Πέμπτη, 3 Αυγούστου 2017

Ἀκολουθία Μάρτυρος ΤΑΡΣΙΖΙΟΥ, Γ. Γαλανοπούλου

Ψαλλομένη τῇ 3η Φεβρουαρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Ἀθλητὰ Ταρσίζιε, θείαν στολὴν ἀληθῶς, σεαυτὸν προσενήνοχας, εὐσεβείας βίωμα, τὴν ἀγάπην κτησάμενος, διακονίαν λαμπρὰν καὶ κήρυγμα, ἵνα φωτίσης, δῆμον κατείδωλον, πᾶσαν συμπάθειαν, τοῖς πιστοῖς δεικνύμενος καὶ προσευχήν, ὑπὲρ πάντων ἔνδοξε, πέμπων πρὸς Κύριον.
Ῥώμης παλαιᾶς ἐκβλάστημα, ῥίζης γονέων πιστῶν, παιδιόθεν ἤστραψας, ἀρεταῖς Ταρσίζιε, ὡς Κυρίου Διάκονος, καὶ Χριστωνύμοις, τὰ δῶρα ἔφερες, διωκομένοις, ὑπὸ τοῦ ἄνακτος· ὅθεν ὑπήνεγκας, ὡς ἀδάμας ἄτμητος καὶ σταθερός, λίθων τὰ κτυπήματα, μείνας ἀήττητος.
Πάντα ἀλγεινὰ ὑπέφερες, διὰ Χριστὸν τὸν Θεόν, ἀνδρικῷ φρονήματι, Ἀθλητὰ Ταρσίζιε, δαρμοὺς σώματος βάσανα, πικρὰς κολάσεις λιθολευστούμενος, καὶ τιμωρίαις, ὢν μόλις ἔφηβος· ὅτι οὐκ ἔστερξας, δοῦναι Δῶρα Ἄχραντα ἀλλ’ εὐθαρσῶς, πίστιν ὡμολόγησας, ἄχρι θανάτου σου.
Θείᾳ ἀγάπῃ πυρούμενος, πρὸς τὸν Νυμφίον Χριστόν, Ἀθλοφόρος γέγονας, τῶν Μαρτύρων σύσκηνος, ἐναθλήσας στεῤῥότατα, τοῖς Διακόνοις συναυλιζόμενος, καὶ τοῖς Ἁγίοις, συναγαλλόμενος, στέφος οὐράνιον, εἰληφὼς Ταρσίζιε νίκης λαμπρᾶς, παρὰ τοῦ Παντάνακτος, καὶ ἀμαράντινον.
Δόξα. Ὁ αὐτός.
Δεῦτε φιλεόρτων χορεῖαι, τιμήσωμεν ἐν ᾄσμασι τὴν μνήμην τοῦ Ἀθλοφόρου Μάρτυρος, ἀοιδίμου Ταρσιζίου. Οὗτος γάρ, ἐν τῇ παλαιᾷ Ῥώμῃ φυείς, τὰς ἀρετὰς παιδιόθεν ἐγεώργησε, καὶ πᾶσιν εὐσυμπάθητος γεγονώς, Διάκονος κατέστη, τῆς Χριστοῦ Ἐκκλησίας, κομίζων λάθρα, τοῖς διωκομένοις Χριστιανοῖς, τὰ Ἄχραντα Μυστήρια. Καὶ τῇ προδοσίᾳ γνωσθείς, οὐκ ἀπηρνήθη ταῦτα, ἀλλὰ πίστιν ὡμολογήσας, λίθοις τὸ ζῆν ἀπέλιπε. Διὸ ἐν οὐρανοῖς συνεδρεύων, τῇ Τριάδι πρεσβεύει, ὑπὲρ τῶν πίστει ἐπιτελούντων, τὸ ἱερὸν αὐτοῦ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν· περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς Αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ Πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ’ Αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν Σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμην τὴν ἱεράν, τιμήσωμεν ἐνθέως, πιστοὶ τοῦ Ἀθλοφόρου, μελίσμασιν ὑμνοῦντες, τὸν ἔφηβον Ταρσίζιον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βίον ταῖς ἀρεταῖς, Ταρσίζιε κοσμήσας, εἰς τὴν Σιὼν ἀπῆλθες, βληθεὶς νιφάδων λίθοις, τὴν ἄνω τῷ Δεσπότῃ σου.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἤθλησας εὐκλεῶς, Χριστὸν ὁμολογήσας, ἐνώπιον τυράννων, καὶ πλεῖστα ὑπομείνας, τοῖς λίθοις ζῆν ἀπέλιπες.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τρισσῶς ἑνιζομένη, ἡ μία Θεαρχία, Ταρσίζιον δοξάσασα.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε μητρικῶς, ἁγνὴ Θεοκυῆτορ, μετὰ τοῦ Διακόνου, τῷ ἐκ Σοῦ σαρκωθέντι, σωθῆναι τοὺς ὑμνοῦντάς Σε.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σὺν ἄλλοις Μάρτυσι, Ῥώμης καυχήμασι, καὶ τὸν Ταρσίζιον, ἀνευφημήσωμεν, τὸν μεταδίδοντα πιστοῖς, τὰ Ἄχραντα Μυστήρια· ὃν ἐλιθοβόλησαν, παρανόμως μισόχριστοι, ἐπεὶ ὡμολόγησεν ἀληθῆ τὸν Παντάνακτα, Θεὸν εἶναι, πρὸς τοῦτον βοῶντες· χαῖρε Κυρίου Παιδομάρτυς.
Δόξα. Ὁ αὐτός. Θείας πίστεως.
Χαίροις βλάστημα, παλαιᾶς Ῥώμης, καὶ θεότιμε, ἐν Διακόνοις, Παιδομάρτυς τοῦ Κυρίου Ταρσίζιε· σὺ γὰρ ἀφόβως τοὺς λίθους ὑπήνε-κας, καὶ πρὸς Χριστὸν τὸν γλυκύτατον ὥδευσας· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω δεόμεθα, Αὐτὸν ἱκετεύων πάντοτε, ὑπὲρ τῶν σοῦ τελούντων τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐκ ῥίζης γονέων εὐσεβῶν, ἐν τῇ Ῥώμῃ ἔφυσε, βλαστὸς καὶ ἄνθος μυρίπνοον, ὁ δοὺς πολλὴν καρπόν, ἐραστὴς σοφίας, παῖς ὁ θεοτίμητος, Μαρτύρων τὸ σεμνὸν ἐγκαλλώπισμα, Χριστοῦ Διάκονος, ὁ πανεύφημος Ταρσίζιος, τῆς Τριάδος, σκεῦος ἐνθεώτατον.
Ἀνέτειλε μνήμη ἡ φαιδρά, Ταρσιζίου σήμερον· διὸ πιστῶν σπεύδει ἄθροισμα, ᾠδαῖς τιμήσασθαι, εὐσεβείας παῖδα, Μάρτυρα ἀήττητον, Διάκονον Κυρίου πανένδοξον, ἐχθρῶν ἀντίπαλον, ἐκβοώντων παναοίδιμε· μὴ ἐλλείπῃς, πρεσβεύειν πρὸς Εὔσπλαγχνον.
Ἀγῶσι διέλαμψας λαμπροῖς, ὡς Χριστοῦ Διάκονος, Ἱερομάρτυς Ταρσίζιε, πιστοῖς τὰ Τίμια, προσκομίζων Δῶρα, κρυπτομένοις φόβῳ τε, καὶ λίθοις συλληφθεὶς ζῆν ἀπέλιπες, ἑκὼν τὸν θάνατον, προτιμήσας ἢ τὰ Ἅγια, τῶν Ἁγίων, δώσεις τοῖς ἀλλόφροσιν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὥσπερ φοίνιξ ἐβλάστησας, ἐν τῇ Ῥώμῃ Ταρσίζιε, ἐκ πιστῶν γονέων ἔφηβος δ’ ὥρμησας, ὡς Ἐκκλησίας Διάκονος, Χριστοῦ Εὐαγγέλιον, θεηγόροις διδαχαῖς, καὶ σοφίᾳ κηρύγματος, εἰπεῖν ἅπασι, ἵνα σκότη φωτίσης ἀγνωσίας, καὶ ἐκ πλάνης ἐξαγάγης, δῆμον κατείδωλον ἔνδοξε.
Τὸ ἀνδρεῖόν σου φρόνημα, καὶ στεῤῥὸν τῆς ἀθλήσεως, ἐν ταῖς τιμωρίαις δεινῶς τυπτόμενος, καὶ πλεῖστα πάσχων κατέδειξας, αἰσχύνας τὰ ἔνεδρα, καὶ τυράννου ἀπειλάς, ἀριστεῦ γενναιότατε· ὅθεν εἴληφας, ταῖς νιφάσι βληθεὶς ὑπ’ ὄχλου λίθων, ἀφθαρσίας θεῖον στέφος, καὶ γέρας νίκης Ταρσίζιε.
Τὴν παγγέραστον μνήμην σου, Ἀθλητῶν ἐγκαλλώπισμα, ἐν ναοῖς Κυρίου πανηγυρίζομεν, καὶ θείαν χάριν ἰάσεων, λαμβάνομεν τάχιστα, ἐκ λειψάνων σου σοφέ, πειρασμῶν ἀπολύτρωσιν, ἐκρυόμενοι, χαλεπῶν νοσημάτων καὶ κινδύνων, οἱ τελοῦντές σου τὴν μνήμην, ἐν μελιχροῖς μελῳδήμασι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν ἡμῖν, ὡς ὄρθρος νοητῆς ἀνατολῆς, ἡ πανέορτος μνήμη τοῦ ἱεροῦ Διακόνου καὶ Μάρτυρος Ταρσιζίου, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσα. Δεῦτε οὖν φιλέορτοι, τοῦτον ἐπαξίως τιμήσωμεν, ᾀσματικοῖς ἄνθεσι καὶ ἐγκωμίοις, ὡς τῷ Θεῷ δουλεύσαντα ἐκ παιδός, καὶ τὰς ἀρετὰς γεωργήσαντα λέγοντες· χαίροις, τῆς παλαιᾶς Ῥώμης θεόφυτος βλαστὸς, ἐκ ῥίζης ἀγαθῆς καὶ εὐσεβοῦς, τοῦ Εὐαγγελίου κῆρυξ, καὶ τῶν εἰδώλων ὀλετήρ· χαίροις, Ἀθλοφόρων τὸ κλέος, τῆς ὁμολογίας στῦλος ἄσειστος, καὶ τοῖς ἀθλήμασιν ἀδάμας ἄτμητος· χαίροις, ὁ τοῦ ἐχθροῦ τὰς ἀπειλὰς καταφρονήσας, ὁ λαμπρᾶς νίκης στήσας τρόπαιον ἐν τῷ μέσῳ τῆς ὁδοῦ, ὑπ’ ὄχλου μανιακοῦ λιθοστευούμενος. Ἀλλ’ ὦ στρατιῶτα ἀήττητε, ὁ τῆς Τρισηλίου δόξης παριστάμενος τῷ θρόνῳ, μὴ παύσῃ ἱκετεύειν τὸν Δεσπότην, ὑπὲρ τῶν τελούντων πιστῶς, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς Αὐτοῦ θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ Τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ πρέσβυς, ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν Σου· ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα Σοι.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον πνευματικῶς, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ φωτοφόρῳ μνήμῃ τοῦ ἀριστέως Ἀθλητοῦ, Διακόνου Ταρσιζίου. Οὗτος γὰρ ἔδραμε πρὸς Θεὸν ἐκ παιδός, μυηθεὶς καὶ μαθητευθεὶς εἰς εὐσέβειαν, καὶ τὰ τῆς πίστεως μυστήρια, ἃ οὐκ ἐκράτησε δι’ ἑαυτόν, ἀλλὰ τοῖς εἰδωλολάτροις, Εὐαγγελικῶς ἐδίδαξεν, ἀφαρπάσας πολλούς, ἐκ τῆς πλάνης τῶν ξοάνων. Διὸ ἐν παῤῥησίᾳ ὡμολόγησε Χριστόν, ὡς ἀληθινὸν Θεὸν καὶ Σωτῆρα, τοῖς λίθοις βληθεὶς καὶ τελειούμενος. Τούτου οὖν τὴν ἱερὰν Εἰκόνα, ἀσπασώμεθα φιλέορτοι, ἵνα λάβωμεν πλουσίως, ἃ ἐπιδα-ψιλεύει ὁ ἀήττητος Μάρτυς, τοῖς μετ’ εὐλαβείας τελοῦσι, τὴν ἔνδοξον αὐτοῦ ἄθλησιν, καὶ πανσεβάσμιον μνήμην, τῷ Κυρίῳ ἐκδυσωπῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Δεῦτε θεόφρονες σήμερον, συνελθόντες ἐν οἴκοις Κυρίου, ὑμνήσωμεν μέλεσι μελιῤῥύτοις, τὸν Ἀθλοφόρον Ταρσίζιον, τῶν Διακόνων τὸν ὁμόσκηνον, καὶ ἐν Ἁγίοις θαυμαστόν, τὴν τούτου ἐπιτελοῦντες φωτοφόρον μνήμην, ἐν πίστει λέγοντες· χαίροις, θεοσεβείας ἐραστά, ὁ ταῖς σοφαῖς σου διδασκαλίαις φωτίσας πληθὺν ἀνθρώπων, καὶ ἐκ πλάνης εἰς πίστιν ἑλκύσας, τῇ δ’ ἐναρέτῳ σου βιοτῇ, καὶ τιμίᾳ ἀθλήσει, Ἀθλητῶν κοσμήσας τὸ πολίτευμα. Διὸ τοὺς ἐκ πόθου τιμῶντάς σε, ἐκλύτρωσαι τῶν δολοπλόκων σκανδάλων τοῦ ἐχθροῦ ἀνάγκης, κινδύνων καὶ βλάβης, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Ἦχος γ΄.
Ἔφηβε θεηγόρε, Διάκονε σεπτέ, Ἀθλητὰ γενναιότατε, Ταρσίζιε μακάριε, μὴ ἐλλείπῃς τὸν Χριστόν, ἐκδυσωπεῖν ἀπαύστως, τοῦ ἐλεῆσαι καὶ σῶσαι τὰς ψυχὰς, τῶν πιστῶς τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος δ΄.
Τὸν πολυκύμαντον βίον καὶ τραχύν, ἐν ἀγωνίσμασι διαπλεύσας Μάρτυς, καὶ τὰς ἀρετὰς φιλοσόφως γεωργήσας, πρὸς ἐργασίαν τοῦ θείου θελήματος, περίδοξος γέγονας ἐν Ῥώμῃ τῇ παλαιᾷ· ὅθεν ἀγαπήσας παιδιόθεν Ἰησοῦ, καὶ τῇ θεοσεβείᾳ μᾶλλον γαλακτοτραφείς, ἔμαθες τὰ ἱερὰ γράμματα, καὶ Διάκονος Χριστοῦ κατέστης· ὁμολογήσας δὲ Θεὸν τὸν ἀληθινὸν ἀνδρείως ἐνήθλησας, ἀπτόητος μείνας ἀπειλαῖς καὶ βασά-νοις, ἄχρι τελειώσεως· διὸ Ὃν εὐηρέστησας, ἐν λαμπροῖς ἀγῶσι καὶ τῇ τοῦ αἵματός σου ἐκχύσει, Ἀθλοφόρε Ταρσίζιε, μὴ παύσῃ θερμῶς πρεσβεύειν, δωρηθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, πῶς ὁ Ἀθλοφόρος τοῦ Χριστοῦ, ἐν τῷ μέσῳ τῆς ὁδοῦ, τοῖς λίθοις βαλόμενος τὸν βίον ἀπέλιπεν, ὡς τῆς εὐσεβείας ὁπλίτης ἀήττητος· ὅτι ὄντως τὸ Δαυϊτικόν, πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει, ἐν αὐτῷ εὗρε τὴν ἐκπλήρωσιν· ὅθεν τῇ θερμοτάτῃ σου αἰτούμεθα εὐχῇ, εὐσυμπάθητε Διάκονε, πρὸς σὲ κραυγάζοντες· τοὺς ἁμαρτωλοὺς ἀνέλκυσον, ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, τῇ σαγήνῃ τῶν θείων λόγων σου, καὶ τῷ ἀγκίστρῳ τῆς χάριτός σου πρὸς μετανοίας ὁδὸν σωτήριον· ἀεὶ δ’ ἀξίωσον ἡμᾶς, τὰ ἄνω ζητεῖν καὶ τὰ οὐράνια ποθεῖν, ἵνα μετὰ σοῦ, ἀοίδιμε Ταρσίζιε, ταῖς ἀγγελικαῖς χοροστασίαις καὶ δῆμοις τῶν Ἁγίων χαρμονικῶς, ἐν τῇ ἀγήρῳ μακαριότητι, συναγαλλώμεθα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐρευνᾶτε τὰς Γραφάς, καθῶς εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν Αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει, οὐδὲ φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς Ὅν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα Σοι.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, θεοκατοίκητος νοῦς, καρδία ζέουσα Θεοῦ ἀγαπήσεως, τρωθεῖσα πόθῳ Νυμφίου, κάλλει ὡραίου Χριστοῦ, θεηγόρος γλῶττα σαγηνεύσεως, κηρύξασα ἅπασιν, ἀγνωσίας τὰ ῥήματα, Εὐαγγελίου, καὶ φωτὶ καταυγάσασα, αἰσθητήρια, τῆς ψυχῆς καὶ τοῦ σώματος· σὺ ἔφηβε ὡς Ἄγγελος, ἐν γῇ πεπολίτευσαι, ὡς μαθητὴς τοῦ Δεσπότου, καὶ Ἀθλητὴς ἐννομώτατος, ὁ πάντα ἡδέα, ἀρνησάμενος καὶ βίον, ὑπὲρ τῆς πίστεως.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρει, παλαιὰ Ῥώμη ἐν σοί, ἡ ἐκβλαστήσασα ὡς ἄνθος σε εὔοσμον, τοῖς πέρασι δ’ Ἐκκλησία, ἀγαλλιᾶται λαμπρῶς, ἀριστεῦ Κυρίου γενναιότατε, σκιρτὰ ἡ ὁμήγυρις, τῶν πιστῶν καὶ γεραίρει σου, ἄθλους καὶ μνήμην, Ἀθλοφόρε Ταρσίζιε, καὶ ἀσπάζεται, τῆς μορφῆς σου ἐκτύπωμα, ἔχουσα σὲ ὡς πρόμαχον, καὶ τεῖχος ἀπόρθητον, κατὰ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν Μάρτυς ἔνδοξε· διὸ τοὺς ἐν ὕμνοις, σὲ τιμῶντας ἐκ παγίδων, ῥῦσαι τοῦ ὄφεως.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε, τῶν φιλεόρτων πληθύς, πάσης Ἑλλάδος ἀνυμνήσωμεν χαίροντες, τὴν μνήμην τοῦ Διακόνου, καὶ Ἀθλοφόρου Χριστοῦ, τοῦ πιστῶς Αὐτὸν εὐαρεστήσαντος· σπουδῇ δὲ προστρέξωμεν, ἐν ναοῖς τοῦ Δομήτορος, ὅπως εἰκόνα, τὴν Αὐτοῦ ἀσπασώμεθα, καὶ ἐνθέοις ὕμνοις μεγαλύνωμεν, ἄθλησιν τὴν πανένδοξον, καὶ μνήμην πανίερον, κράζοντες· Μάρτυς δυσώπει, ἐν ὥρᾳ δίκης τὸν εὔσπλαγχνον, Κριτὴν τοῦ σωθῆναι, ἡμᾶς πάντας παῤῥησίαν, Θεῷ ὡς κέκτησαι.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν πανέορτον μνήμην, ἐν ᾄσμασιν ἱεροῖς, καὶ ᾠδαῖς θεοτερπέσι τοῦ ἀριστέως Ἀθλητοῦ, Διακόνου Ταρσιζίου, καὶ ἐγκωμίων ἀγλαΐαις καταστέψωμεν, τῆς παλαιᾶς Ῥώμης τὸ ἄνθος, τῆς θεοσεβείας τὸν πυρσόν, τῆς ὁμολογίας τὸν στῦλον, καὶ τῶν οὐρανῶν οἰκήτορα. Ἀλλά γε, τῆς Ἐκκλησίας ἀείφωτον ἄστρον, πτωχῶν τὸν ἀντιλήπτορα, καὶ Χριστιανῶν τὸν ὁδηγόν, φωναῖς ᾀσματικαῖς ἐπαινέ-σωμεν· ὅτι ταῖς θεϊκαῖς μαρμαρυγαῖς ἐλλαμπόμενος, καὶ θεοφιλεῖ ἐργασίᾳ, ἐγεώργησεν ἐπωφελῶς, τὰς θεοειδεστάτας ἀρετάς, μαρτυρικῶς λιπὼν τὸν βίον. Καὶ νῦν χάριν ἀδάπανον παρέχει, τοῖς τιμῶσιν εὐλαβῶς, τὴν ἄθλησιν καὶ μνήμην αὐτοῦ, τῷ πνεύματι παριστάμενος Χριστῷ, ὡς πρέσβυς θερμότατος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ Πάθους σύμβολα τοῦ ἐξ Αὐτῆς προηγόρευσε, καὶ παρ’ Αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν Σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σὺν ἄλλοις Μάρτυσι, Ῥώμης καυχήμασι, καὶ τὸν Ταρσίζιον, ἀνευφημήσωμεν, τὸν μεταδίδοντα πιστοῖς, τὰ Ἄχραντα Μυστήρια· ὃν ἐλιθοβόλησαν, παρανόμως μισόχριστοι, ἐπεὶ ὡμολόγησεν, ἀληθῆ τὸν Παντάνακτα, Θεὸν εἶναι, πρὸς τοῦτον βοῶντες· χαῖρε Κυρίου Παιδομάρτυς.
Δόξα. Ὁ αὐτός. Θείας πίστεως.
Χαίροις βλάστημα, παλαιᾶς Ῥώμης, καὶ θεότιμε, ἐν Διακόνοις, Παιδομάρτυς τοῦ Κυρίου Ταρσίζιε· σὺ γὰρ ἀφόβως τοὺς λίθους ὑπήνεγκας, καὶ πρὸς Χριστὸν τὸν γλυκύτατον ὥδευσας· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω δεόμεθα, Αὐτὸν ἱκετεύων πάντοτε, ὑπὲρ τῶν σοῦ τελούντων τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθε-ρωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ταρσίζιε πιστέ, Ἀθλοφόρε Κυρίου, τιμῶμέν σου ψαλμοῖς, τὴν πανέορτον μνήμην, Τριάδα μεγαλύνοντες, ἐπαξίως δοξάσασαν, σὲ τὸν ἔνδοξον, καὶ θεοφώτιστον παῖδα, τὸν φωτίσαντα, φωτὶ Χριστοῦ δῆμον Ῥώμης, καὶ αἵματι ῥεύσαντα.
Δόξα.
Ἐν τόποις εὐκλεοῦς, παλαιᾶς Ῥώμης ἔφυς, καὶ γάλακτι τραφείς, εὐσεβείας τοῖς λόγοις, ἐξήστραψας ὡς πάμφωτον, θεῖον ἄστρον Ταρσίζιε, καὶ μορφώματα, τῶν ἀνισχύρων εἰδώλων, ἐμυκτήρισας· διὸ τὸ ζῆν ἐν νιφάσι, τῶν λίθων ἀπέλιπες.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, Ὅν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ἠκολούθησας θεοπρεπῶς ἐκ παιδός, τρωθεὶς θείῳ ἔρωτι καὶ ᾑρετήσω ὁδόν, ἀθλήσεως ἔνδοξε· ὅθεν ᾠδαῖς ἐνθέοις, εὐφημοῦμέν σε πάντες, χαίροις ἀναβοῶντες, ἀριστεῦ τοῦ Σωτῆρος, ὁ τρώσας τῶν τυράννων ἰσχύν, ὅπλοις τῆς πίστεως.
Δόξα.
Εἰκόνι προσπέσωμεν τοῦ Διακόνου Χριστοῦ, πιστοὶ πόθῳ τρέχοντες ἐν πανιέροις ναοῖς, αὐτὴν ἀσπαζόμενοι· ὅτι βραβεύει πᾶσιν, ἀγαθῶν εὐδωρίαν, ἴασιν ἐκ τῶν νόσων, καὶ τὰς θλίψεις μακρύνει, ὡς εἰληφὼς παρὰ τοῦ Θεοῦ, χάριν σωτήριον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σαρκὶ νηπιάσαντα, ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου, ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διὸ σε ἀξιοχρέως πάντες δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἴδωμεν πιστοί, πῶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ, Ταρσίζιος ὁ Ἀθλητής, ἵνα μὴ δώσῃ ἃ κρατεῖ, ἐν ταῖς ἀγκάλαις Δῶρα Θεοῦ ἡγιασμένα, ἔλιπε τὸν βίον, λίθων νιφάσι βληθείς, ὁ ἄνθρακας τῆς πλάνης, σβεννύων ῥήμασι, κράξας τῷ φωτί Σου· ἴθυνον ἐμὲ Χριστὲ πρὸς οὐράνιον δόξαν, καὶ ῥῦσαι πάντας τοὺς Σὲ αἰνοῦντας, ἐκ πειρασμῶν τοῦ ἀρχεκάκου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Νηπιάζει δι’ ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν Αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγα-ζεν· ἀπόλυσόν με, Σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ 26η Ὀκτωβρίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Δημητρίου).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Μάρτυς Κυρίου, ἐν τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης ἐξήστραψε ὁ φθόγγος τῶν ἄθλων σου, αἱ ἀρεταὶ καὶ τὸ μαρτύριόν σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες ἄξιον μισθὸν τῶν ἀθλητικῶν ἀγώνων σου· τοῦ βελίαρ ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων εὐμενεστάτην πρὸς Χριστόν, Διάκονε Ταρσίζιε, καθικέτευε Τοῦτον, οἱ τελοῦντές σου τὴν μνήμην δεόμεθα, τοῦ δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς, ποίημα Κοσμᾶ Μοναχοῦ, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α΄ Κανὼν, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον· ἐν δὲ τῇ η΄ καὶ θ΄ ᾠδῇ· Γεωργίου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
ᾈσμάτων φωναῖς τερπναῖς πιστοί, πνευματικῶς εὐφραινόμενοι σήμερον, γόνον εὐκλεέστατον, ἐν τοῖς ναοῖς τοῦ Θεοῦ ἑορτάσωμεν, τῆς παλαιᾶς Ῥώμης, τὸν Ἀθλοφόρον Ταρσίζιον.
Βροτῶν γένος χαίρει ποθητῶς, καὶ Ὀρθοδόξων πληθὺς συναγάλλεται, ἐν σοὶ Μάρτυς ἔνδοξε τοῦ Ἰησοῦ, καὶ Διακόνων Κυρίου συνόμιλε, ὅτι ὡς ἡλίου ἀκτίς, ἡ μνήμη σου ἔλαμψε.
Γραφὰς παιδιόθεν ἱεράς, καὶ πατρικὰς παραδόσεις ἐζήλωσας, ἃς σὺ ἐμελέτησας, ὡς εὐσεβὴς ἀναδειχθεὶς τῶν χαρίτων ἀλάβαστρον, καὶ μυροδοχεῖον, ἁγιωτάτης θεώσεως.
Θεοτοκίον.
Δοχεῖον τοῦ Πνεύματος Ἁγνή, ἁμαρτιῶν καθαρθεῖσα γεγένησαι, ὅτε κατεσκήνωσεν, ἐν Σῇ γαστρί, ἀσπόρως Λόγος Θεοῦ ὁ συνάναρχος, σάρκα ἑκουσίως, λαβὼν βροτείου φυράματος.

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνέσω Θεόν, ὑμνήσω δὲ Ταρσίζιον ἀξίως.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι τὴν δόξαν Σου, Τριὰς ὁ τάλας πειράσομαι· διὸ χείλη ἄνοιξον, καὶ φώτισόν μου τὸν νοῦν, ὅπως ᾄσμασιν, ὑμνήσω ἐπαξίως, Ῥωμαίων τὸ βλάστημα, θεῖον Ταρσίζιον.
Ἱδρῶσι καὶ δάκρυσι, ῥοαῖς αἱμάτων ἐπότισας, ἀθλήσας Ταρσίζιε, ἐν πόλει πανευκλεεῖ· καὶ αὐτῆς τῇ γῇ, ᾗ ὥδευσας τὰ μήκη, κομίζων τὰ Ἄχραντα, δήμῳ Μυστήρια.
Νεκρώσας τὴν σάρκα σου, ταῖς ἡδοναῖς ἐκ νεότητος, ψυχὴν ἀπεκάθηρας, ἐξ ὀλεθρίων παθῶν, καὶ διήνοιξας, τῆς διανοίας ὦτα, ἀκοῦσαι τὰ ῥήματα, ἃ εἶπε Κύριος.
Θεοτοκίον.
Ἐκύησας Πάναγνε, ἐν Σῇ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄχρονον, τὸν ἀκατάληπτον, καὶ διέμεινας Παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα Πάναγνε· φρικτὸν μυστήριον.

ᾨδὴ γ΄. Κανών α΄. Ὁ μόνος εἰδώς.
Ἐκ τόπου Ῥωμαίων γῆς λαμπρᾶς, ἀνέθαλες θεόσοφε, ἐξ εὐγενῶν πιστῶν γεννητόρων σου, ἀνατραφεὶς εὐσεβεία γάλακτι, καὶ τῶν ποδῶν, ἴχνεσι Χριστοῦ ἠκολούθησας, ἐρασμίου Νυμφίου Ταρσίζιε.
Ζῶν Μάρτυς ἐδόξασας Χριστόν, τῷ ἐναρέτῳ βίῳ σου, ὡς μαθητὴς καλὸς τοῦ Κυρίου σου, Οὗ Εὐαγγέλιον διετράνωσας, κῆρυξ λαοῦ, πλάνης ἠδάφισας τὰ ξόανα, καὶ εἰς γνῶσιν Θεοῦ, πλείστους ἴθυνας.
Ἡλίου τῆς δόξης ἀστραπαί, οἱ λόγοι σου κατέπληξαν, τοὺς ἀμαθεῖς λαοὺς ἰσαπόστολε, καὶ ἐβράβευσε σημείοις, πίστιν σου ὁ Δεσπότης, Ὃν παῤῥησία ὡμολόγησας, καὶ αἷμα ἐξέχεας Ταρσίζιε.
Θεοτοκίον.
Θεὸν Ὃν συνέλαβες γαστρί, ἐλεύσει τῇ τοῦ Πνεύματος, τοῦ Παναγίου Ἄχραντε τέτοκας, τηρήσασα παρθενίαν ἄφθορον, ὡς ἡ βάτος, ἄφλεκτος καιομένη ἔμεινε, δεξαμένη τὸ πῦρ τῆς θεότητος.

Κανών β΄. Τοὺς Σοὺς ὑμνολόγους.
Στρατὸν σὺ ἀπήλασας δαιμόνων, δεήσει ἀπαύστῳ πρὸς Θεόν, τῶν ἀρετῶν εὐθύτητι, καὶ αἰκισμοῖς ἀθλήσεως, ὡμολογήσας ἄριστα, πρὸ τῶν ἐχθρῶν τὸν Παντάνακτα.
Ὡράθης ἰθύνων κλονουμένος, πρὸς φῶς ἀληθείας θεϊκῆς· διὸ πιστοῖς ἐδίδαξας, Χριστῷ ἐμπολιτεύεσθαι, καὶ πρὸς ζωὴν σὺ κρείττονα, ἔσχες ἀγρύπνως τὰ ὄμματα.
Θεῷ ἠκολούθησας ὡς σώφρων, οὐσίαν λιπὼν καὶ συγγενεῖς, Σταυρὸν ἄρας ἐπ’ ὤμων σου, τῶν δ’ ἀρετῶν ἀκρώρειαν, σοφῶς ζηλώσας ἔλαβες, Μάρτυς ἀθλήσεως στέφανον.
Θεοτοκίον.
Ἐλέους πηγὴν καὶ ζωαρχίας, Σὺ ἔτεκες Λόγον τοῦ Θεοῦ, λυτρώσαντα τὸ πλάσμά Του, ἀρᾶς ἀρχαίας Δέσποινα· διὸ ἡδέσιν ᾄσμασι, χαῖρε Ἁγνὴ ἐκβοῶμέν Σοι.

Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ’ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος Φιλάνθρωπος.
Ὁ Οἶκος.
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ βουλόμενοι κατιδεῖν τὸν Υἱὸν Αὐτῆς, πρὸς Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες· θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα, ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως ὑπάρχων τοῦ Πατρὸς Αὐτοῦ, ἑκὼν περιγράφεται σαρκί, οὐ θεότητι, ὁ μόνος Φιλάνθρωπος.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λίθοις βαλόμενος, καὶ τελειούμενος, Χριστὸν ἐδόξασας, τὸν Ὑπεράγαθον, τῇ γεωργίᾳ ἀρετῶν, καὶ αἵματος τῇ ἐκχύσει· ὅθεν ἀνελήλυθας, εἰς οὐράνια δώματα, καὶ χοροῖς ἠρίθμησαι, Διακόνων Ταρσίζιε· πιστοὶ δὲ σοὶ κραυγάζουσι πόθῳ· χαῖρε Μαρτύρων θεῖον κλέος.
Δόξα. Καὶ νῦν. Τὸ αὐτὸ.
Ἐκ τῆς Παρθένου Σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν Σου Δέσποτα· Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ Σοι· ἡμεῖς δὲ Ζωοδότα βοῶμέν Σοι· δόξα τῷ οὕτως εὐδοκήσαντι.

ᾨδὴ δ΄. Κανών α΄.  Ὄρος Σε τῇ χάριτι.
Ἴδετε πιστοὶ εἰκόνα θείαν, καὶ εὐφράνθητε, τοῦ Ταρσιζίου ἐν ναοῖς, καὶ ἀνάγνωτε ταῖς γραφαῖς, τὰ τούτου ἀθλήματα, τῇ εὐχῇ, πληθὺν θαυμάτων τελέσαντος, καὶ ἐκ βυθοῦ ἀπωλείας ἑλκύσαντος.
Κήδη νῦν τρισμάκαρ, φιλεόρτων ὧδε πλήρωμα, εὐεργετεῖν μυρεστικῶς, σῇ θείᾳ χάριτι ἀεί, ὡς πιστῶν φρουρὸς θεῖος πεφηνώς· διὸ τιμῶμέν σου ᾄσμασι, τὴν ἀληθῆ ὑπὲρ πάντων ἀντίληψιν.
Λύπην ἀποθέσατε ἐνταῦθα οἱ θεόφρονες, μαθόντες ὅσα λυπηρά, ὁ Ἀθλητὴς καρτερικῶς, ἐν βίῳ ὑπήνεγκεν, ἐκ τῶν ἐχθρῶν παῤῥησίᾳ λέξας· Χριστοῦ εἰμὶ μαθητής· καὶ Σταυρῷ τοῦτον ἤσχυνε.
Θεοτοκίον.
Μήτηρ παρθενεύουσα ὡς Κόρη, ἡ πρὶν γέγονας, τεκοῦσα Λόγον τοῦ Θεοῦ, ἄνευ ὠδίνων μητρικῶν, Ἀδὰμ ἀρὰν λύσαντα προγονικήν, θανατώσαντα τε θάνατον, ξύλῳ Σταυροῦ, καὶ τὸν ᾅδην νεκρώσαντα.

Κανών β΄. Ὁ καθήμενος ἐν δόξῃ.
Οἰκιστὴς ἐπουρανίων νῦν σκηνῶν Μάρτυς γέγονας, ὁ τῶν δερματίνων, ὑποστὰς χιτώνων ἀφαίρεσιν, δαρμοὺς καὶ πλείστας βασάνους, ἄχρις αἵματος, καὶ τὸν θάνατον, βληθεὶς τοῖς λίθοις τυπτόμενος.
Νικητὴς κατὰ δαιμόνων ἀνεδείχθης ἐν σκάμματι, τοῦ σταδίου Μάρτυς, βίον ἀρεταῖς κοσμησάμενος, ὡς καθαρὸς τῇ καρδίᾳ, ἀμνησίκακος, καὶ φιλάδελφος· ὅθεν Χριστοῦ εἶδες πρόσωπον.
Ὑπηρέτης πάντων ὤφθης καὶ Διάκονος ἔσχατος, ὡς διακελεύει, ἐν Εὐαγγελίοις ὁ Κύριος, ὦ ταπεινόφρον ὁπλῖτα· διὸ ἔσπευσας, θείοις ῥήμασι, δῆμον φωτῖσαι κατείδωλον.
Θεοτοκίον.
Μητροπάρθενε τὸν Λόγον τοῦ Πατρὸς ἐσωμάτωσας, Πνεύματος ἰσχύϊ, Ὃν θερμῶς δυσώπει, Σοὶ λέγομεν, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσηται, κρῖναι θνητῶν ἁμαρτήματα.

ᾨδὴ ε΄. Κανών α΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Νικητὴς κατὰ βελίαρ, ἀναδειχθεὶς τῇ προσευχῇ, πολλάκις διεφυλάχθης, ἀβλαβὴς Ταρσίζιε, πλήξας τὸν ἐχθρὸν ξύλῳ Σταυροῦ, καὶ τὰς ἀπατηλὰς μηχανουργίας, τούτου ἔθραυσας.
Ξέσεις σώματος καὶ πλεῖστα, ὑπηνεγκὼν καρτερικῶς, δαρμοὺς σώματος, σὺν ἄλλοις βλαβεροῖς Διάκονε, ἔλαβες ἐν μέσῳ τῆς ὁδοῦ τὸν θάνατον, τοῖς λίθοις βληθείς, ἵνα μὴ ἐχθροῖς τὰ Δῶρα δῶς, καὶ οὗτοι κυσίν, εἰς δόξαν δ’ ἀνέδραμες.
Ὁ κηρύξας παῤῥησίᾳ τὸ θεῖον ὄνομα Χριστοῦ, ἐν ἀθλήσεως ἀγῶσιν, Ἑσπερίας καύχημα, ὑμνείσθω Ταρσίζιος ᾠδαῖς, τῶν Ῥωμαίων ὁ κῆρυξ, εὐσεβῶν τὸ περιτείχισμα.
Θεοτοκίον.
Παναγία τὰς αἰτήσεις, πλήρου αἰτουμένων πιστῶς, καὶ δυσώπει τὸν Υἱόν Σου, τοῖς πᾶσι δῷ ἔλεος, ὅταν ἔλθη κρῖναι ὡς Κριτής, ἡμῶν τὰς ἁμαρτίας, ὦ Εὐσυμπάθητε.

Κανών β΄. Ἐξέστη τὰ σύμπαντα.
Νεκρώσας σκιρτήματα, σαρκὸς ἔξω γεγένησαι, πάθη Ἀθλοφόρε ὑποτάξας, ἔρωτι θείῳ, τοῦ σοῦ Νυμφίου τρωθείς· διὸ τὸν παγκάκιστον σατᾶν, προσευχαῖς ᾔσχυνας, καὶ νηστείαις ἐτρόπωσας.
Ἡ χάρις ὡδήγησε, τὰ βήματά σου ἔνδοξε, πίστιν Ἰησοῦ ὁμολογῆσαι, πρὸ δυσσεβούντων· διὸ δεινὰς ἀπειλάς, ὑπήνεγκας Μάρτυς καρτερῶς, τύψεις τε λακτίσματα, καὶ τοῖς λίθοις τὸν θάνατον.
Συρόμενος ὄπισθεν, τοῦ ὄχλου ὡδοιπόρησας, ἄχρι τῆς ὁδοῦ τὸ μέσον Μάρτυς, ἔδαφος βάψας, τῶν σῶν αἱμάτων ῥοαῖς· συγχώρησιν δ’ ἔδωκας ἐχθροῖς, μιμητὰ τοῦ Πλάστου σου, καὶ Στεφάνου ὁμότιμε.
Θεοτοκίον.
Ὡς Βάτον πυρίφλεκτον, θεόπτης Κόρη εἶδέ Σε, ἐν Σιναίῳ ὄρει, μὴ καυθεῖσαν, Τόκον δηλοῦσαν, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, Ὅνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.

ᾨδὴ ς΄. Κανών α΄. Ἐκύκλωσεν ἡμᾶς.
Ῥωννύμενοι τῆς σῆς εἰκόνος χάριτι, βοῶμέν σοι Ταρσίζιε, ἀσπαζόμενοι τοῖς χείλεσιν αὐτήν· ῥῦσαι Ἀθλοφόρε, ἐκ δεινῶν λαόν· σὺ γὰρ θερμὴν τὴν παῤῥησίαν, ἔχεις πρὸς Κύριον.
Σπουδάσωμεν πιστοί, τιμῆσαι μέλεσι, τὸν πάντιμον Διάκονον, ἀριστέα Ἀθλητὴν περιφανῆ, πρέσβυν ἡμῶν πάντων τῶν Χριστιανῶν· οὗτος ἐχθροῦ τὰς μεθοδείας, καὶ πλάνας ᾔσχυνε.
Τὰ κύματα παθῶν, τὰ ἐμφωλεύοντα, ψυχῇ σου κατεπράϋνας, ὁσιακῇ καὶ ἐνθέῳ βιοτῇ· ἀθλήσας δὲ γενναίως καὶ ζῆν λιπών, πῦλας διέβης οὐρανίους, Μάρτυς ἀήττητε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε πιστῶς, Παρθένε Δέσποινα, τὸ γένος τὸ ἀνθρώπινον, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ Σοῦ, ἣν ἐκ παραβάσεως ὠλέσαμεν· Σὺ γὰρ σαρκί, Θεοῦ τὸν Λόγον ἐκυοφόρησας.

Κανών β΄. Τὴν θείαν ταύτην.
Καλῶς, ἀγώνων τὸ στάδιον, διήνυσας στεῤῥῶς Μάρτυς ἔνδοξε, καὶ νίκης εἴληφας, γέρα καλλίστης ἀθάνατα, ὑπὸ τοῦ Στεφοδότου, τὰ ἐπουράνια.
Ἀπάτην πλάνην ἐφαύλισας, ξοάνων λατρευτῶν θεοφώτιστε, καὶ τούτων ἄνοιαν· ἀλλ’ ὁ ἐχθρὸς ὁ παγκάκιστος, καταισχυνθεὶς τὸν μόρον, λίθοις σοι ἔδωκε.
Λαμπρῶς ἐνήθλησας πάνσοφε, καὶ ἔνεδρα τυράννου ἠδάφισας, τῇ παῤῥησίᾳ σου, ὁμολογήσας τὸν Κτίσαντα· διὸ ψαλμοῖς τιμῶμεν, Μάρτυς σὴν ἄθλησιν.
Θεοτοκίον.
Λαμπάς, Θεοῦ ἀναδέδειξαι, Σκηνὴ Ναὸς καὶ Πύλη Θεόνυμφε, ἐνανθρωπήσαντος, ἵνα χειρῶν Του πλαστούργημα, φθορᾶς πικροῦ θανάτου, ῥύση ὡς Εὔσπλαγχνος.

Κοντάκιον. Ἦχος πλ. β΄. Τὴν ἐν πρεσβείαις.
Τῇ ἑορτίῳ σπουδάσωμεν πανηγύρει, τοῦ θεοῤῥήμονος καὶ σεμνοῦ Διακόνου, ἵνα τὴν μνήμην τούτου ὑμνήσωμεν, χορὸς τῶν φιλεόρτων· τὴν δὲ σεπτήν, τοῦ Μάρτυρος εἰκόνα τιμήσωμεν, ἐν ᾄσμασι.
Ὁ Οἶκος.
Τοῦ Προφητάνακτος ψαλμωδοῦ προφήσαντος, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, πεπλήρωκας τὸ ῥηθὲν Φιλάνθρωπε, ὁ ἐν Ἁγίοις θαυμαστός, καὶ ἐδόξασας τὸν πιστόν Σου θεράποντα καὶ ἔνδοξον Μάρτυρα ἔφηβον Ταρσίζιον, τὸν εὐαρεστήσαντά Σε ἐν ἀρετῶν τελειότητι καὶ ἠθῶν καθαρότητι, ὁσιότητι βίου, ἄθλοις καὶ παλαίσμασιν ἱεροῖς ἐν σταδίῳ, ἄχρι τῆς ἐκχύσεως τοῦ τιμίου αἵματος καὶ τῆς ἐν τῇ παλαιᾷ Ῥώμῃ ἐκδημίας αὐτοῦ. Διὸ κἀμεῖς Εὔσπλαγχνε, ἐν τοῖς ἁγίοις Σου ναοῖς σπουδάζοντες, ἀσπαζόμεθα τὴν τούτου εἰκόνα, αἰτούμενοι τὰ κρείττω, ἃ πᾶσι παρέχει, ὁ ἀκηλίδωτον πολιτείαν μετελθών, θεοειδεῖ πρᾳότητι, Ἀποστολικῷ ζήλῳ, ἀνοθεύτῳ ἀγάπῃ, ὑψοποιῷ ταπεινώσει, εἰρηναίᾳ καταστάσει, ἐπίγειος ἰσάγγελος καὶ οὐράνιος ἄνθρωπος, ὁ ὁδηγὸς τῆς εὐσεβείας, καὶ τῆς ἀληθείας φωτιστὴς τῷ κηρύγματι, ὁ φιλάδελφος τοῦ Κυρίου μιμητής, τὸ πέλαγος τῶν θαυμά-των, καὶ τὸ ῥεῖθρον τῆς συμπαθείας, ὁ πλήξας Σταυροῦ τῷ ὅπλῳ, βελίαρ τὰ ἔνεδρα, ὃν νῦν ἐπαξίως τιμῶμεν, ἐν ᾄσμασι.

Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ μηνός, μνήμη ἐκ μεταφορᾶς, τοῦ Ἁγίου ἐφήβου Ἱερομάρτυρος Ταρσιζίου τοῦ Διακόνου.
Στίχοι·  
Ἤστραψε Χριστοῦ φωτὶ ὁ Ἀθλοφόρος,
ἐν τῷ σκάμματι ἐχθροῦ αἰσχύνας μεθοδείας.
Τρισσιπεντάκις Ὑψιμέδωνι ἄειρε, Ταρσίζιος, λίθοις.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις,  Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Κανών α΄.  Σὲ νοητὴν Θεοτόκε.
Φῶς τοῦ Χριστοῦ, γεγονὼς Ταρσίζιε, καὶ ἀρετῶν σκεῦος στιλπνόν, βαφαῖς αἱμάτων ἐρυθραῖς, πρὸς ζωὴν ἀνέδραμες, ἄληκτον καὶ ἄῤῥευστον, εὐαρεστήσας τῷ Πλάστῃ σου· διὸ τιμῶμέν σου μνήμην, θερᾶπον Τούτου γνήσιε.
Χαῖρε στεῤῥέ, καὶ πιστέ σοι κράζομεν, ἔνδοξε Μάρτυς τοῦ Χριστοῦ, ἀλγηδόνας καρτερικῶς, ὡς ἀδάμας ἄτμητος, πάσχων ἐν τῷ σώματι, ἐπεὶ Τοῦτον ὡμολόγησας, καὶ νῦν Βασίλεια δόξης, οἰκεῖς τὰ ἐπουράνια.
Ψυχοφελής, Χριστωνύμοις δέδειξαι, ὅτι περάτων γῆς λαοί, ἕνεκεν πίστεως Χριστοῦ, τοὺς ἄθλους σου ἔγνωσαν, πάνσοφε Ταρσίζιε, ᾀσματικῶς δ’ ἐκβοῶσί σοι· δὸς κἀμῖν χάριν σου, Μάρτυς καὶ λυπηρὰ ἀπέλασον.
Θεοτοκίον.
Ὢ ἀληθῆ, τῆς τρυφῆς Παράδεισε, Σὺ εἶ ἡ τέξασα ζωῆς, ἐνυποστάτου ἀρχηγόν, Μῆτερ προαιώνιον, Λόγον τὸν Ὁμοούσιον μετὰ Πατρός τε καὶ Πνεύματος, τὸν αἰνετὸν τῶν Πατέρων Θεόν· διό Σε μέλπομεν.

Κανών β΄. Οὐκ ἐλάτρευσαν.
Ἰσοστάσιος Στεφάνου Μάρτυς δέδειξαι πρὸς τὸ μαρτύριον, προθύμως σπεύδων εὐχῇ, τῷ Κτίστῃ δ’ ἀνέπεμψας, βλάβης ἀπήμονας, τηρεῖν ἅπαντας, τοὺς σὲ πιστῶς γεραίροντας, καὶ τιμῶντας θείοις ὕμνοις.
Νόμους φύσεως θεόφρον ὑπερβέβηκας ὡς καρτερώτατος, καὶ πνεύματι οὐρανῶν, ὑψώθης τοῖς δώμασι, Μάρτυς Ταρσίζιε, πρέσβυ ἔνθερμε, Χριστιανῶν τῶν εὐσεβῶν, καὶ φερόντων τοὔνομά σου.
Ἱλαρότητος φωτὶ Μάρτυς τῇ ὄψει σου κατακοσμούμενος, ὡσεὶ ἀδάμας στεῤῥός, ἀλύγιστος σίδηρος, ἐνεκαρτέρησας, τιμωρούμενος, καὶ ἀπτοήτως Κύριον, ψαλμικῶς ἐδοξολόγεις.
Θεοτοκίον.
Κόρη θαύματι Σῆς μήτρας ἀειπάρθενον ἐδήλου κάμινος, οἱ τοὺς Τρεῖς Παῖδας πυρί, οὐδόλως μὴ βλάψασα· Σὺ γὰρ διέμεινας, ἀδιάφθορος, Παρθένος τέξασα σαρκί, τὸν ποιήσαντα τὴν κτίσιν.

ᾨδὴ η΄. Κανών α΄. Ἐν καμίνῳ Παῖδες.  
Γλυκυτάτης μέθης ἐμπλησθείς, ἐν ἀγῶσι θεόφρον, δαρμοῖς βασανιζόμενος, ἐβόας πρὸς τὸν Θεόν, καρδίᾳ καὶ χείλεσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τοῦ σύμπαντος τὸν Κτίστην, καὶ ὑπερυψοῦτε, τὸν Πλάστην τῶν ἀνθρώπων.
Ἐν καμίνῳ Παῖδας Ἰσραήλ, ἀναλώτους ἔδειξε, τὸ πῦρ καὶ ὕμνουν Δεσπότην, ἐν θηρσὶ δ’ ὡς Δανιήλ· σὺ δ’ Ἅγιε ἔσπευδες, τοῦ βληθῆναι τοῖς λίθοις ἀγαλλόμενος, ἵν’ εὔοσμος θυσία, γένῃ τῷ Χριστῷ, Ἀθλοφόρε Ταρσίζιε.
ᾨδὴν θείαν ἅπαντες Χριστῷ, δῶμεν μετ’ εὐφροσύνης, ἀγαλλιώμενοι πανύ, καὶ βοήσωμεν χαρᾷ, τὸν Μάρτυρα μέλποντες· ἔνδοξε ὁπλῖτα, παράσχου τοῖς πόθῳ, τιμῶσί σου τοὺς ἄθλους, ἴασιν ἐκ νόσων, καὶ θείαν σωτηρίαν.
Θεοτοκίον.
Ῥυσαμένη γένος τῶν βροτῶν, Σὲ ὑμνοῦμεν Παρθένε, καὶ Τόκον Σου προσκυνοῦμεν, Ὃν ἀσπόρως ἐν γαστρί, ἐδέξω καὶ τέτοκας, Βασιλέα ἁπάσης κτίσεως μόνον, λυτρούμενον τοὺς πίστει, ἀνυμνολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας.

Κανών β΄. Παῖδας εὐαγεῖς.
Ὅπλῳ τοῦ Σταυροῦ τετειχισμένος, εἰσῆλθες ἐν τῷ σταδίῳ γενναιότατε, καὶ Χριστὸν ἐδόξασας, Ὅνπερ ὡμολόγησας, πρὸ δυσσεβῶν τυπτόμενος, λιθοβολούμενος, τὰ στίγματα, κομίζων προφρόνως, ὡς σημεῖα νίκης, Ταρσίζιε καλλίστης.
Νίκης τοὺς καρποὺς ἐδρέψω πόνων, ἀγώνων σου καὶ αἱμάτων τῆς ἀθλήσεως· σὴν ψυχὴν ἐκάλλυνας, Κτίστην δ’ ἐμεγάλυνας, μαρτυρικοῖς παλαίσμασιν, ἐναρετώτατε· διό, λαμπρὰν ἀπείληφας στέφος, καὶ Δεσπότου θέᾳ, ὁρᾷς νῦν ἐν ὑψίστοις.
Δόμοις τοῦ Κυρίου μετ’ ἀνθρώπων, εὐχόμενος πόθῳ ἔμελπες μακάριε· ὁ Ὢν ὑπερυψούμνενος, ἐστὶ καὶ ταπεινούμενος, ἐγὼ ὁ ἀθλιότατος· διό σε ὕψωσεν, εἰς ἄφθαρτα, σκηνώματα δόξης, καὶ θαυμάτων χάριν, σοὶ δέδωκεν ὁ Πλάστης.
Θεοτοκίον.
Ἄσπιλε κατάσκιον καὶ πῖον, σὲ ὄρος ὁ Ἀββακοὺμ σὺν ἄλλοις προὔλεξε, Πύλη ἐπουράνιε, Βάτε ἀκατάφλεκτε, Ναὲ Σκήνη Ἁγίασμα Πόκε πανένδροσε, καὶ Κλῖμαξ, ἡ ἀμφίδρομος Θρόνε, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.

ᾨδὴ θ΄. Μεγαλυνάρια. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ΄.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν Σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ὁ Εἱρμός.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
 Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν Σήν, τῆς Παρθένου καὶ Ἁγνῆς.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει Σε Ἁγνή, καὶ δοξάζει Σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ’ ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς Αὐτόν· νῦν ἀπόλυσιν ζητῶ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου Σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ Σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, Σὺ ὑπάρχεις Μαριάμ.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου Σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ Σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου Σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ Σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο Αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ Σωτηρίου Σου Χριστὲ ἀγαλλίασιν, ἀπόλαβέ Σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω Σε Θεόν.
Μητροπάρθενε ἁγνή, τὶ προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;       
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ Σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδὸν Σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω Λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην· τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους Σου, τοὺς πιστεύοντας εἰς Σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαῤῥήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Κανών α΄. Τῦπον τῆς ἁγνῆς λοχείας Σου.
Μεγάλυνον ψυχή μου, τῆς ἑσπερίας γόνον, τῶν ἀρετῶν ἐργάτην, καὶ χάριτος τὸ σκεῦος.
Μεγάλυνον ψυχή μου, τὸν φαεινὸν φωστῆρα, Χριστοῦ τῆς Ἐκκλησίας, καὶ Μάρτυρα εὐμόλπως.
Μεγάλυνον ψυχή μου, ἐν μελιῤῥύτοις ὕμνοις, Ταρσίζιον τὸν θεῖον, Διάκονον Σωτῆρος.
Γλῶσσα ἐξειπεῖν οὐ δύναται, τοῦ Ταρσιζίου ἆθλα, θαύματα δ’ ἄμετρα, ὑπὲρ τὴν πλήθυν, ψάμμου θαλάσσης καὶ ἄστρων γε, ὡς Μωσῆς καὶ Ἠλίας ἐν ὕδασιν· ὅθεν ψαλμοῖς τιμῶμεν, τὴν νεανικὴν αὐτοῦ ἄθλησιν.
Μεγάλυνον ψυχή μου, τὸν ἐν φρικτοῖς βασάνοις, λιπόντα λίθοις βίον, Κυρίου Ἀθλοφόρον.
Μεγάλυνον ψυχή μου, πιστῶν τὸν παραστάτην, τῶν Διακόνων κλέος, δαιμόνων ὀλετήρα.
ᾨδαῖς θεοτερπέσιν, ὑμνήσωμεν ἀξίως, τὸν Μάρτυρα ἐν οἴκοις, προστρέχοντες Δεσπότου.
Ἵλεως γενοῦ πολύαθλε, σὺν χορείᾳ Μαρτύρων, πρὸς τὸν Οἰκτίρμονα, τοῖς παναληθῶς, ὕμνοις ἐνθέοις ὑμνοῦσί σε, καὶ ἀπώθει ἐχθροῦ τὰ τοξεύματα, ἵνα μὴ πειρασθῶσιν, οἱ ἀεὶ πιστῶς σε γεραίρουσιν.
Δόξα.
Δόξα Σοι Θεαρχία, τρισσῶς ἑνιζομένη, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ ἄκτιστος οὐσία.
Ὅλην πρὸς Χριστὸν διάνοιαν, ἐν μαρτυρίῳ ἔχων, Πλάστην ἐδόξασας, ἀντιδοξασθείς· διὸ ἡμῖν ἐπιβράβευσον δωρεαῖς, ἀριστεῦ θεοτίμητε, χάριτος καὶ εἰρήνης, τοῖς εὐλαβῶς σε μακαρίζουσιν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Παρθενομῆτορ, Κυρία Θεοτόκε, τῶν Ἱερέων δόξα, ἀνθρώπων σωτηρία.
Ὕψωσον Υἱῷ τὰς χεῖράς Σου, ὑπὲρ ἡμῶν Παρθένε, Ὃν ἀπεκύησας, ὡς Μήτηρ Αὐτοῦ, τὴν σωτηρίαν δωρήσασθαι, μετανοίας τὰς τρίβους δεικνύουσα, σὺν θείου Ταρσιζίου, εὐμενεστάτοις παρακλήσεσιν.

Κανών β΄. Ἅπας γηγενής.
Ἄγγελοι, σκιρτήσατε μεθ’ Ἁγίων, καὶ ἄνθρωποι χορεύσατε, τῇ πανευσήμῳ ἡμέρᾳ, ἑορτῆς τοῦ Ἀθλοφόρου.
Ἄνθρωποι, θεόφρονες γηθοσύνως, ναοῖς Κυρίου μέλψατε, τοῦ Ταρσιζίου τὴν μνήμην, μελῳδήμασιν ἐνθέοις.
Ξέσεις καὶ δαρμούς, ἀνδρείως ὑπήνεγκας Μάρτυς ἀοίδιμε, τῆς φυλακῆς ἐγκλεισμόν, ὁδοῦ δ’ ἐν μέσῳ, λίθοις τὸν θάνατον· διὸ τοῖς σὲ γεραίρουσι, παράσχου ἄφεσιν, ἐγκλημάτων, πρὸς Χριστὸν πρεσβείαις σου, καὶ πυρὸς αἰωνίου ἐκλύτρωσιν.
Δράμωμεν, ἐν οἴκοις Θεοῦ προθύμως, τῶν φιλεόρτων ἄθροισμα, ἵν’ ἀσπασθῶμεν τὸν τῦπον, τοῦ ἐνδόξου Ταρσιζίου.
ᾌσατε, χορεῖαι σὺν Ἀσωμάτοις, διάκονον Ταρσίζιον, ὅτι πρεσβεύει Κυρίῳ, ἡμᾶς γεέννης ῥυσθῆναι.
Ἱερουσαλήμ, οὐράνιον ᾤκησε, συναυλιζόμενον, Ἁγίοις τὸ πνεῦμά σου, τὸ ἱκετεῦον, τὸν Παντοκράτορα, ὅπως ἡμῖν δωρήσηται, τοῖς ἀνυμνοῦσί σε, ἰαμάτων, χάριν τὴν ἀείῤῥοον, δαψιλῶς Ἀθλοφόρε Ταρσίζιε.
Δόξα.
Δόξα Σοι, Θεότης ἡ τρισαγία, καὶ φύσις ἀδιαίρετος, Πατὴρ Υἱός τε καὶ Πνεῦμα, ἡ συστήσασα τὸν κόσμον.
Ὤφθης ἀληθῶς, πιστοῖς δοὺς τὴν ἴασιν, ἐκ νόσων τάχιστα, καὶ τὸ ῥυπαρὸν ψυχῆς, ἁγιασμοῦ, χάριτι ἔπλυνας, τῇ δ’ ἀρωγῇ σου πένητας, ἐξενοδόχησας, τοὺς βοῶντας· χαίροις καρτερόψυχε, τοῦ Χριστοῦ μιμητὰ ἀμνησίκακε.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε, εὐλογημένη Παρθένε, Μαρία θεοδόξαστε, τοὺς σὲ πιστῶς ἀνυμνοῦντας, Θεῷ πρέσβευε σωθῆναι.
Σῶσον ὦ Ἁγνή, πρεσβείαις πρὸς τόκον Σου, τοὺς ἑορτάζοντας, ἐν οἴκοις τε καὶ μοναῖς, τοῦ Ταρσιζίου μνήμην τὴν πάμφωτον, τῶν δ’ Ὀρθοδόξων πλήρωμα, ἄτρωτον φύλαττε, τοῦ βοᾲν Σοι· χαῖρε ἡ ὑψώσασα, ἀπὸ γῆς πρὸς Θεόν, γενος βρότειον.
Καταβασία.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν Σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
 Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.
Τῆς Ῥώμης θεῖον βλάστημα, καὶ Χριστωνύμων καύχημα, ὑμνήσωμεν φιλεόρτων, χορὸς ᾠδαῖς κατὰ χρέος· παρέχει γὰρ ἀείῤῥυτον, χάριν ὡς ἱερόαθλος, τὴν δ’ ἰατρείαν ἐκ νόσων, τοῦ σώματος δυσεφίκτων, καὶ ψυχικῶν μολυσμάτων.
Τῆς ἑορτῆς.
Ἀτρέπτως καθ’ ὑπόστασιν, ἐν Σοὶ Θεογεννήτρια, σαρκὶ ἑνοῦται ἀσπόρως, καὶ νηπιάζει ὁ Λόγος, Ὃν ἐν ἀγκάλαις φέρουσα, Χερουβικὸς ὡς θρόνος νῦν, Θεῷ Πατρὶ προσήγαγες, καὶ Συμεὼν ὁ πρεσβύτης, χαίρων ἐδέξατο Τοῦτον.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
 Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Ταρσίζιον ὑμνοῦντες, τὸν ἐκλάμψαντα γαίᾳ, Ῥωμαίων ὥσπερ ἄστρον πασιφαές, Ἀθλητὴν περιβόητον, Γαλιηνοῦ καταισχύναντα τὴν ὀφρύν, καὶ λιπόντα βίον πρόσκαιρον.
Τῇ μυστικῇ παντευχίᾳ καθοπλισμένος στεῤῥέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Ταρσίζιε θεόφρον θράση ἐχθρῶν, δυσσεβῶν κατηδάφισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἴματος ἐνήθλησας.
Τίς σου τοὺς ἄθλους ἐξείπει σοφὲ Ταρσίζιε, οὓς ἐν παλαιᾷ Ῥώμῃ, προσευχῇ θεαρέστῳ, ἀγῶσιν ἀπειργάσω ἀθλητικοῖς, καὶ ἐκχύσει τοῦ αἵματος, λιθοστευούμενος ἐν τῷ μέσῳ ὁδοῦ, σβέσας πλάνης τὰ μυθεύματα.
Ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε, Ταρσίζιε καὶ μνήμην, ἐκτελούντων ἐν ὕμνοις, τὸν Πλάστην καθικέτευε ἐκτενῶς, τοῦ δωρήσασθαι ἔλεος, καὶ ἱλασμὸν ἐπταικότων ἵν’ ἐκ πυρός, λυτρωθῶμεν αἰωνίζοντος.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει τοῦ Ἀθλοφόρου Χριστοῦ· Ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν ἐνάρετον Διάκονον ἐν ὕμνοις ἀνυμνείτωσαν. Διὸ καὶ νῦν φιλέορτοι, ἐν τοῖς ναοῖς Κυρίου συνελθόντες, τὸν τῆς παλαιᾶς Ῥώμης βλαστόν, καὶ Μάρτυρα τῆς πίστεως, ᾀσμάτων ἄνθεσιν ἐγκωμιάσωμεν· ὅτι τοῦτον ὄντως κέκτηνται, οἱ πένητες πλουτιστήν, οἱ ἐν αἰχμαλωσίᾳ τοῖς πάθεσι ῥύστην, οἱ ἀδικούμενοι προστάτην, οἱ κατατρεγμένοι βοηθόν, οἱ ὁδοιπόροι συνοδίτην, οἱ πιστοὶ συμπαραστάτην, οἱ φυλακισμένοι ἐλευθερωτήν, καὶ οἱ νοσοῦντες ἰατῆρα· οἱ πάντες τὸν πανταχοῦ ταχὺ προφθάνοντα ἄριστον κυβερνήτην, δαιμόνων ὀλετῆρα, Ἅγιον θαυματουργόν, πρὸς ὃν βοήσωμεν· ὦ Ταρσίζιε μακάριε, φύλαττε καὶ σκέπε ἡμᾶς, ἐξ ἀνάγκης καὶ βλάβης ἀτρώτους, καὶ σῷζε εὐσεβὲς Ἑλλήνων γένος, τῆς ἐνσεστώσης ἀπειλῆς, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, Ὅν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά Σου τὸν δοῦλόν Σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν Σου, Κύριε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἑσπερίας γόνος σεπτός, Ταρσίζιε Μάρτυς, Ἀθλοφόρε πανευκλεές, ὁ ἀνύδρους τόπους, εὐκάρπους ἀναδείξας, ταῖς θείαις ἀρεταῖς σου, καὶ ῥείθροις αἵματος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου