Πέμπτη, 3 Αυγούστου 2017

Παρακλητικός Κανών Μάρτυρος ΤΑΡΣΙΖΙΟΥ, Γ. Γαλανοπούλου

      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον Ἀθλητὴν τοῦ Κυρίου, σοφὸν Ταρσίζιον, Διάκονον Ῥώμης, Χριστιανοὶ ὑμνήσωμεν ψαλμοῖς ἱεροῖς· χαίροις Μάρτυς ἔνδοξε, χαρμονικῶς ἐκβοῶντες, σκέπε τοὺς θεοσεβεῖς, ἐκ φθορᾶς καὶ ἀνάγκης, κινδύνων βλάβης, ἀπειλῆς ἐξ ἐχθρῶν, καὶ σῷζε πάντας, τοὺς μνήμην τιμῶντάς σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ὁ Ν΄ (50) Ψαλμός.
 
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Ἁγίου Ταρσιζίου μέλψω νίκην. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκρότητι ἔλαμψας ἀρετῶν, βλαστὲ τῶν Ῥωμαίων, διὸ χάριτος φωτισμόν, νῦν δός μοι καὶ κάθαρον καρδίαν, ὅπως ἐνθέοις ὑμνήσω σε ᾄσμασι.
Γαλακτοτραφεὶς ὡς παῖς ἐν Χριστῷ, προσέδραμες Τούτῳ, ἐρασμίως ἔχων Αὐτῷ· διὸ πόθον θεῖον δὸς εὐχαῖς σου, ἔνδοξε Μάρτυς κἀμῖν τοῖς σὲ μέλπουσιν.
Ἱκέτευε Μάρτυς διηνεκῶς, Χριστῷ ἀναστάντι, ἐκ τοῦ τάφου λαμπροφανῶς, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ τιμῶντας ἐν τῷδε σεμνείῳ σου.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς χαρὰν ταύτην ἄλγος μετάτρεψον.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω μάκαρ ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν πολιτείᾳ ἀμέμπτῳ, ἵν’ εὐκλείας μέτοχον, δείξῃ με Κύριος.
Τὸν σὸν ἔνθεον βίον πόθῳ θερμῷ ἄδοντες, ταῖς σαῖς πρὸς Χριστὸν ἱκεσίαις πίστει αἰτούμεθα, Διάκονε τοῦ Χριστοῦ· ὅθεν τροφῇ τῶν σῶν λόγων, τοὺς ψαλμοῖς ὑμνοῦντάς σε, θρέψον Ταρσίζιε.
Ἀλγεινὰς ἀσθενείας κἀμῶν πληγῶν τραύματα, ἴασαι ταχὺ ἐπιχέων, χάριν ὡς βάλσαμον, ἐκ σῆς εἰκόνος σοφέ, διδοὺς κατ’ ἄμφω τὴν ῥῶσιν, καὶ δεινὰ νοσήματα, πόῤῥω ἐκδίωξον.
Θεοτοκίον.
Ῥητορεύσας ὁ Πρέσβυς προφητικῶς ἔφησεν· ὦ Ἁγνὴ ῥομφαία διέλθῃ, τόκον σταυρούμενον, ἰδοῦσα καρδίαν Σήν, ἀλλ’ ἡμῶν Σὺ τὰς καρδίας, χαρμονῆς ἐμπίπλησον, ἵν’ ἀνυμνοῦμέν Σε.
 
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικῶς καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν σε πρὸς Εὔσπλαγχνον, οἱ νέοι ἡμεῖς, Χριστομάρτυς Ταρσίζιε, θησαυρὸν κεκτήμεθα τῆς θεόθεν χάριτος λέγοντες· σπεῦσον οὖν ὁ τοῖς λίθοις ζῆν λιπών, μεταστρέψαι πάντων τὸ σκληροκάρδιον.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ Ἱεροδιάκονε, ἐφ’ ὑμᾶς ὑψόθεν βλέψον τοῖς ὄμμασι, καὶ ἐκ θλίψεων ἀπάλλαξον, τὰς καρδίας τῶν ᾠδαῖς τιμώντων σε.
Ἰσχυρὸν καταφύγιον, ἔχομέν σε Μάρτυς οἱ προσιόντες σοι, ἰατρὸν νοσούντων αἴροντα, ἀφ’ ἡμῶν ἐμπύρετα νοσήματα.
Ζήλῳ θείῳ πυρούμενος, ἔφηβε Ταρσίζιε Δῶρα Ἄχραντα, ὡς Διάκονος μετέδιδες, ἄνευ φόβου· ὅθεν ἡμᾶς στήριξον.
Θεοτοκίον.
Ἱκεσίας τῶν δούλων Σου, ὑπὸ τὴν ἐπήρειαν ὄντως δράκοντος, Μῆτερ πρόσδεξαι δεόμεθα, καὶ Υἱὸν δυσώπει παθῶν ῥύσασθαι.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὁμολογητά, ἐν τῇ Ῥώμῃ ὄφιν ᾔσχυνας, τῇ ἀηττήτῳ ἰσχύϊ τοῦ Σταυροῦ, τρόπαιον νίκης ἐγείρας, ὃ πᾶσι βράβευσον.
Ὕψη ἀναβάς, ὦ Διάκονε οὐράνια, ἕλκυσον ἡμᾶς πρὸς βίον ταπεινόν, ὅπως εἰς δόξαν τρυφῆς, θεϊκῆς μετάσχωμεν.
Μείνων μεθ’ ἡμῶν, ὡς φρουρὸς τῶν νέων ἔνδοξε, καὶ λογισμὸν δὸς πᾶσιν ἔχειν Θεῷ, ἵν’ εἰρηναίως βιοῦντες, Χριστὸν δοξάζομεν.
Θεοτοκίον.
Ἔσωσεν ἡμᾶς, ὁ ἐκ Σοῦ τεχθεὶς Ἀπείρανδρε, ξύλῳ Σταυροῦ ἑκουσίως ἁπλωθείς, Ὃν ἐκδυσώπει, Παραδείσου ἀξιώσασθαι.
 
ᾨδὴ στ΄. Τὴν δέησιν.
Λιθόδεσι, ταῖς καρδίαις ἔχοντες, σὲ ἐφόνευσαν τοῖς λίθοις ἐν μέσῳ, Μάρτυς ὁδοῦ, ὥσπερ στέφανον πάλαι, ἐχθροὶ κακοὶ οὓς εὐθὺς συνεχώρησας· διὸ κἀμῖν δὸς συγχωρεῖν, ἐν ἀγάπῃ τελείᾳ Ταρσίζιε.
Ψαλτήριον, τοῦ Χριστοῦ θεόπνευστον, σὺ ἐγένου παιδιόθεν τρισμάκαρ, ἀξιωθείς, μεταφέρειν τὰ Δῶρα, διωκομένοις πρὸς Θείαν Μετάληψιν, ἀλλ’ ἡμῶν πάντων τὰς ψυχάς, ζωηῤῥύτοις εὐχαῖς σου κατάρδευσον.
Ὡς ἄτμητος, σὺ ἀδάμας ἔμεινας, καὶ ὑπήνεγκας γενναίως τὸν μόρον· ὅθεν ἡμῖν, τὸ στεῤῥόν σου παράσχου, καθυπομένειν ἐν βίῳ τὰ πάνδεινα, καὶ φεύγειν τόξων ἐχθρικῶν, προσβολὰς ἰοβόλους τῇ σκέπῃ σου.
Θεοτοκίον.
Νενίκηνται, ἐν Σοὶ ὄροι φύσεως, ὡς φησὶν ὁ ὑμνωδὸς Θεομῆτορ· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
 
Διάσωσον, Μάρτυς Ταρσίζιε πάντας τοὺς εὐφημοῦντας, θείους ἄθλους σου ψαλμικῶς καὶ μνήμην πάμφωτον, λυτρούμενος ἐκ νόσων καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
 
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ ὑπάρχεις τῶν νέων Ταρσίζιε, θερμὸς πρέσβυς πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ πατέρας καὶ Ὀρθοδόξους πάντοτε φρουρεῖς· διὸ πρόφθασον ὦ Ἀθλητά, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν ταχὺ προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, λαόν σου τήρει δ’ ἀβλαβῆ, ἐκ κινδύνων καὶ κακώσεων.
 
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ 26η Ὀκτωβρίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Δημητρίου).
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸν τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, πρὸς σὲ καταφεύγοντα ὦ Ταρσίζιε, Ἅγιε σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ μορφῇ σου ἀσπαζόμενοι, ἴασιν δώρησαι ἄμφω, τῶν κινδύνων δ’ ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλησιν καὶ μνήμην σου.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσοστασίως ἔχεις, τοῖς Διακόνοις μάκαρ, ὁ λιπὼν λίθοις τὸ ζῆν, καθὼς ὁ Πρωτομάρτυς, μεθ’ οὗ Χριστὸν δυσώπει, λυτρωθῆναι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καλεῖς πρὸς θείαν τρίβον, Πειραιῶς νέους Μάρτυς, καὶ πάντας τοὺς εὐσεβεῖς, ἐκ συμφορῶν φυλάττεις· διὸ τοὺς ἐκβοῶντας, περιφρούρει κακώσεων· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ Ῥώμη σὲ γεραίρει, καὶ Ἑλλήνων χορεῖαι Ἱερομάρτυς Χριστοῦ, αἰτούμεναι πρεσβείαις, ταῖς σαῖς ἵν’ ἐκ κινδύνων λυτρωθῶσι καὶ ἔλεος, λάβωσι παρὰ Θεοῦ, ὡς ἔχων παῤῥησίαν.
Θεοτοκίον.
Νοσημάτων καὶ ἄλγους, ἐλευθέρωσον Κόρη τοὺς Σὲ τιμῶντας πιστῶς, παράσχου δ’ ἱκεσίαις, ὡς Μήτηρ πρὸς Υἱόν Σου, ἵν’ ὀφλὴν δῷ τοῖς πταίσασι· τῶν πειρασμῶν καὶ παθῶν, ἡμῶν τὴν φλόγα σβέσον.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται πᾶσα, Ἑλλὰς ἐν σοὶ θεηγόρε, καὶ Χριστῷ βοᾷ ἐγκαυχωμένη· σῶσον ἡμᾶς Σῶτερ, πρεσβείαις Ταρσιζίου.
Ἐλέους θείου, καὶ δωρεῶν πλήρου πάντας, ταπεινῶς φρονεῖν ἱν’ ἀνυμνοῦμεν, σὲ ὡς παίδων δόξαν, καὶ μιμητὴν τῶν νέων.
Ὤφθης πολλάκις, Μάρτυς λαὸν περισκέπων, ὡς τὰ Δῶρα σαῖς χερσὶν ἐκράτεις· ὄθεν ἡμᾶς σκέπε, δαιμόνων πονηρίας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, γηγενὼν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, θεῖε Ἀθλοφόρε, πᾶσιν ἡμῖν παισὶ νέοις καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ Ὀρθοδόξους βλάβης αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ἵνα ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ θεόφρον ἡμᾶς, τοὺς σεβασμίαν σου μνήμην πανηγυρίζοντας.
Ὀρδὰς τῶν κακοδόξων, σκόρπισον ταχέως, ἡμᾶς τὰς ἐπαπειλοῦσας δουλοῦσθαι οἰκτρῶς, καὶ ὑπερμάχει ἐφήβων, Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς Σε.
 
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Γάλακτι ἐτράφης τῶν ἀρετῶν, καὶ ὡς παῖς ἡ χάρις, ἐπεσκίασε τοῦ Θεοῦ, ἐν θεοφιλίᾳ, Ταρσίζιε βιώσας· διὸ σοφὸς ἐδείχθης, διδασκαλίαις σου.
Ὥδευσας ὁσίως τρίβον στενήν, σκληραῖς κακουχίαις, ἐγκρατείᾳ τῇ αὐστηρᾷ, σὺν εὐχῇ ἀπαύστῳ· διὸ τὰς πανουργίας, τοῦ ἀρχεκάκου Μάρτυς, ἀπεσκοράκισας.
Ὕμνοις τοῦ Νυμφίου τὸν ἐραστήν, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵν’ ἀνταποδώση, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν αὐτοῦ πρεσβείαις, κρείττω ὁ Δίκαιος.
Κάθαρον καρδίας ἐκ τῶν παθῶν, δὸς νοΐ φωτί Σου, καθαγίασον τὰς ψυχάς, ταῖς θερμαῖς πρεσβείαις, Σῶτερ τοῦ Ταρσιζίου, ἐφήβου Διακόνου, αἷμα ἐκχύσαντος.
Σῶσον ταῖς λιταῖς σου πρὸς Λυτρωτήν, πάντας τοὺς τιμῶντας, σὴν πανίερον ἑορτήν, κἀμοὶ δὲ τῷ ὕμνους, ὑφάναντί σοι Μάρυς, δὸς ἀρετῶν σου πλοῦτον, καὶ θείαν φώτισιν.
Χαίροις εὐσεβείας φάρος λαμπρός, κρήνη τῶν χαρίτων, τῶν σημείων ὁ ποταμός, ἡδονὴ τῶν νέων, ὑπόδειγμα καὶ τύπος, πρὸς μιμήσιν ἐφήβων, Μάρτυς Ταρσίζιε.
Ποίησον θεόφρον ταῖς σαῖς λιταῖς, ἡμᾶς Χριστοκέντρους, ἐν τῷ βίῳ εἶναι παντί, τοῦ φρονεῖν τὰ ἄνω, Βασίλεια τῆς δόξης, καὶ πόθον τοῦ Κυρίου, ἔχειν θερμότατον.
Δὸς ἡμῖν τὰ κρείττω σαῖς προσευχαῖς, Χριστοῦ τὴν εἰρήνην, ὦ Ταρσίζιε εὐκλεές, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, πίστιν καὶ θεῖον  φόβον, βίου διόρθωσιν.
Ποίει ποίμνην γαίας Ἑλληνικῆς, σαῖς θερμᾶς πρεσβείαις, εἶναι ἄμπελον τοῦ Χριστοῦ, ἵν’ ἀεὶ ὑμνῇ σε, Ταρσίζιε τρισμάκαρ, πρὸς τρίβον μετανοίας, ἴθυνων ἕκαστον.
Ὥσπερ Νινευΐτας πάλαι Θεέ, ἔσωσας ὀργήν Σου, καταπαύσας τὴν θεϊκήν, τούτους μεταγνῶντας, κἀμᾶς σῶσον Οἰκτῖρμον, πρεσβείαις Ταρσιζίου, τοῦ Διακόνου Σου.
Θραῦσον τὰ φρυάγματα τῶν Ἐθνῶν, γόνε τῶν Ῥωμαίων, καὶ αἱρέσεων τὴν ἰσχύν, κόπασον ταχέως, τῇ σῇ ἐπιστασίᾳ, φρουρῶν τοὺς Ὀρθοδόξους, ἐκ περιστάσεων.
Τῷ ἀπροσμαχήτῳ ὅπλῳ Σταυροῦ, τειχισθεὶς ἐξῆλθες, πολεμῆσαι τὸν πτερνιστήν· ὅθεν ἡμᾶς Μάρτυς, περίζωσον ἰσχύϊ, εὐχῆς σου καὶ νηστείας, φεύγειν τοὺς δαίμονας.
Ῥήμασι χειλών σου τῶν σοφῶν, ὠφέλησας πλήθη, Χριστωνύμων σοφὲ φωστήρ· ὅθεν νουθεσίαις, ταῖς σαῖς ἀεὶ ὡδήγει, πρὸς σωτηρίας ὅρμον, νέων τὴν κίνησιν.
Μέμνησο ἁπάντων πρὸς τὸν Κριτήν, ἐν ἡμέρᾳ δίκης, τῶν μελπόντων σε ἐν μολπαῖς, Ταρσίζιε θεῖε, ὁ λίθοις τελευτήσας, μερίδος σωζομένων, συναριθμήσασθαι.
Νόσους ἀποδίωξον λοιμικάς, ἄλγους καταστάσεις, πειρασμοὺς βέλη ἐχθρικά, καὶ δὸς ἐκμιμεῖσθαι, νηστείαν παθοκτόνον, σὺν τῷ θερμῷ σου ζήλῳ, Μάρτυς ἀήττητε.
Ὅλην τὴν καρδίαν μου πρὸς Θεόν, ἐν τῇ προσευχῇ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὡς φλόγα, Ταρσίζιε λαμπάδος, καὶ νοῦν ἀμετεώριστον, καὶ φιλόπονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
 
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
 
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ εὐσεβῶν ἀρωγός, ὦ σοφὲ Ταρσίζιε, ἔνδοξε Μάρτυς Χριστοῦ· καταπλήττεις δὲ θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπικουρίαν σου, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς σὴν θείαν μνήμην ἑορτάζοντας
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
 
 
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου