ἱκέτευε, ῥύεσθαι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἰωάννου Μοναχοῦ.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον∙ ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς Αὐτοῦ θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ∙ καὶ Τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς, ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν Σου. Ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα Σοι.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα' 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασαγεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησας καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεται πάλαι, Κατάνη ἡ πατρίς σου, τὸ σὸν λειψάνον πλουτοῦσα, ὡς θησαυρὸν οὐράνιον, Ἀγάθη μεγαλώνυμε· νῦν δὲ ἡμεῖς τὴν πρεσβείαν σου, ὡς λιμένα ἀχείμαστον ἕχοντες, καὶ πύργον ἀσφαλείας, πάσης ζάλης λυτρούμεθα, καὶ πάσης τοῦ ἐχθροῦ ἐπηρείας· καὶ τὴν ἁγίαν μνήμην σου, λαμπρῶς ἑορτάζοντες, ὑμνοῦμεν τοὺς ἄθλους σου, καὶ πιστῶς βοῶμεν. Μὴ παύσῃ δυσωποῦσα, διδόναι ἡμῖν πλῆθος οἰκτιρμῶν, παρὰ Χριστοῦ τοῦ Νυμφίου σου.
Ἦχος ὁ αὐτὸς.
Πλούτου ῥέοντος ἠλλάξω, τῆς ἀληθείας τὸν θησαυρόν, καὶ τῆς ἀπανθούσης εὐκλείας, τὴν ἐν Χριστῷ οἰκείωσιν· ὅθεν ἐν Αὐτῷ κραταιουμένη, νεότητος ἄνθος ὑπερεῖδες, καὶ πρὸς μεγίστους ἀγῶνας ἀπεδύσω, γυναικείας φύσεως, ἀπειπαμένη τὴν ἀσθένειαν· τὸ γὰρ ἐχθροῦ καθεῖλες θράσος, καὶ ὡς ἄσαρκος ἤνεγκας, τὰς τῶν βασάνων ἐπιφοράς. Ἀλλ’ ὦ Παρθένε μακαρία καὶ Μάρτυς ἀήττητε, Ἀγάθη ἔνδοξε, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος ὁ αὐτὸς.
Πυρὸς εὐτονωτέρα, ἐν τῷ πυρὶ τῆς θείας ἀγαπήσεως, ἀληθῶς ἀναδέδειξαι, Ἀγάθη παμμακάριστε· καὶ τῷ Σωτῆρι ἀτενίζουσα, οὐκ ἐφρόντισας σαρκός ξαινομένης, καὶ τεμνομένων μελῶν, δεχομένη ἄνωθεν, ἀναψυχὴν ἰσχύος· καὶ πάντων ἀνωτέρα φανεῖσα, μειζόνων ἠξιώθης ἀμοιβῶν, καὶ πλουσίων ἀγαθῶν, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος.
Ἦχος β΄.
Παρθενικῇ ἐκλάμπουσα χάριτι, ὡς νεάνιδα ἐκλεκτήν, μαρτυρικῶς γεραίρομεν, Ἀγάθη πανεύφημε· σὺ γὰρ οὐράνιον φρόνημα ἐν νεότητι ἐκτήσω, καὶ ἀνδρείαν ἀήττητον, ἐν ἄθλοις ἐπεδείξω· δι’ ὦν ἐχθρόν μὲν κατήσχυνας, τῆς δὲ πίστεως τὸ κράτος, τοῖς πᾶσιν ἐφανέρωσας· καὶ τὴν ἀγαθώνυμόν σου κλῆσιν βεβαιοῦσα, ἀγαθῶν δόσεις χορηγεῖς, τοῖς τιμῶσι σε Μάρτυς, ταῖς πρὸς τὸν ἀγαθόδωρον Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. α΄.
Τοὺς ὑπὲρ φύσιν ἀγῶνας σου, δι’ ὦν Χριστόν ἐδόξασας, ἀσματικῶς γεραίρομεν, Ἀγάθη πανεύφημε· σὺ γὰρ οὐράνιον φρόνημα, ἐν νεότητι ἐκτήσω, καὶ ἀνδρείαν ἀήττητον, ἐν ἄθλοις ἐπεδείξω, δι’ ὦν ἐχθρὸν μὲν κατήσχυνας, τῆς δὲ πίστεως τὸ κράτος, τοῖς πᾶσιν ἐφανέρωσας· καὶ τὴν ἀγαθώνυμόν σου κλῆσιν βεβαιοῦσα, ἀγαθῶν δόσεις χορηγεῖς, τοῖς τιμῶσι σε Μάρτυς, ταῖς πρὸς τὸν Ἀγαθόδωρον Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα∙ Ὅν Συμεὼν δεξάμενος ἔλεγε∙ νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά Σου τὸν δοῦλον Σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν Σου, Κύριε.

Εἰς τόν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, τῆς παρθενίας ὁ λειμὼν ὁ πανεύοσμος, ἀγάπης θείας ταμεῖον, σεμνῶν ἠθῶν θησαυρός, εὐσεβείας δένδρον τὸ κατάκαρπον, Ἀγάθη θεόνυμφε, ἀγαθῶν θείων μέτοχε, θείων θαυμάτων, λαμπηδών ἡ πολύφωτος, ἡ σκεπάζουσα, πειρασμῶν τὴν σκοτόμαιναν· κόρη ἡ καλλιπάρθενος, καὶ Μάρτυς ἀήττητος, τῶν τοῦ Χριστοῦ παθημάτων, τῶν Ἀθληφόρων ἀγλάϊσμα· μεθ’ ὦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, ἡ ἐν ἀθλήσει ἀνδρικῶς ἀριστεύσασα, καὶ πᾶσαν καταβαλοῦσα, τῶν δυσμενῶν τὴν ὀφρῦν, ὡς ἐνδεδυμένη θείαν δύναμιν· δεσμῶν γὰρ τὴν κάκωσιν, καὶ πυρὸς τὴν κατάφλεξιν, καὶ τῶν μαστῶν σου, τὴν ἐκρίζωσιν φέρουσα, ἐξερίζωσας, τῆς ἀπάτης τὴν ἄκανθαν· ὅθεν ἐγκεκλεισμένην σε, φρουρά ἐπεσκέψατο, Πέτρος ὁ θεῖος τὰ ἄλγη, τοῦ σώματός σου ἰώμενος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καί κατηύθηνε τά διαβήματά μου.
Χαίροις, Παρθενομάρτυς Χριστοῦ, ἡ δοξασθεῖσα οὐρανίοις χαρίσμασι, καὶ ἅπασι βοηθοῦσα, τοῖς ἐν ἀνάγκαις ἀεί, καὶ κινδύνοις πλείστοις περιπίπτουσι· διὸ καὶ ἀνέστειλας, τῇ θερμῇ ἀντιλήψει σου, πῦρ τὸ Αἰτναῖον, ἀπειλοῦν δεινόν ὄλεθρον, πάλαι ἔνδοξε, τῇ Κατάνῃ τῇ πόλει σου. Ὅθεν Μάρτυς προΐστασο, ἡμῶν τῶν τιμῶντων σε, καὶ τῶν παθῶν τὸ πῦρ σβέσον, ἡμᾶς φλογίζον ταῖς θλίψεσιν, καὶ δίδου εἰρήνην, ταῖς πρεσβείαις σου θεόφρον, ἐν τῇ ζωῇ ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Παράδοξον θαῦμα γέγονεν, ἐν τῇ ἀθλήσει τῆς πανεδόξου Ἀγάθης, καὶ Μάρτυρος Χριστοῦ τοῦ Θεοῦ, ἐφάμιλλον τῷ Μωϋσεῖ· ἐκεῖνος γάρ, τὸν λαὸν νομοθετῶν ἐν τῷ ὄρει, τὰς ἐγγραφείσας ἐν πλαξί, θεοχαράκτους Γραφὰς ἐδέξατο· ἐνταῦθα δὲ ὁ Ἄγγελος, οὐρανόθεν τῷ τάφῳ, πλάκα ἐπεκόμισεν ἐγγεγραμένην. Νοῦς ὅσιος αὐτοπροαίρετος, τιμὴ ἐκ Θεοῦ, καὶ πατρίδος λύτρωσις.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Ἀνδρέου Κρήτης.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις∙ καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν∙ περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιάς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ Πάθους σύμβολα τοῦ ἐξ Αὐτῆς προηγόρευσε∙ καὶ παρ’ Αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν∙ νῦν ἀπο-λύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδον Σε τὸ προαιώνιον Φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Νῦν ἀπολύεις, Τρισάγιον καί Ἀπολυτίκον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥόδον εὔοσμον, τῆς παρθενίας, νύμφη ἄφθορος, τοῦ Ζωοδότου, ἀναδέδειξαι Ἀγάθη πανεύφημε· τῶν ἀγαθῶν τὴν πηγὴν γὰρ ποθήσασα, μαρτυρικῶς ἐν τῷ κόσμῳ διέπρεψας. Μάρτυς ἔνδοξε, λιταῖς σου θείαις ἀγάθυνον, τοὺς πόθῳ μεγαλύνοντας τοὺς ἄθλους σου.
Δόξα. Καὶ νῦν. Ἦχος α΄. Τῆς ἑορτῆς.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Παρθένος ἐκλεκτή, καὶ περίβλεπτος οὖσα, νενύμφεσαι Χριστῷ, διὰ τοῦ μαρτυρίου, Ἀγάθη παμμακάριστε, παριδοῦσα τὰ πρόσκαιρα· ὅθεν μέτοχος, τῶν ἀγαθῶν τῶν ἀφθάρτων, ἀναδέδειξαι, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Χερσὶ τοῦ Συμεών, ὥσπερ βρέφος ἐδόθης, τεχθεὶς ὑπερφυῶς, ἐξ Ἀχράντου Παρθένου· διὸ καὶ χαίρων ἔλεγεν, ὁ Πρεσβύτης Φιλάνθρωπε· νῦν ἀπόλυσον, τὸν Σὸν ἱκέτην Οἰκτίρμον, ὅτι εἶδόν Σε, τὸν πρὸ αἰώνων Θεόν μου, γενόμενον ἄνθρωπον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χριστοῦ τὸ ὄνομα, ὁμολογήσασα, γνώμης στεῤῥότητι, Μάρτυς πολύαθλε, πολλὰς αἰκίας καὶ ποινὰς ὑπέστης ἀνδρειοφρόνως, καὶ ὡς ὁλοκαύτωμα, προσηνέχθης τῷ Κτίστῃ σου, τοῦ πυρὸς ἐνέγκασα, τὴν δριμεῖαν κατάφλεξιν· διὸ Παρθενομάρτυς Ἀγάθη, δόξης μετέσχες τῆς ἀλήκτου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Χριστὸς ὡς νήπιον, ναῷ προσφέρεται, ὧ ὑποτέτακται, γῆ καὶ οὐράνια, καὶ ὑποδέχεται Αὐτόν, ἀγκάλαις ἐν εὐφροσύνῃ, Συμεὼν ὁ δίκαιος, Οὖ ἧν μένων τὴν ἔλευσιν, καὶ Αὐτοῦ τῷ νεύματι, τῆς σαρκὸς ἀπολέλυται, γνωρίσαι τὴν Αὐτοῦ παρουσίαν, τοῖς ἐν τῷ Ἅδῃ κρατουμένοις.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν τὴν σήν, Μάρτυς ἀνδρείαν τὴν πολλήν, ὅτι κόρη ἀπαλή, τὸν πολυμήχανον ἐχθρόν, ὡραιοτάτοις ποσί σου κατεπάτησας, καὶ ἤνεγκας στεῤῥῶς, βασάνων ἔφοδον, νοΐ σου καθαρῷ, Χριστὸν προσβλέπουσα, Οὗ τῇ δυνάμει ἐν πᾶσι νενίκηκας, καὶ ἐδοξάσθης τοῖς θαύμασι· διὸ Ἀγάθη, Παρθενομάρτυς, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐσαρκώθης δι’ ἡμᾶς, ὁ Ὑπερούσιος Θεός, καὶ ἀγκάλαις Συμεών, ὑπὸ Μητρός Σου τῆς Ἁγνῆς, δι’ εὐσπλαγχνίαν ἐπεδόθης Φιλάνθρωπε· διὸ καὶ ἡ σεμνή, Ἄννα ἀνύμνησε, τὸ μέγεθος τῆς Σῆς, συγκαταβάσεως· ὅτι Θεὸς ὤν ἐνεδύσω ὅν ἔπλασας, διὰ τὸ σῶσαι τὸν ἀνθρωπον. Ἀλλ’ ὦ Οἰκτίρμον, αὐτῶν πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στ. Καὶ ἔστησεν ἐπι πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον τῶν Δέκα Παρθένων. (Ζήτει αὐτὸ τῷ ιζ΄ Σαββάτῳ τοῦ Ματθαίου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τὴν παρθενικήν σου λαμπάδα, τῷ ἐλαίῳ τῆς ἀθλήσεως, ἄσβεστον τηρήσασα, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὸν νυμφῶνα τῆς ἄνω δόξης· καὶ ὡς Παρθένος φρονίμη, καὶ Μάρτυς ἠγλαϊσμένη, ἐπαξίων ἀμοιβῶν ἠξιώθης, Ἀγάθη θεόνυμφε, παρὰ Χριστοῦ τοῦ Νυμφίου σου, τοῦ παρέχοντος ἡμῖν, διὰ σοῦ τὸ μέγα ἔλεος.

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τῆς Ἁγίας.
Ὁ Κανὼν τῆς Ἑορτῆς, οὗ ἡ ἀκροστιχίς· Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ Εἱρμός.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος.Διὸ πιστοὶ βοήσωμεν· ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν θείαν Ἀγάθην ἀγαθοῖς μέλψωμεν ἐν ὕμνοις. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Τῶν ἀγαθῶν, πρώτην αἰτίαν ποθήσασα, ἀγαθωνύμου κλήσεως, Μάρτυς ἠξίωσαι, τῆς ἀφράστου προνοίας, τῶν τρόπων σου προγνούσης τὴν ἀγαθότητα.
Ἤρθης ἁγνή, πρὸς πολιτείαν ὑπέρλαμπρον, τοῦ τῆς σαρκὸς φρονήματος καταφρονήσασα, καὶ τῷ ποθεινοτάτῳ, Νυμφίῳ σου συντόνως ἐνατενίζουσα.
Νύμφη Θεοῦ, θεία Ἀγάθη κεκόσμησαι, καὶ παρθενίας κάλλεσι, καὶ θείοις αἵμασι, τοῦ σεπτοῦ μαρτυρίου, διπλοῖς στεφανουμένη στέμμασιν ἔνδοξε.
Θεοτοκίον.
Θεοπρεπές, σκήνωμα Ἁγνὴ Σὺ πέφηνας, τῶν οὐρανῶν πλατύτερον καὶ καθαρώτερον, Θεοτόκε Παρθένε, καὶ νῦν ἐπὶ Σοὶ χαίρει ὁ τῶν Παρθένων χορός.

Καταβασία.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ. Τῆς Ἑορτῆς. Ὁ Εἱρμός.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τῆς Ἁγίας. Στερέωσον ἡμᾶς ἐν Σοὶ, Κύριε.
Ἀγάθη τὸ φαιδρὸν καὶ τὸ τερπνότατον, τῶν θείων Μαρτύρων ἄνθος, καὶ κλέος, τῆς ψυχῆς μου σὺ τὴν κάκωσιν, θεραπεύουσα Μάρτυς κατακάλλυνον.
Γονίμοις ἀρεταῖς αὐτὴν ἐφαίδρυνας, Ἀγάθη καὶ Μάρτυς ἀνηγορεύθης, τῶν προσκαίρων ἀλογήσασα, καὶ Θεοῦ βασιλείαν ἀγαπήσασα.
Ἁπάντων τῶν τερπνῶν Χριστὸν προέκρινας, Ἀγάθη θελχθεῖσα τῷ θείῳ πόθῳ, καὶ τυράννων τὰ φρυάγματα, εὐφθαρσῶς καὶ ἀνδρείως κατεπάτησας.
Θεοτοκίον.
Θεόνυμφε σεμνὴ Θεὸν ὃν ἔτεκες, δυσώπει ῥυσθῆναι τοὺς Σὲ ὑμνοῦντας, πειρασμῶν καὶ περιστάσεων, καὶ παθῶν καὶ κινδύνων παμμακάριστε.

Καταβασία.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.

Κοντάκιον καί Οἶκος τῆς Ἑορτῆς.
Κοντάκιον. Ἦχος α΄.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος Φιλάνθρωπος.
Ὁ Οἶκος.
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν Αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, Ὅνπερ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς Αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι, ὁ μόνος Φιλάνθρωπος.

Κάθισμα τῆς Ἁγίας. Ἦχος γ΄. Θείας πίστεως.
Κλέος πίστεως καὶ εὐσεβείας, ὁσιότητος καὶ παρθενίας, προθυμίᾳ κοσμουμένη ἀθλήσεως, ἀνηγορεύθης Ἀγάθη νοῦς ὅσιος, αὐτοπροαίρετος, ὄντως τιμὴ εἰς Θεόν, πατρίδος λύτρωσις, Χριστῷ νυμφικῶς πρεσβεύουσα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Τὴν ὡραιότητα.
Ἐκ τῆς Παρθένου Σε, σωματωθέντα Χριστέ, νῦν ὑπεδέξατο, ὁ Ἱερὸς Συμεών, νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν Σου, ὦ Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσήγαγε· ἡμεῖς δὲ Ζωοδότα βοῶμέν Σοι, δόξα τῷ οὕτως εὐδοκήσαντι.

ᾨδὴ δ΄. Ὁ Εἱρμός.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Γηθόμενος Συμεών, τῶν ἀποῤῥήτων μύστα, ἡ Θεοτόκος ἐβόα, Ὅν ὑφ’ Ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων Αὐτῷ· ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ Ἰσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων Αὐτῷ· ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα Αὐτῷ· ἐπλήσθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.

Τῆς Ἁγίας. Ὑμνῶ Σε· ἀκοῇ γὰρ Κύριε.
ᾘσχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν, τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος.
Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων Τούτου ἄρασα.
Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.
Θεοτοκίον.
Ἀπείρως τῶν Ἀγγέλων Πάναγνε, τὰς λαμπρότητας ὑπερέβης, τὸν νοητὸν Ἥλιον, κυήσασα ἀνερμηνεύτως, Χριστὸν τὸν ἀκτῖσι τῆς θεότητος, τὰς τῶν πιστῶν ἐννοίας καταυγάσαντα.

Καταβασία.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.

ᾨδὴ ε΄. Ὁ Εἱρμός.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τὸν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς Ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· Σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα Ὅν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Τῆς Ἁγίας. Ὁ τοῦ φωτὸς χορηγός.
Θείοις προστάγμασι, ῥυθμιζομένη τοῦ Χριστοῦ ἔνδοξε, συμβολικῶς, σαρκὸς προσπαθείας ἐλύθης τῶν δεσμῶν, Ἀγάθη ἐλαία φανεῖσα κατάκαρπος.
Ὅλῳ τῷ πόθῳ Χριστοῦ, τὰς φανοτάτας ἀστραπὰς βλέπουσα, τὰς ἐπὶ γῆς, χαμαὶ συρομένας παρεῖδες ἡδονάς, Ἐκείνου καὶ μόνου ποθοῦσα τερπνότητα.
Ἵνα τὴν ἄφραστον, ἀξιωθῇς διαγωγὴν ἔνδοξε, τῶν ἐκλεκτῶν, ἰδεῖν τὰς βασάνους ὑπέμεινας στερρῶς, ἀγαλλιωμένη Ἀγάθη πανεύφημε.
Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· χαῖρε Ἁγνή· χαῖρε ἡ τὸ φῶς ἀνατείλασα ἡμῖν· χαῖρε ἡ χωρήσασα Θεὸν τὸν ἀχώρητον.

Καταβασία.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ ς΄. Ὁ Εἱρμός.
Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.
Σιὼν Σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀῤῥαγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων Σε φύσαντος, τὴν βροτῶν δι’ οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά Σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Τῆς Ἁγίας. Ἐν ἀβύσσῳ πταισμάτων.
Ματαιόφρων ὑπάρχων ὁ τύραννος, σὲ τὴν καλλιπάρθενον συλῆσαι ἤλπισεν, ἀλλ’ ἀναιδῶς ἐλήλεγκται, προσβαλὼν τῷ στερρῷ σου φρονήματι.
Ἐξεχύθη σου χάρις ἐν χείλεσι, Μάρτυς ἀγαθώνυμε· τρανῶς γὰρ ἤλεγξας τὸν προφανῶς ἀναίσχυντον, θεοδίδακτον λόγον πλουτήσασα.
Λίθος ὤφθης πανέντιμος ἔνδοξε, νοῦν αὐτοπροαίρετον ὅσιον ἔχουσα, καὶ τῆς πατρίδος λύτρωσις, ἀσφαλὴς γενομένη Ἀγάθη σεμνή.
Θεοτοκίον.
Ψαλμικῶς εὐφημοῦντες βοῶμέν Σοι· χαῖρε τὸ πιότατον ὄρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν εὐδόκησε, δι’ ἡμῶν σωτηρίαν Θεόνυμφε.

Καταβασία.
Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.
Ὁ Οἶκος.
Τῷ τῆς ἁγνείας κάλλει περιαστράπτουσα, παρθένος ὤφθης ἐκλεκτή, καὶ περίβλεπτος ἐν πᾶσι, τῇ τοῦ σώματος ὡραιότητι, τὴν τῆς ψυχῆς καλλονὴν καὶ εὐμορφίαν ὑπερφαίνουσα, ἀγαθώνυμε κόρη, Ἀγάθη παμμακάριστε· καὶ πλοῦτον φθαρτόν, καὶ δόξαν εὐμάραντον, καὶ τὰ τοῦ κόσμου ἡδέα, ὡς ὄναρ λελόγισαι, δι’ ἀγάπην τὴν ἔνθεον· καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἄρασα, ἀθλητικῶς Αὐτῷ ἠκολούθησας, σῶμα ἁπαλὸν ὑπεριδοῦσα· καὶ πυρὸς καὶ σιδήρου ἀνωτέρα φανεῖσα, ἐθριάμβευσας ἐχθροῦ πᾶσαν τὴν δύναμιν, ἐν τῇ ἄνωθεν ροπῇ· διὸ κατ’ ἀξίαν θαυμαστωθεῖσα, σώζεις ἀεὶ τοὺς βοῶντας· χαῖρε Κατάνης τὸ καύχημα.

Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης τῆς ἐν Κατάνῃ τῆς Σικελίας.
Στίχοι·
Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη,
Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει.
Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ Σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς Ἁγίας. Εἰκόνος χρυσῆς.
Ὡς λίαν φαιδρῶς φθεγγομένη καὶ σαφῶς τυράννους ἔπληξας, λόγῳ σοφίας καὶ τῆς χάριτος, ὑπομονῇ τε κολάσεων· ἄνθρακας πυρὸς γὰρ ἀπόνως, καρτεροῦσα ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μανίᾳ δεινῇ, συσχεθεὶς ὁ δυσμενὴς ἐξηπορεῖτο δεινῶς, τὴν σὴν θεώμενος ἀνανέωσιν, καὶ τοῦ μαστοῦ σου τὴν βλάστησιν· χαίρουσα γὰρ Μάρτυς ἐβόας, τῷ σῷ Νυμφίῳ κραυγάζουσα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπέστη φαιδρῶς, τοῦ Χριστοῦ ὁ μαθητὴς σοὶ φρουρουμένη, τὰς σὰς ἰώμενος δεινὰς μάστιγας, ἃς περ ὑπέστης ἀήττητε, Μάρτυς τοῦ Σωτῆρος Παρθένε, ἀγαλλομένη καὶ λέγουσα· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νεκροῦται Ἀδάμ, παραβὰς τὴν ἐντολὴν τοῦ Παντοκράτορος, Σὺ δὲ τεκοῦσα τὴν αἰώνιον, ζωὴν Παρθένε Πανάμωμε, τοῦτον ἐλυτρώσω θανάτου, εὐχαρίστως Σοι κράζοντα· εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

Καταβασία.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λαὸς Ἰσραὴλ τὴν Σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, Τούτῳ πίστει μέλψωμεν· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς Οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἁγίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐν εὐφροσύνῃ καὶ χαρᾷ, δι’ αἰῶνος κατοικεῖν ἀξιωθεῖσα, τῇ ἀφράστῳ σου δόξῃ, καταυγασθῆναι τοὺς σέ, τιμῶντας Ἀγάθη δυσώπησον, καὶ τῆς ἀκηράτου ζωῆς κατατρυφῆσαι.
Νῷ καὶ καρδίᾳ καὶ ψυχῇ, ἀγαπήσασα Χριστοῦ τὴν ὑπὲρ λόγον, πολυέραστον θέαν, ἀνεπτερώθης Αὐτῷ, βοῶσα· δραμοῦμαι ὀπίσω Σου, καὶ κατασκηνώσω σὺν Σοὶ εἰς τούς αἰῶνας.
Ὑπερφυέσι κροσσωτοῖς, καὶ ὡραία τῇ στολῇ ἠγλαϊσμένη, βασιλέως θυγάτηρ, ἐν τῇ τιμῇ τοῦ Χριστοῦ, παρέστης Ἀγάθη κραυγάζουσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τούς αἰῶνας.
Θεοτοκίον
Μύρον γενόμενον ἡμῖν, Θεοτόκε τὸν Χριστὸν κυοφοροῦσα, εὐωδίασας κόσμον, ἐν θεοπνεύστοις ὀσμαῖς· διὸ Σοι Παρθένε κραυγάζομεν, χαῖρε μυροθήκη τοῦ πυριπνόου μύρου.

Καταβασία.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μεγαλυνάρια. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ΄.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ὁ Εἱρμός.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
 Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα Προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος,…  
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος,..  
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος,…  
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν· Νῦν ἀπόλυσιν ζητῶ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου Σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ Σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών,…  
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Ἀπέδωκάς μοι ἐβόα Συμεών,...
Κατελθόντ’ ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Ἀπέδωκάς μοι ἐβόα Συμεών,…  
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;       
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ Σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδὸν Σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο,…  
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους Σου, τοὺς πιστεύοντας εἰς Σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο,…  
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο,…

Τῆς Ἁγίας. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Νικητικοῖς ἐν στεφάνοις, κοσμηθεῖσα θεόφρον, Ἀγάθη δεξιᾷ ζωα-χικῇ, νῦν λυτρωθῆναι δυσώπησον, τὴν πατρίδα σου ζάλης, ὡς πρὶν πυρὸς ἀνέστειλας ὁρμήν· ἵνα ὕμνοις σε πάντες, ἀπαύστως μεγαλύνωμεν.
Ὁ θεϊκῇ προμηθείᾳ, περιέπων τὰ πάντα, Χριστὸς νῦν ἀμειβόμενος τὴν σήν, Μάρτυς ἀνδρείαν κατῴκισεν, ἐν σκηναῖς οὐρανίαις, νύμφην παναμώμητον Αὐτοῦ, καὶ συγχαίρειν Ἀγγέλοις, καὶ Μάρτυσιν ἠξίωσεν.
Ἵλεων ὦ Ἀθληφόρε, τὸν Κριτὴν τῶν ἁπάντων, Χριστὸν μοι παρασκεύασον σεμνή, ταῖς ἱκεσίαις σου πάνσεμνε, καὶ πταισμάτων τὰ πλήθη, καθᾶραί μου, τὸν Εὔσπλαγχνον ἀεί, δυσωποῦσα μὴ παύσῃ, Μαρτύρων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Σωματωθεὶς ἀπορρήτως, ἐξ ἁγνῶν Σου αἱμάτων, ὡς ἥλιος ἐπέφανεν ἡμῖν, Πάναγνε Μήτηρ Ἀνύμφευτε, πρὸ αἰώνων ἁπάντων, ὁ τῷ Πατρὶ συνάναρχος Υἱός, καὶ τὸ σκότος διώξας, ἐφώτισε τὰ σύμπαντα.

Καταβασία.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν Σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε Ἁγνή.
 Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἁγίας. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάθη μεγαλώνυμε, Χριστοῦ νύμφη ἀκήρατε, κάλλος ἀπόθετον θεῖον, καὶ Μάρτυς ἠγλαϊσμένη, μνείαν ποιοῦ τῶν πίστει σε, τιμώντων καλλιπάρθενε, καὶ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελούντων, πταισμάτων λύσιν εὑρέσθαι.
Τῆς Ἑορτῆς, ὅμοιον.
Πληρῶν Σου τὴν ἀπόρρητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ Μητρὸς ἀπειράνδρου, ἰδὼν δὲ Σε ἐκραύγαζεν, ὁ Πρέσβυς, νῦν ἀπόλυσον, τὸν δοῦλόν Σου ὦ Δέσποτα· Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν ἀγαθώνυμον κόρην καὶ καλλιμάρτυρα, Ἀγάθην τὴν ἁγίαν, εὐφημήσωμεν πάντες· αὕτη γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐν ἀθλήσει ἠνδρίσατο, καὶ καθελοῦσα τὸν ὄφιν τὸν σκολιόν, ἐδοξάσθη θείῳ Πνεύματι.
Οὔτε θυμός τῶν τυράννων, οὔτε βασάνων τὸ πῦρ, ἐχώρισε σε Μάρτυς, τοῦ Χριστοῦ τῆς ἀγάπης, ἀλλ’ ἤνεγκας τὰ πάντα καρτερικῶς, καὶ κατέπληξας ἅπαντας, τῇ σῇ Ἀγάθη ἀθλήσει τῇ θαυμαστῇ, δι’ ἧς δόξης θείας ἔτυχες.
Ἐν τῇ φρουρᾷ κεκλεισμένην σε ἐπεσκέψατο, Πέτρος ὁ κορυφαῖος, τῶν σοφῶν Ἀπόστολων, ἰώμενός σε Μάρτυς ἐκ τῶν πληγῶν, τοῦ Νυμφίου τῷ νεύματι· διὸ Ἀγάθη Μαρτύρων ἡ καλλονή, εὐφημοῦμεν τοὺς ἀγῶνας σου.
Ὡς πῦρ τὸ πάλαι τῆς Αἴτνης ἔστησας πάνσεμνε, τῇ σῇ πρὸς τὸν Δεσπότην, ὀξυτάτῃ πρεσβείᾳ, οὕτω καὶ νῦν στῆσον τὰ καθ’ ἡμῶν, τοῦ ἐχθροῦ μηχανήματα, Μεγαλομάρτυς Ἀγάθη καὶ ἐν παντί, ἡμῖν ἔσο φύλαξ ἄγρυπνος.
Δόξα. Ἦχος πλ. β΄.
Ἀθλητικῶς ἀγωνισαμένη, καὶ τὸ τοῦ θήλεως χαῦνον ἀποῤῥίψασα, μέγα τρόπαιον ἤγειρας, κατὰ τῶν ἀντιπάλων, Ἀγάθη μεγαλώνυμε· καὶ νικητικοῖς κοσμηθεῖσα στεφάνοις, τῆς τοῦ Νυμφίου σου δόξης κοινωνὸς γέγονας, τὸν καρπὸν τῆς ζωῆς τρυγήσασα. Αὐτὸν ἱκέτευε, δοῦναι ἡμῖν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Γερμανοῦ.
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ’ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντας Σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Καλλιπάρθενε τοῦ Χριστοῦ, Ἀγάθη θεόφρον, ἡ ἀθλήσασα ἀνδρικῶς· χαίροις προστασία, τῶν σὲ ὑμνολογούντων, καὶ βοηθὸς ἐν πᾶσι, Μάρτυς πανευφημε.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου