Πέμπτη, 31 Αυγούστου 2017

Ἀκολουθία Μάρτυρος ΕΥΛΑΛΙΑΣ τῆς ἐν Ἰσπανίᾳ, Παν. Σόμαλη

Ψαλλομένη τῇ 10η Σεκεμβρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν ὡραιότατον κάλλει Χριστὸν ποθήσασα, ἀνδρείως καθυπέστης, τὰς πληγὰς τῶν βασάνων, ἐν αἷς, ὦ Εὐλαλία, ὥσπερ φωστήρ, ἐξανέτειλας ἄδυτος, τῶν εὐσεβῶν τὰς χορείας μαρμαρυγαῖς, καταυγάζουσα τῆς χάριτος.
Ἀπὸ παιδὸς Εὐλαλία Μάρτυς προέκρινας, τὴν κρείττονα μερίδα, θεϊκῇ προμηθείᾳ, μισήσασα τοῦ κόσμου τὰς ἡδονάς, καὶ τὴν δόξαν τὴν πρόσκαιρον, καὶ τῇ σαρκί σου ἐδόξασας τὸν Χριστόν, τὸν ἰσχύν σοι δόντα ἄμαχον.
Πλήρης ἐνθέου ὑπῆρξας ζήλου πανεύφημε, διό τὰς τοῦ τυράννου, ἀπειλὰς καὶ θωπείας, ὡς κόνιν ἐλογίσω καὶ τὸν βωμόν, τῶν εἰδώλων ἐκρήμνισας, ὁμολογοῦσα τὸ ὄνομα τοῦ Χριστοῦ, Εὐλαλία τοῦ Παντάνακτος.
Τῶν Ἰσπανῶν Ὀρθοδόξων ἡ ποίμνη χαίρουσα, τὴν μνήμην σου γεραίρει, Εὐλαλία θεόφρον, εὐλάλως ἐν ᾠδαῖς σε χαρμονικαῖς, μεγαλύνουσα σήμερον, σὺ δὲ ἐκείνης προστάτευε ἐσαεί, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος β΄.
Ὁ διδοὺς τὴν χιόνα αὐτοῦ ὡσεὶ ἔριον, καὶ ὁμίχλην πάσσων ὡσεὶ σπόδον, ὁ φυλάσσων τὰ ὀστᾶ τῶν Ἁγίων Αὐτοῦ Κύριος, καὶ πηγὴν αὐτὰ ἰάσεων ποιούμενος, χιόνι ἐκάλυψεν τὸ πολύαθλον σῶμά σου, Εὐλαλία καλλιπάρθενε· ἡμεῖς δὲ σήμερον, ἐπινίκιον ᾠδήν σοι προσάδοντες, τὴν σὴν ὑπεράνθρωπον ἄθλησιν γεραίρομεν, αἰτούμενοι ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, δυνάμει τῆς πρεσβείας σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πᾶσαν τὴν κοσμικήν, ἀπόλαυσιν μισοῦσα, ἐπόθησας τὸ κάλλος, Κυρίου Εὐλαλία, τὸ ἄμωμον καὶ ἄφθιτον.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἅπασα ἐν χαρᾷ, ἡ Ἰσπανία Μάρτυς, γεραίρει σου τοὺς ἄθλους, Χριστὸν δοξολογοῦσα, τὸν σὲ λαμπρῶς δοξάσαντα.
Στ. Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
Πρέσβευε ἐκτενῶς, πλημμελημάτων λύσιν, διδόναι Εὐλαλία, ἡμῖν τοῖς ἐκτελοῦσι, τὴν φωτοφόρον μνήμην σου.
Δόξα. Τριαδικόν.
Κράτει Σου τῷ σεπτῷ, Τριὰς Ὑπεραγία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἐνήθλησεν ἡ Μάρτυς, τὸν ὄφιν καταισχύνασα.
Καὶ νῦν. Θεοτοκίον.
Ἔρωτι τῷ ἐκ Σοῦ, τεχθέντος ἀπειράνδρως, ἡ Εὐλαλία Μῆτερ, τρωθεῖσα καθυπέστη, ἀνδρείως τὴν κατάφλεξιν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Ἰσπανίας, μέγα κλέϊσμα, τῆς Ἐκκλησίας, ἀνεδείχθης Εὐλαλία πανένδοξε, καὶ ἐνεγκοῦσα πυρὸς τὴν κατάφλεξιν, θυσία ζῶσα Χριστῷ προσενήνεξαι· Ὃν ἱκέτευε δοθῆναι τοῖς Σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς Μερίδης τὸ βλάστημα, καὶ τερπνὸν ἀγαλλίαμα, πάσης Ἰσπανίας ὑμνολογήσωμεν, τὴν τοῦ Χριστοῦ νύμφην ἄφθορον, νεάνιδα σώφρονα, καὶ ὡραῖαν ἀληθῶς, Εὐλαλίαν τὴν πάνσεμνον, ἀνακράζοντες· ταῖς πρεσβείαις ἐκείνης Ζωοδότα, ἱλασμὸν ἁμαρτημάτων, δίδου ἡμῖν ὡς Φιλάνθρωπος.
Ἐκ γονέων ἀοίδιμε, εὐσεβῶν προελήλυθας, καὶ τῷ θείῳ φόβῳ σαὐτὴν ἐκόσμησας, τῆς ἐπικήρου μισήσασα, τρυφῆς τὴν ἀπόλαυσιν, καὶ τρωθεῖσα τοῦ Χριστοῦ, παιδιόθεν τῷ ἔρωτι, Ὃν ἱκέτευε, καλλιμάρτυς θεόφρον Εὐλαλία, τοὺς τιμῶντάς σε ῥυσθῆναι, πάσης ἀνάγκης καὶ θλίψεως.
Ὡς ἑώρακας ἔνδοξε, τὸν κριτὴν τὸν παράνομον, τοὺς Χριστῷ λατρεύοντας τῷ Παντάνακτι, δειναῖς βασάνοις ἐτάζοντα, αὐτὸν ἐμυκτήρισας, καὶ ἐνέπτυσας αὐτοῦ, Εὐλαλία τὸ πρόσωπον, ἀνακράζουσα· ὦ παράνομε τύραννε οὐκ ἔγνως, ὅτι εἷς Κριτὴς ὑπάρχει, νεκρῶν καὶ ζώντων ἀδέκαστος;
Ὡς Ἠλίας ὁ μέγιστος, ζήλου θείου πεπλήρωσαι, Εὐλαλία Μάρτυς καὶ κατεκρήμνισας, θεοῦ ψευδοῦς τὸ εἰδώλιον, Χριστὸν καταγγείλασα, καὶ κηρύξασα Αὐτόν, ὡς Σωτῆρα καὶ Κύριον, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Τὰς βασάνους ὑπέμεινας, Εὐλαλία δοξάζουσα, τὸν δεδωρημένον ἰσχύν σοι ἄμαχον, καὶ διὰ σοῦ ταπεινώσαντα, τὸν ὄφιν τὸν δόλιον, τὸν τὴν Εὔαν ἐν Ἐδέμ, ἀπατήσαντα πρότερον, οὗ διάσωσον, τῶν παγίδων ἡμᾶς τοὺς σὲ τιμῶντας, καὶ τελοῦντας ἐτησίως, τὴν ἀεισέβαστον μνήμην σου.
Τοῦ πυρὸς τὴν κατάφλεξιν, ἐνεγκοῦσα πολύαθλε, πρὸς Χριστὸν μετέβης, Ὅνπερ ἠγάπησας· περιστερὰ δὲ ὡς πάλλευκος, ψυχή σου ἡ πάγκαλος, καθωράθη ἀληθῶς, σοὺς δημίους φοβίζουσα, καὶ τὸ λείψανον, τὸ σὸν Μάρτυς ἐκάλυψεν χιόνι, τὴν ἁγνείαν σου δοξάζων, ὁ Παντοκράτωρ Νυμφίος σου.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ἡ τῆς Ἀθληφόρου μνήμη ἐπέστη ἡμῖν, ταῖς τῶν θαυμασίων αὐτῆς ἀκτῖσι, τὸ ψύχος ἱλαρύνουσα. Δεῦτε οὖν λευχειμονοῦντες ἀδελφοί, λαμπρῶς πανηγυρίσωμεν, καὶ τῇ Μάρτυρι προσοίσωμεν, ὕμνον ἐπάξιον βοῶντες· χαίροις τῆς Μερίδης βλάστημα σεπτόν, καὶ πάσης Ἰσπανίας περιφανὲς ἐγκαλλώπισμα· χαίροις ἡ τοῦ τυράννου Καλπουρνιανοῦ, τάς τε ἀπειλὰς καὶ τὰς θωπεῖας μυκτηρίσασα, καὶ τὸ παμμίαρον εἴδωλον, εὐθαρσῶς κρημνίσασα· χαίροις Παρθένων καλλονή, Χριστιανῶν νεανίδων ἀγλάϊσμα, καὶ πάντων τῶν δεομένων σου, ἐν κινδύνοις προστασία. Πρέσβευε δεόμεθα, τῷ σῷ Νυμφίῳ Χριστῷ, Εὐλαλία παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου, ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος, ἐκ Παρθένου Μητρός, ὅνπερ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,  Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. η΄ 6-12).
Καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ,ἠνέωξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἀπέστειλε τὴν περιστεράν, ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ οὐχ εὑροῦσα ἡ περιστερά, ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἧν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτήν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερά, τὸ πρὸς ἑσπέραν καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς καὶ ἔγνω Νῶε ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.
Σοφίας Σειράχ τὸ Ἀνάγνωσμα. (Κεφ. να΄ 1-12)
Ἐξομολογήσομαί Σοι Κύριε Βασιλεῦ καὶ αἰνέσω Σε Θεόν τὸν Σωτῆρά μου· ἐξομολογοῦμαι τῷ ὀνόματί Σου, ὅτι σκεπαστής καὶ βοηθός ἐγένου μοι καὶ ἐλυτυρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθός καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος τοῦ ἐλέους καὶ ὀνόματός Σου ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητοῦντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων ὧν ἔσχον, ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα, ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς. Βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου, ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἧν σύνεγγυς ᾅδου κάτω. Περιέσχον με πάντοθεν καὶ οὐκ ἧν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων καὶ οὐκ ἧν καὶ ἐμνήσθην τοῦ ἐλέους Σου Κύριε καὶ τῆς ἐργασίας Σου τῆς ἀπ’ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς Σε καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην. Ἐπεκαλεσάμην Κύριον Πατέρα Κυρίου μου, μὴ μὲ ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας. Αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσσει. Καὶ εἰσηκούσθη ἡ δέησίς μου, ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ, διὰ τοῦτο ἐξομολο-γήσομαι καὶ αἰνέσω Σε καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ζ′ 7).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιά δὲ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Πάλαι μὲν Νῶε ὁ δίκαιος, περιστερὰν ἀπέστειλεν, τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς· νῦν δὲ Παρθενομάρτυς Εὐλαλία, ἡ σὴ πάναγνος ψυχή, πρὸς οὐρανοὺς ἀνιπταμένη, περιστερᾶς δίκην καθωράθη, ἧς αἱ πτέρυγες δαβιτικῶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. Τὸ δὲ πάντιμον σῶμά σου, τοῖς τῶν βασάνων στίγμασι κεκοσμημένον, ἡμῖν θεόθεν δεδώρηται, τῶν ἰαμάτων πηγὴ ἀστείρευτος, τοῖς πόθῳ ἑορτάζουσι, τὴν φωτοφόρον μνήμην, καὶ εἰλικρινῶς ἐκβοῶσι· Κύριε δόξα Σοι.
Ἦχος β΄.
Τελειωθεῖσα ἐν ὀλίγῳ, χρόνους ἐπλήρωσας μακρούς, Εὐλαλία καλλιπάρθενε. Φερωνύμως γὰρ εὐλάλως ἐλάλησας, τοῦ Θεοῦ τὰ μαρτύρια, ἐναντίον τοῦ παρανόμου κριτοῦ, μηδόλως αἰσχυνομένη, ἀλλὰ γενναίως βοῶσα· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ Αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Αὐτῷ πρεσβεύουσα, μὴ παύσῃ Ἀθληφόρε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Τῶν Μαρτύρων τοὺς ἄθλους ζηλώσασα, καὶ τῶν ἐπιγείων πάντων καταφρονήσασα, ἔσπευσας αὐτόκλητος πρὸς τὸ πάθος, Εὐλαλία Ἀθληφόρε πανεύφημε· ὅθεν θυμίαμα τοῖς εἰδώλοις μὴ προσάξασα, τὸν τύραννον ἐνέπτυσας, καὶ τὸν Χριστὸν ἐκήρυξας, οὐρανόθεν χαρισθέντος σοι, οὐ μόνον εἰς Ἐκεῖνον πιστεύειν, ἀλλὰ καὶ πάσχειν ὑπὲρ Αὐτοῦ. Πρὸς Ὃν διὰ πυρὸς μεταστᾶσα, καὶ ἐν νυμφῶνι τῆς ζωῆς, ταῖς φρονίμοις συγχορεύουσα παρθένοις, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τὴν ἐν Μάρτυσι Παρθένον, καὶ ἐν Παρθένοις πολύαθλον, Εὐλαλίαν τὴν ἀξιέπαινον, χαρμονικῶς ὑμνολογήσωμεν· ἧς τὸ πάντιμον λείψανον, χιόνι οὐρανόθεν κεκάλυπται, εἰς δήλωσιν καὶ ἔκφανσιν, τῆς θαυμαστῆς ἁγνείας αὐτῆς. Κύριε πρεσβείαις αὐτῆς, Ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν Σου στήριξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡσαΐα χόρευε λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς θεότητος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον· Ὅν ἀστὴρ ἐμήνυσεν ἐπάνω τοῦ σπηλαίου, Ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Εἰς τόν Στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, πῶς τοῦ τυράννου θυμόν, Εὐλαλία οὐκ ἔπτηξας, ἀλλ’ αὐτοῦ τὸ πρόσωπον, τὸ αἰσχρὸν ἐναπέπτυσας; Πῶς τῶν εἰδώλων βωμὸν ἐκρήμνισας; Πῶς τῶν βασάνων τὴν πεῖραν ἤνεγκας; Χριστός μου δύναμις, γηθοσύνως ψάλλουσα, Ὃν ἐκτενῶς, αἴτησαι πολύαθλε, ἐλεηθῆναι ἡμᾶς.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μάρτυς Εὐλαλία ἔνδοξε, νεᾶνις ὤφθης καλή, καὶ ὡραία καὶ πάγκαλος, ὡς φησὶ τὸν λόγιον, τῇ ψυχῇ καὶ τῷ σώματι, καὶ τῷ ὡραίῳ κάλλει νενύμφευσαι, Χριστῷ ἀνδρείως πυρὶ ἀθλήσασα, Οὗ ἀπολαύουσα, νῦν τῆς ὡραιότητος, τῆς μυστικῆς, τῶν μνημονευόντων σου, ἀεὶ μνημόνευε.
Στ. Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
Χαίρει Ἰσπανία σήμερον, ἡ σὴ πατρὶς ἀληθῶς, καὶ τιμᾶ σου τὴν ἄθλησιν, Ἀθληφόρε πάνσεμνε, Εὐλαλία ἀήττητε· ὅθεν ἐκείνην σκέπε πρεσβείαις σου, καὶ οὐρανόθεν εἰρήνην δώρησαι, καὶ μέγα ἔλεος, τοῖς ὑμνολογοῦσί σε, νύμφη Χριστοῦ, καὶ ἀνευφημοῦσί σε, τερπνοῖς ἐν ᾄσμασι.
Δόξα. Ἦχος πλ. β΄.
Τὸ πῦρ ὃ ἦλθεν βαλεῖν, ἐπὶ τῆς γῆς ὁ Κύριος, ἐν τῇ καρδίᾳ σου φέρουσα, πρὸς τὰς βασάνους ἀνδρείως ηὐτομόλησας, Εὐλαλία γενναιόφρον. Καὶ τῷ ἐν Τριάδι μόνῳ Θεῷ, εὐσεβῶς τὴν λατρείαν προσάγουσα, τοῖς ἀψύχοις εἰδώλοις θυσίαν οὐκ ἔνειμας, ἀλλ’ αὐτὰ κατεπάτησας, τοὺς ἐκείνων λατρευτὰς καταισχύνασα· ἀλλὰ καὶ ἡμᾶς τοὺς τιμῶντάς σου, τὴν πανσεβάσμιον μνήμην, θείου ζήλου ἔμπλησον, Ἀθληφόρε ταῖς πρεσβείαις σου.
Καὶ νῦν. Προεόρτιον.
Ἀνύμφευτε Παρθένε πόθεν ἥκεις; Τίς ὁ τεκῶν Σε; Τίς καὶ ἡ μήτηρ Σου; Πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; Πῶς οὐκ ἐφθάρης τὴν νηδύν; Μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν Σοι χρέος, ἐκ τῆς γῆς τὸ σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν ἀστέρα· καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς Ἰσπανίας, μέγα κλέϊσμα, τῆς Ἐκκλησίας, ἀνεδείχθης Εὐλαλία πανένδοξε, καὶ ἐνεγκοῦσα πυρὸς τὴν κατάφλεξιν, θυσία ζῶσα Χριστῷ προσενήνεξαι, Ὃν ἱκέτευε δοθῆναι τοῖς Σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τῷ πόθῳ τοῦ Χριστοῦ, τὴν ψυχὴν πυρουμένη, ὑπέστης ἀνδρικῶς, τοῦ πυρὸς τὴν μανίαν, Ἐκεῖνον μεγαλύνουσα, Εὐλαλία καὶ γέγονας, τῷ Νυμφίῳ Σου, εὐωδεστάτη θυσία· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, φαιδρῶς ἑορτάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, Σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὅλῃ καρδίᾳ σου, Χριστὸν ποθήσασα, τὸν Παντοκράτορα, Αὐτῷ νενύμφευσαι, προῖκα προσάξασα Αὐτῷ, τοὺς πόνους τοῦ μαρτυρίου· ὅθεν εἰς κατοίκησιν, τὸν νυμφῶνα τὸν ἄφθαρτον, ἔχουσα πανεύφημε, Εὐλαλία μνημόνευε, ἀπαύστως τῶν ἐν ὕμνοις τιμώντων, τὰς θαυμαστάς σου ἀριστείας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεομακάριστε, Μήτηρ Ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι δεινῶς, τοῖς πταίσμασιν ὁ ἄθλιος· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· δέξαι με Πανάμωμε, τὸν πολλὰ πλημμελήσαντα, ἵνα ἐν παῤῥησίᾳ βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῆς Μερίδης τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Ἰσπανίας ἁπάσης περιφανῆ στολισμόν, Εὐλαλίαν τὴν παρθένον μακαρίσωμεν, ὅτι ἐνήθλησε στεῤῥῶς, καὶ νῦν ἐν δόξῃ τῷ Χριστῷ, παρίσταται ἐστεμμένη, καὶ ἱκετεύει ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῷ Σαββάτῳ τῆς ΙΖ΄ ἑβδομάδος τοῦ Ματθαίου).
Ὁ Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ἁγίας…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ἡ τοῦ πυρὸς τὴν κατάφλεξιν, ἀνδρικῶς ὑπομείνασα, καὶ ὡς λευκοπτέρυξ περιστερά, πρὸς οὐρανίους καλλιὰς ἀνελθοῦσα, Εὐλαλία καλλιπάρθενε, τὸν σὸν Νυμφίον Χριστόν, δυσωποῦσα μὴ παύσῃ, ῥυσθῆναι τοὺς τιμῶντάς σε, τοῦ αἰωνίου πυρός, ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς Κρίσεως.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς ἐν τῇ Ζ΄, Η΄ καὶ Θ΄ ᾠδή (ἄνευ τῶν Θεοτοκίων)· ᾨδὴ Παναγιώτου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Σὲ τὴν τροπαιοῦχον τοῦ Χριστοῦ, Παρθενομάρτυρα μέλψαι βουλόμενος, Εὐλαλία πάνσεμνε, σὲ δυσωπῶ ταῖς ἱεραῖς πρεσβείαις σου, φώτισον τὸν νοῦν μου, καὶ τῶν παθῶν με καθάρισον.
Ἐκ γονέων ἔφυς εὐσεβῶν, καὶ παιδιόθεν τῷ φόβῳ κεκόσμησαι, τοῦ Κυρίου ἅπασαν, τὴν κοσμικὴν μισήσασαν ἀπόλαυσιν, καὶ ἐπιποθοῦσα, τοῦ Παραδείσου τὴν εὔκλειαν.
Ἀπὸ βρέφους οἶδας ἀληθῶς, τὰ ἱερὰ καὶ σωτήρια γράμματα, καὶ εὐχαῖς σχολάζουσα, ἀγγελικῶς ἐπὶ τῆς γῆς ἐβίωσας· ὅθεν συναγάλλῃ, τοῖς τῶν Ἀγγέλων στρατεύμασι.
Θεοτοκίον.
Ἥλιον γεννήσασα Χριστόν, δικαιοσύνης Παρθένε τὸν ἄδυτον, φώτισόν μου δέομαι, τὰ τῆς ψυχῆς ἠμαυρωμένα ὄμματα, ἡδονῶν ἀχλύϊ, καὶ ἁμαρτίας παχύτητι.

ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντος ἀῤῥεύστως Υἱοῦ, ἐπιποθήσασα τὸ κάλλος, ἐνυμφεύθης Ἐκείνῳ, καὶ Τούτῳ ὡς προῖκαν προσενήνοχας, τὰς τῆς σαρκός σου βασάνους πικράς, Εὐλαλία ἔνδοξε.
Ἡ μήτηρ σου Μάρτυς, τὸν σὸν ζῆλον ἰδοῦσα καὶ πίστιν τὴν σήν, ἐπισταμένη σὲ ἐκπέμπει, πρὸς τὴν Μέριδαν ἵνα, τῶν πόνων σε μαρτυρίου ῥύσηται, σὺ δὲ τῷ πόθῳ τρωθεῖσα Χριστοῦ, πρὸς τὸ πάθος ἔσπευσας.
Ἰδοῦσα ἀδίκως, τὸν κριτὴν τιμωροῦντα τοὺς σοὺς ἀδελφούς, τοὺς τὸν Χριστὸν ὁμολογοῦντας, θείου ζήλου ἐπλήσθης, καὶ τούτου τὸ πρόσωπον ἐνέπτυσας, μὴ δεδοικυῖα αὐτοῦ τὸν θυμόν, Εὐλαλία πάγκαλε.
Θεοτοκίον.
Ὤφθης πλατυτέρα, οὐρανῶν συλλαβοῦσα τὸν πάντων Θεόν, καὶ ἐν ἀγκάλαις Σου συνέχεις, τὸν συνέχοντα πάντα, διὸ Θεομῆτορ ἱκετεύω Σε· τῶν συνεχόντων δεινῶν με παθῶν, τάχος ἐλευθέρωσον.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἐν σοί, τῶν Ἀσωμάτων οἱ χοροί, ἑκουσίως γὰρ μολεῖς, πρὸς τὸ μαρτύριον σεμνή, τὴν σὴν ψυχὴν τετρωμένη Χριστοῦ τῷ πόθῳ· ὅθεν ἐν πυρὶ τὸν ἀγῶνά σου, ἤνυσας στεῤῥῶς καὶ κατέφλεξας, εἰδωλικὴν ἀπάτην Εὐλαλία, Παρθενομάρτυς καλλίνικε· καὶ νῦν δυσώπει σωθῆναι πάντας, τοὺς τελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει Σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ Σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Μηδόλως φλυαροῦσα ἐστόλισας σαὐτήν, θεαρέστοις πράξεσιν σεμνὴ ἀπὸ παιδός, πλοῦτον καὶ δόξαν ἐπίγειον βδελυχθεῖσα, καὶ τῷ Νυμφίῳ σου ἀπαύστως μελωδοῦσα· δόξα τῇ δυνάμει Σου Κύριε.
Ὀ τύραννος ὁρῶν σε ὡς κόρην ἁπαλήν, θωπείαις ἐπειρᾶτο, ἀλλὰ καὶ ἀπειλαῖς, σὲ καταπεῖσαι θυσίαν θῦσαι εἰδώλοις, σὺ δὲ οὐκ ἔπαυσας βοᾷν τῷ σῷ Νυμφίῳ· δόξα τῇ δυνάμει Σου Κύριε.
Σὲ ῥάβδοις μολυβδίνοις ῥαβδίζεσθαι δεινῶς, κριτὴς τῆς ἀνομίας κελεύει τὴν Χριστοῦ, τῇ ἀηττήτῳ ἰσχύϊ στερεωθεῖσαν, καὶ μελωδοῦσαν Εὐλαλία ἀεννάως· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ναὸς ἡγιασμένος ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν Σοὶ οἰκήσαντος Παρθένε ὑπὲρ νοῦν, Αὐτὸν ἱκέτευε ἡμᾶς ἁμαρτημάτων ἀποκαθάραι, ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.

ᾨδὴ ε΄. Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος.
Λαμπᾶσιν ὁ δήμιος φλέγει, καὶ σιδηρῶν δι’ ὀνύχων στεῤῥόψυχε, σὲ καταξέει· σὺ δὲ καθάπερ ἄσαρκος, καθυπομένεις τῇ πίστει ἀκλόνητος, καὶ καταισχύνεις τὸν ἐχθρόν, τὸν τὴν Εὔα δολερῶς, ἐν τῇ Ἐδὲμ τὸ πρὶν ἀπατήσαντα.
Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος, τοῦ οὐρανίου Νυμφίου ποθήσασα, πικρῶν βασάνων τοῦ σώματος ἠλόγησας, καὶ τῷ πυρὶ σοῦ τὰς σάρκας παρέδωκας· ὅθεν τὴν ἄπονον ζωήν, καὶ τὴν ἄληκτον τρυφήν, ἐν οὐρανοῖς ἀξίως ἀπέλαβες.
Τοὺς πίστει καὶ πόθῳ τελοῦντας, τὸ ἱερόν σου Παρθένε μνημόσυνον, ἐκ πάσης ῥῦσαι ἀνάγκης καὶ στενώσεως, ταῖς πρὸς Χριστὸν τὸν Σωτῆρα πρεσβείαις σου, τὸν δόντα σοι ὑπομονήν, Εὐλαλία θαυμαστήν, καὶ διὰ σοῦ ἰάσεις δωρούμενον.
Θεοτοκίον.
Τὸ πλήθος τὸ ἄμετρον Κόρη, τῶν πονηρῶν καὶ ἀτόπων μου πράξεων, εἰς νοῦν λαμβάνων εἰς Σὲ τὴν Πανάχραντον, Θεοῦ Μητέρα προσέδραμον κράζων Σοι· πρὸς μετανοίας ἀτραπούς, καθοδήγησον κἀμέ, πλήν Σου γὰρ ἄλλην οὐκ ἔχω βοήθειαν.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Τὸν Προφήτην Ἠλιού, τὸν πυρίπνουν ζηλωτήν, μιμουμένη εὐθαρσῶς, τῶν εἰδώλων τὸν βωμόν, ἠδάφισας ὦ Εὐλαλία, Μάρτυς πανθαύμαστε.
Τὴν ὡραίαν σου ψυχήν, εἶδον ὡς περιστεράν, ἀνιοῦσαν θαυμαστῶς, Παραδείσου εἰς αὐλάς, Παρθενομάρτυς Εὐλαλία, Μερίδης βλάστημα.
Τὴν πατρίδα σου σεμνή, καταφώτισον ταῖς σαῖς, θεοδέκτοις προσευ-χαῖς, εὐσεβείας τῷ φωτί, τῆς Ἰσπανίας Εὐλαλία, τὸ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ζῶντα φρούρει με ἀεί, λυτρουμένη πειρασμῶν, ἐκχωροῦντα δὲ τῆς γῆς, πρὸς αἰώνιον ζωήν, ὁδήγησόν με Θεοτόκε τῇ εὐσπλαγχνίᾳ Σου.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὸ σῶμα τὸ σὸν πυρὶ προθύμως δέδωκας, ποθοῦσα Χριστὸν Νυμφίον τὸν οὐράνιον, Ὅνπερ νῦν ἱκέτευε, Μάρτυς Εὐλαλία πανεύφημε, δωρήσασθαι πταισμάτων ἱλασμόν, τοῖς πόθῳ γεραίρουσι τὴν μνήμην σου.
Ὁ Οἶκος.
Τῷ θείῳ φόβῳ ἀπὸ βρέφους κοσμουμένη, κριτοῦ οὐ δέδοικας θυμὸν τοῦ παρανόμου, ἀλλ’ ἑκουσίως πρὸς τὸ πάθος παρεγένου, τὸν ἑκουσίως δι’ ἡμᾶς σαρκὶ παθόντα, ὁμολογήσασα τρανῶς, Χριστὸν τὸν Παντοκράτορα· καὶ νῦν Αὐτὸν Εὐλαλία μακαρία, ὑπὲρ τῆς ἐπιγείου σου πατρίδος ἱκέτευε, καὶ ἐξαιρέτως ὑπὲρ τῆς ἐν αὐτῇ Ὀρθοδόξου ποίμνης, ἧσπερ προστατεύουσα μὴ παύσῃ εἰς αἰῶνας, ἁμαρτημάτων ἱλασμὸν αἰτουμένη καλλιμάρτυς, τοῖς πόθῳ γεραίρουσι τὴν μνήμην σου.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Εὐλαλίας, ἡ ἐν Μερίδῃ τῆς Ἰσπανίας.
Στίχοι·  
Κηρύττει Χριστὸν Εὐλαλία εὐλάλως,
ἀθλοῦσα πυρί,καὶ φλέγουσα τὴν πλάνην.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Πυρὸς μανίαν χαίρουσα ἤνεγκες, βοῶσα Εὐλαλία ἀήττητε· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἀνῆλθες πρὸς οὐράνια δώματα, χιὼν δὲ σοῦ τὸ σῶμα ἐκάλυψεν, ψυχῆς σου τὴν ἁγνότητα, ὑπεμφαίνουσα τοῖς πᾶσι λαμπρῶς.
Νοσοῦσι ἰατρείαν ἀδάπανον, πηγάζει ἡ σορὸς τῶν λειψάνων σου, εὐλογητὸς κραυγάζουσιν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ Ὕψιστος παράδεισον ἔμψυχον, παστάδα τε Ἁγνὴ χαριτόπλοκον, Σὲ ἀληθῶς ἀνέδειξεν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Αἰσχύνασα δράκοντα τὸν βύθιον σεμνή, ῥοαῖς τῶν αἱμάτων σου ἀπέπνιξας αὐτόν, Σταυροῦ τῇ δυνάμει· ὅθεν ῥῦσαι ἡμᾶς, τοὺς σὲ εὐφημοῦντας τοῦ πλάνου τῶν παγίδων.
Γεραίροντες σήμερον τοὺς ἄθλους σου πιστῶς, τὴν σὴν παμμακάριστε βοήθειαν ἀεί, αἰτούμεθα ἔχειν ἐν ποικίλοις δεινοῖς, Μάρτυς Εὐλαλία καταφυγὴν βεβαίαν.
Ἱκέτευε πάντοτε Χριστὸν τὸν Λυτρωτήν, πταισμάτων συγχώρησιν δωρήσασθαι ἡμῖν, σοφὴ Εὐλαλία, τοῖς τελοῦσι τὴν σήν, μνήμην ἐτήσιον ἐπινικίοις ὕμνοις.
Θεοτοκίον.
Πῶς κάθῃ ἀμέριμνος ταλαίπωρε ψυχή; Πῶς λήθῃ παρέδωκας τὰς πράξεις τὰς αἰσχράς; Ἀνάπτυξον ταύτας τῇ Μητρὶ τοῦ Θεοῦ, ἵνα μεσιτεύσῃ τῷ ἐξ Αὐτῆς τεχθέντι.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ὥσπερ Παρθένος φρονίμη, καὶ Ἀθληφόρων ἀνδρεία, τοῦ μαρτυρίου τὴν ὁδόν, εὐκλεῶς διοδεύεις, καὶ εἰς νυμφῶνα τῆς χαρᾶς, εἰσέρχῃ καὶ τῶν ἐπάθλων ἔνδοξε, Εὐλαλία λαμβάνεις, τοὺς στεφάνους ἐκ χειρὸς τοῦ Λυτρωτοῦ.
Τῶν Ἰσπανῶν Ὀρθοδόξων, σὲ μακαρίζει ἡ ποίμνη, καὶ μιμηθῆναί σε ποθεῖ, Εὐλαλία θεόφρον· σὺ δὲ μὴ παύσῃ τῶν δεινῶν, λυτροῦσα αἱρέσεων τῆς μάστιγος, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα τῆς τιμίας σου μορφῆς.
Οἱ τὴν ἁγίαν σου μνήμην, χαρμονικῶς ἐκτελοῦντες, καὶ τὴν βοήθειαν τὴν σήν, εὐλαβῶς ἐξαιτοῦντες, ἀπὸ παντοίας συμφορᾶς, καὶ νόσου καὶ δυσχερείας ῥύονται, Εὐλαλία αἰνοῦντες, τὸν λαμπρῶς σὲ θαυμαστώσαντα Χριστόν.
Ὕμνον τολμήσας προσφέρω, σοὶ Εὐλαλία ὁ τάλας, καὶ ὡς τῆς χήρας τὰ λεπτά, προσεδέξατο πάλαι, Χριστὸς ὁ Κύριος ἡμῶν, αἰτοῦμαι ἐκεῖνον Μάρτυς πρόσδεξαι, καὶ δεινῆς ἀθυμίας, τὴν ἀθλίαν μου ἀπάλλαξον ψυχή.
Θεοτοκίον.
Ἡ Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, ἡ γὰρ Παρθένος τοῦ τεκεῖν, ἐπὶ Σὲ καταφθάνει, τὸν Θεὸν Λόγον ἐν γαστρί, Χριστὸν Ἰησοῦν τὸν Πολυέλεον, συλλαβοῦσα ἀσπόρως, εἰς ἀνάκλησιν τοῦ γένους τῶν βροτῶν.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Ἡ Ἰσπανία σὲ πᾶσα, χαρμονικῶς ὑμνολογεῖ, Μάρτυς Χριστοῦ Εὐλαλία, τῶν Ἀθληφόρων χαρμονή, καὶ ταῖς σεπταῖς σου πρεσβείαις, πολλῶν κινδύνων λυτροῦται.
Θεοτοκίον.
Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν μόνη ἐλπίς, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, Εὐλαλία ἔνδοξε, Αὐτοῦ τρωθεῖσα τῷ ἔρωτι, δόξαν ἐπίγειον, ὡς σκιὰν καὶ ὄναρ, ἀληθῶς λελόγισαι, καὶ κόσμου τὰ ἡδέα κατέλιπες, μόνον ποθήσασα, τὸν Νυμφίον τὸν οὐράνιον, Ὃν δυσώπει σῶσαι τοὺς τιμῶντάς σε.
Τῷ βήματι ἔστηκας σεμνή, τοῦ τυράννου πρόσωπον, αὐτοῦ τὸ φαῦλον ἐμπτύσασα, ὡς ζήλου ἔμπλεως, καὶ τὰς κολακείας, τούτου μυκτηρίσασα, βασάνους ἀγογγύστως ὑπέμεινας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πυρὸς καταφλέγοντος ὁρμήν, Ἀθληφόρε ἤνεγκες, καὶ πρὸς Χριστὸν ἐξεδήμησας, Ὅνπερ ἠγάπησας· ἔμφοβοι δὲ πάντες, τὴν ψυχήν σου ἔβλεπον, λευκὴν περιστερὰν ἀναβαίνουσαν, εἰς οὐράνια σκηνώματα, Εὐλαλία Μάρτυς ἀξιάγαστε.
Ὑμνεῖ σε ἐκ πόθου Ἰσπανῶν, Ὀρθοδόξων ποίμνιον, Παρθενομάρτυς ἀήττητε, καὶ τὴν ἁγίαν σου, ἑορτάζει μνήμην, Εὐλαλία ᾄσμασιν· σὺ δὲ Χριστῷ μὴ παύσῃ πρεσβεύουσα, τῷ σὲ δοξάσαντι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ὥσπερ Παρθένος φρονίμη καὶ πάγκαλος, ἐν ἀσθενείᾳ φύσεως, τὸν βάσκανον τῶν δικαίων ἐχθρῶν, εἰς τέλος ἐταπείνωσας, Εὐλαλία παναοίδιμε· ὅλῃ γὰρ καρδίᾳ σου, Χριστὸν ποθήσασα, ἐν τῷ σταδίῳ Αὐτὸν ἀνακηρύξας, μὴ πτοηθεῖσα τὰς τοῦ τυράννου ἀπειλάς· ἐντεῦθεν βασάνοις πικραῖς προσομιλήσασα, διὰ πυρὸς τὸν ἀγῶνα, τῆς ὁμολογίας σου ἐτέλεσας, καὶ πρὸς οὐρανίους θαλάμους ἀνέπτης, ὡς χρυσοπτέρυξ περιστερά· ἀλλ’ ὦ Παρθενομάρτυς ἔνδοξε, πρέσβευε ἀπαύστως τῷ σὲ δοξάσαντι Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεὲμ τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς· Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελωδήσατε· πάσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῆς Μερίδης θεῖος βλαστός, πάσης Ἰσπανίας, θεοδώρητος στολισμός, Μάρτυς Εὐλαλία, Παρθένων ἡ λαμπρότης, καὶ τῶν θαυμάτων κρήνη ἡ ἀδαπάνητος.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου