Παρασκευή, 4 Αυγούστου 2017

Ἀκολουθία Νεομάρτυρος ΑΝΑΣΤΑΣΙΟΥ τοῦ ἐν Ναυπλίῳ

Ψαλλομένη τῇ 1η Φεβρουαρίου
 
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Πάντες πιστοὶ συνελθόντες, ἐν τῇ λαμπρᾷ ἑορτῇ, τοῦ νεοάθλου τούτου, τῇ θερμῇ προθυμίᾳ, καταστέψωμεν ὕμνοις βοῶντες αὐτῷ· Ἀναστάσιε ἔνδοξε, μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τελούντων σου τὴν μνήμην πιστῶς.
Ἐκ γῆς τοῦ Πέλοπος νήσου, τὸ γένος ἕλκων σοφέ, Ναυπλίου λαμπρὸς γόνος, ἀνεθάλλεις καὶ τέλος, ἀθλήσεως ἀνύσας ὑπὲρ Χριστοῦ, τὴν πατρίδα ἡγίασας, μεληδὸν κατεκόπης χάριν Αὐτοῦ, τοῦ ἀγαστῶς ἐνδυναμοῦντός σε.
Τῶν γεηρῶν ἀλογήσας, Μάρτυς πανένδοξε, τὴν ἡλικίαν ἄγων, τῆς νεότητος πάνυ, ἐπόθησας ὁλοψύχως σὺ τῷ Χριστῷ, τοὺς ἀπίστους διήλεγξας, τῇ αἴγλῃ τοῦ μαρτυρίου ὡραϊσθείς, ἀπετέλεις τὰ θαυμάσια.
Τῶν Ναυπλιέων προστάτης, καὶ πολιοῦχος σοφέ, στεῤῥῶς τε καὶ γενναίως, τὸν τύραννον ἀπώθεις, μακρὰν τῆς δέ τῆς χθονὸς διώξας σοφέ, τὰ τῆς νίκης ἐκόμισας, χαρᾶς καὶ δόξης ἐνέπλησας τοὺς πιστούς, τοὺς δ’ ἀπίστους κατεφόβησας.
Δόξα. Ἦχος β΄.
Μεληδὸν κατεκόπης Μάρτυς Χριστοῦ Ἀναστάσιε, τῇ ἀγάπῃ Αὐτοῦ ἀνεπτερώθης, καὶ τὸ μαρτύριον Αὐτοῦ λαμπρῶς διήνυσας, εἰς οὐδὲν ἡ τοῦ διαβόλου τέχνη χωρὶς δυνῆσαι προσψαῦσαι, τῆς ἐνδόξου σου ἀθλήσεως, καρτερόψυχε πολύαθλε· ὅθεν καὶ ἡμᾶς τούς τήν σεπτήν σου μνήμην γεραίροντας, διαφύλαττε ἀπὸ παντοίων πειρασμῶν, καὶ νόσων πολυτρόπων, ταῖς εὐπροσδέκτοις πρεσβείαις σου.
Καὶ νῦν. Προεόρτιον.
Τὸν ἱερὸν ἡ ἱερὰ Παρθένος προσεκόμισεν, ἐν ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο Τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ Κύριε.
 
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
ᾌσμασι τοῖς τερπνοῖς, καταστέψωμεν τοῦτον, τὸν ἐν τῇ πόλει ταύτῃ, τὸν Νέον Ἀθλοφόρον, τὸν θεῖον Ἀναστάσιον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε οἱ γηγενεῖς, οἱ τοῦ Ναυπλίου γόνοι, προσδράμωμεν ἐν πίστει, ἐν τῷ ναῷ τοῦ πάνυ, λαμπροῦ τοῦ Νεομάρτυρος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τράπεζαν μυστικήν, προτίθεται τοῖς πᾶσιν, Ἀναστάσιος ὁ Νέος, τρυφήσωμεν ἐν πίστει, κατὰ τὴν θείαν ἄθλησιν.
Δόξα.
Μαρτύρων καλλονή, ἀγλάϊσμα καὶ κλέος, ἀπάλλαξον παντοίων, νόσων τοὺς εὐφημοῦντας, τὴν ἱερὰν πανήγυριν.
Καὶ νῦν. Προεόρτιον.
Ῥύπου δίχα Χριστός, γεννᾶται ἐκ Παρθένου, ὡς ἐκ Πατρὸς ἀῤῥεύστως, υἱὸς πρὸ ἑωσφόρου, ὁ τὸν Ἀδὰμ λυτρούμενος.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Μέγαν εὕρατο.
Μέγαν εὕρατο, πόλις Ναυπλίου, σὲ ὑπέρμαχον, καὶ πολιοῦχον, Ἀθλοφόρε Χριστοῦ Ἀναστάσιε· Ἀγαρηνῶν γὰρ καθεῖλες τὸ φρύαγμα, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας· δι’ ὃ Ἅγιε, μὴ παύσῃ δεόμενος, τοῦ λυτρωθῆναι κινδύνων, τὰς ψυχὰς τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῖς ξίφεσιν ἐτμήθη σοῦ τὸ σῶμα τὸ ἅγιον, ὑπ’ Ἀγαρηνῶν ἀλλοπίστων, ὦ στεῤῥὲ Ἀναστάσιε· καὶ πλήρης θείας χάριτος δειχθείς, θαυμάσιος ἐγένου τοῖς πιστοῖς· διὰ τοῦτο καὶ ἡμεῖς σοῦ τὴν μνήμην τὴν σεπτὴν, ἐν ᾠδαῖς εὐφημοῦμεν· χαίροις οὖν Νεομάρτυς τοῦ Χριστοῦ, χαίροις τὸ ἡμέτερον καύχημα, καὶ χαίροις ὁ τῆς πόλεως Ναυπλίου, φρουρός τε ὁ ἔνδοξος.
Καὶ νῦν. Ἦχος α'. Χορός ἀγγελικός.
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν Πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
 
Ἀπόλυσις.
 
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ Προεόρτια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἡ σεπτὴ εὐτρεπίζεται, Ἐκκλησία εἰσδέξασθαι, ἐν αὐτῇ τὸν Κύριον, ὥσπερ νήπιον, ἐπιδημοῦντα καὶ χάρισι, νοητῶς φαιδρύνοντα, τὸ πιστότατον αὐτῆς, καὶ φιλόθεον σύστημα, ᾦ καὶ κέκραγε· Σὺ εἶ δόξα καὶ κλέος καὶ ὁ κόσμος, τοῦ πληρώματός μου Λόγε, ὁ νηπιάσας σαρκὶ δι’ ἐμέ.
Ἡ παστὰς ἡ πολύφωτος, καὶ σκηνὴ ἡ ὑπέρτιμος, καὶ Ναὸς ὁ Ἅγιος καὶ εὐρύχωρος, ἔνδον θαλάμων εἰσάγουσα, τοῦ Ναοῦ τὸν Κύριον, προμνηστεύεται Αὐτόν, τῇ σεπτῇ Ἐκκλησίᾳ Αὐτοῦ, ἱκετεύουσα, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς κυρίως Θεοτόκον, ταύτην ἀπαύστως δοξάζοντας.
Συμεὼν ἱερώτατε, τὴν ἐλπίδα ἣν κέκτησαι, τὸν Χριστὸν θεάσασθαι, δεῦρο πρόσελθε, ἐν τῷ ναῷ ὑπόδεξαι, ἀγκάλαις καὶ βόησον· νῦν ἀπόλυσον Σωτήρ, ἐκ τῆς γῆς με τὸν δοῦλόν Σου, καὶ συγκάλεσον, τὴν Προφήτιδα Ἄνναν τοῦ δοξάσαι, μετὰ Σοῦ τὸν Εὐεργέτην, σαρκὶ φρικτῶς νηπιάζοντα.
Καὶ τοῦ Ἁγίου γ΄. Ὅμοια.
Τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐν ἄθλοις στεῤῥότατον, ἐν ᾠδαῖς φιλέορτοι εὐφημήσωμεν· Θεὸν φιλῶν γὰρ ἐνήθλησε, μὴ πτύξας τὰ βάσανα, οὐδὲ θάνατον σαρκός, οὐδὲ θέλων παντάπασι, τὴν ἀκρόασιν, κηρυγμάτων ἀλλοίων τοῦ Σωτῆρος, καὶ τῆς πίστεως πρὸς Τοῦτον, ἱεροκήρυξ γενόμενος.
Οὐ βασάνων ἡ κάκωσις, οὐ πληθὺς ὑποσχέσεων, οὐ τροφῶν ἡδύτης σε ἠδυνήθησαν, χωρίσαι Μάρτυς στεῤῥότατε, σοφὲ Ἀναστάσιε, ἀγαπήσεως Χριστοῦ, ὑπὲρ Οὗ καὶ ὑπήνεγκας, καὶ τὸν θάνατον· τῷ στεφάνῳ τῆς νίκης στεφηφόρος, καὶ ἀοίδιμος ὡς Μάρτυς, ἐν οὐρανῷ νῦν τιμώμενος.
Τὸν Χριστὸν ὡμολόγησας, μετὰ θάῤῥους πανάριστε, Λυτρωτήν τε Κύριον καὶ Θεὸν ἡμῶν· καὶ διὰ τοῦτο ὑπήνεγκας, κακώσεις τοῦ σώματος, μεληδὸν δὲ τῆς σαρκός, τὴν κατάτμησιν ἔνδοξε, Ἀναστάσιε· τῶν Μαρτύρων τῶν πάλαι μιμητής τε, καὶ στεφάνων οὐρανίων, παρὰ Χριστοῦ κομισάμενος.
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὸν στεῤῥὸν ἐν Μάρτυσιν Ἀναστάσιον, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν· τούτου γὰρ τὸ εὔτονον οὐ θωπεῖαι ἀπατηλαί, οὐ βασάνων αἱ ἀπειλαὶ, χαυνῶσαι ἴσχυσαν· τῇ τοῦ Χριστοῦ δὲ ῥωσθεὶς δυνάμει, πρὸς τὸ σκάμμα ἀνδρείως ἔσπευσε, καὶ τῇ πάλῃ δι’ αἵματος, τὴν τῶν Ἀγαρηνῶν πλάνην ἐστηλίτευσε καὶ καθεῖλε, καὶ τὴν Ὀρθόδοξον πίστιν τοῦ Χριστοῦ, ὡς σώζουσαν ἀλήθειαν, τρανῶς διεκήρυξε. Τούτου ταῖς πρεσβείαις Χριστὲ ὁ Θεός, τῆς δεινῆς τῆς ἀπιστίας μερίδος ἡμᾶς ἐλευθέρωσον, καὶ ἀξίωσον ἡμᾶς ἔργῳ καὶ βίῳ σὲ ὁμολογεῖν, καὶ τυχεῖν ἡμᾶς τῆς οὐρανίου Σου Βασιλείας, Κύριε.
Καὶ νῦν. Προεόρτιον.
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, Ὅν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾶ, πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής· οὗτός ἐστιν Ὅν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πόλις τοῦ Ναυπλίου, Ἀναστάσιον τὸν Νέον Ἀθλητὴν περιφανῶς βλαστήσασα· καὶ τὴν καρτερὰν αὐτοῦ ἄθλησιν συνορῶσα, καὶ τὴν πρὸς τοὺς ἐναντίους, λαμπρὰν ἀντικατάστασιν, τὴν ἀνδρείαν αὐτοῦ ἀγάσθητι, καὶ τὸ μαρτυρικὸν τέλος ὕμνησον· ὑπὲρ Χριστοῦ γὰρ μεληδὸν κατακοπείς, τῇ πάντων Κεφαλῇ ἡνώθη, καὶ μυρίων ἀγαθῶν ἠξιώθη, καὶ σκέπη σοι ἔφορος ἐδόθη, εὐφροσύνως βοώσῃ· Κύριε δόξα Σοι.
Ἦχος β΄.
Ἀθλητικὴν ἐπιδειξάμενος εὐτολμίαν, ἀκαταπλήκτῳ ἐθαυμαστώθης στεῤῥότητι, Ἀναστάσιε πολύαθλε· ἀναστὰς γὰρ τοῦ πτώματος, λαμπρὸν ἀνέστησας τρόπαιον, κατὰ τοῦ βασκάνως σε τρώσαντος· καὶ μακαρίᾳ ἀνεβόας φωνῇ· Χριστιανός εἰμι, ὦ ἄνομοι, Χριστῷ λατρεύω ἐκ ψυχῆς ὡς Ποιητῇ καὶ Θεῷ μου· καὶ οἰκείοις αἵμασι, τὴν ὁμολογίαν δοξάσας, μαρτυρικῆς λαμπρότητος, καὶ αἰωνίου δόξης μέτοχος, γέγονας κράζων· Κύριε δόξα Σοι.
Ἦχος γ΄.
Τῇ εὐσθενεῖ παῤῥησίᾳ σου, καὶ τῷ ἀθλητικῷ παραστήματι, ἐνεὸς καὶ ἐμβρόντητος γέγονεν, ὁ κατὰ σοῦ φρυαξάμενος ἐχθρός, Ἀναστάσιε μακάριε· γνοὺς γὰρ τὴν ἐν σοὶ ἐπιβουλήν, ἐν φρονήσει ἀληθεῖ, συνεδέθης Κυρίῳ τελεώτερον, οὗ ἀκουσίως κεχώρισαι· ὢ τοῦ στεῤῥοῦ σου φρονήματος! Πῶς ἤνεγκας τὸν τοῦ σώματος σπαραγμόν, καὶ τὴν τῶν μελῶν κατατομήν, ὥσπερ ἄλλου πάσχοντος!  Ἀλλ’ ὡς πάντα ὑποστάς, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, καὶ θαυμαστῶς μεγαλυνθείς, σὺν τοῖς πάλαι Ἀθληταῖς, ὑπὲρ ἡμῶν δυσώπει τῶν βοώντων· Κύριε δόξα Σοι.
Ἦχος δ΄.
Τὴν εὐσεβῆ ὁμολογίαν σου, μὴ ἐνεγκότες Ἀθλητά, οἱ τῇ πλάνῃ προσκείμενοι, οἷα θῆρες ἄγριοι κατὰ σοῦ ἐπέθεντο· καὶ μανικῶς πλήττοντες, φονῶντες κατετίτρωσκον, καὶ ἀπηνῶς ἐσπάταττον, σὲ τὸ τοῦ Χριστοῦ πραότατον ἀρνίον· ὅλῳ τῷ νοΐ γὰρ πρὸς αὐτὸν ἀφορῶν, καὶ πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενος, παρ’ οὐδὲν λελόγισαι, τὰς ἀφορήτους ὀδύνας, καὶ τὴν κατὰ σοῦ μανίαν τοῦ ἐχθροῦ· ὅθεν καλῶς ἀγωνισάμενος, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει βοώντων· Κύριε δόξα Σοι.
Ἦχος πλ. β΄.
Σήμερον λαμπροφανὴς ἐπέφανεν, ἡ ἔνδοξος μνήμη τοῦ Νεομάρτυρος Ἀναστασίου, τοὺς εὐσεβεῖς καταφαιδρύνουσα· δεῦτε οὖν φιλομαρτύρων αἱ χορεῖαι, τὴν ἄθλησιν αὐτοῦ τιμήσωμεν, ἐν ἀγαλλιάσει βοῶντες· χαίροις, τῆς δυσσεβοῦς ἀπάτης καθαιρέτης στεῤῥότατος, καὶ τῆς ἐν Χριστῷ εὐσεβείας Ἀθλητὴς περιφανής· χαίροις, Ἰακώβου τοῦ Πέρσου μιμητής, καὶ τῶν ἀγώνων κοινωνός, καὶ τῆς δόξης συμμέτοχος· χαίροις, Ναυπλιέων ὡράϊσμα, καὶ πολιοῦχος καὶ ἔφορος, καὶ πρὸς Χριστὸν πρεσβευτὴς θερμότατος. Πρέσβευε δεόμεθα, Μάρτυς στεῤῥόψυχε, τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικῶς ἠγώνισαι ὑπὲρ Χριστοῦ τῆς ἀγάπης, πυρπολουμένῃ καρδίᾳ, Νεομάρτυς Ἀναστάσιε· τίς οὖν ἀξίως ὑμνήσει, τῆς μακαρίας σου ψυχῆς, τὴν ἀνένδοτον ῥοπήν, οὐ γὰρ ἔπτηξας τυραννικὴν μανίαν, οὐδὲ τῆς σαρκός σου ἔφριξας, τὸν πικρὸν ἐκμελισμόν. Καὶ νῦν μαρτυρικαῖς συνὼν χορείαις, ἀκαταπαύστως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς Αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ Πάθους σύμβολα τοῦ ἐξ Αὐτῆς προηγόρευσε, καὶ παρ’ Αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν Σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
 
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Πᾶσαν, τῶν εὐσεβῶν τὴν πληθύν, ἀεὶ εὐφραίνει Ἀθλοφόρε ἡ μνήμη σου, ὡς οὖσα ἐν μέσῳ δύο, Δεσποτικῶν ἑορτῶν, καὶ τῆς λαμπροφόρου Ἀναστάσεως, προοίμια ἔχουσα, Ἀθλητὰ Ἀναστάσιε, καὶ αὖθις χαίρει, τῇ πολλῇ σου πρὸς Κύριον, τὸν Φιλάνθρωπον, παῤῥησίαν ἣν ἔκτησας· ὅτι καὶ τὴν πατρίδα σου, φυλάττεις ἀείποτε, καὶ τοὺς τελοῦντάς σου σκέπεις, τὴν ἀεισέβαστον ἔνδοξε, καὶ πάντιμον μνήμην, ἐξ ἧς πάντες νῦν ἀντλοῦμεν, τὰς θείας χάριτας.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρουσι, τῶν Ἀγγέλων χοροί, ἐπὶ τῇ μνήμῃ σου ὡς Μάρτυς στεῤῥότατε· σὺν τούτοις δὲ καὶ Ναυπλίου, πόλις λαμπρῶς ἀνυμνεῖ, σοῦ τοὺς θείους ἄθλους Ἀναστάσιε· δαιμόνων γὰρ φάλαγγας, καὶ τυράννων φρυάγματα, διασκέδασας, τὸν Χριστὸν ὡμολόγησας, ὡς Θεάνθρωπον, Λυτρωτήν τε καὶ Κύριον· Ὅνπερ καὶ καθικέτευε, ῥυσθῆναι τὴν πόλιν σου, τὴν σὲ τεκοῦσαν ἐκ πλάνης, καὶ ἐκ δεινῶν τε καὶ θλίψεων· σὺν ταύτῃ δὲ πάντας, τοὺς πιστῶς ἀνευφημοῦντας, τὴν θείαν μνήμην σου.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, γενναῖε Μάρτυς Χριστοῦ, τό τοῦ Ναυπλίου εὐκλεὲς ἐγκαλλώπισμα, τῆς πλάνης καὶ ἀσεβείας, Ἀγαρηνῶν πορθητής, καὶ τῆς εὐσεβείας θεῖος πρόμαχος· ὁ ῥώμῃ τοῦ Πνεύματος, τῶν δαιμόνων τὰς φάλαγγας, ἀποσοβήσας, καὶ ἁπάσας τρεψάμενος, καὶ δεξάμενος, ἐκ Θεοῦ στέφος ἄφθαρτον· μάκαρ ὁ νοῦς ὁ εὔτονος, σοφὲ Ἀναστάσιε, ὁ τροπαι-οῦχος ὁ μέγας, τῆς τοῦ Χριστοῦ παρατάξεως, πιστῶν ὁ προστάτης, καὶ κραταίωμα καὶ κλέος, καὶ θεῖον στήριγμα.
Δόξα. Ἦχος πλ. β΄.
Τὴν ἐτήσιον μνήμην σήμερον, τοῦ ὡς ἀστέρος νεοφανοῦς, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι ἐκλάμψαντος, Νεομάρτυρος Χριστοῦ Ἀναστασίου, πνευματικοῖς ᾄσμασιν εὐφημήσωμεν πιστοί· γενναίως γὰρ αὐτὸς ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου, δι’ αἵματος Χριστῷ παρέστη, ὡς ἱερὸν σφάγιον· χαίροις, τῆς ἱερᾶς ἡμῶν πίστεως ἡ ἀνύψωσις, καὶ τῆς τῶν Ἀγαρηνῶν πλάνης ἡ κατάπτωσις· χαίροις, τῶν Ναυπλιέων τὸ λαμπρὸν καύχημα, καὶ μέγα ἐγκαλλώπισμα· χαίροις, ὁ τῆς Ἀργολίδος πάσης φύλαξ ὁ ἄριστος· χαίροις, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ τὸ θεῖον προπύργιον. Τῷ Χριστῷ μαρτυρικῇ δόξῃ παριστάμενος, πρέσβευε διηνεκῶς, ὑπὲρ πάντων τῶν τελούντων, τὴν ἱερὰν καὶ πανέορτον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς Αὐτοῦ θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ· καὶ Τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ πρέσβυς, ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν Σου· ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων· Κύριε, δόξα Σοι.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Μέγαν εὕρατο.
Μέγαν εὕρατο, πόλις Ναυπλίου, σὲ ὑπέρμαχον, καὶ πολιοῦχον, Ἀθλοφόρε Χριστοῦ Ἀναστάσιε· Ἀγαρηνῶν γὰρ καθεῖλες τὸ φρύαγμα, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας· δι’ ὃ Ἅγιε, μὴ παύσῃ δεόμενος, τοῦ λυτρωθῆναι κινδύνων, τὰς ψυχὰς τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῖς ξίφεσιν ἐτμήθη σοῦ τὸ σῶμα τὸ ἅγιον, ὑπ’ Ἀγαρηνῶν ἀλλοπίστων, ὦ στεῤῥὲ Ἀναστάσιε· καὶ πλήρης θείας χάριτος δειχθείς, θαυμάσιος ἐγένου τοῖς πιστοῖς· διὰ τοῦτο καὶ ἡμεῖς σοῦ τὴν μνήμην τὴν σεπτὴν, ἐν ᾠδαῖς εὐφημοῦμεν· χαίροις, οὖν Νεομάρτυς τοῦ Χριστοῦ, χαίροις τὸ ἡμέτερον καύχημα, καὶ χαίροις ὁ τῆς πόλεως Ναυπλίου φρουρός τε ὁ ἔνδοξος.
Καὶ νῦν. Ἦχος α'. Χορός Ἀγγελικός.
Οὐράνιος χορός, οὐρανίων ἁψίδων, προκύψας ἐπὶ γῆς, καὶ φερόμενον βλέπων, ὡς βρέφος ὑπομάζιον, πρὸς ναὸν τὸν Πρωτότοκον, πάσης κτίσεως, ὑπὸ Μητρὸς ἀπειράνδρου, προεόρτιον, νῦν σὺν ἡμῖν μελῳδοῦσι, φρικτῶς ἐξιστάμενοι.
 
Ἀπόλυσις.
 
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀγάλλεται ἐν σοί, Ἀναστάσιε Μάρτυς, πληθὺς τῶν εὐσεβῶν, ἐν τῇ πόλει Ναυπλίου, ἐν ᾗ καὶ τὴν γέννησιν, καὶ τὸν θάνατον ἔλαβες, ὦ ἀοίδιμε, Ἀγαρηνῶν καθαιρέτα, καὶ πίστεως πρόμαχε.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, Ὅν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν Σου.
 
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεὸς σὲ ἐδόξασεν ἐν οὐρανῷ καὶ ἐν γῇ, στεῤῥὲ Ἀναστάσιε, Μαρτύρων κλέος σεπτόν, δι’ ὃ τοὺς τελοῦντάς σου, θείαν μνήμην τὴν ἔνδοξον, καὶ εἰκόνα σου, τὴν ἱερὰν νῦν τιμῶντας, διαφύλαττε, παντὸς κινδύνου ἀτρώτους, Κυρίῳ δεόμενος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὅμοιον.
Ἐκνήψας τοῦ πτώματος σωφρονεστάτῳ νοΐ, Χριστὸν ὡμολόγησας, διαπρυσίῳ φωνῇ, κλεινὲ Ἀναστάσιε· ὅθεν καταπαλαίσας, τὸν ἀρχέκακον ὄφιν, στέφος δικαιοσύνης, ἐκ Θεοῦ ἐκομίσω· ὦ πρέσβευε δεόμεθα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ίωσήφ.
Νηπιάζει δι’ ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεών μυσταγωγούμενος ἐπέγνω τὸν Αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· ἀπόλυσόν με, Σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
 
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ ἄνθος ᾗ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος· προσέχετε ἀπὸ των ἀνθρώπων...
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ Ἐκκλησία τοῦ Χριστοῦ λαμπρῶς πανηγυρίζει τὴν μνήμην Ἀναστασίου τοῦ Μάρτυρος, Ἀγαρηνῶν καθελόντος τὰ φρυάγματα, καὶ τὴν πίστιν ἀσάλευτον τηρήσαντος, βαφαῖς τῶν αἱμάτων αὐτοῦ· αὐτοῦ ταῖς ἱκεσίαις, κατάπεμψον ἡμῖν, Παντοδύναμε Σωτὴρ, τὰ ἐλέη Σου.
 
Εἶτα, οἱ Κανόνες· ὁ Προεόρτιος καὶ τοῦ Ἁγίου δύο.
Κανὼν Προεόρτιος. ᾨδὴ  α'. Ἦχος δ'. Ὁ Εἱρμός.
ᾌσομαί Σοι Κύριε ὁ Θεός μου, ὅτι ὡδήγησας λαόν, ἐν μέσῳ τῆς θαλάσσης, ἐκάλυψας δὲ ἅρματα Φαραὼ καὶ τὴν δύναμιν.
ᾌσομαί Σοι Κύριε ὁ Θεός μου, τῷ νηπιάσαντι σαρκί, καὶ νόμῳ ὑπακούσαντι, καὶ σώσαντι τὸν ἄνθρωπον, δι’ ὃν γέγονας ἄνθρωπος.
Ἀγκάλαις δεξάμενος ὁ Πρεσβύτης, τὸν Ζωοδότην καὶ Θεόν, τῆς ζωῆς ἀπελύετο βοῶν· νῦν ἀπολύεις με, κατεῖδον γάρ Σε σήμερον.
Τοῖς νόμοις τῆς φύσεως ὑπακούεις, καὶ τοῦ γράμματος θεσμοῖς, κατὰ νόμον ὑπείκεις Χριστέ, ὁ πρὶν ὑπαγορεύσας μοι τὸν νόμον, ἐν τῷ ὄρει Σινᾷ.
Θεοτοκίον.
ᾌσομαί Σοι Κύριε ὁ Θεός μου, ὅτι ἐτέχθης ἐκ Μητρός, Παρθένου ἁγίας, καὶ Ταύτην ἀνέδειξας, ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
 
Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Ἀναστασίῳ τόνδε τὸν ὕμνον φέρω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀναστασίῳ τῷ Ἁγίῳ Μάρτυρι, τὸν ὕμνον πλέκω σοι, καὶ αἰτοῦμαι λύσιν, τοῦ εὑρεῖν τῶν ἔργων μου, ἀλλὰ καὶ τοῦ δοθῆναί μοι, τὸν ἁρμόζοντα λόγον, εἰς εὐφημίαν καὶ ἔπαινον, τῶν σοί πεπραγμένων ἀξίωσον.
Ναυπλίου γόνος χριστωνύμων κύημα ὁ Ἀναστάσιος, ὅλος προϋπάρχων, ἐκ Θεοῦ προώρισται, εἰς Ἀθλητῶν ὁμήγυριν, εἰς ἀγῶνας γενναίους, ὡς Νεομάρτυς ὡς εὔθετος, τῆς ἐπουρανίου μεθέξεως.
Ἁγιωσύνης φέρων τὰ προοίμια ἐν τῇ σαρκί σου σοφέ, τῶν ἁγιογράφων, ὅλος τὸ ἐπάγγελμα, ἐπόθησας μακάριε, ἁπαλῶν ἐξ ὀνύχων, ὡς ἠξιώθης τὸ ὕστερον, τοῦ γενέσθαι Μάρτυς ἐν Μάρτυσι.
Θεοτοκίον.
Δεδοξασμένα περὶ Σοῦ λελάληνται ἐν γενεαῖς γενῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
 
Ὁ β΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Αἰνῶ Ἀναστάσιον τὸν Ναυπλιέα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀκτῖσι τοῦ Πνεύματος, ταῖς ὑπερφώτοις λαμπόμενος, στεῤῥὲ Ἀναστάσιε, τὸν νοῦν μου φώτισον, φωτοφόροις σου, πρεσβείαις Ἀφλοθόρε, ὡς ἄν σοι ἐπάξιον, ᾄσω μελώδημα.
Ἰδών σε ὁ βάσκανος, ἐχθρὸς σεμνῶς διαπρέποντα, ζωῆς καθαρότητι, καὶ χρηστοῖς ἤθεσι, σοὶ τὸ ὄλεθρον, ἐτέκτηνε δολίως, ἀλλ’ ἥττηνται Ἅγιε, τῇ εὐτολμίᾳ σου.
Ναὸς ἀμαυρότητι, ὡς οἷον πέπονθας, ἐμφρόνως ἀπέῤῥιψας, καὶ ὡμολόγησας, Ἀναστάσιε, πεπαῤῥησιασμένος, τυράννων ἐνώπιον, Χριστοῦ τὸ ὄνομα.
Θεοτοκίον.
Ὡς μόνη πανάφθορος, καὶ καθαρὰ καὶ ἀμόλυντος, τῶν πάντων δεσπόζοντα ἐκυοφόρησας, Κόρη Πάναγνε, ἀκαταλήπτῳ τρόπῳ, φθορᾶς ἐξαιρούμενον, τοὺς Σὲ δοξάζοντας.
 
Ὁ Εἱρμός.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
 
ᾨδὴ  γ'. Προεόρτιος. Ὁ Εἱρμός.
Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Ἀνοιγέσθω ὁ ναός· ὁ τοῦ Θεοῦ γὰρ νῦν ἐπέστη ναός, ναοὺς ἡμᾶς ποιῆσαι, τοῦ Ἁγίου Αὐτοῦ Πνεύματος.
Νῦν παρῆλθεν ἡ σκιά, καὶ ἀντεισήχθη ἡ ἀλήθεια, τῆς χάριτος ἐλθούσης, νῦν ὑποδέχου τὸν Χριστὸν Συμεών.
Χήρα, Ἄννα σώφρων, ἡ μεμονωμένη καὶ γνωστὴ τῷ Θεῷ, νῦν ἀνθομολογείτω, τῷ νηπιάσαντι σαρκὶ δι’ ἡμᾶς.
Θεοτοκίον.
Τὴν Θεομήτορα Παρθένον, ὀρθοδόξως ἀνυμνήσωμεν· πρεσβεύει γὰρ ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
 
Κανών α΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ ὁ εὐπρόσδεκτος Θεοῦ, κατεπυρώθης τὰς φρένας μαγικῇ κακοτεχνίᾳ καὶ οὕτως, ὁ μισόχριστος Χριστοῦ, ξένον εὐθὺς ἐποίησεν, ἀλλὰ οἰκεῖος ὤφθης, πάλιν Αὐτοῦ Ἀναστάσιε.
Τῆς Ἀναστάσεως Χριστοῦ, ἐπωνυμίαν ἐκτήσω, Ἀναστάσιος τοῖς ἔργοις ἐγένου· πεσὼν γὰρ ὡσεὶ βροτός, ἀνέστης ὥσπερ ἄσαρκος, καὶ ὑποστὰς βασάνους, Θεὸν ἀνδρείως ἐδόξασας.
Ἀπὸ Θεοῦ τε ἰαθείς, ὁ πηρωθεὶς ἐξ ἀνθρώπων, τῷ νοΐ καὶ ταῖς φρεσὶν Ἀθλοφόρος, οὐκ ἠρκέσθη ἄλλως πως εὐαρεστῆσαι Κύριον, εἰ μὴ διὰ βασάνων, εἰ καὶ τὸ πτῶμα ἀκούσιον.
Θεοτοκίον.
Τῶν Χερουβίμ, καὶ Σεραφὶμ ὑπάρχεις ὑψηλοτέρα, Θεοτόκε Σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν τῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί Σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν.
 
Κανών β΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἁγίων Μαρτύρων τὴν ἀνδρείαν, ζηλώσας ὑστέροις ἐν καιροῖς, θεόφρον Ἀναστάσιε, μαρτυρικῶς ἠρίστευσας, καὶ τούτων ἰσοστάσιος, ὤφθης ἐν πᾶσι μακάριε.
Νεότητος ὥραν ἀποῤῥίψας, ψυχῇ θεολήπτῳ νουνεχῶς, τυράννων οὐ κατέπτηξας, τὰς ἀπειλὰς πανεύφημε, ἀλλ’ ἀπτοήτως ἤνυσας, τὸ τῆς ἀθλήσεως στάδιον.
Ἀγάπῃ τῇ θείᾳ συννημένος φθαρτῶν ὑπερεῖδες τὴν στοργήν, θεόφρον Ἀναστάσιε, τυραννικὰς θωπείας δέ, καὶ δωρεῶν τὸ μέγεθος, σοφῶς ἡγήσω ὡς σκύβαλα.
Θεοτοκίον.
Σαρκὶ ἑνωθεὶς ἐκ Σοῦ ὁ Λόγος, ἀτρέπτως ὡς μόνος Ἀγαθός, διπλοῦς ὤφθη Πανάμωμε, καὶ κόσμῳ πεφανέρωται, μιᾷ ἐν ὑποστάσει δέ, λύων ἀρᾶς τὸ ἀνθρώπινον.
 
Ὁ Εἱρμός.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
 
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀναστάσιον ὕμνοις τιμῶ τὸν ἔνδοξον, τοῦ Χριστοῦ ὡς ὑπάρξαντα στεῤῥὸν Μάρτυρα, ἐν ὑστέροις τοῖς καιροῖς καὶ ὀλέσαντα, τὴν ὀφρὺν Ἀγαρηνῶν, τὴν ματαίαν καὶ σαθράν, ὡς πλάνην τοῦ ἐπαράτου, προδρόμου τε ἀντιχρίστου, τοῦ καὶ θεμελίου τῆς κολάσεως.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἐν τῷ ναῷ προσηνέχθης τὰ εἰθισμένα πληρῶν, ὁ Ποιητὴς καὶ Δεσπότης καὶ ὁ τοῦ νόμου δοτήρ, ἐν ἀγκάλαις Συμεὼν εὐδοκία τῇ Σῇ, βασταχθῆναι ἐν σαρκί, ὁ τοῖς πᾶσι φοβερὸς καὶ πᾶσαν κτίσιν συνέχων· ἠνέσχου μόνε Οἰκτίρμον, τὸ φῶς Σου πᾶσιν ἀποκαλύψαι ἡμῖν.
 
ᾨδὴ  δ'.  Προεόρτιος. Ὁ Εἱρμός.
Τοὺς οὐρανοὺς ἡ ἀρετή Σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς Σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν. Δόξα τῇ δυνάμει Σου Κύριε.
Αἱ τάξεις τῶν Ἀγγέλων ἐξεπλάγησαν, ἐν ταῖς ἀγκάλαις τοῦ Πρεσβύτου θεασάμεναι, τὸν σὺν Πατρὶ καὶ Πνεύματι ὑμνούμενον, ὡς Υἱὸν καὶ Θεὸν ἡμῶν.
Τὸ ἡμῶν ἀτελὲς οἰκειούμενος, ὁ παντέλειος Θεός, τῇ κατὰ νόμον προσαγωγῇ, τὸ τέλειον τῆς χάριτος ἡμῖν ἐδωρήσατο.
Ὡς βρέφος ἐν ἀγκάλαις δεχόμενος, καὶ Θεὸν τῷ Πνεύματι θεώμενος, ὁ Συμεὼν σωτήριον τοῦ κόσμου, τὸν Χριστὸν ἀνεκήρυττε.
Μωσέως τιμιώτερος γέγονας, τοῦ δεξαμένου νόμον ἐν τῷ ὄρει Σινᾷ, ὅτι Χριστὸν τὸν Κύριον ἀγκάλαις σου Πρεσβύτα ἐβάστασας.
Θεοτοκίον.
Ἡ Ἄννα προφητεύουσα τὸ μέλλον, τὸν ἐκ τῆς μήτρας Σου Θεὸν προανηγόρευσε· διὸ ἀπαύστως πρέσβευε, σωθῆναι Θεομῆτορ τοὺς δούλους Σου.
 
Κανών α΄. Σύ μου ἰσχὺς Κύριε.
Σύ μου ἰσχύς, σὺ εἶ Θεός μου καὶ δύναμις, ὁ γενναῖος, ψάλλων Ἀναστάσιος, εἰς ἑαυτόν, προκαταρκτικήν, ἐμποιῆσαι θέλων, ὅπως αἰσχύνῃ τοὺς ἄφρονας, καὶ δώσῃ εὐεξίαν, τοῖς χριστωνύμοις ἐν τῇ πόλει, καὶ τοῖς ἐν πᾶσι καλῶς συνδιάγουσι.
Ἴσος τοῖς νῦν καὶ παλαιοῖς ἐξωμοίωται, ὁ γενναῖος Μάρτυσι καὶ γάννυται, ἐν οὐρανοῖς ὡς υἱὸς φωτός· καὶ ἡμέρας γόνος, ὁ ἔνδοξος Ἀναστάσιος, αὐτοῦ Χριστὲ πρεσβείαις, μὴ ὑπερίδῃς τοὺς ἐν πίστει, συνεορτάζοντας τούτου τὴν ἄθλησιν.
Ὢ τῆς πολλῆς πρὸς Θεὸν παῤῥησίας σου, σὺ γὰρ μέσον τοῦ τυράννου ἔσπευσας, ὁμολογῆσαι τὸν ἀληθῆ ὄντα Θεὸν Λόγον, καὶ ὑπομεῖναι τὰ πάνδεινα, δι’ ὧν συνηριθμήθης μετὰ Μαρτύρων, καθ’ ὂ Μάρτυς Χριστοῦ, θεράπον σοφὲ Ἀναστάσιε.
Θεοτοκίον.
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, Σὺ προστάτης, Σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἰόν Σου, ἐντεύξεις φέρων Πανάμωμε, καὶ σώζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν Σε γινώσκοντας.
 
Κανών β΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν ἀπάτην ὡς διέγνως, τὴν ἐν σοὶ τοῦ ἀλάστορος, τῆς βεβήλου πλάνης, πᾶσαν κοινωνίαν ἀπέπτυσας, καὶ συνεδέθης Κυρίῳ τελεώτερον, Ἀναστάσιε, ὁμολογίᾳ τῇ κρείττονι.
Ἀπτοήτῳ παῤῥησίᾳ, τοῖς ἀπίστοις ἐκραύγαζες, γλώσσῃ διατόρῳ, Μάρτυς Ἀθλητὰ Ἀναστάσιε· Χριστιανός εἰμι σύνετε, ὦ ἄνομοι, τοῦ Σωτῆρός μου Χριστοῦ, οὐδόλως χωρίζομαι.
Σὲ τὸ ἄκακον ἀρνίον, τοῦ Χριστοῦ Ἀναστάσιε, ἄγριοι ὡς λύκοι, Ἄγαρ κατασχόντες οἱ ἀπόγονοι, ξύλοις ῥοπάλοις καὶ ξίφεσι, κατέτεμνον, τὸ πολύαθλον, ὡς ἀληθῶς Μάρτυς σῶμά σου.
Θεοτοκίον.
Ἰατῆρα τοῖς ἀνθρώποις καὶ Σωτῆρα κυήσασα, τὸν ἄναρχον Λόγον, σάρκα λογικὴν ἐνδυσάμενον, τὴν ἀσθενοῦσαν καρδίαν μου ἰάτρευσον, Κόρη Πάναγνε, ὡς συμπαθὴς καὶ φιλάγαθος.
 
Ὁ Εἱρμός.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
 
ᾨδὴ ε'.  Προεόρτιος. Ὁ Εἱρμός.
Ὁ ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα Σοι Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ, φιλάνθρωπε δόξα Σοι.
Ἐν τῇ τοῦ νόμου σκιᾷ, τὸν τῆς χάριτος λόγον, τρανῶς ἐχρηματίσθη, Συμεὼν ὁ δίκαιος, σωματικῶς τὸν Χριστὸν δεξάμενος.
Οὗτος εἰς πτῶσιν φησί, καὶ ἀνάστασιν κεῖται, εἰς πτῶσιν τῶν ἀπίστων, καὶ πιστῶν ἀνάστασιν, ὁ Συμεών, ἄρτι προεφήτευσε.
Θεοτοκίον.
Θεοκυῆτορ Ἁγνή, τὸν Υἱόν Σου δυσώπει, λυτρώσασθαι κινδύνων, καὶ πάσης περιστάσεως, τοὺς Σὲ δοξάζοντας, Θεοτόκε Ἄχραντε.
 
Κανών α΄. Ἵνα τί με ἀπώσω.
Τῶν τυράννων ἐπέγνως, τὰς θωπείας πάσας τε ψυχῆς τὸ ὕπουλον, Μάρτυς Ἀθλοφόρε, διὰ τοῦτο τοῖς τούτοις βουλεύμασιν, ἀντέκρουες γενναίως, μὴ δειλιάσας τὰς βασάνους, Μεγαλομάρτυς Χριστοῦ Ἀναστάσιε.
Ὅλος ἔκδικος ὤφθη, κατὰ τῶν ἀθέων ὡσεὶ γίγας ἔνοπλος, καὶ τὰ τῶν ἐκείνων βλασφημῶν, καὶ χλευάζων θρησκεύματα, ὁ Μεγαλομάρτυς, ἀλλὰ καὶ ὅλως τὸν προφήτην, τὸν ψευδοπλάστην ὑβρίζων οὐκ ἔλιπε.
Νεομάρτυς παρέστη, ὁ Ναυπλίου πόλεως νῦν Ἀναστάσιος, ὁ καὶ πολιοῦχος, καὶ φρουρὸς καὶ προστάτης πρὸς Κύριον, τῷ Αὐτῷ πρεσβεύει, ὑπὲρ τῶν πίστει προσκυνούντων, καὶ τιμώντων Αὐτοῦ τὸ ὁμοίωμα.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, Πάναγνε Πανάμωμε Θεοχαρίτωτε, ταῖς Σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν Σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν Σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.
 
Κανών β΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ λόγος σου ἔνδοξε, δι’ οὗ λαμπρῶς ἐκήρυξας, τοῦ Χριστοῦ τὸ ὄνομα τὸ μέγα, βέλος ἐδείχθη τοῖς ἀσεβέσιν ἐχθροῖς, δρόσος δὲ τερπνῆς ἀναψυχῆς, τοῖς πιστοῖς γεγένηται, Ἀθλητὰ Ἀναστάσιε.
Νευρούμενος χάριτι, τῇ θείᾳ Ἀναστάσιε, ἔστης ἀῤῥαγὴς ἐχθρῶν ἐν μέσῳ, ἡνίκα Μάρτυς κατετεμάχιζον, σῶμά σου τὸ θεῖον μανικῶς, καὶ πάντας κατέπληξας, τῇ ἀτρέπτῳ ἐνστάσει σου.
Τῇ θείᾳ ἀθλήσει σου, τὸ Ναύπλιον ἀγάλλεται, ἡ βλαστήσασα σε πόλις, καὶ τὴν σὴν μνήμην πανηγυρίζουσα, πᾶσαν Ἀργολίδα συγκαλεῖ, μέλψαι τοὺς ἀγῶνάς σου, τοὺς σεπτοὺς Ἀναστάσιε.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα, Θεοῦ τοῦ Παντοκράτορος, κεχαριτωμένη Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου πάθεσι, λάμπρυνον ἀκτῖσι τοῦ φωτός, τοῦ ἐκ Σοῦ ἐκλάμψαντος, καὶ τὸν κόσμον φωτίσαντος.
 
Ὁ Εἱρμός.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
 
ᾨδὴ  ς'. Προεόρτιος. Ὁ Εἱρμός.
Ὡς Ἰωνᾶν τὸν Προφήτην, ἐλυτρώσω τοῦ κήτους, Χριστὲ ὁ Θεός, κἀμὲ τοῦ βυθοῦ πταισμάτων, ἀνάγαγε καὶ σῶσόν με, μόνε Φιλάνθρωπε.
Ἐχρηματίσθη Πρεσβύτης, μὴ θανεῖν, πρὶν ἰδεῖν τὸν Δεσπότην Χριστόν, ἀγκάλαις δὲ σήμερον φέρει, καὶ Τοῦτον προσδεικνύει, παντὶ τῷ λαῷ Ἰσραήλ.
Τὸν Ποιητὴν τῶν αἰώνων, ὁ Πρεσβύτης ὡς βρέφος δεξάμενος, Θεὸν προαιώνιον ἔγνω, καὶ φῶς ἐθνῶν, καὶ δόξαν, τοῦ Ἰσραήλ τόν Χριστόν.
Νῦν Συμεών προφητεύει, νῦν ἡ Ἄννα ἀνθομολογεῖ τῷ Θεῷ, ὁ μὲν τῇ Μητρὶ καὶ Παρθένῳ, ἡ δὲ τὸ ἐκ Παρθένου ἀναδειχθέντι σαρκί.
Θεοτοκίον.
Ὦ μακαρία κοιλία, πόθεν ταύτην τὴν δόξαν ἐβλάστησας; Θεὸς τὸ τεχθὲν ὦ Παρθένε, καὶ φῶς ἐθνῶν, καὶ δόξα καὶ ἀπολύτρωσις.
 
Κανών α΄. Ἱλάσθητί μοι Σωτήρ.
Δεήσεις πρὸς τὸν Θεόν, οἱ συμπολῖται ποιούμενοι, ὑπὲρ Αὐτοῦ ὡς εἰκός, Αὐτὸν ἐξιλέωσαν, τοῦ δοῦναι βοήθειαν, καὶ ἰσχὺν καὶ ῥῶσιν, τῷ Αὐτοῦ τε Νεομάρτυρι.
Ἐδόθη παρὰ κριτοῦ, Μάρτυς Χριστοῦ Ἀναστάσιε, ἡ κατὰ σοῦ τελευτή, δι’ ἧς καὶ συνέχαιρες, προσμένων τὸν στέφανον, χειρὸς ἐκ Κυρίου, τοῦ λαβεῖν τὸν ἀμαράντινον.
Τὴν κατὰ σοῦ τελευτήν, τοῦ διαβόλου οἱ πρόμαχοι, λαβόντες ἐκ τοῦ κριτοῦ, συνέχαιρον παίοντες, τοῖς ξίφεσιν ἅπαντες, μέχρι τῆς ἐσχάτης, καὶ μικρᾶς σου ἀναπνεύσεως.
Θεοτοκίον.
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου πανάχραντε, ναὸν κἀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς Σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.
 
Κανών α΄. Τὴν θείαν ταύτην.
Νομίμως Μάρτυς ἐναθλήσας, τὸν ἄνομον ἐχθρὸν τροπωσάμενος, τῇ σῇ στεῤῥότητι· ὅθεν στεφάνῳ τῆς δόξης σε, Χριστὸς ὁ Ἀθλοθέτης, λαμπρῶς κατέστεψε.
Νέος ὁπλίτης περίδοξος, Χριστοῦ τῆς παρατάξεως πέφηνας, ἀγωνισάμενος, περιφανῶς Ἀναστάσιε, καὶ καθελὼν τοῦ σκότους τὰ μηχανήματα.
Αἱμάτων ῥείθροις ἡγίασας, τὴν χθόνα τοῦ Ναυπλίου τὴν πάτριον· ὅθεν τὴν μνήμην σου, ἄγει λαμπρῶς Ἀναστάσιε, καὶ τῇ σῇ προστασίᾳ, καυχᾶται Ἅγιε.
Θεοτοκίον.
Ὑπερφυῶς σωματώσασα, τὸν πάντα ἐκ μὴ ὄντων στησάμενον, Παρθένε ἄχραντε, σωματικῶν παθημάτων με, καὶ ψυχικῆς ἀνάγκης, λύτρωσον δέομαι.
 
Ὁ Εἱρμός.
Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.
 
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐφημεῖν οὐ λείπομεν, τοὺς σοὺς ἀγῶνας, Μάρτυς Ἀναστάσιε, ὑπὲρ Χριστοῦ οὓς ὑπέστης· μέγας ἐδείχθης ἐν Μάρτυσι, σοφὲ τοῖς νέοις, καὶ χαίροις τῷ Κτίστῃ σου.
Ὁ Οἶκος.
Τίς τοὺς ἀγῶνας σήμερον τοῦ Μάρτυρος κατὰ τὸ πρέπον διηγηθῆναι δυνήσεται; Οὗτος γὰρ τὸν Πέρσην Ἰάκωβον ἐμιμήθη τὸν ἔνδοξον, εἰς λεπτὰ τοῖς ξίφεσι κατακοπεὶς ὑπὲρ τῆς τοῦ Χριστοῦ ἁγίας πίστεως· ἀφοῦ πρότερον ὡς ἐκεῖνος παρεξετράπη τῆς ἰδίας πίστεως, καὶ αὖθις μετεμελήθη, καὶ χαίρει τῷ αὐτῷ κτίστῃ καὶ γάννυται.
 
Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀναστασίου τοῦ ἐν Ναυπλίῳ μαρτυρήσαντος, ἐν ἔτει 1654.
Στίχοι·
Ἀναστάσιος συγκοπείς σαρκός μέλη,
ἄρτιός ἐσται ἐσχάτῃ Ἀναστάσει.
Ἀναστασίοιο πρώτη ῥέθεα κέρσαν Ἀγαρηνοί.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς, ἐλέησον και σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ  ζ'.  Προεόρτιος. Ὁ Εἱρμός.
Ὁ τῶν Πατέρων Θεός, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ δώρησαι ἡμῖν, ἐν παῤῥησίᾳ βοᾶν σοι· Εὐλογητὸς εἶ ὁ Θεός.
Ὁ ἐνοικήσας Θεός, ἐν γαστρὶ τῆς Παρθένου, ἐν ἀγκάλαις Συμεών, ὥσπερ ἐν θρόνῳ πυρίνῳ, σήμερον ἐνθρονίζεται.
Σὺ τὸ γεῶδες ἡμῶν, προσλαβόμενος Λόγε, ἐνηπίασας σαρκί, καὶ νομικῶν καθαρσιῶν, μετέσχες ὥσπερ νήπιον.
Ἡ σώφρων Ἄννα ἡμῖν, προφητεύει τὸ μέλλον, καὶ προλέγει μυστικῶς, τὴν τῶν ἐθνῶν προσδοκίαν, καὶ Ἰσραὴλ τὴν λύτρωσιν.
Θεοτοκίον.
Χαῖρε ἡ ἄσπορος γῆ, ἡ τὸν Λόγον ἐκ μήτρας, δίχα σπέρματος ἀνδρός, σεσαρκωμένον τεκοῦσα, ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
 
Κανών α΄. Θεοῦ συγκατάβασιν.
Οὐδὲν οὐδεὶς δύναται ποιῆσαι ἔργον, χωρὶς ἐμοῦ, ὡς φησὶν ἐν τοῖς Εὐαγγελίοις Ἰησοῦς ὁ Χριστὸς καὶ Υἱὸς τοῦ Θεοῦ, πρὸς Ὃν ὁ Μάρτυς γηθόμενος ἔψαλεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νεκρὸς ὅλος γέγονεν ὁ Ἀθλοφόρος, τμηθεὶς δεινῶς μεληδόν, ὃν ἀνύμνουν, ἡ ἐν Ναυπλίῳ πληθύς, καὶ σὺν τῷ Μάρτυρι χαίροντες ἔψαλον· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὑμνῆσαι βουλόμενος, Ἀναστασίου τὴν θείαν μνήμην βοῶ, ταῖς αὐτοῦ ἱκεσίαις Κύριε, σῶζε τοὺς Σοὺς ἱκέτας πιστούς, καὶ τοὺς πρὸς Σὲ ὀρθοδόξως κραυγάζοντας· εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὰ φάρμακα, καὶ προστρέχω Σοι πίστει, τῇ τετοκυίᾳ τὸν Ἀρχηγὸν τῆς ζωῆς, ταῖς Σαῖς πρεσβείαις τὸν δοῦλόν Σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.
 
Κανών β΄. Οὐκ ἐλάτρευσαν.
Πῦρ τὸ ἄϋλον, δεχθεὶς ἐν τῇ καρδίᾳ σου, ὃ ἦλθε Κύριος βαλεῖν ἐν γῇ νοητῶς, ἀθλήσεως ἄνθραξι, πλάνην τὴν εὔπρηστον, κατενέπρησας, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρῶς ἤθλησας, ἐν τοῖς ὑστέροις ἔτεσι, Μάρτυς πολύαθλε, καὶ ἀληθὴς στηριγμός, καὶ θεῖον ἑδραίωμα, ταῖς κλονουμέναις ψυχαῖς, ἐχρημάτισας, παμμάκαρ Ἀναστάσιε, τῇ πικρίᾳ τῆς δουλείας.
Ἰταμώτατα, τῆς Ἄγαρ οἱ ἀπόγονοι, κατὰ σοῦ ὥρμησαν, καὶ ἐν φονώσαις χερσί, μαχαίραις καὶ ξίφεσι, Μάρτυς τὸ σῶμά σου, ἐτεμάχιζον, μεγαλοφώνως κράζοντος· τῷ Χριστῷ μόνῳ λατρεύῳ.
Ἐνεπλήσθη, σου θείας ἀγαλλιάσεως, ὁ νοῦς μακάριε καὶ ἡ καρδία σαφῶς, ἡνίκα ἀκήκοας, τὴν κατὰ σοῦ τοῦ κριτοῦ, ψῆφον Ἅγιε, δι’ ἧς πρὸς τὴν ἀθάνατον, ζωὴν ἔδραμες καὶ δόξαν.
Θεοτοκίον.
Ἀνερμήνευτος, ὁ τόκος Σου καὶ ἄφραστος, πέλει Πανάμωμε· τὸν γὰρ Θεὸν τοῦ παντός, φρικτῶς ἐσωμάτωσας, δι’ ἀγαθότητα, πάντας σώζοντα, τοὺς εὐλαβῶς βοῶντάς Σοι· χαῖρε Κεχαριτωμένη.
 
Ὁ Εἱρμός.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
 
ᾨδὴ  η'.  Προεόρτιος. Ὁ Εἱρμός.
Τὸν Βασιλέα Χριστόν, Ὅν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Τὸν δι’ ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Ἰδὼν Σε φῶς ὡς νοερόν, Συμεὼν ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ Πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.
Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι’ ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ Πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Θεοτοκίον.
Τὸν Βασιλέα Χριστόν, Ὅν ἡμῖν ἔτεκεν ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
 
Κανών α΄. Ἑπταπλασίως κάμινον.
Μετὰ πολλῆς ἱστάμενος εὐλαβείας, πρὸς Κύριον ὁ θερμὸς τῇ πίστει θεῖος Ἀναστάσιος, καὶ στέφος δεχόμενος, παρὰ τοῦ πάντων Δημιουργοῦ, τῷ Αὐτῷ βοᾷ καὶ μετὰ πόθου κραυγάζει· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νέος ὑπάρχων σώματι, πολιὸς δὲ τῷ πνεύματι, ἀλλὰ καὶ τῶν νέων παρεστώς, μαρτύριον σοῦ σοφὲ Ἀναστάσιε, ἐξομοιοῦσαι τοῖς παλαιοῖς· ὅθεν σὺν αὐτοῖς, τῷ Δεσπότῃ κραυγάζεις· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, ἐπὶ γῆς ὤφθης σήμερον, χλαῖναν ἐπιχρώσας, ῥεῖθρον τῶν αἱμάτων σου, μεθ’ ἧς παριστάμενος, τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν, χαίρων συμπρεσβεύεις ἐν πολλῇ παῤῥησίᾳ, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ πίστει ἐκτελούντων, τὴν παναγίαν Μάρτυς μνήμην σου.
Θεοτοκίον.
Ἐπὶ τῆς γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος ἥλιος, διὰ τῆς ἐκ Σοῦ παρθενικῆς γεννήσεως, Πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς καὶ ζοφερᾶς σκοτομήνης· διὸ καὶ νῦν με μᾶλλον, τῆς Αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις καὶ φρούρει τὴν Σὴν πόλιν.
 
Κανών β΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Γνώμῃ σταθερᾷ πρὸς τὸν ἀγῶνα, ἐχώρησας τῆς ἀθλήσεως πανεύφημε, καὶ τὸν σὲ πτερνίσαντα, δόλῳ Ἀναστάσιε, κατηγωνίσω δράκοντα καὶ μέγα τρόπαιον, ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, τῇ εὐσθενεστάτῳ, ψυχῆς σου παῤῥησίᾳ.
Ἔχει τοῦ Ναυπλίου σε ἡ πόλις, νομίμως ὑπὲρ Χριστοῦ ἀνδραγαθήσαντα, πολιοῦχον μέγιστον, καὶ λαμπρὸν ἀγλάϊσμα, θεόφρον Ἀναστάσιε ἀξιοθαύμαστε· ᾗ δίδου, τῆς θερμῆς σου πρεσβείας, τὰς ἐπικαρπίας, καὶ τὰς πλουσίας δόσεις.
Ῥώμην τῆς ψυχῆς σου καὶ ἀνδρείαν, ἐθαύμασαν καθορῶντες καὶ οἱ Ἄγγελοι· ὡς γὰρ ἄλλου πάσχοντος, ἔφερες μακάριε, τὸ σῶμα μελιζόμενος παρ’ ἀναξίων ἀνδρῶν, καὶ ἄρτιος, ἀνέδραμες Μάρτυς, πρὸς τὸν ἀθλοθέτην, καὶ πάντων εὐεργέτην.
Θεοτοκίον.
Ἄρουρα ἀνήροτος ὡράθης, Παρθένε ἀγεωργήτως γεωργήσασα, τὸν τὰ πάντα ῥήματι, τῆς Αὐτοῦ δυνάμεως, πανσόφως γεωργήσαντα καὶ ὑποστήσαντα, Χριστὸν τὸν Βασιλέα τῶν ὅλων, ἐπ’ εὐεργεσίᾳ, τοῦ γένους τῶν ἀνθρώπων.
 
Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
 
ᾨδὴ  θ'. Προεόρτιος. Ὁ Εἱρμός.
Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν Σου, Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων Σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς τεκούσης Σε.
Ὁ πλαξὶν ἐγχαράξας, τὸν τοῦ γράμματος νόμον, χερσὶν ἀγκαλίζεται, Πρεσβύτου ὡς νήπιον, καὶ ἁγιόγραφον ἡμῖν, ὑπαγορεύει νόμον τὸ Εὐαγγέλιον.
Σήμερον ἐν τῷ ναῷ, Συμεὼν ὁ Πρεσβύτης, ἀγκάλαις ἐδέξατο, Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐβόησε λέγων· νῦν ἀπολύεις τὸν δοῦλόν Σου Δέσποτα.
Τῶν Ἀγγέλων αἱ τάξεις, ἐν σαρκὶ κατιδοῦσαι, τὸν Κτίστην τὸν ἴδιον, ὡς βρέφος γενόμενον, ἀγκάλαις τοῦ Πρεσβύτου, Τοῦτον ἐν φόβῳ ὑμνοῦσαι ἐδόξαζον.
Συμεὼν Θεοδόχε, τοῦ Κυρίου αὐτόπτα, καὶ νόμου καὶ χάριτος, ἀρχὴ καὶ συμπέρασμα, μνείαν ποιοῦ καὶ ἡμῶν, τῶν τιμώντων τὴν σεπτήν σου μετάστασιν.
Θεοτοκίον.
Χαῖρε πάνσεμνε Ἁγνή, παρθενίας καύχημα, καὶ τοῦ κόσμου ἡ χαρά, Μαρία Μήτηρ καὶ δούλη, τοῦ Σωτῆρος Χριστοῦ, Αὐτὸν δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 
Κανών β΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νεότητος τὸ ἄνθος ὑπεριδών, τῷ Χριστῷ ὠκειώθης δι’ αἵματος, μαρτυρικοῦ, δοὺς τοῖς συμπολίταις σου τοῖς πιστοῖς, χαρὰν τὴν ἀνεκλάλητον, καὶ τὴν εὐφροσύνην τὴν ἐν Θεῷ· διό σε καὶ τὰ πάντα, τῶν Ὀρθοδόξων πλήθη, μακαριοῦμεν Ἀναστάσιε.
Φωτὸς τοῦ Τρισηλίου καταυγασθείς, καὶ στεῤῥῶς ἀριστεύσας ἡγίασας, ὁ τοῦ Χριστοῦ, Μάρτυς Ἀναστάσιος ὁ σοφός, οὗ τὴν σορὸν κατέχοντες, πόθῳ ἀσπαζόμεθα εἰς φυγήν, παντοίων νοσημάτων, καὶ φθόνων τῶν δαιμόνων, καὶ εὐλαβείας εἰς τεκμήριον.
Ἐκ πόθου καὶ τὸν τύπον τῆς σῆς μορφῆς, ἀσπαζόμενοι θείαν λαμβάνομεν, παρὰ Θεοῦ, χάριν οἱ τελοῦντές σου τὴν σεπτήν, καὶ παναγίαν μνήμην σου, Μάρτυς οἱ τῆς πόλεως τῆς αὐτῆς, Ναυπλίου τῆς οἰκείας, ἀλλὰ καὶ πάσης γαίας, τῆς Πελοποννήσου οἱ τιμῶντές σε.
Ῥοαῖς ταῖς τῶν αἱμάτων σου Ἀθλητά, ἐπιχρώσας τὴν χλαῖνάν σου γέγονας, πάσης χθονός, τῆς Πελοποννήσου καὶ τῶν λοιπῶν, περίβλεπτος ὡς Ἅγιος, καὶ ὡς Νεομάρτυς Χριστοῦ, καὶ νῦν πρεσβεύεις ὑπὲρ πάντων, τῶν σοῦ πιστῶς τιμώντων, τὴν θείαν μνήμην Ἀναστάσιε.
Θεοτοκίον.
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, Ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, Ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
 
Κανών β΄. Ἅπας γηγενής.
Σῶμά σου σοφέ, ὡς θῆρες ἀτίθασοι περικυκλώσαντες, πλάνης οἱ ὑπέρμαχοι, δέροντες παίοντες καὶ τιτρώσκοντες, ἀνηλεῶς κατέκοψαν ἀναφωνοῦντός σου· εἰ τὰς σάρκας, τέμνετέ μου ἄνομοι, τῷ Σωτῆρι Χριστῷ με συνάπτετε.
Ἴσος Ἀθληταῖς, τοῖς πάλαι γενόμενος στεῤῥᾷ ἀθλήσει σου, Μάρτυς Ἀναστάσιε, ἴσων ἐπάθλων τούτοις μετέσχηκας, χαρᾶς τῆς ὑπὲρ ἔννοιαν καταξιούμενος, καὶ μεθέξει θεϊκῇ θεούμενος, ὡς λαμπρὸς ἀριστεὺς τοῦ Παντάνακτος.
Μέγαν ἀρωγόν, Ναυπλίου ἡ πόλις σε καὶ ἐγκαλλώπισμα, ἔχει Ἀναστάσιε, πάσης ἀνάγκης αὐτὴν λυτρούμενον· ἡ Ἀργολὶς δὲ γάννυται ἐν τῇ ἀθλήσει σου, καὶ ἡ νῆσος ἅπασα τοῦ Πέλοπος, ἐγκαυχᾶται τῇ δόξῃ σου Ἅγιε.
Ὅλη ἐν χαρᾷ, ἡ πόλις συνέδραμε Ναυπλίου Ἅγιε, τὴν ἁγίαν μνήμην σου, ἐπιτελοῦσα πανδήμοις ᾄσμασιν, ἣν σκέπε τῇ σῇ χάριτι ἐκ πάσης θλίψεως, καὶ ἐμοὶ δέ, τῷ τοὺς ὕμνους πλέξαντι, τῶν πταισμάτων τὴν ἄφεσιν αἴτησαι.
Θεοτοκίον.
Ὕψος οὐρανῶν, ἡ μεγαλοπρέπεια τῆς Σῆς λαμπρότητος, ὑπερβαίνει Πάναγνε· Σὺ γὰρ τὸν πάντων Δεσπότην τέτοκας, ἐκ τῶν ἁγνῶν αἱμάτων Σου βροτὸν γενόμενον· διὰ τοῦτο, πάντες μεγαλύνομεν, τὰ πολλὰ μεγαλεῖά Σου Δέσποινα.
 
Ὁ Εἱρμός.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
 
Ἐξαποστειλάριον. Ἐν πνεύματι τῷ ἱερῷ.
Ἠγώνισαι μαρτυρικῶς, καὶ καθεῖλες τὸν ὄφιν, ἀνδρείῳ παραστήματι, καὶ ψυχῇ θεολήπτῳ, καὶ Ἀθλητὴς τροπαιοῦχος, καὶ Μαρτύρων σύσκηνος, ἐγένου Μεγαλομάρτυς, Ἀναστάσιε κλεινέ· μεθ’ ὧν πρέσβευε ἀεί, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.
Προεόρτιον.
Τὸν παῖδα προσκομίσασα, ἡ πανάμωμος Κόρη, ἐν Ἱερῷ τετέλεκε, τὰ τοῦ νόμου, καὶ τοῦτον, ἀγκάλαις ὡς ἐδέξατο, Συμεὼν ὁ δίκαιος, ἀντέφησε τῇ Παρθένῳ. Οὗτος κεῖται εἰς πτῶσιν, καὶ ἀνάστασιν πολλῶν, καὶ εἰς σημεῖον ἐν κόσμῳ.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν οὐρανίων Ταγμάτων, χορὸς ὁ πάνσεπτος, γεραίρει σου τοὺς ἄθλους, Ἀναστάσιε Μάρτυς, καὶ πόλις τοῦ Ναυπλίου σεμνοπρεπῶς, συστησαμένη πανήγυριν, σοῦ ταῖς πρεσβείαις αἰτεῖται παρὰ Θεοῦ, τὰ ἐλέη τὰ σωτήρια.
Χριστιανὸς ἐγεννήθην, ὁμολογῶ δὲ καὶ νῦν, τὴν πίστιν μου ἀνδρείως, πρὸς Χριστὸν τὸν Θεόν μου, ἐβόας τοῖς ἀπίστοις Ἀγαρηνοῖς, τοῖς μοχθοῦσι βιάσαι σε, καὶ διὰ ταύτην τὴν πίστιν σου Ἀθλητά, καὶ τὸν θάνατον ὑπήνεγκας.
Ὢ τῆς καλῆς καὶ γενναίας, ὁμολογίας σου, τῆς νῦν καὶ εἰς αἰῶνας, σὲ τιμώσης τρισμάκαρ, ἐξ ἧς καὶ εἰς κακώσεις εἰς φρικτόν, ὡδηγήθης μαρτύριον, ἀπολαμβάνων τοῦ στέφους παρὰ Θεοῦ, Νεομάρτυς Ἀναστάσιε.
Τῶν Ναυπλιέων ὁ δῆμος καὶ Ἀργολίδα πιστοί, συνδράμωμεν ἐνθέως, ἐν ναῷ τοῦ Κυρίου, καὶ ὕμνοις ἐπαξίοις τὸν Ἀθλητήν, Ἀναστάσιον στέψωμεν, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις Ἀγαρηνῶν, καθελόντα τὰ φρυάγματα.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, σκιρτήσωμεν τῷ πνεύματι ἀγαλλόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σεπτῇ τοῦ πανενδόξου Μάρτυρος, Ἀγαρηνῶν καθελόντος τὰ φρυάγματα, καὶ τοῦ Χριστοῦ τὴν πίστιν, σωτηρίας μόνην πρόξενον, εὐθαρσῶς ὁμολογήσαντος. Οὕτω γὰρ Θεῷ εὐηρέστησε, καὶ ὡς θυμίαμα εὔοσμον, παρὰ Χριστοῦ ἐγένετο δεκτός, καὶ τοῦ στεφάνου τῆς νίκης ἠξιώθη ὁ ἀοίδιμος· ἔχει οὖν παῤῥησίαν πρὸς Θεόν, ὡς τοῦ Χριστοῦ φίλος γνήσιος, Ἀναστάσιος ὁ Νεομάρτυς, ὁ τοῦ Ναυπλίου γόνος ὁ εὐκλεής, καὶ Ἀργολίδος ἁπάσης τὸ ἐγκαλλώπισμα. Τούτου ἐπ’ ὤμων ἄραντες πιστοί, τὸ ἱερὸν καὶ σεβάσμιον εἰκόνισμα, ἐπὶ τὴν πόλιν τοῦ Ναυπλίου σεμνοπρεπῶς λιτανεύσωμεν, εἰς ἁγιασμὸν αὐτῆς καὶ παρ’ αὐτοῦ αἰτησώμεθα· τὴν πίστιν ἡμῶν ἐνίσχυσον πανάριστε Νεομάρτυς, τῶν μετὰ πόθου ἐνθέου τελούντων, τὴν ἱερὰν καὶ πανέορτον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε· νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά Σου τὸν δοῦλόν Σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν Σου, Κύριε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Χαίροις τοῦ Ναυπλίου γόνος λαμπρός, Ἀργολίδος πάσης, ἀπροσμάχητος βοηθός· χαίροις Ἐκκλησίας, Χριστοῦ ὁ ἀντιλήπτωρ, Νεομαρτύρων κλέος, ὦ Ἀναστάσιε.
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου