Κυριακή, 13 Αυγούστου 2017

Χαιρετισμοί Ἁγίου ΤΡΙΦΥΛΛΙΟΥ ἐπ. Λεδρῶν, Δρ. Χαρ. Μπούσια

           Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Φωτολαμπῆ τῆς εὐσεβείας ὑφηγήτορα, καὶ Ἱεράρχην Λήδρων ὄντως θεοπρόβλητον, ἀρετὰς τῶν ἐκπληροῦντα τοῦ θείου Παύλου, ἐπαινέσωμεν ὡς πίστεως θησαύρισμα, καὶ ὑπόδειγμα λαμπρὸν ἡμῶν πρὸς μίμησιν, ἀνακράζοντες·
Χαίροις μάκαρ Τριφύλλιε.
 
Ἄμεπτος Ποιμενάρχης καὶ κοσμήτωρ τῶν Λήδρων, Τριφύλλιε φωτόλαμπε ὤφθης (ἐκ γ΄)· στολισάμενος γὰρ ἀρεταῖς, ἐκομίσω θείαν ἱερὲ εὔκλειαν, ἐν πόλῳ· ὅθεν ἅπαντες βοῶμέν σοι πιστῶς τοιαῦτα·
Χαῖρε, τὸ σκεῦος τοῦ Παρακλήτου·
χαῖρε,  ὁ τύπος ἁγίου βίου.
Χαίρε, ὁ εὐθὺς ἀγαθὸς καὶ μειλίχιος·
χαῖρε,  ὁ πραΰς συνετὸς καὶ ἡδύτατος.
Χαῖρε, ἔμψυχον ὡράϊσμα, ποιμασίας ἀληθοῦς·
χαῖρε,  τίμιον διάδημα, πολιτείας εὐλαβοῦς.
Χαῖρε, ὅτι καρδίας ὁμιχλώδεις φωτίζεις·
χαῖρε,  ὅτι κακίας σκοτομήνην σκεδάζεις.
Χαῖρε, ζωῆς τὸν καρπὸν ὁ τρυγήσας·
χαῖρε,  τρυφῆς οὐρανῶν ἀπολαύσας.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Βλέμμα τὸ τῆς ψυχῆς σου, προσηλώσας τῷ Κτίστῃ, Τριφύλλιε σοφείας ταμεῖον, τρυφηλὴν ἀπηρνήσω ζωήν, καὶ πασῶν τοῦ βίου μεριμνῶν ἔνθεε, σαυτὸν καλῶς ἐμάκρυνας, ψελλίζων τῷ Χριστῷ ἀπαύστως·
Ἀλληλούϊα.
 
Γέφυρα πρὸς λειμῶνας, ἡ μετάγουσα θείους, τῆς ποίμνης σου Τριφύλλιε ὤφθης· τὰ συμφέροντα γὰρ ταῖς ψυχαῖς ἐκζητεῖν διδάσκων, θαυμαστὲ Πρόεδρε τῶν Λήδρων, καθωδήγησας  πρὸς πόλον τούς βοῶντας οὕτω·
Χαῖρε, ἡ κλίμαξ τῆς σωτηρίας·
χαῖρε,  ἡ σάλπιγξ τῆς ἀληθείας.
Χαῖρε, πεπτωκότων πολλῶν ἐπανόρθωσις·
χαῖρε,  θλιβομένων ἡ θεία ἀνάψυξις.
Χαῖρε, ὕψος κοσμιότητος καὶ ἀγάπης πατρικῆς·
χαῖρε,  τεῖχος ἀῤῥαγέστατον ἐν Χριστῷ ὑπομονῆς.
Χαῖρε, ὅτι ὑπάρχεις Ἐπισκόπων πυξίον·
χαῖρε,  ὅτι ἐδείχθης θαυμασίων ταμεῖον.
Χαῖρε, ψυχῶν καθάρας τὴν ἄρουραν·
χαῖρε,  πολλῶν ἐκτίλας τὴν ἄκανθαν.
Χαῖρε, ἐνθέων Ποιμένων ὁ δείκτης·
χαῖρε,  Κυπρίων θερμὸς παραστάτης.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Δύναμιν δεδεγμένος θεϊκὴν, τὰς παγίδας νεότητος διέφυγες, Πάτερ καὶ Χριστῷ ἐκολλήθης σοφῶς· Οὗ θεράπων ὤφθης ταπεινὸς, Ὅσιε Τριφύλλιε, τὸ ὄνομα Αὐτοῦ δοξολογῶν καὶ κράζων·
Ἀλληλούϊα.
 
Εἴληφας πᾶσαν γνώσιν θεϊκὴν καὶ σοφίαν τὴν θύραθεν, Τριφύλλιε σῶφρον, ἐν τῇ Κύπρῳ καὶ τῇ Βυρηττῷ καὶ δεινῶν ῥητόρων ἀκρεμὼν πέφηνας· διὸ σὲ μακαρίζοντες, βοῶμέν σοι τρανῶς τοιαῦτα·
Χαῖρε, τὸ κλέος ἐπιστημόνων·
χαῖρε,  τὸ κῦδος τῶν θεοσόφων.
Χαῖρε, τῆς παιδείας μερόπων ὑπέρβασις·
χαῖρε,  τῆς σοφίας τῆς ἄνωθεν ἔκφρασις.
Χαῖρε, νοῦς ὁ καθαρώτατος, ὁ χαρίτων πληρωθείς·
χαῖρε,  πύργος ἀγαθώτατος, ὁ ἐν δόξῃ ὑψωθείς.
Χαῖρε, τῆς ἐγκρατείας παμφαέστατος λύχνος·
χαῖρε,  τῆς ἀπαθείας περιλάλητον ὕψος.
Χαῖρε, βαλβὶς βιώσεως σώφρονος·
χαῖρε,  σανὶς πλεόντων σωτήριος.
Χαῖρε, πιστοὺς πρὸς Χριστὸν ὁ ἰθύνας·
χαῖρε,  ἐχθροῦ τὴν ὀφρῦν ὁ πατάξας.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Ζόφωσιν ἀγνωσίας, ἐρευνῶν πᾶσαν βίβλον, ἀπήλασας καὶ γνώσεως θείας ἀνεδείχθης δοχεῖον χρυσοῦν, θεοφόρε· ὅθεν τὸν λαὸν ἅπαντα, Τριφύλλιε πανένδοξε, κατέπιθες Χριστῷ κραυγάζων·
Ἀλληλούϊα.
 
Ἤστραψεν ἐν μυχίοις τῆς ἁγνῆς σου καρδίας, Χριστοῦ τὸ παμφαέστατον φάος, καθορῶντος Αὐτοῦ Ἀθλητῶν, ὡς εἰς γάμον δήμους εὐσθενῶς τρέχοντας, εἰς ἄθλησιν Τριφύλλιε, μεθ’ ὧν σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, τὸ στόμα τῆς εὐσεβείας·
χαῖρε,  ἡ γλῶσσα τῆς ἀληθείας.
Χαῖρε, Ἀθλητῶν στεῤῥόψυχων τὸ στήριγμα·
χαῖρε,  νομικῶν εὐσεβούντων τὸ καύχημα.
Χαῖρε, βάθρον προασπίσεως εὐλαβῶν Χριστιανῶν·
χαῖρε,  μάκτρον ἀποσμήξεως τῶν ἰχώρων Ἀθλητῶν.
Χαῖρε, ὅτι ἐπώφθης ἐκλογῆς σκεῦος θεῖον·
χαῖρε,  ὅτι ηὐλίσθης εἰς Ἐδὲμ μεθ’ Ἁγίων.
Χαῖρε, τρυφῆς ἀγήρω συμμέτοχε·
χαῖρε,  σκηνῆς Θεοῦ θεῖε ἔνοικε.
Χαῖρε, χαρᾶς μυστικῆς κληρονόμος·
χαῖρε,  λαμπάς, καταυγάζουσα σκότος.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Θέλων Παύλου τοῦ θείου Ἀποστόλου ταῖς τρίβοις, καλῶς ἀκολουθῆσαι καὶ λόγον σωτηρίας κηρῦξαι Χριστοῦ, εἰς πατρώαν νῆσόν σου, σοφέ, θάλασσαν διέπλευσας Τριφύλλιε, δοξάζων τὸν Θεὸν καὶ λέγων·
Ἀλληλούϊα.
 
Ἴθυνας πρὸς τὸν μέγαν Τριμυθοῦντος φωστῆρα Σπυρίδωνα τὰς τρίβους σου, Πάτερ, καὶ αὐτοῦ μαθητὴς εὐπειθής χρηματίσας, λύχνον τῆς αὐτοῦ γνώσεως ἐδέχθης,πάντας, ὄλβιε, φωτίζων τοὺς ἀεὶ βοῶντας·
Χαῖρε, τοῦ Πνεύματος ὡραιότης·
χαῖρε,  τῆς χάριτος φωτοδότης.
Χαῖρε, ταπεινώσεως ἔμπνουν θησαύρισμα·
χαῖρε,  ἐγρηγόρσεως ἔμψυχον ἄγαλμα.
Χαῖρε, ἄστρον φαεινότατον, ἀγαπήσεως Θεοῦ·
χαῖρε,  ῥόδον εὐωδέστατον, Ἐκκλησίας τοῦ Χριστοῦ.
Χαῖρε, ὅτι ποτίζεις τὰς διψώσας καρδίας·
χαῖρε,  ὅτι φωτίζεις ἐν σκοτίᾳ τοὺς ὄντας.
Χαῖρε, πιστοῖς παρέχων τὰ κρείττονα·
χαῖρε,  λαοῖς πορίζων τὰ πρόσφορα.
Χαῖρε, λαμπρὸν μαθητείας δοχεῖον·
χαῖρε,  σεπτὸν ἀριστείας πυξίον.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Κλίμακος τὰς βαθμίδας ἀρετῶν ἀναβαίνων, Τριφύλλιε, καὶ πίστιν κηρύττων τοῦ Χριστοῦ, διηκόνεις καλῶς Ἐκκλησίαν πᾶσαν τὴν Αὐτοῦ, Ἅγιε, ἀόκνῳ ἐργασίᾳ σου καὶ ἔκραζες φωναῖς αἰσίαις·
Ἀλληλούϊα.
 
Λάμψας ὡς Διακόνων κοσμιότης, παμμάκαρ, Σπυρίδωνι συνώδευσας χαίρων εἰς τὴν Νίκαιαν, ἔνθα ὀφρῦν τοῦ Ἀρείου οὗτος πρακτικοῖς ῥήμασιν ἐπάτησε, Τριφύλλιε· διό σοι νῦν βοῶμεν ταῦτα·
Χαῖρε, ἡ κέραμος ἀληθείας·
χαῖρε,  ὁ κάλαμος τῆς σοφίας.
Χαῖρε, τοῦ Σπυρίδωνος θεῖος Διάκονος·
χαῖρε,  τῆς κακότητος πέλυξ ἀμφίστομος.
Χαῖρε, ὅτι καταβέβληκας τοῦ Βελίαρ τὴν ἰσχύν·
χαῖρε,  ὅτι χάριν εἴληφας οὐρανόθεν δαψιλῆ.
Χαῖρε, ὁ ὑπηρέτης τῆς Χριστοῦ βασιλείας·
χαῖρε,  ὁ ποδηγέτης πρὸς νομὰς σωτηρίας.
Χαῖρε, εἰκών Ἀγγέλων φωτόλαμπρος·
χαῖρε,  χιτών πτωχῶν θεοΰφαντος.
Χαῖρε, φωτὸς τοῦ ἀστέκτου ὁ φάρος·
χαῖρε,  Χριστοῦ ἱερὸς μυστηπόλος.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Μόχθους σοὺς νυχθημέρους καὶ σὸν ἄμεμπτον βίον, ἰδοῦσα Λευκωσίας ἡ ποίμνη, Τριμυθοῦντος παρὰ τοῦ σοφοῦ Ἐπισκόπου, ἄμεμπτε, αὐτῆς νόμιμον ἀπήτησε ἐκλέξαι σε Ποιμένα καὶ πιστῶς ἐβόα·
Ἀλληλούϊα.
 
Νέκταρ κιρνῶν σοφίας καὶ ἀγάπης πρὸς πάντας, καθήδυνες ὡς Λήδρων προΐστωρ, τὰς ψυχὰς τοῦ ποιμνίου τοῦ σοῦ, Ἐπισκόπων ὄλβιε τιμαλφὲς, Ὅσιε Τριφύλλιε, καὶ ἔπιθες, αὐτό σοι φωνασκεῖν τοιαῦτα·
Χαῖρε, λυτήριον τῆς πενίας·
χαῖρε,  κυάθιον συμπαθείας.
Χαῖρε, μελισσῶνος Χριστοῦ προϊστάμενος·
χαῖρε,  ἀμπελώνος Αὐτοῦ, φύλαξ ἄγρυπνος.
Χαῖρε, μέλι τὸ σωτήριον, ταῖς ψυχαῖς ὁ χορηγῶν·
χαῖρε,  στέφη ἀφθαρτότητος, δοῦναι πᾶσιν ὁ ποθῶν.
Χαῖρε, θεῖος ἐργάτης τοῦ ἀγροῦ τοῦ Κυρίου·
χαῖρε,  δωρεοδότης χριστωνύμου ποιμνίου.
Χαῖρε, κρατὴρ Χριστοῦ ἀγαπήσεως·
χαῖρε,  πρηστὴρ τῆς πλάνου φαυλότητος.
Χαῖρε, στολὴ ἐγρήγορου καρδίας·
χαῖρε,  στοργὴ οὐρανόσδοτος Λήδρων.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Ξένος ὤν ῥαθυμίας, σοῦ τὴν ποίμνην ξενίζεις, Τριφύλλιε τῇ σῇ ἐποπτείᾳ· οὐρανόθεν γὰρ πάντων πιστῶν τοὺς χοροὺς διέπεις, τοὺς ταῖς σαῖς πάντοτε δεήσεσι προσφεύγοντας καὶ κράζοντας ἀξιοχρέως·
Ἀλληλούϊα.
 
Ὅλος Πνεύματος θείου πεπλησμένος, σεμνεῖον ἀνήγειρας τῆς Ὁδηγητρίας Θεοτόκου, ἐν ὦ εὐλαβῶς, σὺν ἀζύγων πλήθει τοῦ Χριστοῦ ὄνομα, Τριφύλλιε, ἀείποτε ἀνυμνεῖς· ὅθεν σοι βοῶμεν·
Χαῖρε, δομῆτορ λαμπροῦ σεμνείου·
χαῖρε,  ἡγῆτορ λαοῦ ἐνθέου.
Χαῖρε, τοῦ Χριστοῦ ὁ κηρύξας τὴν κένωσιν·
χαῖρε,  τοῦ ἐχθροῦ ὁ μισήσας τὴν ἔπαρσιν.
Χαῖρε, ὄργανον γλυκύφθογγον, οἰκτιρμῶν τῶν θεϊκῶν·
χαῖρε,  μάργαρον ἀτίμητον οὐρανίων δωρεῶν.
Χαῖρε, ὅτι σκεδάζεις κακοτρόπων τὴν ῥύμην·
χαῖρε,  ὅτι ἐλαύνεις τοῦ Σατὰν τὴν ἀπάτην.
Χαῖρε, λιμὴν πλεόντων ἀχείμαστος·
χαῖρε,  ἡμῖν τὰ κρείττω δωρούμενος.
Χαῖρε, σαρκὸς ὁ μαράνας τὸ ἄνθος·
χαῖρε,  σοφῶς ὁ πατάξας πᾶν πάθος.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Παύλου ὑποψελλίζων τὸ ῥηθὲν, ὅπερ εἰμὶ νῦν χάριτι Θεοῦ εἰμι, Πάτερ ἐταπείνους σαυτὸν καὶ καλῶς τὸν ἀγῶνα, ὥσπερ ἀθλητὴς ἔτρεχες, ἐν Κύπρῳ τὸν προκείμενον, Τριφύλλιε καὶ ἀνεβόας·
Ἀλληλούϊα.
 
Ῥώμῃ ψυχῆς ἀπείρῳ, θεοείκελε Πάτερ, ποιμαίνων τὴν λαχοῦσάν σοι ποίμνην, ἀνεδείχθης πυρσὸς νοητός, δᾳδουχῶν ἀκτῖσι βιοτῆς σωφρόνος, Τριφύλλιε πανάριστε, πιστοὺς ἀναβοῶντας ταῦτα·
Χαῖρε, ἐκτύπωμα ποιμασίας·
χαῖρε,  ἑδραίωμα Ἐκκλησίας.
Χαῖρε, εὐρωστίας ψυχῆς ὑποτύπωσις·
χαῖρε,  ἀκηδίας ζοφώδους ἡ νέκρωσις.
Χαῖρε, σάλπιγξ ἡ ἐγείρουσα τοὺς κειμένους ἐν σκιᾷ·
χαῖρε,  μάστιξ καταστρέφουσα τοῦ ἐχθροῦ ἐπιφορᾶν.
Χαῖρε, ὅτι τῶν Λήδρων ὤφθης θεῖος κοσμήτωρ·
χαῖρε,  ὅτι σῆς ποίμνης ἀνεδείχθης ἀκέστωρ.
Χαῖρε, χρωστήρ, ζωῆς ἁγιότητος·
χαῖρε,  λαμπτήρ, ἀπείρου σεμνότητος.
Χαῖρε, σαφὴς πρὸς Χριστὸν ὁδοδείκτης·
χαῖρε,  πραΰς κἀγαθὸς μυστολέκτης.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Σκήνωμα Παρακλήτου, ἀσκητὴς θεοφόρος καὶ θέμεθλον Χριστοῦ Ἐκκλησίας ἀνεδείχθης, χαρίτων πηγή καὶ σοφίας λύχνος θαυμαστὲ, Ἅγιε Τριφύλλιε· διόπερ σε δοξάζοντες πιστῶς φωνοῦμεν·
Ἀλληλούϊα.
 
Τεῖχος ἐμπεριστάτων, ἀῤῥαγὲς ἐβοήθεις, ποτὲ τοῖς ἐκ σεισμοῦ τρυχομένοις καὶ ἀνέσκαπτες σοῦ ταῖς χερσίν, ἀνευρεῖν οὕς τρέμουσα ἡ γῆ ἔθαψε, Τριφύλλιε πανένδοξε· διό σοι φωνασκοῦμεν ταῦτα·
Χαῖρε, λαμπὰς ἀρωγῆς χρῃζόντων·
χαῖρε,  ὀλκὰς σωστικὴ πλεόντων.
Χαῖρε, σεισμοπλήκτων ταχεῖα βοήθεια·
χαῖρε,  κλονουμένων στεῤῥὀτατον ἔρεισμα.
Χαῖρε, τύπος καὶ ὑπόδειγμα, ἀρετῆς φωτολαμποῦς·
χαῖρε,  στῦλος ἀδιάσειστος, εὐποιΐας ἀκραιφνοῦς.
Χαῖρε, ὅτι καμνόντων ἀνεδείχθης προστάτης·
χαῖρε,  ὅτι στενόντων πέλεις σὺ παραστάτης.
Χαῖρε, σφραγὶς ἀγάπης τῆς κρείττονος·
χαῖρε,  πυξὶς βιώσεως σώφρονος.
Χαῖρε, φθογγὴ τῆς Χριστοῦ σωτηρίας·
χαῖρε,  στακτὴ μυστικῆς εὐωδίας.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Ὕμνοις δοξολογοῦμεν τὴν σεμνὴν πολιτείαν τὴν σὴν, Ἀρχιερεῦ Λευκωσίας· τὸν ἀγῶνα καλῶς γὰρ ἐν γῇ, γεραρὲ, τελέσας, πρὸς νομὰς ἔδραμες, ἀφθίτου ὡραιότητος, ἐν οἷς τῷ Λυτρωτῇ κραυγάζεις·
Ἀλληλούϊα.
 
Φωταυγὲς Ἀρχιθύτα, νήσου Κύπρων Ἀράβων, ὀρδαὶ τὸ σὸν πανίερον σκῆνος, ἐκζητοῦσαι συλῆσαι τροφήν, εἰς πυρὸς τὴν φλόγα φεῦ! αὐτὸ ἔδωκαν· ἀλλ’ ἔσωσε τὴν κάραν σου, ὁ θεῖος Διομήδης ψάλλων·
Χαῖρε, ὁ ὄρχαμος τῶν Ὁσίων·
χαῖρε,  ὁ χείμαῤῥος τῶν θαυμάτων.
Χαῖρε, τυμβωρύχων Ἀράβων ἡ σύγχυσις·
χαῖρε,  εὐσεβούντων ἁπάντων προάσπισις.
Χαῖρε, καύχημα σεβάσμιον, Διομήδους τοῦ κλεινοῦ·
χαῖρε,  στήριγμα ἀσάλευτον, τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, ὅτι ἀπίστων τὴν μανίαν ἐκβλύνεις·
χαῖρε,  ὅτι ἀζύγων δήμους Κύκκου εὐφραίνεις.
Χαῖρε, εὐχῆς θερμῆς οἰκητήριον·
χαῖρε,  αὐλῆς Θεοῦ δένδρον εὔκαρπον.
Χαῖρε, ἐχθρῶν τοῦ Χριστοῦ εὐσπλαγχνία·
χαῖρε,  αὐτῶν ἡ γοργὴ θεραπεία.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Χαίρων σὺν Ἱεράρχαις καὶ Ὁσίων χορείαις, Τριφύλλιε, ἐν πόλει τῇ ἄνω· μὴ ἐλλίπῃς Χριστὸν δυσωπεῖν, τοῖς πιστοῖς διδόναι κατ’ ἐχθρῶν δύναμιν καὶ πάντας σκεύη χάριτος δεικνῦναι, τοὺς ἀεὶ βοῶντας·
Ἀλληλούϊα.
 
Ψάλλειν ἐν κατανύξει, πολιτείας σου τρόπους τοὺς θείους, καταξίωσον πάντας τοὺς προστρέχοντας σῇ ἀρωγῇ καὶ θερμὸν προστάτην ἐν δεινοῖς ἔχοντας, Τριφύλλιε φωτόλαμπρε, βοῶντας δὲ φωναῖς εὐήχοις·
Χαῖρε, τρυφῆς ἀκαίρου παρόπτα·
χαῖρε,  τροφῆς ἀΰλου διῶκτα.
Χαῖρε, ὁ λεπτύνας νοὸς τὴν ἐνέργειαν·
χαῖρε,  ὁ φαιδρύνας ἀσκήσει τὴν σύμπασαν.
Χαῖρε, ὅτι ἐτραυμάτισας, τὸν ἀρχέκακον ἐχθρόν·
χαῖρε,  ὅτι κατεπάτησας, τῶν ἀπίστων τὸν ἐσμόν.
Χαῖρε, εὖχος τῶν Λήδρων καὶ τῆς Κύπρου φαιδρότης·
χαῖρε,  κῦδος ἁγνείας καὶ σοφία ἀκρότης.
Χαῖρε, Σταυροῦ ὁ φέρων τὴν δύναμιν·
χαῖρε,  ἐχθροῦ ὁ λύσας τὴν ἔπαρσιν.
Χαῖρε, ζωῆς τῆς ἐμῆς κατευθῦντορ·
χαῖρε,  ψυχῆς τῆς ἐμῆς παρακλῆτορ.
Χαίροις μάκαρ Τριφύλλιε.
 
Ὦ Τριφύλλιε μάκαρ, Ἐπισκόπων Ὁσίων, φαιδρότης καὶ ὡράϊσμα Λήδρων (ἐκ γ΄)· ὑπὲρ πάντων δυσώπει Χριστόν, τῶν ἀεὶ τιμώντων ἐν φαιδροῖς ᾄσμασι τὴν μνήμην σου καὶ πάντοτε, τῷ Κτίστῃ καὶ Θεῷ βοώντων·
Ἀλληλούϊα.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου