Κυριακή, 6 Αυγούστου 2017

Ἀκολουθία Μεγαλομάρτυρος ΑΡΤΕΜΙΟΥ

Ψαλλομένη τῇ 20η Ὀκτωβρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. δ΄. Οἱ Μάρτυρές Σου Κύριε.
Ὁ ἔνδοξος Ἀρτέμιος, περιζωσάμενος ἐν ἀληθείᾳ, καὶ ὁπλισάμενος τὴν δυναστείαν, περιφανῶς τὴν τοῦ Σταυροῦ, πάσας ἐναντίας ἐτροπώσατο, φάλαγγας δαιμόνων θείᾳ χάριτι· αὐτοῦ ταῖς ἱκεσίαις, Δέσποτα πᾶσι δίδου τὸ μέγα ἔλεος. (Δίς).
Τὴν χλαῖνάν σου ἐφοίνιξας, βαφαῖς τοῦ αἵματος τοῦ σοῦ παμμάκαρ, καὶ στολισάμενος αὐτὴν ὁσίως, συμβασιλεύεις τῷ Χριστῷ, στέφος ἀφθαρσίας περικείμενος, καὶ τοῖς Ἀσωμάτοις ὁμοιούμενος· μεθ’ ὧν ὑπὲρ τοῦ κόσμου, πρέσβευε ἀεννάως, Μάρτυς Ἀρτέμιε.
Ἡ θήκη τῶν λειψάνων σου, ἀναπηγάζουσα θαυμάτων ῥεῖθρα, βυθίζει δαίμονας καὶ κατακλύζει, πάθη ἀνίατα βροτῶν· ἧν περικυκλοῦντες ἀσπαζόμεθα, σοῦ τὰς ἀριστείας ἐκθειάζοντες· διὸ ταῖς σαῖς πρεσβείαις, Ἅγιε πᾶσι δίδου τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β .
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καί ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.
Καί νῦν. Θεοτοκίον ὁμόηχον.

Εἰς τὸν Στίχον. Ἦχος β . Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμη σου ἡ φαιδρά, τὰ πλήθη συγκαλεῖται, λαμπρὰν ὡς πανδαισίαν, τοὺς ἄθλους σου προθεῖσα, Ἀρτέμιε πολύαθλε.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθησει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πόνοι οἱ τῆς σαρκός, τὴν ἄπονόν σοι λῆξιν, προὐξένησαν ἀξίως, ἧς νῦν ἐπαπολαύων, πόνους ὑμνούντων κούφισον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Αἱμάτων σου ῥοαῖς, πυρὰν τὴν τῶν βασάνων, κατέσβεσας τρισμάκαρ, τοῦ Πνεύματος τῇ δρόσῳ, σαφῶς περιχεόμενος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παντάναξ Βασιλεῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς ἀχράντου, Παρθένου Παντανάσσης, καὶ πάντων τῶν Ἁγίων Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥὸς ἀδάμας τὸν Παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, ἐδέξω στέφος τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ σὲ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός  καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄  καί  ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσερα, δευτεορῦντες τό πρῶτον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν Αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. (Δίς).
Ἐπιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν, δι’ Ὅν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε.
Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ’ ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν
Ἀναρτήσει ξεόμενος, και ταῖς πέτραις σφιγγόμενος, καὶ σιδήρῳ πάντοθεν δαπανώμενος, καὶ ὑπὸ ξίφους τεμνόμενος, ἀκλόνητος ἔμεινας, ἐπί  πέτραν νοητήν, τῆς ψυχῆς σου πηξάμενος, βάσεις ἔνδοξε· διὰ τοῦτο νικήσας τοῖς Ἀγγέλοις, καὶ τοῖς Μάρτυσι συνήφθης, φωτὸς ἀῤῥήτου πληρούμενος.
Ἰαμάτων χαρίσματα, τοῖς ποθοῦσιν ἑκάστοτε, ἀναβλύζει ἔνδοξε σοῦ τὰ λείψανα, καὶ κατακλύζει παθήματα, καὶ νόσους Ἀρτέμιε, καὶ συμπνίγει πονηρῶν, δαιμονίων τὰς φάλαγγας, καταρδεύει δέ, τῶν πιστῶς τὰς καρδίας βλαστανούσας, ἀρετῶν καρπούς ἐνθέους, καὶ εὐσεβείας ἐπίγνωσιν.
Δόξα. Ἦχος β’. Τοῦ Στουδίτου.
Τὸν νοερὸν φωστῆρα τῆς πίστεως, Ἀρτέμιον τιμήσωμεν, ὅτι ἤλεγξε Βασιλέα τὸν ἔχθιστον, καὶ τῷ αἵματι τοῦ μαρτυρίου αὐτοῦ, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν· ὅθεν καὶ ἀπέλαβε, τῶν ἰαμάτων τὴν χάριν τὴν ἄφθονον, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πιστῶς προστρεχόντων, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Χαῖρε καὶ εὐφραίνου, Μεγαλομάρτυς Ἀρτέμιε, στρατιῶτα τοῦ Μεγάλου Βασιλέως ἄριστε· Θεῷ γὰρ εὐηρέστησας, καὶ πάντων ὑπεριδῶν, ἐν οὐρανοῖς τὴν ζωὴν τὴν αἰώνιον ἀπείληφας· ὅθεν, ἡ σορὸς τῶν λειψάνων σου, παντοίας νόσους ἀποσοβεῖ ἐξ ἀνθρώπων, τῶν μετὰ πίστεως προσκυνούντων, τὴν ἱεράν σου εἰκόνα· Χριστὸς γὰρ Ὅν ἐπόθησας, Αὐτὸς ἐν πᾶσι τοῖς πέρασιν, ἐδόξασέ σε τρισόλβιε.
Ἦχος β΄.
Αὐτόκλητος ἐχώρησας πρὸς τὰ σκάμματα τῆς ἀθλήσεως, τρισμάκαρ Ἀρτέμιε· καὶ τοῖς μὲν τριβόλοις κεντούμενος, τὰς ἀκάνθας καὶ τριβόλους παρῆλθες τοῦ Προπάτορος τῆς ἀρᾶς· τοῖς δὲ βουνεύροις τυπτόμενος, τὸν ἐχθρὸν ἐξενεύρισας· ὀγκίνοις τὰς πλευράς, καὶ τὰ βλέφαρα διαπαρείς, τὸν παλαιὸν πτερνιστήν, καὶ τόν  ἄρχοντα τοῦ σκότους τελείως κατήσχυνας· τὰ δὲ ὀστᾶ συντριβείς, πᾶσαν νόσον θεραπεύεις· τὴν κάραν δὲ ἀφαιρεθείς, ἀμαραντίνῳ στεφάνῳ κατέστεψαι, ἐκτενῶς δεόμενος, ὑπὲρ τῶν εὐφημούντων σε.
Ἦχος πλ. α΄.
Ἡ παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ Ἀρτέμιος τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐξείπη τὰς ἀριστείας σου σοφέ; Ἤ τίς ἐπαινέσει τῶν ἀγώνων σου τὰ εἴδη; Διπλοῦς γὰρ ὡς ὑπάρχων ἐκ ψυχῆς ὁμοῦ καὶ σώματος, τῷ κρείττονι τὸ χεῖρον ἔσπευσας καθυποτάξαι· ὅθεν Ἀθλοφόρων ἀνεδείχθης ἀκρότης, καὶ προστάτης ἀκοίμητος τῶν εὐφημούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νεύροις συγκοπτόμενος, καὶ ὀφθαλμοὺς ὀρυττόμενος, καὶ ἰκρίῳ κρεμάμενος, ξυστῆρσι ξεόμενος, ἀπηνῶς τὰς σάρκας, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα· ἀλλ’ ἤλεγξας στεῤῥότατα, τοῦ δυσσεβοῦς τὴν παράνοιαν, καὶ δεινὴν ματαιότητα, Ἀθλοφόρε Ἀρτέμιε.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθησει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πρὸς τὴν ἐπουράνιον, ἀποσκοπῶν ἀξιάγαστε, κληρουχίαν Ἀρτέμιε, πληγάς τε καὶ μάστιγας, εἰς οὐδὲν ἡγήσω· ἃ τὴν εὐφροσύνην, καὶ τὴν ἀντίδοσιν σαφῶς, ἐν οὐρανίοις σκηναῖς σοι προὔθηκε· διό σου τὰ μνημόσυνα, ἐπιτελοῦντες δοξάζομεν, Ἰησοῦν τὸν Φιλάνθρωπον, τὸν ἀεί σε δοξάζοντα.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε τὰ συστήματα, τῶν φιλεόρτων ἀθροίσθητε, ἱερῶς εὐφημήσωμεν, λαμπρῶς ἐκτελέσαντες, ᾄσμασι τὴν θείαν, καὶ πάμφωτον μνήμην, τοῦ Ἀθλοφόρου καὶ σεπτοῦ, Μεγαλομάρτυρος εὐφραινόμενοι· πρεσβεύει γὰρ ἑκάστοτε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, ὅπως εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.
Δόξα. Ἦχος δ΄.
Ἀσματικοῖς ἐγκωμίοις πιστοί, σήμερον ὁμοφρόνως τιμήσωμεν, Ἀρτέμιον τὸν ἐνδοξότατον. Οὗτος γὰρ βασιλέα ἤλεγξε παρανομώτατον, καὶ βασάνους ὑπομείνας πολλὰς καὶ στρεβλώσεις, τὸ αἷμα αὐτοῦ προθύμως ἐξέχεεν ὑπὲρ τῆς Χριστοῦ ὁμολογίας· ὅθεν, θαυμάτων χάριν εἴληφε παρὰ Θεοῦ, θεραπεύειν νοσήματα πλουσίως, τοῖς αὐτῷ προσεδρεύουσι· διὸ Χριστὲ ὁ Θεός, ὁ τὸν Σὸν Ἀθλοφόρον ἀξίως ἐνισχύσας, διάσωσον καὶ ἡμᾶς ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων, ταῖς αὐτοῦ ἱκεσίαις, ὡς εὔσπλαγχνος.
Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν  τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζομέν Σοι· χαῖρε μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥὸς ἀδάμας τὸν Παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, ἐδέξω στέφος τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ σὲ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Βασάνους ἀλγεινάς, ἀνδρικῶς ὑπομείνας, τὴν ἄπονον ζωήν, ἐκομίσω παμμάκαρ, Ἀρτέμιε ἔνδοξε, Ἀθλητῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν σὴν πανίερον μνήμην, ἐνθέως ἀγάλλεται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φωτί Σου Ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον Ἁγνή, καὶ τὴν πόρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ Σου τὸ θέλημα, ὅπως ἄφεσιν, τὴν τῶν πολλῶν μου πταισμάτων, εὕρω Πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, εὐχαῖς Σου ῥυσθήσομαι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρτεμίου τοὺς πόνους ἀνευφημήσωμεν, ἱερῶς ἀθροισθέντες ἐν τῷ πανσέπτῳ ναῷ, τοῦ Ἀθλοφόρου ψαλμικῶς, ὦ φιλέορτοι· μακαρίσωμεν πιστῶς, καὶ ἐκβοήσωμεν αὐτῷ· ὁπλῖτα τῆς εὐσεβείας, μὴ διαλλίπῃς πρεσβεύων, ἡμῖν δοθῆναι εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ οἰκείων αἱμάτων ὁ Ἀθλητής, ἑαυτῷ πορφυρίδα βάψας καλῶς, ὡραῖος τοῖς στίγμασι, τῷ Χριστῷ προσενήνεκται, τρισηλίου δόξης, φωτὶ λαμπρυνόμενος, καὶ ἡμᾶς φωτίζων, αὐτὸν μακαρίζοντας· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτοῦ μνήμην, τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα· ᾧ ἐν πίστει βοήσωμεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου Σου μήτρας σάρκα λαβών, προστάτιν Σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς Σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ Σου.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων…
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός…
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καί ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι· θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α΄ Κανών, οὗ ἡ ἀκροστιχίς· Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάμενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισάμενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κατὰ μέθεξιν ἄϋλον· ὅθεν δυσωποῦμεν, φώτισον ἡμᾶς ταῖς ἱκεσίαις σου.
Ἡ φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, προθεῖσα τοὺς ἄθλους σου, τὰ παλαίσματα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.
Νεκρωθέντα Μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωματικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.
Θεοτοκίον.
Σαρκωθεὶς ἐκ Σοῦ θεοπρεπῶς, Λόγος ὁ ἀσώματος, ὑπερβολῇ φιλανθρωπίας Πάναγνε, πάθει προσωμίλησε, καὶ ἀπάθειαν τοῖς ἀνθρώποις ἐπήγασεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς· Αἰνῶ πόθῳ μέγιστον, Ἀρτέμιον. Γερμανός.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
Ἄναξ Θεὲ τῶν ὅλων, αἴγλην οὐρανόθεν μοι κατάπεμψον, τοῦ ὑμνῆσαι ἀξίως, τὸν κλεινὸν ἀριστέα Ἀρτέμιον.
Ἴθυνον τοῦ νοός μου, τοῦ χρηστοῦ Ἀρτέμιε τὴν κίνησιν, τοῦ δοξάσαι ἀξίως, τὴν σεπτήν σου πανήγυριν ᾄσμασιν.
Νόμοις τοῖς τοῦ Δεσπότου, ἐπακολουθῶν Μάρτυς αὐτόκλητος, θαρσαλέως ἐν μέσῳ, ὑπεισῆλθες τρισμάκαρ τοῦ σκάμματος.
Θεοτοκίον.
Ὤφθης ἁγιωτέρα πάντων τῶν ἀΰλων, ἱκετεύω Σε, οὐρανίων Ταγμάτων, τῶν παθῶν τῆς ἀχλύος ῥυσθῆναί με

ᾨδὴ γ΄. Κανών α΄. Ἐξήνθησεν ἡ ἔρημος.
Μαρτύρων καλλωπίζεσθαι, τοῖς στεφάνοις ἔνδοξε, ἐπιποθὼν ὑπήνεγκας, τῶν μαστίγων καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας θείᾳ χάριτι.
Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας πάνσοφε, ἡ σφοδροτάτη πρόσρηξις, τῶν βασάνων· καὶ γὰρ ἐστήρικτο, νοητὴν ἐπὶ πέτραν τὴν ἀσάλευτον.
Ἰκρίῳ ἀναρτώμενος, καὶ νιφάσι πάντοθεν, τῶν σπαραγμῶν κυκλούμενος, σοῦ τὸ ὄμμα πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν ἀξιάγαστε.
Θεοτοκίον.
Σεσάρκωται βουλήματι, ἐξ αἱμάτων Δέσποινα, Σοῦ παναχράντων Κύριος, διασῴζων τὴν ἀνθρωπότητα, καὶ Μαρτύρων τοὺς δήμους ἐπεσπάσατο.

Κανών β΄. Σὺ εἶ τὸ στερέωμα.
Πόθῳ πυρπολούμενος, τῆς εὐσεβείας Ἀρτέμιε, μέσον ἑστώς, Μάρτυς τοῦ σταδίου, τὸν βελίαρ κατήσχυνας.
Ὀγκίνοις κεντούμενος, καὶ ὀφθαλμοὺς σὺ στερούμενος, διὰ Χριστόν, μάκαρ τοῦ στεφάνου, τῆς ἀθλήσεως εἴληφας.
Θρόνῳ τοῦ Παντάνακτος, μάκαρ ἀεὶ παριστάμενος, μνείαν ποιοῦ, ὑπὲρ τῶν ἐν πίστει, σοῦ τιμώντων τὴν ἄθλησιν.
Θεοτοκίον.
Ὢ τῶν ὑπὲρ ἔννοιαν, θεωριῶν Παμμακάριστε, τῶν Προφητῶν αἱ προῤῥήσεις πᾶσαι, ἐπὶ Σοὶ γὰρ πεπλήρωνται.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶς, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο θῦμα σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ, ἀθλήσας στεῤῥότατα· ὅθεν καὶ θαυμάτων, ἀναβλύζεις τὰ ῥεῖθρα, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Ἀρτέμιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου Αὐτοῦ, Δέσποινα ἐν κόλποις Σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν Αὐτῷ, Ὅν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους Σου.

ᾨδὴ δ΄. Κανών α΄. Ἐλήλυθας, ἐκ Παρθένου.
Μιμούμενος, τὸν ταθέντα  ἐν ξύλῳ θελήματι, ὑψώθης τεινόμενος, καὶ ὠμοτάτως ξεόμενος, καὶ ἀποδυόμενος, τοὺς δερματίνους χιτῶνας τῆς νεκρώσεως.
Οἱ πόνοι σου, τῆς σαρκὸς καὶ δεινῶν ἡ ἐπίτασις, τὴν ἄπονον λῆξίν σοι, Μάρτυς σαφῶς προεξένησαν, ἧς νῦν ἐμφορούμενος, ἅπαντα πόνον κουφίζεις τῶν ψυχῶν ἡμῶν.
Ἰσαγγέλῳ, γεγονότι τῶν ἄθλων λαμπρότησι, χειρὸς δι’ Ἀγγέλου σοι, πέμπει τροφὴν ὁ οὐράνιος, Ἄρτος ἡ ζωὴ ἡμῶν, ἐνδυναμοῦσάν σε Μάρτυς παναοίδιμε.
Θεοτοκίον.
Παρθένον Σε, μετὰ τόκον ἀμίαντον ἄφθορον, Θεὸς συνετήρησεν, ὁ εὐδοκήσας ἐν μήτρᾳ Σου, ὅλον με τὸν ἄνθρωπον, ἀναλαβέσθαι δι’ ἄκραν ἀγαθότητα.

Κανών β΄. Εἰσακήκοα Κύριε.
Μὴ πτοούμενος ἔνδοξε, τὸ τοῦ Παραβάτου ἄθεον φρύαγμα, ἀποτόμως τὴν κακόνοιαν, ἤλεγξας αὐτοῦ καὶ τὴν δυσσέβειαν.
Ἐπτερώθης τῷ ἔρωτι, τῷ πρὸς τὸν Χριστὸν Μάρτυς παμμακάριστε, καὶ τυράννου τὴν ἀσέβειαν, ἀπεκρούσω ὅλως βδελυξάμενος.
Γηθοσύνως Ἀρτέμιε, καὶ γενναιοφρόνως ἐπηυτομόλησας, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως, καὶ τὸν Ἀποστάτην ἀπεῤῥάπισας
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν φάνηθι, τοῖς κατεγνωσμένοις Σωτὴρ ὡς Εὔσπλαγχνος, ἱκεσίαις τῆς τεκούσης Σε, καὶ τοῦ Ἀθλοφόρου δυσωπούμενος.

ᾨδὴ ε΄. Κανών α΄. Μεσίτης Θεοῦ.
Λαμπὰς φωταυγής, καθωράθης Πνεύματος Ἀρτέμιε, πιστοὺς καταυγάζουσα, καὶ τῆς πονηρίας ἀπελαύνουσα, τὰ ζοφώδη καὶ σκότους, πεπληρωμένα πνεύματα.
Ὁ πέτρᾳ ζωῆς, τῆς ψυχῆς τὰ βήματα πηξάμενος, ταῖς πέτραις σφιγγόμενος, καὶ τοῖς ἀλγεινοῖς περικυκλούμενος, ἀληθὴς ἀθλοφόρος, ἀκλόνητος διέμεινας.
Ὑπάρχων σεπταῖς, ὡπλισμένος Πνεύματος δυνάμεσι, τριβόλων ὀξύτητος, Μάρτυς ἀθλοφόρε κατεφρόνησας, ἐν αὐτοῖς συμπατήσας, τὰ κέντρα τοῦ ἀλάστορος.
Θεοτοκίον.
Σταυρὸν καὶ ταφήν, ὁ ἐκ Σοῦ θελήματι τεχθεὶς δι’ ἡμᾶς, ὑπομείνας Δέσποινα, Μάρτυρα στεῤῥότατον, Ἀρτέμιον, τῶν Αὐτοῦ παθημάτων, ὡς κραταιὸς εἰργάσατο.

Κανών β΄. Ὀρθρίζοντες βοῶμέν Σοι.
Στεῤῤῶς ἀντιταξάμενος ἔνδοξε, τῷ τυράννῳ, κλέος ἀναφαίρετον, ἐδέξω Μάρτυς Ἀρτέμιε.
Τοὺς πόνους τοὺς μεγίστους θεόσοφε, καὶ στρεβλώσεις, καρτερῶς ὑπήνεγκας, τὸν Στεφοδότην μιμούμενον.
Ὁλόσωμον ὑπέφερες κάκωσιν, Ἀθλοφόρε, ἤτις σοι τὴν ἄῤῥητον, λῆξιν σαφῶς προεξένησε.
Θεοτοκίον.
Νοῆσαι τῶν μυστηρίων Ἄχραντε, τοῦ Σοῦ τόκου, οὐρανῶν τὰ Τάγματα, καὶ τῶν ἀνθρώπων οὐκ ἴσχυσαν.

ᾨδὴ ς΄. Κανών α΄. Ἐν ἀβύσσῳ.
Ἱερεῖον καὶ θῦμα ὁλόκληρον, Μάρτυς προσενήνοχας σαυτόν, Ἀρτέ-μιε, τῷ ἑκουσίαν σταύρωσιν, εἰς ἡμῶν δεξαμένῳ ἀνάκλησιν.

Ἀνενδότοις πληγαῖς συντριβέντος σου, σώματος Ἀρτέμιε, τοῦ καρτεροῦ σοφέ, τὴν ψυχικὴν εὐγένειαν, διετήρησας πίστει ἀλώβητον.
Νοσημάτων ἡμᾶς ἀπολύτρωσαι, Μάρτυς καὶ παθῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐπὶ σοὶ προστρέχοντας, μιμητὰ τοῦ Σωτῆρος Ἀρτέμιε.
Θεοτοκίον.
Χειμαζόμενον σάλῳ τῶν θλίψεων, καὶ κλυδωνιζόμενον ἐπαναστάσεσι, τρικυμιῶν διάσωσον, Θεοτόκε Παρθένε τοὺς δούλους Σου.

Κανών β΄. Χιτῶνά μοι παράσχου.
Ἱκρίῳ προσπαγέντι Σοι Χριστέ, ὁ κλεινὸς θεράπων Σου, οὐκ ἐπαισχύνεται, ἀλλ’ ὡς δόξης κοινωνὸς ἐναβρύνεται.
Σεσίγηται τῆς πλάνης τὰ αἰσχρά, θεηγόρων γλώσσῃ δέ, θεῖα μυστήρια, τῶν Μαρτύρων τοῦ Χριστοῦ ἐκκαλύπτεται.
Ἀνδρείως μαρτυρήσας τὸν Χριστόν, Θεόν τε καὶ ἄνθρωπον, τυράννων ἐνώπιον, δι’ Αὐτὸν σοῦ καὶ τὸ αἷμα ἐξέχεας.
Θεοτοκίον.
Ὁ Λόγος τοῦ Θεοῦ Σὲ βροτοῖς, Θεοτόκε ἔδειξεν, οὐράνιον κλίμακα διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκεν.

Κοντάκιον. Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τίς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε; Ἤ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; Οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος· καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Αρτεμίου.  
Στίχοι·
Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Κανών α΄. Ἀντίθεον πρόσταγμα.
Ἀήττητον φρόνημα, ἀῤῥαγεστάτην, ψυχῆς καρτερότητα, Ἀρτέμιε κτησάμενος, ἐχθρῶν πανουργεύματα, Μάρτυς κατήργησας, μέλπων ἐμμελέστατα· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ῥοαῖς τῶν αἱμάτων σου, τὴν ἐπηρμένην, βασάνων κατέσβεσας, πυρὰν θεομακάριστε, καὶ δρόσῳ τοῦ Πνεύματος περιχεόμενος, χαίρων ἀνεκραύγαζες· ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ἰάσεων χάριτας, ἀναπηγάζων, παθῶν ὑπεκκαύματα, σβεννύεις θείᾳ χάριτι, διώκεις δὲ πνεύματα ἐπιστασίαις σου, ἔνδοξε Ἀρτέμιε· διὸ μεγαλοφώνως σε μακαρίζομεν.
Θεοτοκίον.
Νεκροῖς τὸν πηγάσαντα, ἀθανασίαν, Παρθένε Πανάμωμε, θεοπρεπῶς ἐκύησας· Αὐτὸν οὖν ἱκέτευε, τοῦ θανατῶσαι ἡμῶν, πάθη τὰ τοῦ σώματος Ἁγνή, καὶ αἰωνίου καταξιῶσαι ζωῆς.

Κανών β΄. Παῖδες Ἑβραίων.
Μετὰ πλείστων βασάνων τρικυμίαν, καὶ τῆς κεφαλῆς ἐκτομὴν τρισμάκαρ, περὶ τὸν θρόνον τοῦ Παντάνακτος, εἰληφὼς τὰ γέρα παρίστασαι.
Ἰαμάτων ἐκβλύζει Ἀθλοφόρε, ἡ σορὸς πληθὺν τοῖς προσιοῦσι, καὶ εὐχαρίστως ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ τῶ θείῳ προστρέχοντες ναῷ σου, καὶ τὴν λύσιν τῶν δεινῶν ἀπαντλοῦντες· εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νομικαί Σε προέγραψαν εἰκόνες, ὧν ὁρῶντες Παρθένε τὰς ἐκβάσεις, εὐλογητὸς κραυγάζομεν, ὁ καρπὸς τῆς κοιλίας Σου.

ᾨδὴ η΄. Κανών α΄. Κάμινος ποτέ.
Μάστιξι σφοδραῖς, Ἀρτέμιε τὸ σῶμα, ἐκδαπανώμενος ὑπήνεγκας, ἐναποσκοπούμενος, τὴν ἀντίδοσιν τὴν μέλλουσαν, ἣν νέμει σοι κραυγάζοντι, ἔνδοξε ὁ Δεσπότης· πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Αἵμασι τοῖς σοῖς, ἡ γῆ καθηγιάσθη, καὶ ἰατρεῖον ἀναδέδεικται, σῶμα τὸ πολύαθλον, πᾶσαν νόσον, πᾶσαν κάκωσιν, πᾶσαν δαιμόνων πάντοτε, βλάβην ἀποδιῶκον, ἐκ τῶν πιστῶς προσφευγόντων σοι.
Κόσμος Ἀθλητῶν, ἐδείχθης τὰ ἐν κόσμῳ, εὐσεβοφρόνως ἀπωσάμενος, καὶ τὰ ὑπερκόσμια, βραχυτάτῳ ἐξωνούμενος, τιμίῳ σου Ἀρτέμιε, αἵματι ἀνακράζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἄκλυστος λιμήν, χειμαζομένοις ὤφθης, καὶ θαλαττεύουσιν ἑκάστοτε, κινδύνοις καὶ θλίψεσι, καὶ παθήμασιν Ἀρτέμιε· ἐν ᾧ διασῳζόμενοι, χάριτι μελῳδοῦμεν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ῥεύσαντας ἡμᾶς, πικρᾷ τοῦ ξύλου βρώσει, καὶ συμπτωθέντας ὀλισθήμασι, Πάναγνε ἀνέπλασας, Πλαστουργὸν ἀποκυήσασα, καὶ Λόγον ἐνυπόστατον, Ἄχραντε, Ὅν ὑμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.

Κανών β΄. Οἱ θεοῤῥήμονες Παῖδες.
Γενναιοφρόνως τρισμάκαρ, ὑπεισῆλθες ἐν τῷ σταδίῳ, τὸν ἀλιτήριον τῇ δυνάμει τοῦ Πνεύματος κατηδάφισας, καὶ στέφος ἦρας τῆς νίκης βοῶν· ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐρηρεισμένος τῇ τῆς πίστεως βάσει, τὰς Ἀποστάτου θωπείας, καὶ τὰς αἰκίσεις ἀντ’ οὐδενὸς ἐλογίσω Ἀρτέμιε, τρανῶς βοῶν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥοαῖς τῶν αἱμάτων σου Ἀθλοφόρε, τὸν Φαραὼ τὸν ὀλέθριον θῆρα, καταποντίσας ἐβόας τρανότατα· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μαρτύρων καὶ Ὁσίων ὑπάρχεις δόξα, Ἱεραρχῶν σεμνολόγημα θεῖον, καὶ τῆς κτίσεως καύχημα πάσης· διό Σε ὡς Θεοῦ Μητέρα, καὶ Παρθένον ἀξίως εὐφημοῦμεν.

ᾨδὴ θ΄. Κανών α΄. Ἀνάρχου Γεννήτορος.
Ἰδεῖν ἐφιέμενος, τὰ κάλλη τὰ οὐράνια, τὰ φαινόμενα κόσμου κάλλη παρέδραμες, καὶ καλλοποιΐᾳ τῶν ἄθλων, ὡραϊσθείς, Ἀρτέμιε Μάρτυς, καλῶν τὸ ἀκρότατον, εὐφραινόμενος κατείληφας.
Ὡς ὄρθρος, ὡς ἥλιος, ἡ μνήμη σου φωτίζουσα, τῶν πιστῶν τὰς καρδίας μάκαρ ἀνέτειλε· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, φωτοειδής, ὤφθης κληρονόμος, σκεδάζων Ἀρτέμιε, τὴν ὁμίχλην τῶν ψυχῶν ἡμῶν.
Σκιρτήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, Ἀρτεμίου τῇ μνήμῃ τοῦ θείου Μάρτυρος, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῶ, ὄντι ἐν Ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει Τοῦτον σέβοντας.
Ἡ θήκη σου βρύουσα, ἀπαύστως τὰ ἰάματα, τοὺς πιστοὺς προσκαλεῖται πόθῳ ἀρύσασθαι, εἰς σωματικὴν εὐρωστίαν, εἰς ψυχικήν, ὄντως σωτηρίαν, παμμάκαρ Ἀρτέμιε, πρεσβευτὰ τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Φωτὶ με καταύγασον, τοῦ Σοῦ προσώπου Κύριε, ῥαθυμίας τῷ σκότει συγκαλυπτόμενον, ἔχων δυσωποῦσάν Σε Λόγε, τὴν ἀληθῆ, ἁγνήν Σου Μητέρα, Ἀγγέλων λαμπρότητας, καὶ τὸν ἔνδοξον Ἀρτέμιον.

Κανών β΄. Κυρίως Θεοτόκον.
Ἀνδρείᾳ καὶ φρονήσει, καὶ τοῦ μαρτυρίου, κεκοσμημένος θεόφρον λαμπρότησι, τῷ Στεφοδότῃ κυρίως ἀεὶ παρίστασαι.
Νομίμως ἐναθλήσας, Μάρτυς Ἀθλοφόρε, καὶ συμμάρτυρων χοροῖς συνταξάμενος, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, μεθ’ ὧν ἱκέτευε.
Οἱ πόνοι τῆς σαρκός σου, τὴν ἀθανασίαν, τῶν Ἀθλητῶν κλέος σοὶ προεξένησαν· ἧς ἐμφορούμενος μέμνησο τῶν τιμώντων σε.
Θεοτοκίον.
Σὲ πᾶσαι Παναγία, γενεαὶ μερόπων, καὶ οὐρανῶν αἱ Δυνάμεις ὡς ἔφησας, ἀξιοχρέως τιμῶσι καὶ μακαρίζουσι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Συνὼν τῷ Παντοκράτορι, Θεῷ Μάρτυς Ἀρτέμιε, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος Ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν ἱερὰν καὶ πάμφωτον, πανήγυρίν σου ᾄσμασι, τοῦ λυτρωθῆναι παντοίων, ἐπιφορῶν σαῖς πρεσβείαις.
Ἕτερον. Τοῖς Μαθηταῖς.
Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, Μεγαλομάρτυς ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος Ἀθλοφόρε, τῷ σταυροφόρῳ ἄνακτι, κατ’ ἐχθρῶν πολεμίων.
Ἕτερον. Ὅμοιον.
Ὁ τοῦ Χριστοῦ ἀήττητος, καὶ πολύαθλος Μάρτυς, ὁ ἔνδοξος Ἀρτέμιος, ἅπασαν τοῦ τυράννου, καὶ Παραβάτου καθεῖλε, τὴν λυσσώδη μανίαν, καὶ τῶν εἰδώλων ἔθραυσε, τὸ ἀνίσχυρον θράσος· καὶ δὴ λαβών, τὴν τῶν ἰαμάτων χάριν ἐξ ὕψους, ἰᾶται τοὺς γεραίροντας, τὴν σεπτὴν αὐτοῦ μνήμην.
Θεοτοκίον.
Εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε, Χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ Ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς Σοῖς δούλοις· καὶ γὰρ ἐν Σοὶ καυχώμεθα, προστασία τοῦ Κόσμου.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Μάρτυς γενναιόφρον τοῦ Χριστοῦ, τῇ στεῤῥᾷ ἀθλήσει σου, τοῦ δυσμενοῦς κατεπάτησας, τὰ μηχανήματα, προσπαλαίσας τούτῳ, καὶ Χριστῷ εὐπρόσδεκτος, θυσία προσηνέχθης Ἀρτέμιε, καὶ νῦν παρίστασαι, τῷ τῶν ὅλων βασιλεύοντι, εἰς αἰῶνας συναγαλλιώμενος. (Δίς).
Σταυρῷ ὁπλισάμενος Χριστοῦ, Μάρτυς ἀξιάγαστε, κατὰ τῆς πλάνης ἐχώρησας, καὶ πρὸς ἀντίπαλον, στεῤῤοτάτῃ γνώμῃ, καρτερῶς ἀνθέστηκας, καὶ τοῦτον ἐκνικήσας σαφέστατα, συμβασιλεύεις νῦν, τῷ Δεσπότῃ καὶ Θεῷ ἡμῶν, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.
Μαρτύρων ἀγλάϊσμα σοφέ, ταῖς πέτραις σφιγγόμενος, Χριστὸν τὴν πέτραν τὴν ἄῤῥηκτον, τρανῶς ἐκήρυξας, καὶ οὐκ ἐξηρνήσω· διὸ συνηρίθμησαι, Ἀγγέλων τοῖς χοροῖς ἀγαλλόμενος· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Ὑπὲρ Χριστοῦ νομίμως ἀθλήσας Ἀρτέμιε, καὶ τῷ αἰσθητῷ βασιλεῖ, τὸν νοητὸν συγκαθελὼν ἀντίπαλον, ἐπάξιον ἀπείληφας, παρὰ τοῦ Ἀθλοθέτου Σωτῆρος τὸν στέφανον· καὶ νῦν ἐν οὐρανοῖς τῶν Ἀγγέλων συναγάλλῃ τοῖς τάγμασι, τῆς ἀνωτάτῳ φωτοχυσίας, συναπολαύων τρανῶς, καὶ τῷ τρισυποστάτῳ καὶ πρώτῳ, λαμπρυνόμενος φέγγει. Διὸ καὶ ἡμεῖς, ὁ εὐσεβὴς λαὸς καὶ φιλομάρτυς, ᾀσματικῶς ἐκβοῶμέν σοι· χαίροις, ἀδαμάντινε τὴν ψυχήν, καὶ καρτερώτατε ὁπλῖτα Χριστοῦ· χαίροις, ὁ τῆς πλάνης τῶν εἰδώλων καθαιρέτης, καὶ τῆς ἀληθείας ὑπερασπιστὴς λαμπρότατος. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ καὶ ἡμᾶς, διὰ πολιτείας θεοφιλοῦς, τῆς σὺν σοὶ τυχεῖν στάσεως, ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης Αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν θερμὸν προστάτην καὶ βοηθόν, τῶν ἐν τοῖς κινδύνοις, ἀπροσμάχητον τὸν κλεινόν, Ἀρτέμιον ὕμνοις, τιμήσωμεν ἐκ πόθου, τὴν πλάνην τῶν εἰδώλων καταπατήσαντα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου