Παρασκευή, 11 Αυγούστου 2017

Ἀκολουθία Μεθέορτος Ἁγίου Μεγαλομάρτυρος ΔΗΜΗΤΡΙΟΥ

 Ψαλλομένη τῇ 27η Ὀκτωβρίου
 
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν στιχηρὰ γ΄ τοῦ Σεισμοῦ. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὁ θεμέλια πάντα, τῆς γῆς σαλεύων Θεός, ὁ συνταράσσων μόνος, τῆς θαλάσσης τὸ κῆτος, ὡς Κτίστης τῶν ἁπάντων ῥῦσαι ἡμᾶς, τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, ὑπὸ τῆς Σῆς εὐσπλαγχνίας διὰ παντός, δυσωποῦμεν Φιλάνθρωπε.
Ὡς Πολυέλεος μόνος καὶ Παντοδύναμος, Χριστὲ Σωτὴρ ὑπάρχων, διὰ τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σῷζε ἀεί, ἀπὸ λιμοῦ τε λοιμοῦ καὶ σεισμοῦ, πυρὸς μαχαίρας ἐθνῶν καταποντισμοῦ, τοὺς δοξάζοντάς Σε πάντας πιστῶς.
Τῆς νῦν δικαίας Σου ταύτης ὀργῆς Φιλάνθρωπε, ἀθρόως ἐπελθούσης, μὴ συγχώσης Οἰκτίρμον, μηδὲ διασκεδάσης, μὴ τῷ θυμῷ, τῆς ὀργῆς Σου παιδεύσης ἡμᾶς, ἀλλὰ τὸν τάραχον κόπασον τοῦ σεισμοῦ, καὶ τὸν Σὸν λαὸν οἰκτείρησον.
Καὶ τρία τοῦ Ἁγίου Νέστορος. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας· ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος.
Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας.
Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ,διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.
Δόξα. Ἦχος πλ. β΄.
Τίς μὴ ἐπαινέσει σε, τὸν ὄντως ἀξιέπαινον; Τίς μὴ θαυμάσει σου τὸν τρόπον, τὸν ἀξιοθαύμαστον; Οὐ γὰρ ἐτρώθης ἀξιάγαστε, τῆς τοῦ ἀσεβοῦς τυράννου προσκαίρου τιμῆς, ἀλλ’ ᾠκοιώθης τῷ Χριστῷ, δι’ ἀθλήσεως ἐννομωτάτης, ῥίψας τὴν μάταιον τρυφήν, καὶ ἀπελέγξας αὐτοῦ τὴν ἀσέβειαν· ὅθεν κηρύξας τὸν Χριστόν, θάνατον ὑπήνεγκας, λογχευθεὶς ὥσπερ Ἐκεῖνος. Διὸ καὶ ἡμεῖς πανεύφημε, Μεγαλομάρτυς καὶ Μυροβλύτα Δημήτριε, τὸ πάθος σου μεγαλύνομεν, τὴν κοίμησίν σου προσκυνοῦμεν, σὺν τῇ θαυματοβρύτῳ εἰκόνι σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐχόντων σε κηδεμῶνα καὶ πρόμαχον.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, τοῦ κόσμου βοήθεια, καὶ ἐλπὶς Χριστιανῶν, Σὲ νῦν ἐκδυσωποῦμεν, καὶ Σὲ παρακαλοῦμεν Ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων, τόν Υἱόν Σου καὶ Κύριον, ἵλεων ποιῆσαι Θεοτόκε· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ μητρικῇ Σου πρὸς Αὐτὸν χρωμένῃ παρρησίᾳ. Πρόφθασον Ἄχραντε, πρόφθασον μεσίτευσον, καὶ ῥῦσαι τὸν λαόν Σου τῆς ἐνεστώσης ἀπειλῆς· διὰ σπλάγχνα ἐλέους, μὴ παρίδῃς τοὺς ὑμνοῦντάς Σε.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας.
 
Εἰς τὸν Στίχον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλην εἰσδεξάμενος, τὴν θαυματόβρυτον χάριν, τὴν ὄντως οὐράνιον, ἣν ὡς οὐρανόφρων σὺ ὑποδέδεξαι, Ἀθλητῶν εὔκλεια, τῶν πιστῶν καύχημα, μεγαλόδοξε Δημήτριε, διὸ καὶ ἔχοντες, πρέσβυν πρὸς Θεὸν σὲ καὶ σέβοντες, τὴν μνήμην σου τὴν ἔνδοξον, οὗτοι καὶ τὰ γέρα συλλήψονται, παρὰ τοῦ τῶν ὅλων, Δεσπότου Ποιητοῦ καὶ Λυτρωτοῦ, Οὗ καὶ τοῦ πάθους γεγένησαι, κοινωνὸς πανόλβιε.
Στ. Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εἰ καὶ οὐκ ἀνήρτησαι, ἐπὶ σταυροῦ ὡς ὁ Πλάστης, θεόφρον Δημήτριε, λόγχαις δὲ ἀπέδειξας μυριότροπον, τὸ σεπτὸν σῶμά σου, μιμηθῆναι θέλων, κατὰ πάντα τοῦ Δεσπότου σου, πάθος τὸ τίμιον, οὗ ἡ σωτηρία ἐγένετο, τοῦ κόσμου καὶ κατήργηται, τύφος τοῦ Σατὰν καὶ ἡ δύναμις· ὅθεν δυσωπῶ σε, τὸν γνήσιον ὁπλίτην τοῦ Χριστοῦ, σαῖς ἱκεσίαις ῥυσθῆναί με, πάσης ἀμαυρότητος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὤφθης ἐνδιαίτημα, θεοπρεπὲς Ἀθλοφόρε, ἐν ᾧ κατεσκήνωσε, χάρις ἡ τοῦ Πνεύματος καὶ ἐβλάστησεν, ἀρετῶν ἥδυστα, τῷ Θεῷ πρέποντα, καὶ εὐώδη ἄνθη, δι’ ἧς σύμβολον δεδείκνυται, ἡμῖν σαφέστατον, μῦρον τὸ βληθὲν ἐκ τοῦ σκήνους σου, διὸ τοῖς προσπελάζουσι, χάριν χορηγεῖ ἁγιότητος· ὅθεν δυσωπῶ σε, Δημήτριε στρατάρχα τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ πρεσβείᾳ σου, τοὺς εἰς σὲ προστρέχοντας.
Δόξα. Τοῦ ἁγ. Νέστορος. Ἦχος β΄.
Πρέπει σοι τῷ πιστῷ νεανίᾳ καὶ Μάρτυρι, σὺν τῷ ὑμετέρῳ σοφῷ διδασκάλῳ, ἡ μνήμη σου συνάπτεσθαι. Καὶ γὰρ οὐκ ἔλαβες, πανεύφημε, τῆς θεαρέστου σου αἰτήσεως, τὴν τοῦ μιαιοφόνου Λυαίου ἐκζητών, ἀλλ’ ἐπέτυχες αὐτῆς, τῇ τοῦ ἐνδόξου Δημητρίου ἐντεύξει, δι’ ἧς καὶ τέλος ἐδέξω μαρτυρικόν, τῇ προῤῥήσει αὐτοῦ,  Νέστορ Ἀθλητὰ μακάριε, διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τοῦ Σεισμοῦ.
Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς Σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται, Κύριε· ἀλλ' εὐσπλαγχνίας ὄμματι ἐφ' ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ Σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν Σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς Ἀγαθὸς καὶ Φιλάνθρωπος.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον τοῦ ἁγ. Δημητρίου. Ἦχος γ'.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Τοῦ ἁγ. Νέστορος. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Διάπυρον κέκτησαι, ζῆλον καὶ πίστιν σοφέ, ἰσχὺν ἐνδυσάμενος, τοῦ Δημητρίου εὐχαῖς, Λυαῖον ἀπέκτεινας· ὅθεν ἐθανατώθης, ἱερῶς Ἀθλοφόρε, στέφος παρὰ Κυρίου εἰληφὼ, θεῖε Νέστωρ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καί νῦν.  Τοῦ Σεισμοῦ. Ἦχος πλ. δ'.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη Σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
 
Ἀπόλυσις.
 
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ὡς στρατιώτης τοῦ Χριστοῦ γενναιότατος, ὡς τροπαιοῦχος κατ’ ἐχθρῶν κραταιότατος, μετὰ Μαρτύρων πάντων συνευφραίνεται, σήμερον Δημήτριος, ὁ πολλῆς παῤῥησίας, θρόνῳ τοῦ Παντάνακτος, παρεστὼς καὶ πρεσβεύει, ὑπὲρ ἡμῶν τῶν πίστει καὶ στοργῇ, ἐπιτελοῦντων αὐτοῦ τὸ μνημόσυνον.
Δόξα. Καὶ νῦν. Τοῦ Σεισμοῦ.
Ὡς φοβερὸν ἐπὶ τὴν γῆν ἐπιβλέψας, ταύτην συνέσεισας τῇ Σῇ δυναστείᾳ, καὶ τὰς ψυχὰς ἐσάλευσας ἁπάντων τῶν πιστῶν, ὅθεν ἐκβοῶμέν Σοι, ὡς Θεῷ τῶν ἁπάντων· Δέσποτα μακρόθυμε, ἄνες νῦν τὴν ὀργήν Σου, καὶ μὴ παρίδῃς πάντας τοὺς εἰς Σέ, πεπιστευκότας λιταῖς τῆς τεκούσης Σε.
 
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν συμπαθέστατον, Κυρίου Μαρτύρα, ἐκδυσωποῦμέν σε, πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων· ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὅπως ἀεὶ σὲ δοξάζομεν.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀδιστάκτῳ τῇ πίστει ὁ Ἀθλοφόρος Χριστοῦ, τῶν τυράννων τὰ θράση καταβαλὼν ἀνδρικῶς, ἀθλητικῶς τὸν πονηρὸν κατεπάλαισε, καὶ τῶν βασάνων ἀμοιβήν, τὴν τῶν θαυμάτων παροχὴν ἐδέξατο ἐκ τοῦ μόνου, Θεοῦ τοῦ ἀγωνοθέτου, ὁ πρέσβυς πάντων ἡμῶν Δημήτριος.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
 
Ὁ Ν΄ (50) Ψαλμός.
 
Εἶτα οἱ Κανόνες· τοῦ Σεισμοῦ, τοῦ Ἁγίου Δημητρίου καὶ τοῦ Ἁγίου Νέστορος.
Ὁ Κανὼν τοῦ Σεισμοῦ, οὗ ἡ Ἀκροστιχίς· Ὦ Χριστέ, τῆς γῆς τὸν κλόνον παῦσον τάχος. Ἰωσήφ
ᾨδὴ α'. Ἦχος πλ. β'. Ὁ Εἱρμὸς.
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν.
Ὡς φοβερὰ ἡ ὀργή Σου, ἐξ ἧς ἡμᾶς, ἐλυτρώσω Κύριε, μὴ συγχώσας ἐν τῇ γῇ, ἅπαν τὸ ἀνάστημα ἡμῶν· εὐχαρίστως Σε διὸ ἀεὶ δοξάζομεν.
Χαίρων ἀεὶ καθ' ἑκάστην τῇ παντελεῖ, διορθώσει Δέσποτα, ὥς περ φύλλον εὐτελές, διασείεις ἅπασαν τὴν γῆν, εἰς τὸν φόβον Σου πιστοὺς στηρίζων ἡμᾶς.
Ῥῦσαι σεισμοῦ βαρυτάτου πάντας ἡμᾶς, καὶ μὴ δώῃς Κύριε, ἀπολέσθαι παντελῶς, τήν κληρονομίαν Σου πολλοῖς, παροργίζουσαν κακοῖς Σὲ τὸν Μακρόθυμον.
Θεοτοκίον.
Ἱκετευτικῶς Σοι βοῶμεν Μῆτερ Θεοῦ, τὰ συνήθη σπλάγχνα Σου, ἐπὶ πόλιν καὶ λαόν, συμπαθῶς δεικνύουσα σεισμοῦ, βαρυτάτου καὶ φθορᾶς ἡμᾶς ἀπάλλαξον.
 
Ὁ Κανὼν τοῦ Ἁγίου Δημητρίου. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀρχὴ σοφίας τοῦ Θεοῦ ποιούμενος, φόβον Δημήτριε, ἀρετῶν παντοίων, ὤφθης καταγώγιον, καὶ πάθη ἀπενέκρωσας, διὸ πάθη νεκρῶσαι, καὶ ἀρετὰς κατεργάζεσθαι, κᾀμὲ σαῖς πρεσβείαις ἀξίωσον.
Φάλαγξ δαιμόνων πονηρῶν βεβύθισται, ἄθλοις τοῖς σοῖς Ἀθλητά, Θετταλίας τὸ εὖχος, Μυροβλύτα ἔνδοξε, καὶ πάνσοφε Δημήτριε, ὀδμῆς θείου σου μύρου, ψυχὰς τελούντων τὴν μνήμην σου, ἔμπλησον καὶ σῶσον πρεσβείαις σου.
Σὺ τὸν Χριστὸν ἀπὸ ψυχῆς ἠγάπησας, Μάρτυς Δημήτριε, καὶ ἐντολαῖς Αὐτοῦ, πάσας τὰς ἐτήρησας, διὸ θερμῶς σοῦ δέομαι, ἀγαπήσεως Τούτου, βέλει τρωθῆναί με πρέσβευε, καὶ τηρεῖν Αὐτοῦ τὰ προστάγματα
Θεοτοκίον.
Βάτος ἣν εἶδε Μωϋσῆς Ἀνύμφευτε, καιωμένην ποτέ, καὶ μὴ φλεγομένην, ἐμφανῶς τὴν ἄχραντον, νηδύν Σου προεικόνιζεν, ἣν οὐκ ἔφλεξεν ὅλως, ἄϋλον πῦρ τῆς θεότητος, ἐν αὐτῇ τοῦ Λόγου σκηνώσαντος.
 
Ὁ Κανὼν τοῦ Ἁγίου Νέστορος. ᾨδὴ α'. Ἦχος δ'. Ἅρματα Φαραὼ.
Ἅρματι φλογερῷ, τῷ σῷ αἵματι σοφέ, χαίρων ἐπιβέβηκας, καὶ πρὸς οὐράνιον ὕψος, ἔνθα Ἰησοῦς τὸ ἄχρονον φῶς, μετὰ χαρᾶς ἀνελήλυθας.
Θώρακα νοητόν, τὸν τῆς πίστεως σαυτῷ, Νέστορ περιθέμενος, καὶ τὸν Σταυρὸν ὡς δόρυ ἔχων ἐν χερσί, τὰς τοῦ ἐχθροῦ, στερρῶς συνέκοψας φάλαγγας.
Ζέσει τῆς τοῦ Χριστοῦ, κρατυνόμενος στοργῆς, ἔνδον εἰσεπήδησας, ἐν τῷ σταδίῳ καὶ πάσας, ἔλυσας Λυαίου μηχανάς, καὶ νίκης τρόπαιον ἔστησας.
Θεοτοκίον.
Συνέλαβες ἐν γαστρί, τὸν συνάναρχον Πατρί, ἔτεκες ἀπείρανδρε, ὑπερφυῶς κατὰ σάρκα, μείνασα παρθένος ὄντως Ἁγνή· διὸ σε πάντες γεραίρομεν.
 
ᾨδὴ γ'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε Ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
Ἡ γῆ μαστίζεται ἡμῶν, κακῶς διακειμένων, καὶ ἀεὶ τὴν ὀργήν Σου, συγκινούντων καθ' ἡμῶν, οἰκτίρμον Παμβασιλεῦ, ἀλλὰ φεῖσαι, Δέσποτα τῶν δούλων Σου.
Συσσείσας Κύριε τὴν γῆν, ἐστερέωσας πάλιν, νουθετῶν ἐπιστρέφων, τὴν ἀσθένειαν ἡμῶν, στηρίζεσθαι ἐν τῷ Σῷ, θείῳ φόβῳ, θέλων Ὑπεράγαθε.
Γεννώσας θάνατον πικρόν, καὶ σεισμοὺς βαρυτάτους, καὶ πληγὰς ἀνηκέστους, ἁμαρτίας ἀδελφοί, ἐκφύγωμεν καὶ Θεόν, μετανοίας, τρόποις ἐκμειλίξωμεν.
Θεοτοκίον.
Ἡ μόνη οὖσα ἀγαθή, τὸν πανάγαθον Λόγον, ἐκτενῶς ἐκδυσώπει, τῆς παρούσης τοῦ σεισμοῦ, ῥυσθῆναι πάντας ὀργῆς, Θεοτόκε, ἄχραντε δεόμεθα.
 
Τοῦ Ἁγίου Δημητρίου. Οὐρανίας ἁψίδος.
Σὺ ἀπέδειξας ὄντως πρὸ δυσσεβοῦς βήματος, ὡς οὐκ ἔστιν ἄλλος, Δεσπότης καὶ Ποιητὴς τοῦ παντός, πλὴν τοῦ Κυρίου Χριστοῦ· ὅθεν ὁπλίζει δυνάμει, τοῦ Χριστοῦ τὸν Νέστορα, κατὰ Λυαίου δεινοῦ.
Σὺ τὰς λόγχας ἐδέξω καὶ τὸ θανεῖν Ἅγιε, ὑπὲρ τοῦ Χριστοῦ ἡμᾶς πάντας, δὲ καταξίωσον, ὑπὲρ τῆς πίστεως, καὶ παραδόσεων θείων, ἐν ἑτοίμῳ γίνεσθαι, δέξασθαι θησαυρόν.
Ὡς ὁ σκύλα εὑρίσκων καὶ θησαυρὸν τέρπεται, οὕτως εὑρηκώς ἐγὼ Μάρτυς, σὸν θεῖον ὄνομα, καὶ τὴν εἰκόνα σου, καταφυγὴν ἐν ἀνάγκαις, χαίρων ὀνομάζων σε, κατασπαζόμενος.
Θεοτοκίον.
Ἐπὶ Σοὶ Παναγία ὁ τοῦ παντὸς αἴτιος, δι’ ὑπερβολὴν εὐσπλαγχνίας θέλων ἐσκήνωσε, καὶ καθηγίασε, τὴν τῶν ἀνθρώπων οὐσίαν, παραβάσει πρότερον, ἐξολισθήσασαν.
 
Τοῦ Ἁγίου Νέστορος. Ὁ στερεῶν βροντὴν.
Δυναμωθεὶς τῷ κράτει τῆς ἰσχύος, τοῦ τοὺς μοχλοὺς συντρίψαντος, καὶ τὰς τοῦ ᾍδου πύλας, σπουδῇ εἰς τὸ στάδιον εἰσῆλθες, καὶ κραταιῶς συνέτριψας, ἐχθροῦ μηχανήματα
Ὁ παλαιᾶς ἀπάτης ἀρχηγέτης, πρὸ τῶν ποδῶν σου ἥπλωται· νεανικῶς γὰρ πρὸς ἐκτομήν, προσεχώρησας τοῦ ξίφους, Νέστορ Μαρτύρων καύχημα· διὸ εὐφημοῦμέν σε.
Προκαταλύσας θράσος παρανόμων, Θεῷ θυσίαν ἔθυσας, Μάρτυς τὸ αἷμά σου ἀμοιβήν, ἱερὰν Αὐτῷ παρέχων· διὸ σε ἀντημείψατο, πλουσίοις χαρίσμασι.
Θεοτοκίον.
Τὴν ἐξ Ἀδὰμ τοῦ γένους ἀμορφίαν, ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος Ἰησοῦ, ἐν γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας, τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.
 
Κάθισμα τοῦ Ἁγίου Δημητρίου. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν θεῖον Ἀθλητήν, εὐσεβῶς συνελθόντες, Δημήτριον πιστοί, εὐφημήσωμεν ὕμνοις, σὺν τούτῳ γεραίροντες, τὸν λαμπρὸν πάντες Νέστορα, ὃς τὴν ἔπαρσιν, τὴν τοῦ Λυαίου καθεῖλε, καὶ ἐνήθλησεν ὑπὲρ Χριστοῦ καὶ τῆς δόξης, Αὐτοῦ κατηξίωται.
Δόξα. Τοῦ Ἁγίου Νέστορος. Ἦχος δ' . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Οὐ κατεπλάγης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐδειλίασας σαρκὸς ἀλγηδόνας, ἀλλ' ἀπτοήτως ἔδραμες πρὸς πάλην Σοφέ, φέρων τὸ ὑπέρμαχον, τοῦ Σταυροῦ θεῖον ὅπλον· ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης Χριστῷ παριστάμενος.
Καὶ νῦν. Τοῦ Σεισμοῦ. Ἦχος δ'. Ὅμοιον.
Τῆς ἐπελθούσης Σου ὀργῆς ἀφορήτου, ὅτι ἠλέησας ἡμᾶς καὶ ἐρρύσω, φιλανθρωπίας πέλαγος δεικνύων Χριστέ, νῦν εὐχαριστοῦμέν Σοι, παιδευθέντες ἐκκλῖναι, ἀπὸ τῶν κακῶν ἡμῶν, τῶν ἡμᾶς θανατούντων· Ἀλλ' ἐπιβλέψας οἴκτειρον ἡμᾶς, ταῖς ἱκεσίαις Σωτὴρ τῆς τεκούσης Σε.
 
ᾨδὴ δ'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Σαλεύεις Κύριε, τὴν γῆν βουλόμενος, ἑδρασμῷ ἀληθείας πάντας ἡμᾶς, Δέσποτα στηρίζεσθαι, σαλευομένους προσβολαῖς, τοῦ δολίου πολεμήτορος.
Τῇ θείᾳ νεύσει Σου, κλονεῖς τὰ σύμπαντα, καὶ δονεῖς τὰς καρδίας τῶν ἐπὶ γῆς, κατοικούντων Δέσποτα· τῆς οὖν δικαίας Σου ὀργῆς, ἄνες Κύριε τὰ κύματα.
Οὐδόλως ἔχοντας, εἰς νοῦν τὸν φόβον Σου, ἐκφοβεῖς τῇ κινήσει πάσης τῆς γῆς, μόνε Εὐσυμπάθητε, ἀλλὰ συνήθως ἐφ' ἡμᾶς, τὰ ἐλέη Σου θαυμάστωσον.
Θεοτοκίον.
Ναὸν Σε Δέσποινα, Θεοῦ γινώσκοντες, ἐν ἁγίῳ ναῷ Σου χεῖρας οἰκτράς, αἴρομεν εἰς δέησιν· ἴδε τὴν κάκωσιν ἡμῶν, καὶ παράσχου σὴν βοήθειαν.
 
Τοῦ Ἁγίου Δημητρίου. Σύ μου ἰσχὺς Κύριε.
Τῆς Ἀφρικῆς ἐῤῥύσω πάλαι Ἐπίσκοπον, ἐκ δουλείας, ἀλλοφύλων Ἅγιε, ἀλλὰ κᾀμὲ τῶν τριῶν παθῶν, τῆς φιληδονίας, φιλοδοξίας ἐκλύτρωσαι, καὶ τῆς φιλαργυρίας, καὶ μητρὸς τούτων πάντων, φιλαυτίας Δημήτριε ἔνδοξε.
Ὅλην ἐν σοὶ τὴν χάριν, εἰσοκοισάμενος, στρατιώτης ὡς ἀκαταγώνιστος, τυραννικήν, ἤσχυνας ὀφρύν, καὶ τροπαιοφόρος, ἐντεῦθεν Μάρτυς γενόμενος, στεφάνους ἀμαράντους, ἐκ Θεοῦ ἐκομίσω, ἀρχηγὲ τῶν Μαρτύρων Δημήτριε.
Μόνον Χριστοῦ τῶν ἐφετῶν τὸ ἀκρότατον, ἐξ ἰσχύος, ὅλης ἐπεπόθησας, ὅλον ὑπάρχοντα γλυκασμόν, ὅλον θυμηδίαν, ὅλον ἀκόρεστον ἔφεσιν, ἀμήχανόν τε κάλλος, καὶ Αὐτῷ τὴν ψυχήν σου, διαπύρῳ ἀθλήσει συνέδησας.
Θεοτοκίον.
Νέος Ἀδὰμ ἀντὶ τοῦ πάλαι γεγένηται, ὁ Υἱός Σου Σὺ δὲ Μῆτερ ἄχραντε, ἀντὶ τῆς Εὔας, ὁ δὲ σταυρός, ἀντὶ γνωστοῦ ξύλου, ὁ Γαβριὴλ ἀντὶ ὄφεως, ἀντὶ Ἐδὲμ ὁ πόλος, ἀντὶ λύπης τὸ χαῖρε, οὗ μετὰ κᾀμοὶ τῷ ἱκέτῃ Σου.
 
Τοῦ Ἁγίου Νέστορος. Εἰσακήκοα ὁ Θεὸς.
Δημητρίου καταυγασθείς, ταῖς φωτοβόλοις διδασκαλίαις, τῆς Ἑλλήνων ματαιότητος, τὴν ἀχλὺν διέφυγες, καὶ μαρτυρίου φέγγος ἀπήστραψας.
Ἀπιστίας τὴν ἁλμυράν, ταράξας θάλασσαν γλυκασμῷ σου, τῆς νοστίμου Νέστορ πίστεως, ἀσεβῶν στρατεύματα, βυθῷ τῶν σῶν αἱμάτων ἀπέπνιξας.
Φυτευόμενον πρὸς ζωήν,ἐδείχθης δένδρον τῇ εὐκαρπίᾳ, διατρέφων τῶν ἀγώνων σου, τῶν πιστῶν τὸ πλήρωμα, Νέστορ Χριστοῦ Μαρτύρων τὸ καύχημα.
Θεοτοκίον.
Καθαρτήριόν μοι γενοῦ, ἁμαρτημάτων, καὶ δὸς μοι χεῖρα, βοηθείας κινδυνεύοντι, Παναγία Δέσποινα,Χριστιανῶν βεβαία ἀντίληψις.
 
ᾨδὴ ε'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενος.
Καὶ σὺ καρδία σείσθητι νῦν, βλέπουσα Θεοῦ τὴν ἀπειλήν, ἐπικειμένην καὶ βόησον· φεῖσαι τοῦ λαοῦ Σου Δέσποτα Κύριε, καὶ παῦσον τὴν δικαίαν ὀργὴν Σου Εὔσπλαγχνε.
Λαὸν καὶ πόλιν ἣν περ τῷ Σῷ, αἵματι ἐκτήσω Ἰησοῦ, μὴ παραδῷς εἰς ἀπώλειαν, ἐν τῷ συνταράσσειν τὴν γῆν σεισμῷ φοβερῷ, χορὸς τῶν Ἀποστόλων καθικετεύει Σε.
Ὁδούς Σου Δέσποτα τὰς ὀρθάς, γνώμῃ ὑπεκκλίνοντες στρεβλῇ, εἰς ἀγανάκτησιν τρέπομεν, Σὲ τὸν συμπαθῆ τε καὶ ἀμνησίκακον, ἀλλ' ἵλεως Οἰκτίρμον γενοῦ τοῖς δούλοις Σου.
Θεοτοκίον.
Νῦν βοηθείας ἦλθεν καιρός, νῦν καταλλαγῆς χρεία Ἁγνή, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, ὅπως οἰκτειρήσῃ προσκεκρουκότας ἡμᾶς, καὶ τῆς ἐπικειμένης ὀργῆς λυτρώσηται.
 
Τοῦ Ἁγίου Δημητρίου. Ἴνα τί με ἀπώσω.
Ἀσεβεῖς Σου τὴν δόξαν, τοῦ Θεοῦ οὐκ ὄψονται, ἀλλ’ οὐδὲ γνώσονται, τοὺς σεπτοὺς ἀγῶνας, καὶ πρὸς Σὲ τὴν μεγίστην καὶ ἄῤῥητον, Σῶτερ παῤῥησίαν, τοῦ Μυροβλύτου Δημητρίου, ὃν Σοι πρέσβυν ἀεὶ προβαλλόμεθα.
Πλοῦτον εὗρες καὶ δόξαν, πλοῦτον ἀναφαίρετον δόξαν αἰώνιον, ἐν ἐπουρανίοις, σὺν Ἀγγέλοις χορεύων σκηνώμασι, καὶ τῆς ἀκηράτου, καὶ διαρκοῦς ἀθανασίας, γεγονῶς ἐν μεθέξει Δημήτριε.
Σῶν αἱμάτων ῥανίδες ἀποστάζουσας, χλαῖναν πολύτιμον, καὶ τῆς ἀκηράτου, εὐφροσύνης χιτῶνα ἐξήφαναν, ὅνπερ νῦν θεόφρον, ἐν οὐρανοῖς ἐνδεδυμένος, καθαρὸς τῷ Δεσπότῃ παρίστασαι.
Θεοτοκίον.
Σύ μου σκέπη καὶ κράτος, Πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄῤῥηκτον, καὶ Σὲ ἱκετεύω, ἐν νυκτὶ καὶ ἡμέρᾳ με φύλαττε, καὶ παντοίας βλάβης ἐπερχομένης τοῦ Βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω Σε.
 
Τοῦ Ἁγίου Νέστορος. Ὄρθρον φαεινὸν ἡμῖν.
Λόγοις θείας γνώσεως, τὴν διάνοιαν καταρδευθείς, μαρτυρίου στάχυν ὥριμον, ἔνδοξε Νέστορ ἐβλάστησας.
Νόμοις τοῖς τῶν λόγων σου, ὦ Δημήτριε Μάρτυς τοῦ Χριστοῦ, ἀθεΐας τὸ ἀνόμημα, ὁ Νέστωρ τὸ μέγα κατέπαυσεν.
Ἐχθρὸν πρὸς ὁρώμενον, συμπλεκόμενος τὴν τοῦ Θεοῦ, ἀοράτως συμμαχίαν, ἐκέκτησο Νέστορ ἀοίδιμε.
Θεοτοκίον.
Χαῖρε ἡ κυήσασα, τὸν Θεὸν ἄνευ σπορᾶς, χαῖρε μόνη Θεομῆτορ Πανάχραντε, χαῖρε Νύμφη ἀνύμφευτε.
 
ᾨδὴ ς'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι Σου προσδραμών, βοῶ Σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Οὐκ ἔχοντες Δέσποτα, παρρησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος Σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους Σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς Σου ἐξελοῦ ἡμᾶς.
Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας· εὐχαρίστως διὸ Σε μεγαλύνομεν.
Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ Σου Λόγε στηριζώμεθα.
Θεοτοκίον.
Ἁγία Θεόνυμφε, ἀπορούμενον νυνί, τὸν Σὸν λαὸν οἰκτείρησον, καὶ μητρικαῖς πρεσβείαις τὴν καθ' ἡμῶν, Θεοῦ ἀγανάκτησιν, μεταποίησον τάχος δυσωποῦμέν Σε.
 
Τοῦ Ἁγίου Δημητρίου. Ἱλάσθητί μοι Σωτήρ.
Δημήτριε τὴν ψυχήν, ὀφθεὶς στεῤῥότερος ἔνδοξε, ἀδάμαντος ἀπειλάς, τυράννου καὶ κάθειρξιν, καὶ βίαιον θάνατον, οὐδὲ ἐλογίσω, τῷ Χριστῷ συζῇν ἑλόμενος.
Λόγχης νυγείσης πλευρᾶς, τῆς δεξιᾶς σου Δημήτριε, ἠξίωσας τῷ Χριστῷ, τὸ πάθος Του μιμήσασθαι, καὶ σώζειν τοὺς πίστει σε, ἐπικαλουμένους, ἐκ κινδύνων ἀξιάγαστε.
Καθάπερ πῦρ ἐπιστᾶς, Θεσσαλονίκης τοῖς τείχεσι, τὴν ἔφοδον τῶν ἐχθρῶν, Δημήτριε ἔτρεψας· οὕτω διασκέδασον, καὶ νῦν πᾶσαν βλάβην, ἀφ’ ἡμῶν τοῦ πολεμήτορος.
Θεοτοκίον.
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κᾀμὲ τῆς Αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς Σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.
 
Τοῦ Ἁγίου Νέστορος. Ζάλη με λογισμῶν.
Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ δόρατι τῆς ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων ζωήν.
Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ Δεσπότῃ παρέστης Χριστῷ.
Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς Αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου κατῄσχυνε.
Θεοτοκίον.
Ῥῆξον μου τὰς σειρὰς τῶν ἐγκλημάτων, ἡ Θεὸν κυήσασα, τὸν αἴροντα τὴν τοῦ κόσμου ἁμαρτίαν, Παρθένε Μαριάμ· ἐν Σοὶ γὰρ τὰς ἐλπίδας, τῆς σωτηρίας ἀνέθηκα.
 
Κοντάκιον τοῦ ἁγ. Δημητρίου, αὐτόμελον. Ἦχος β'.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Κοντάκιον τοῦ ἁγ. Νέστορος. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος· σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ Κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
 
Συναξάριον.
Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.
Στίχοι·
Σταυροῦ τρανώσας τὴν δυναστείαν Νέστωρ,
τῷ Σταυρωθέντι ἄγει τὴν κεφαλὴν ὡς δῶρον.
Τιμᾷ ἄθλους σου Θεσσαλονίκη Νέστωρ,
ἥν φρούρει ἄτρωτον ἐκ βλάβης ἐναντίων,
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπερύμνητος εἶ Κύριε μακρόθυμε, ὅτι οὐκ ἐθανάτωσας, τοὺς οἰκέτας Σου, σπαραγμῷ καὶ κλόνῳ φοβερῷ, τῆς γῆς, ἀλλ' ἐφόβησας ζητῶν, τὸ ἐπιστρέψαι τῶν κακῶν, καὶ ζῆσαι πάντας ἡμᾶς.
Στεναγμὸν ἀπὸ καρδίας ἀναπέμψωμεν, καὶ δάκρυα προχέωμεν, ὅπως ἵλεων τὸν Δεσπότην, εὕρωμεν Χριστόν, ἐκτρῖψαι σεισμῷ πάντας ἡμᾶς, διὰ πληθὺν ἁμαρτιῶν, ἐπαπειλοῦντα δεινῶς.
Οἴμοι! κράξωμεν, καὶ χεῖρας ἐκπετάσωμεν, πρὸς τὸν Θεὸν τὸν ὕψιστον, καὶ παυσώμεθα τοῦ λοιποῦ, ποιεῖν τὸ πονηρόν· ἰδοὺ ὁ Σωτὴρ ἀγανακτῶν, σαλεύει ἅπασαν τὴν γῆν, στηρίξαι θέλων ἡμᾶς.
Θεοτοκίον.
Νεῦσον Ἄχραντε, σωθῆναι τοὺς οἰκέτας Σου, ἀπολεσθῆναι μέλλοντας, ἐν ὀργῇ Θεοῦ, καὶ θυμῷ μεγάλῳ καὶ φρικτῷ, τῆς νῦν ἐπελθούσης ἀπειλῆς, διὰ τὸ πλῆθος τῶν πολλῶν, ἁμαρτημάτων ἡμῶν.
 
Τοῦ Ἁγίου Δημητρίου. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Λέπρας τὸν ἄρχοντα Αὐλῶνος, ἀπεκάθηρας Δημήτριε τρισμάκαρ, ἡμᾶς δὲ Ἀθλητά, σώματος ἐμπαθείας, καὶ προσπαθείας κάθαρον, καὶ ψυχικῆς ἡδυπαθείας.
Ἔστησας πρὶν τὴν τοῦ Δεσπότου, ἀγανάκτησιν κατὰ τῆς σῆς πατρίδος, φερομένην σοφέ, ἀλλὰ καὶ ἤδη στῆσον, ταύτην καθ’ ἡμῶν ῥέπουσαν, νικηθεὶς φιλαδελφία.
Δήμοις Μαρτύρων ἠριθμήθης, ταῖς χορείαις τε τῶν θείων Ἀσωμάτων, ἀλογήσας σαρκός, καὶ δόξης τῆς προσκαίρου, καὶ ἀριστεύσας χάριτι, Ἀθλητὰ Χριστοῦ τρισμάκαρ.
Θεοτοκίον.
Πάντων μὲν Σὺ ὑψηλοτέρα, ἁγιότητι ἐγὼ δὲ ἔσχατος πάντων, Σὺ οὖν ἀνόρθωσόν με, τὸ πλήρωμα τῆς χάριτος, πλήρωμα τὸ τῆς κακίας.
 
Τοῦ Ἁγίου Νέστορος. Ὁ ἐν τῷ ὄρει τῷ Μωσεῖ.
Ὁ καταυγάσας τῶν πιστῶν τὰς καρδίας, ἀκτῖσι τῶν ἀγώνων τοῦ Ἀθλοφόρου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῆς ἀσεβείας κατασβέσας τὴν φλόγα, τῇ δρόσῳ τῶν αἱμάτων σου Μάρτυς Νέστορ, εὐλόγητός εἶ μέλπεις νῦν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θυσία ζώσα εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσαγόμενος Μάρτυς Νέστορ, εὐλογητὸς εἶ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἁγιωτέρα Χερουβὶμ ἀνεδείχθης, τεκοῦσα ὑπεράγιον Θεὸν Λόγον, Ὑπεραγία Δέσποινα, τὸν ἡμᾶς ἁγιάζοντα.
 
Τοῦ Σεισμοῦ. ᾨδὴ η'. Ὁ Εἱρμὸς.
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῆς δικαίας Σου ταύτης ὀργῆς Φιλάνθρωπε, ἐπελθούσης ἀθρόως συνεταράχθημεν, καὶ ἀπελπισμῷ παντελεῖ συνεσχέθημεν, προσαγανακτοῦντα, ὁρῶντες καθ' ἡμῶν Σε.
Ἀνατείνωμεν χεῖρας πιστοὶ καὶ ὄμματα, πρὸς τὸν μόνον Δεσπότην σῴζειν δυνάμενον, κράζοντες· Χριστέ, τὸν θυμόν Σου ἀπόστρεψον, ἀφ' ἡμῶν ταχέως, φιλάνθρωπος ὑπάρχων.
Χιλιάδες Ἀγγέλων, Μαρτύρων σύλλογος, Προφητῶν Ἀποστόλων, Ὁσίων Ἱεραρχῶν, ἅγιος χορός, ἱκετεύει Σε Δέσποτα· φεῖσαι τοῦ λαοῦ Σου, τοῦ τεταπεινωμένου.
Ὁ γινώσκων Οἰκτίρμον τὸ ἀσθενὲς ἡμῶν, καὶ εὐόλισθον πάντῃ καὶ ἀδιόρθωτον, ἄνες τὴν ὀργήν, καὶ τὸν τάραχον κόπασον, καὶ τῷ Σῷ ἐλέει, οἰκτείρησον τὸν κόσμον.
Θεοτοκίον.
Συμπαθὴς Θεοτόκε τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα Σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ τὸν στεναγμὸν τοῦ λαοῦ Σου, καὶ τάχυνον, τοῦ παρακαλέσαι, ἡμᾶς οἰκτειρηθῆναι.
 
Τοῦ Ἁγίου Δημητρίου. Ἑπταπλασίως κάμινον.
Ὁ θαυμαστὸς ἐν Μάρτυσιν, ἀριστεύσας λαμπρότατα, καὶ καταβαλών, τοῦ δυσμενοῦς τὴν ἔπαρσιν, ὁ μέγας ταξίαρχος, Θεσσαλονίκης ὁ φρουρός, ὁ περικαλῆς καὶ εὐκλεῆς στρατιώτης, Χριστοῦ τοῦ Βασιλέως, τῶν θαυμάτων ἡ βρύσις, Δημήτριος ὑμνείσθω, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ ἀρχηγὸς ἐν Μάρτυσιν, ἀριστεύσας λαμπρότατα, Μαξιμιανοῦ ὁ καθελὼν τὴν ἔπαρσιν, λιμὴν ὁ σωτήριος, τοῖς ἐν πελάγει οὖσι δεινῶν, ὁ περιφανῆς καὶ εὐσεβῆς στρατιώτης, Χριστοῦ τοῦ Βασιλέως, ἡ κρηπὶς τῶν Μαρτύρων, ὑμνήσθω χαρμοσύνως, Δημήτριος ὀ Μέγας.
Ὀλολαμπὴς ὡς ἥλιος, τῷ φαιδρῷ στερεώματι, τῷ τῆς Ἐκκλησίας, ἐμφανῶς ἀνέτειλας, ἀκτῖσι τῶν ἄθλων σου, φωταγωγὼν τὰ πέρατα, καὶ μαρμαρυγαῖς τῶν ὑπερλάμπρων θαυμάτων, παθῶν διώκων σκότος, καὶ δαιμόνων τὴν νύκτα, Δημήτριε σκεδάζων, μενόντων σῷ τεμένει.
Θεοτοκίον.
Νέον ὡς βρέφος τέτοκας, τὸν Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ὁ κλεινὸς Δημήτριε καθομολογήσας, καὶ ἐναθλεῖ Τούτου χάριν, μεθ’ οὗ Σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.
 
Τοῦ Ἁγίου Νέστορος. Τοῦ Κυρίου ἡ γῆ.  
Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν ὑπὲρ Χριστοῦ, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, ὥσπερ νύμφην ὡραϊσμένην, Μαρτύρων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει, ὑπήντησάν σοι Μάρτυς.
Ὢ ψυχῆς σου θεοφιλοῦς, τὸν θάνατον τὸν πρόσκαιρον, οὐδὲν ἡγησαμένης, τὸ δὲ ζῆν ἐν Κυρίῳ ἐκλεξαμένης!  ὢ θείας ἀνδρείας, ἐχθρῶν κραταιότητα, τῶν μὴ ὁμολογούντων Χριστὸν στηλιτευσάσης!
Τὸν ἀγῶνά σου τὸν καλόν, ἠγώνισαι τὸν δρόμον ἀληθῶς, Νέστορ τετέλεκας σοφέ, καὶ τετήρηκάς σου τὴν πίστιν· λοιπὸν σοι τὸ στέφος, τὸ τῆς δικαιοσύνης ἀπόκειται, ὅπερ παρέξει Χριστὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐ πτοοῦμαι τοῦ δυσμενοῦς, τὰ θήρατρα Σὲ ἔχων βοηθόν, οὐ φοβηθήσομαι κακά, Σοὶ προστρέχων Θεοκυῆτορ· ἐν Σοὶ γὰρ καυχῶμαι, καὶ ἐν Σοὶ ὑπερβήσομαι Πάναγνε, τεῖχος ἁμαρτίας σωθεὶς τῇ Σῇ πρεσβείᾳ.
 
ᾨδὴ θ'. Τοῦ Σεισμοῦ. Ὁ Εἱρμὸς.
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ Σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· Ὅν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς Σε μακαρίζομεν.
Ἰδοὺ οἱ πάντες ἡμεῖς ἐπταίσαμεν, καὶ φοβερῶς ἡ γῆ μηδὲν σφαλεῖσα κολάζεται· νουθετῶν γὰρ ἡμᾶς ὁ Φιλάνθρωπος, ὅλην αὐτὴν σαλεύει· λάβωμεν αἴσθησιν, καὶ τῆς σωτηρίας ἑαυτῶν ἐπιμελώμεθα.
Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μιᾷ ῥοπῇ ἠθέλησας ἐκτρῖψαι τοὺς δούλους Σου, ὑπὸ δὲ τῆς πολλῆς εὐσπλαγχνίας Σου, Δέσποτα ἐκωλύθης, εὐχαριστοῦμέν Σοι, οἱ ἀναπολόγητοι ἡμεῖς, μόνε Φιλάθρωπε.
Σεισμοῦ μαχαίρας, πικρᾶς ἁλώσεως, καὶ ἐθνικῆς Χριστὲ ἐπιδρομῆς καὶ συμπτώσεως, καὶ λιμοῦ καὶ λοιμοῦ καὶ κακώσεως, πάσης ἄλλης Οἰκτίρμον, ῥῦσαι τὴν πόλιν Σου, ἅπασάν τε χώραν, τῶν πιστῶς ὑμνολογούντων Σε.
Ἡ γῆ ἀγλώσσως βοᾷ στενάζουσα, τὶ με κακοῖς μιαίνετε πολλοῖς πάντες ἄνθρωποι; καὶ ὑμῶν ὁ Δεσπότης φειδόμενος, ὅλην ἐμὲ μαστίζει, λάβετε αἴσθησιν, καὶ ἐν μετανοίᾳ, τὸν Θεὸν ἐξιλεώσασθε.
Θεοτοκίον.
Φθορὰν τῷ τίκτειν μὴ ὑπομείνασα, πάσης φθορᾶς Παρθένε ἐξελοῦ ἡμᾶς ἅπαντας, καὶ σεισμοῦ βαρυτάτου καὶ θλίψεως, παύουσα τοῦ Δεσπότου τὴν ἀγανάκτησιν, ταῖς Σαῖς μητρικαῖς καταλλαγαῖς Θεοχαρίτωτε.
 
Τοῦ Ἁγίου Δημητρίου. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἡγίασεν ἀθλήσαντα καρτερῶς, ὁ Θεός σε παμμάκαρ ὁ Ἅγιος, Ὅν ἐκτενῶς, αἴτησαι ἐκπέμψαι ἁγιασμόν, καὶ φωτισμὸν καὶ λύτρωσιν, τῶν ἁμαρτημάτων πᾶσιν ἡμῖν, Δημήτριε τοῖς μέγαν, προστάτην σε πλουτοῦσι, καὶ ἀντιλήπτορα θερμότατον.
Ναοῦ σου καὶ λειψάνου καὶ μύρων σῶν, εἰ καὶ νῦν οἱ σοὶ δοῦλοι στερούμεθα, διὰ πληθύν, κακῶν ἡμετέρων ἀλλὰ τῆς σῆς, πρεσβείας τε καὶ χάριτος, μὴ καὶ στερηθείημεν Ἀθλητά· σὲ γὰρ πρὸς τὸν Δεσπότην, προβαλλόμεθα πρέσβυν, ἐν τοῖς κινδύνοις ἡμῶν πάντοτε.
Ἰδού σοι τῆς ψυχῆς μου τῆς ταπεινῆς, τῷ λαμπρῷ καὶ θερμῷ ἀντιλήπτορι, τὴν πενιχράν, ταύτην προσενήνοχα προσφοράν, τὸ δουλικὸν λειτούργημα, Μάρτυς εὐγνωμόνως ἀποπληρεῖς, ἧ πρόσχες ἀγαπήσας, τὴν γνώμην πρὸ τῶν ἔργων, καὶ πρὸ τοῦ δώρου τὴν προαίρεσιν.
Θεοτοκίον.
Φυλάξας Σε Παρθένον ὁ ἐκ τῶν Σῶν, ἀνατείλας λαγόνων ἀνέσπερος, ὡς ἀληθῶς, ἥλιος Παρθένε τὸν Ἀθλητήν, Δημήτριον ἐλάμπρυνε, διηγωνισμένον καρτερικῶς, μεθ’ οὗ Αὐτὸν δυσώπει, ἡμᾶς κατοικτειρῆσαι, τοὺς εὐσεβῶς Σὲ μακαρίζοντας.
 
Τοῦ Ἁγίου Νέστορος. Ὅτι ἐποίησέ μοι μεγαλεῖα.
Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε.
Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε.
Χορεύων μέτ’ Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς Αὐτοῦ, τῶν τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.
Θεοτοκίον.
Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν, τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.
 
Ἐξαποστειλάριον. Τοῦ Ἁγίου Δημητρίου. Γυναῖκες ἀκουτίσθητε.
Ἀγάλλοντα τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐπὶ τῇ θείᾳ σου μνήμῃ, Δημήτριε ἀθλοφόρε, καὶ γὰρ ἀεὶ τῷ Κτίστῃ σου, πρεσβεύεις ὑπὲρ ἅπαντας, συνῶν καὶ παριστάμενος,στεφανηφόρος ὡς Μάρτυς, τῷ θρόνῳ τῆς θείας δόξης.
Ἕτερον. Τοῦ Ἁγίου Νέστορος.
Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.
Θεοτοκίον.
Συνήθως τὰ ἐλέη Σου, Φιλάγαθε πανύμνητε, καὶ τοὺς πολλοὺς οἰκτιρμούς Σου, δεῖξον καὶ νῦν Θεοτόκε, ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, τῆς φοβερᾶς λυτρουμένη.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τοῦ Ἁγίου Δημητρίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Δημήτριε, γλῶσσαι βροτῶν οὐκ ἰσχύουσι, ἐξαριθμήσασθαι, δόξαν σου τὴν θείαν, ἣν ἐκτήσω ἄνωθεν, συνὼν τῷ Βασιλεῖ Ὅν σὺ ἐπόθησας, ὑπὲρ Οὗ καὶ τέλος δέδεξαι, ὑπ’ ἀνόμων λογχευθεὶς τῷ σώματι.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Ἀθλητὰ Δημήτριε, σὺν τῷ Θεῷ εὐηρέστησας, ἀγωνισάμενος, μέσον τοῦ σταδίου, λόγοις τε καὶ πράξεσι, κατὰ τῶν ἀντιπάλων ῥωννύμενος, σθένει τοῦ Πνεύματος, καὶ τὸν στέφανον ἀπείληφας, ὅθεν πάντες σὲ νῦν μακαρίζομεν.
Ποθήσας Δημήτριε Χριστόν, τὸν Θεὸν μακάριε, πᾶσαν σαρκὸς τὴν εὐπάθειαν, σοφῶς ἐμίσησας, νεότητας κάλος, καὶ τρυφὴν τὴν ῥέουσαν, καὶ χαίρων τὸ σὸν αἷμα ἐξέχεας, διὸ τὴν μνήμην σου, τὴν ἐτήσιον γεραίρομεν, τὸν Σωτῆρα Χριστὸν μεγαλύνοντες.
Παμμάκαρ Δημήτριε Χριστόν, ἵλεον ἀπέργασαι, ἡμῖν τῇ θείᾳ πρεσβείᾳ σου, τοῖς ἑορτάζουσι, τὴν πανίερόν σου, καὶ ἁγίαν ἄθλησιν, καὶ τὴν πρὸς τὸν Χριστὸν παρουσίαν σου, δι’ ἧς ἀπείληφας, τὰ βραβεῖα τῶν ἀγώνων σου, σὺν Ἀγγέλοις ἀεὶ ἀγαλλόμενος.
Δόξα.Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες ἅπαντες,  χορείαν συγκροτήσαντες σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ Μεγαλομάρτυρος καὶ Μυροβλύτου Δημητρίου, ᾄσμασιν ἐγκωμίων τοῦτον καταστέψωμεν. Οὗτος γὰρ ὁ ἀξιΰμνητος, τῶν τυράννων τὸ θράσος κατέβαλε, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησε, καὶ αἵμασιν μαρτυρικοῖς τὴν γῆν ἡγίασεν. Αὐτὸν οὖν καὶ ἡμεῖς, ὡς τῶν οἰκείων ὁρίων θρέμματα ὑπάρχοντες, σχετικῶς τοῦτον ἐγκωμιάζοντες, καὶ τὴν τῆς εἰκόνος  μορφὴν κατασπάζοντες, μεσίτην πρὸς τὸν Δεσπότην προσάξωμεν, καὶ πρέσβυν προβαλλόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τοῦ Σεισμοῦ. Ἦχος πλ. β΄.
Φοβερὸς  εἶ Κύριε, καὶ τὶς ὑποστήσεται τὴν δικαίαν Σου ὀργήν, ἢ τὶς Σὲ δυσωπήσει, ἢ τὶς παρακαλέσει Ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; Τὰ οὐράνια τάγματα Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, Θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν Σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν Σου μὴ παρίδῃς Ἀγαθέ, διὰ σπλάγχνα ἐλέους, σῷζε πόλιν κινδυνεύουσαν.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου