Πέμπτη, 3 Αυγούστου 2017

Ἀκολουθία Ἁγίου Ἀποστόλου ΟΝΗΣΙΜΟΥ

Ψαλλομένη τῇ 15η Φεβρουαρίου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν τοῦ Φιλήμονος δοῦλον, ἀκολουθήσαντα, ταῖς τρίβοις Ἀποστόλου, θεοῤῥήμονος Παύλου, Ὀνήσιμον τὸν δοῦλον ὄντως Θεοῦ, εὐπειθέστατον μέλψωμεν, καὶ τὸ μαρτύριον πάντες αὐτοῦ λαμπρῶς, γεγηθότες εὐφημήσωμεν.
Ὅνπερ υἱὸν κατὰ πνεῦμα, Παῦλος ἀπέκτησεν, ἐν φυλακῇ εὐσχήμως, οἱ πιστοὶ κατὰ χρέος, Ὀνήσιμον τὸν θεῖον δοῦλον Θεοῦ, ἀπελεύθερον φρόνημα, ἔχοντα μέλψωμεν μνήμην αὐτοῦ ᾠδαῖς, μελιῤῥύτοις καταστέφοντες.
Ἀθλητικῇ παῤῥησίᾳ, Θεὸν ἐδόξασας, καὶ σαῖς ῥοαῖς αἱμάτων, κατεπότισας ῥίζαν, τῆς πίστεως Κυρίου περικλεές, Ἀθλοφόρε Ὀνήσιμε, καρτεροψύχων Μαρτύρων ὑπογραμμός, καὶ ὑπόδειγμα γενόμενος.
Τῆς εὐσεβείας τὸ στόμα, σεπτὸν Ὀνήσιμον, καὶ τοῦ Εὐαγγελίου, ἱερὸν ὑπηρέτην, ὡς Παύλου Ἀποστόλου ἐν τοῖς δεσμοῖς, μαθητὴν εὐφημήσωμεν, τὸν ἀληθείας ὀφθέντα μυσταγωγόν, καὶ φωστῆρα παμφαέστατον.
Δόξα. Ἦχος β΄.
Τὸν κατὰ πνεῦμα υἱὸν, ἐν φυλακῇ γεννηθέντα τοῦ σεπτοῦ καὶ οὐρανοβάμονος Ἀποστόλου Παύλου, Ὀνήσιμον τὸν πανεύφημον οἱ πιστοὶ ἀνυμνήσωμεν· οὗτος γὰρ δοῦλος Θεοῦ τοῦ Ὑψίστου, χρηματίσας σεμνότατος, καὶ κῆρυξ τῆς χάριτος διαπρύσιος, ἀθλητικῶς ἠξιώθη τὸν παρόντα βίον τελέσαι· ἐπαξίως οὖν τυχὼν ἐπάθλων, παρὰ τοῦ διδασκάλου Χριστοῦ, ἐν τῇ ἀγήρῳ μακαριότητι, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Παύλου τὸν μαθητήν, Ὀνήσιμον τὸν θεῖον, ὁμότροπον ὀφθέντα, ἐν λόγοις καὶ ἐν ἄθλοις, αὐτόν ἀνευφημήσωμεν.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὄνησιν βιοτῆς, βραβεύεις τῆς ἀγήρω, τοῖς πόθῳ σε τιμῶσι, τοῦ Λόγου ὑπηρέτα, Ὀνήσιμε Ἀπόστολε.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Ἔλαμψας ὡς ἀκτίς, τῇ οἰκουμένῃ πάσῃ, ἀκτῖσιν εὐσεβείας, καὶ μαρτυρίου Πάτερ, Ὀνήσιμε Ἀπόστολε.
Δόξα. Τριαδικόν.
Λόγον Μονογενῆ, Θεοῦ τοῦ προανάρχου, τοῦ Πνεύματος ἰσχύϊ, ἐκήρυξεν ἐν κόσμῳ, ὁ θεαυγὴς Ὀνήσιμος.
Καὶ νῦν. Θεοτοκίον.
Ἔβλυσας τὴν ζωήν, τῷ κόσμῳ Θεοτόκε, τὴν θείαν καὶ ἀγήρω, Χριστὸν τὸν Ζωοδότην, ὡς κρήνη ζωοπάροχος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Ὀνήσιμε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ποταμοῦ τὰ ὁρμήματα, τοῦ τῆς χάριτος κήρυκος, ὡς Θεοῦ φανέντα σε πόλιν ἔμψυχον, διαφερόντως εὐφραίνουσι, τὰ ἄῤῥητα ῥήματα, ἐπὶ γῆς τοῦ τῆς τρυφῆς, Παραδείσου πλουτήσαντος, οὗ καὶ γέγονας, δραστικὸς ὑπηρέτης, ἐκμανθάνων τὰ οὐράνια Παμμάκαρ, ἃ οὐκ ἐξὸν βροτοῖς φθέγξασθαι.
Τὸ τῆς γνώμης ἐλεύθερον, καὶ ψυχῆς αὐτεξούσιον, εὐγενείᾳ πίστεως κατελάμπρυνας, τῆς ἐπιγείου δὲ πάνσοφε, δουλείας ἀπήλλαξαι, καὶ τῇ ζεύγλῃ τοῦ Χριστοῦ, τὸν αὐχένα ὑπέκλινας· ὅθεν ἔδραμες, νοητῆς ἐκ δουλείας τοὺς ἀνθρώπους, ἀπαλλάττων καὶ προσάγων, ἐλευθερίᾳ τῆς χάριτος.
Ὡς ἀκτῖνά σε πάνσοφε, φεγγοβόλον ἐξήστραψεν, ὁ τοῦ κόσμου Ἥλιος καὶ Διδάσκαλος, τὴν οἰκουμένην λαμπρύνουσαν, φωτὶ τοῦ κηρύγματος, καὶ ταῖς θείαις ἀστραπαῖς, τὴν τῆς πλάνης σκοτόμαιναν, ἀφανίζουσαν, καὶ ποικίλων θαυμάτων ἐνεργείας, τῶν πιστῶν τὰς διανοίας, καταφαιδρύνουσαν ἔνδοξε.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Χάριν τὴν τοῦ Πνεύματος, τοῦ Παναγίου δεξάμενος, ἐν καρδίᾳ Ὀνήσιμε, ὁμότροπος πέφηνας θείων Ἀποστόλων, καὶ τοῦ θεηγόρου, Παύλου τοῦ κήρυκος Ἐθνῶν, σύσκηνος μάκαρ καὶ ὁμοδίαιτος, ἐν τοῖς δεσμοῖς· διόπερ νῦν, τὴν πανσεβάσμιον μνήμην σου, ἐκτελοῦντες πρεσβείαις σου, πρὸς Θεὸν ἐκδεχόμεθα.
Βλάστημα περίδοξον, Κολασσαέων Ὀνήσιμε, Ἀποστόλου Φιλήμονος, ὢν δοῦλος ἐπόθησας, τὴν ἐλευθερίαν, ὡς αὐτὸ δηλοῦται, εἰς Παύλου τὴν ἐπιστολήν, καὶ πρὸς Ἀπόστολον τοῦτον ἔδραμες, τὸν ἐν τῇ Ῥώμῃ δέσμιον, ᾧ κατὰ χάριν ὑπήντησας, τῷ εἰς πίστιν ἑλκύσαντι, σὲ Χριστοῦ τοῦ Παντάνακτος.
Ἄπιστον καὶ ἄχρηστον, δοῦλον ποτὲ τῷ Φιλήμονι, μετεποίησεν εὔχρηστον, αὐτῶ καὶ τοῖς πέρασιν, κτίσεώς σε Παῦλος, ὁ οὐρανοβάμων ᾧ διηκόνησας καλῶς, ἐν Ῥώμῃ Πάτερ σοφὲ Ὀνήσιμε· διό σε μακαρίζοντες, καὶ τὴν ὑπέρφωτον μνήμην σου, ἑορτάζοντες σήμερον, μελῳδοῦμεν τοὺς ἄθλους σου.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Ἀποστόλου Ὀνησίμου λαμπρὰ μνήμη, ἀστραπαῖς τῆς αὐτοῦ πίστεως, καὶ στεῤῥᾶς ἀθλήσεως, καταυγάζει ἅπασαν τὴν οἰκουμένην· οὗτος γὰρ υἱὸς ἀγαπητὸς, κατὰ πνεῦμα ὀφθεὶς τοῦ Παύλου μιμη-ής, καὶ ὁμότροπος τῶν παθημάτων αὐτοῦ γέγονε, καὶ σύναυλος ἐν τῇ πόλει τῇ ἄνω· ὡς δοῦλος οὖν Κυρίου Αὐτῷ πρεσβεύει ἀπαύστως, ἐλευθερῶσαι ἡμᾶς τῆς πλάνης τοῦ διαβόλου, καὶ ἀξιῶσαι τυχεῖν χαρμονῆς τῆς ἀτέρμονος.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Καθολικῆς Β’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 3-11).
Ἀδελφοί, ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρει-σενέγκαντες, ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς, οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες, οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 25-ε΄ 2).
Ἀδελφοί, ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν, ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη· ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ. Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ, εἰς ὀσμὴν εὐωδίας. 
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. στ΄ 16-23).
Ἀδελφοί, οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην; Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα, τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου καὶ ἀγάλλου ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τελοῦσα τὴν φωτοφόρον μνήμην Ὀνησίμου τοῦ Ἀποστόλου καὶ Μάρτυρος· οὗτος γὰρ παρὰ τοὺς πόδας μαθητεύσας τοῦ Παύλου, ὁδηγὸς πιστῶν γέγονε πρὸς σωτηρίαν ἀλάνθαστος· μαρτυρικῷ οὖν τέλει σφραγίσας τὸν βίον, Κυρίῳ ἀνέδραμεν ὑπαντῆσαι, τῷ παρέχοντι ἡμῖν τὸ μέγα ἔλεος,
Ἦχος β΄.
Φοιτήσας παρὰ τῷ δεσμίῳ φωστῆρι Παύλῳ καὶ τὸν τῆς ἀγνωσίας παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπος, τὴν χάριν ἐνεδύθης τοῦ πανσθενοῦς Παρακλήτου πνευματοφόρε Ὀνήσιμε· διό σε πάντες ὡς στόμα θεῖον, καὶ κήρυκα οὐρανίων μυστηρίων, καὶ Μάρτυρα γενναιότατον, οἱ πιστοὶ γινώσκοντες, ἀξιοχρέως τιμῶντες τὰς σὰς ἐκζητοῦμεν πρεσβείας, πρὸς βίον κρείττονα.
Ἦχος γ΄.
Ὡς τοῦ σκεύους ἐκλογῆς, τοῦ λίαν ἀγαπήσαντός σε μαθητὴς ἐνθεώτατος, σκεῦος εὔχρηστον, πρὸς ἀποστολὴν σωτήριον τοῖς ἐζοφωμένοις τῇ ἀγνωσίᾳ πέφηνας Ὀνήσιμε· σὺ γὰρ ἠθῶν ἀμέμπτων τῷ βίῳ εἰκόνα διαγράψας καὶ Θεὸν ἀληθινὸν κηρύξας, Οὗ δοῦλος εὐπειθὴς ἐχρημάτισας, μαρτυρίου τὸν δρόμον καλῶς ἐν τῇ Ῥώμῃ τετέλεκας· καὶ νῦν σὺν τῷ σῷ διδασκάλῳ Παύλῳ καὶ τῆς δήμοις Ἀποστόλων καὶ Μαρτύρων συνευφραινόμενος ἐν σκηναῖς ἀλήκτου μακαριότητος, Χριστὸν ἱκέτευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Δόξα. Ἦχος δ΄.
Τὸν δραπέτην τοῦ Φιλήμονος δοῦλον, ὃν ἡ χάρις τοῦ Πνεύματος βιαστὴν ἔδειξε τῆς τῶν οὐρανῶν Βασιλείας καὶ ὑπηρέτην τοῦ Λόγου θειότατον Ὀνήσιμον τὸν ἔνδοξον, οἱ πιστοὶ μακαρίσωμεν κράζοντες· σοφὲ τῶν ψυχῶν οἰκονόμε, ὁ προσφορὰν λογικὴν καὶ θῦμα τέλειον σεαυτὸν Κυρίῳ προσάξας, μαρτυρικῶς τελειωθείς, Αὐτὸν ἡμῖν ἱλέωσαι, τοῖς τελοῦσιν ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τοῦ σκεύους τῆς ἐκλογῆς, ὁ μιμητὴς ἐν ἀρετῇ καὶ ὁμόζηλος, τοῦ πάθους αὐτοῦ τρισμάκαρ, ὁ ἐπιστρέψας πολλούς, ἐξ εἰδώλων πλάνης πρὸς τὸν Κύριον, θεόφρον Ὀνήσιμε, τὴν καλὴν τὴν ἀλλοίωσιν, ὁ ἐν τῇ Ῥώμῃ, ὑποστὰς τοῖς διδάγμασι, τοῦ παμμάκαρος, Παύλου ἐνστερνισάμενος, σὲ τοῦ μεταποιήσαντος, τὸν δοῦλον Φιλήμονος, εἰς δοῦλον τοῦ Ζωοδότου Χριστοῦ Ὃν νῦν καθικέτευε, διδόνται τοῖς πίστει, ἐκτελοῦσί σου τὴν μνήμην, χαρὰν ἀέναον.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις, ὁ κατὰ πνεῦμα υἱός, τοῦ Ἀποστόλου Παύλου τοῦ οὐρανόφρονος, καὶ κήρυκος οἰκουμένης, ἐν φυλακῇ γεννηθείς, καὶ αὐτοῦ τοὺς τρόπους μιμησάμενος, Ὀνήσιμε πάνσοφε, εὐσεβείας προπύργιον, Εὐαγγελίου κῆρυξ ὁ διαπρύσιος, καὶ ἀήττητος, Ἀθλητὴς τοῦ Παντάνακτος· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι, καὶ μαρτυρίου σου πόνους, τοὺς ἀνυποίστους γεραίροντες, πρεσβείαις σου θείας, πρὸς τὸν Κύριον τῆς δόξης, ἀπεκδεχόμεθα.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, λελαμπρυσμένος αἴγλῃ θεῖος διδάσκαλος, τῆς Ῥώμης καὶ Ποτιόλων, καὶ ὁδηγὸς ἀσφαλής, τῶν ἐν ἀγνωσίᾳ πρὸς ἐπίγνωσιν, Ὀνήσιμε ἔνθεε, Ἀθλητῶν ἀγαλλιάμα, καρτεροψύχων, καὶ Μαρτύρων τῆς πίστεως, ἀκροθίνιον, καὶ λαμπρὰ ὑποτύπωσις· δοῦλος ὁ τοῦ Φιλήμονος, ὁ ἅρπαξ καὶ ἄδικος, ὃν μετεποίησε Παῦλος, εἰς ἀρετῆς ἐνδιαίτημα, καὶ τύπον δικαίου, ὑπὲρ πάντων σε τιμώντων, Χριστὸν ἱκέτευε.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς Ἀπόστολος Χριστοῦ πνευματέμφορος καὶ Ἀθλητὴς πολύαθλος, διπλῶν βραβείων ἠξιώθης ἐν πόλῳ, ἀριστεῦ σταδίου, Ὀνήσιμε ἄλκιμε· ἴχνεσι γὰρ ἀκολουθήσας τοῦ τῶν Ἐθνῶν κήρυκος, οὗ μαθητὴς ἠγαπημένος ἐχρημάτισας, ὡς καθαρὰ θυσία προσηνέχθης Κυρίῳ, χερσὶ τελειωθεὶς ἀνόμων· καὶ νῦν τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, ἱκέτευε τῷ δοτῆρι τῶν ἀγαθῶν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Ὀνήσιμε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Εὐῶδες καί τερπνόν, κρίνον Κολασσαέων, χθόνος τῆς ἱερᾶς, κατεμύρισας Ῥώμην, σοφίᾳ ἐνθέω σου, καὶ ἀρίστη ἀθλήσει σου, Παύλου φίλτατε, καὶ ἀγαθὲ ὑπηρέτα· ὅθεν ἅπαντες, λαμπρῶς Ὀνήσιμε ὕμνοις, τοὺς ἄθλους σου στέφομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεκοῦσα ἐν σαρκί, τὸν ἀσώματον Λόγον, Θεοῦ ὑπερφυῶς, Θεοτόκε Παρθένε, ἀρὰν τοῦ Προπάτορος, τὴν ἀρχαίαν διέλυσας, καὶ ἐθέωσας, τῶν χοϊκῶν ἅπαν γένος, τὸ ἀείποτε, Σὲ μεγαλῦνον καὶ πίστει, δοξάζον τὸν Τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου ὁμόζηλος καὶ μαθητὴς εὐπειθής, ἐδείχθης Ὀνήσιμε δοῦλε Χριστοῦ τοῦ Θεοῦ, πιστὲ καὶ πανάριστε· ὅθεν τῆς εὐσεβείας, πρακτικὸς ὑποφήτης, ὤφθης λαοῦ τῆς Ῥώμης, νεουργήσας καρδίας, ἐκ πλάνης τῶν εἰδώλων σοφῶς, Θεοῦ πρὸς ἐπίγνωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν σωματώσασα ὑπερφυῶς τὸν Θεόν, καὶ μείνασα ἄφθορος μετὰ τὸν τόκον Ἁγνή, τὸν πάνσεπτον ὕψωσας, φύσιν τὴν πεπτωκυῖαν, τῶν μερόπων πρὸς ὕψος, ἄῤῥητον Θεοτόκε, Παναγία καὶ δόξαν, ἀΐδιον· διόπερ ἀεὶ Σὲ μεγαλύνομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν θείαν ὄνησιν, λαβόντα μέλψωμεν, ἐκ τοῦ θεόφρονος, Παύλου Ἀπόστολον, ἐν τοῖς δεσμίοις τοῖς αὐτοῦ, Ὀνήσιμον τὸν θεόπνουν, τὸν στεῤῥῶς ἀθλήσαντα, καὶ εἰς θλάσιν ἁπλώσαντα, σκέλη τὰ πανάγια, τὰ αὐτοῦ ἀνακράζοντες· εὖ δοῦλε ἀγαθὲ τοῦ Κυρίου, δόξης ὁ θείας ἀπολαύων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί· τὸ δ’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ι ΄ 16-21). Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει... (Ζήτει τῇ Η΄ Νοεμβρίου).
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ὁ δραπέτης πρώην ἅρπαξ δοῦλος τοῦ ἔμφρονος Φιλήμονος, δοῦλος Κυρίου δείκνυται ταῖς τοῦ Παύλου νουθεσίαις καὶ αὐτοῦ ὁμόζηλος τοῖς τρόποις καὶ τῇ ἀθλήσει· δεῦτε οὖν, πάντες αὐτὸν καταστέψωμεν ᾄσμασι, τὸν σὺν νοεροῖς Ἀγγέλοις τῷ θρόνῳ Θεοῦ παρεστῶτα, καὶ ἀδιαλείπτως πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Παθῶν με δοῦλον ὄντα λύτρωσαι Μάκαρ. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Πεφωτισμένος τῇ θείᾳ καὶ φωταυγεῖ, τοῦ Σωτῆρος χάριτι, τὴν ζοφώδη μου ψυχήν, δυσωπῶν, Ὀνήσιμε Χριστόν, τὸν φιλάνθρωπον Θεόν, μάκαρ διάσωσον.
Ἀκτινοβόλοις τοῦ Παύλου καταυγασθείς, λαμπηδόσιν ἔνδοξε, τῆς ἀγνοίας τὴν ἀχλύν, εὐχερῶς διέφυγες, Χριστῷ, χαριστήριον ᾠδήν, βοῶν πανόλβιε.
Θεῖος ἐδείχθης Παμμάκαρ ἱερουργός, καὶ τῷ θείῳ Πνεύματι, διαλάμπων τηλαυγῶς, πανταχοῦ διέδραμες Χριστόν, ἀναγγέλλων εὐσεβῶς, θεομακάριστε.
Θεοτοκίον.
Ὡραϊσμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ Ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμᾶς, τὸν ταῖς θείαις ἀρεταῖς, καταφαιδρύναντα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Ναμάτων θείων τῇ πηγῇ, προσπελάσας τὸ στόμα, καὶ τρυφῆς τὸν χειμάρρουν, ἐξ αὐτῆς ἀναλαβών, τὸ πρόσωπον τῆς σεπτῆς Ἐκκλησίας, ἔνδοξε κατήρδευσας.
Μεθέξει φέγγους νοητοῦ, φαεινότατος ὤφθης, εὐσεβείας λαμπάσι, τὰς καρδίας τῶν πιστῶν, καταφωτίζων λαμπρῶς, τῇ φωσφόρῳ, αἴγλῃ τοῦ κηρύγματος.
Ἐλύθης Παύλου τοῖς δεσμοῖς, ἐκ δουλείας τῆς πλάνης, καὶ τῇ ἐλευθερίᾳ, τῆς χάριτος τιμηθείς, Υἱὸς Θεοῦ γεγονώς, κληρονόμος, θεῖος ἀναδέδειξαι.
Θεοτοκίον.
Δολίως ὄφις με τὸ πρίν, ὡς αἰχμάλωτον εἷλε, δι ἀπάτης ἑρπύσας, διὰ Σοῦ δὲ τῆς αὐτοῦ, δουλείας ἀπαλλαγεὶς Θεομῆτορ, ὕμνοις μακαρίζω Σε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ δουλείας τῆς πλάνης ἀπαλλαγείς, ἀπελεύθερος ὤφθης ἐν τῷ Θεῷ, Αὐτοῦ δοῦλος γνήσιος, χρηματίσας ἐν χάριτι· κοινωνὸς δεσμῶν δέ, τοῦ Παύλου γενόμενος, διὰ Χριστὸν ἐκτάνθης, ἀδίκως Ἀπόστολε· ὅθεν ἠξιώθης, μαρτυρήσας νομίμως, τῆς ἄνω λαμπρότητος, Ἱεράρχα Ὀνήσιμε· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, Σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζουσι, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν Σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον Σου, καὶ συμφώνως βοῶμέν Σοί· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν Σου Δέσποινα.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὁ θέλων ἅπαντας, σωθῆναι Κύριος, ἐκ ζυγοῦ σε δουλείας ἱερουργόν, μάκαρ προχειρίζεται, ἱερουργοῦντα τὸ σεπτόν, θεοφάντορ Εὐαγγέλιον.
Υἱὸς σὺ γέγονας, Θεοῦ τῇ χάριτι, τὸν Αὐτοῦ καταγγέλλων μονογενῆ, Λόγον τὸν ἀΐδιον, μετὰ σαρκὸς τοῖς ἐπὶ γῆς, παραδόξως ὁμιλήσαντα.
Λογίῳ κρίσεως, καὶ θείῳ χρίσματι, τῷ τῆς ἱερωσύνης ὡς Ἱερεύς, πάνσοφε διέπρεψας, καὶ καρτερίᾳ τῶν δεινῶν, Μάρτυς θεῖος ἐχρημάτισας.
Θεοτοκίον
Ὁ φύσει ἄναρχος, Υἱὸς καὶ ἄχρονος, χρονικὴν ἐκ Παρθένου Κόρης ἀρχήν, θέλων καταδέχεται, τους ὑπὸ χρόνον ἐκ φθορᾶς, ἀναπλάσαι προμηθούμενος.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου, Ἀγαθέ.
Νοὸς ὀξύτητι καὶ ψυχῆς, μάκαρ καθαρότητι πάντας, τοῦ δυσμενοῦς ὑπεριπτάμενος, βρόχους ἀνυψώθης πρὸς οὐρανίους σκηνάς, πτεροῖς θεογνωσίας ἀναφερόμενος.
Ὁ Σὸς Ἀπόστολος Ἀγαθέ, τὴν διὰ σαρκός Σου παρουσίαν πρὸς ἀνθρώπους ἐκήρυξε, τοὺς πεπλανημένους πρὸς Σὴν ἐπίγνωσιν, ὁδηγῶν καὶ φωτίζων, αἴγλῃ τῆς πίστεως.
Ναὸς ἐδείχθης πανευπρεπής, ἔνδον κεκτημένος ὡς λυχνίαν, τὸ φέγγος τῆς θείας χάριτος, τῇ οἰκοδομίᾳ τοῦ θείου Πνεύματος τεθεμελιωμένος μάκαρ Ὀνήσιμε.
Θεοτοκίον.
Τῆς ἁμαρτίας μου τὰς σειράς, τῇ Σῇ μεσιτείᾳ, καὶ προστασίᾳ, Παρθένε διάρρηξον· τῶν ἀπεγνωσμένων Σὺ γὰρ ὑπάρχεις ἐλπίς, τῶν πίστει προστρεχόντων, τῇ θείᾳ σκέπῃ Σου.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἀστράψας ὡς ἥλιος, οὐρανόθεν ὁ κληθείς, τῷ φωτισμῷ τῆς χάριτος, ἐπαφῆκεν ἀκτῖνά σε τηλαυγῆ, εὐτόνως ἐλαύνουσαν, τῆς ἀγνοίας τὸν ζόφον Παμμακάριστε.
Λαμπρῶς ἐστηλίτευσας, τῶν ἀνόμων τὰ σαθρά, καὶ δυσσεβῆ φρυάγματα, εὐσεβείας φθεγγόμενος εὐσεβῶς, τὰ θεῖα διδάγματα, Ἱεράρχα Κυρίου πανσεβάσμιε.
Θεοτοκίον.
Ὑπάρχων ὑπεύθυνος, ἁμαρτίαις καὶ δεινῶς, τραυματισθεὶς ὁ δείλαιος, ἐπὶ Σὲ Θεομῆτορ τὴν συμπαθῆ, προσφεύγω δεόμενος, τὰς οὐλὰς ἐξαλεῖψαι τῶν πταισμάτων μου.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀκτὶς ἐξέλαμψας, τῇ οἰκουμένῃ, ταῖς βολαῖς λαμπόμενος, ἡλίου μάκαρ παμφαοῦς, Παύλου τοῦ κόσμον φωτίσαντος· διὸ σε πάντες, τιμῶμεν Ὀνήσιμε.
Ὁ Οἶκος.
Σὲ ὑπὸ Παύλου τοῦ σοφοῦ, τῆς σάλπιγγος τῆς θείας, τῇ πίστει προσαχθέντα, καὶ λόγῳ φωτισθέντα τῆς ἀληθείας μυστικῶς, καὶ μαρτυρηθέντα ἐπ’ ἐργασίᾳ ἀρετῆς, καὶ πίστεως στερρότητι, τὶς ἐγκωμιάσαι ἰσχύσει, ὡς ὄντως κατ’ ἀξίαν, ἢ τοὺς πόνους εὐφημῆσαι, ἐν οἷς στερρῶς ἔπαυσας τὴν πλάνην; Χρισθεὶς γὰρ Ἱερεὺς ἐν Πνεύματι θείῳ, ἐκ δουλείας κοσμικῆς, καὶ Ἀποστόλων κήρυγμα λαβών, μετέσχες καὶ τῶν στεφάνων· διὸ σε πάντες τιμῶμεν Ὀνήσιμε.

Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου.  
Στίχοι·
Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη,
Παύλου σκελῶν δραμόντα γενναίους δρόμους.
Πέμπτῃ Ὀνησίμου σκέλεα θραῦσαν δεκάτῃ τε.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Τὸ μακάριον ἀπείληφας Ὀνήσιμε, τέλος καὶ τὴν ἀνώλεθρον, ἀθανασίαν ἠξιώθης Μάκαρ καθορᾶν καὶ μέλπεις γηθόμενος Χριστῷ· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥωμαλέῳ σου φρονήματι Ὀνήσιμε, πλάνης τὰ μηχανήματα, κατεπάτησας, εὐσεβείας ταῦτα καθελών, ὀργάνοις θεόσοφε βοῶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὡς ὑπάρχουσα Πανάμωμος Θεόνυμφε, Λόγον Θεοῦ συνέλαβες, τὸν ἀχωρήτως ἐν τοῖς κόλποις ὄντα τοῦ Πατρός, χερσί τε κρατούμενον ταῖς Σαῖς, εὐλογημένη Παναγία, Θεομῆτορ Ἁγνή.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Σὺν Ἀγγέλοις χορεύων μάκαρ Ὀνήσιμε, μαρτυρίου τε στέφει κατακοσμούμενος, θρόνῳ νῦν φαιδρῶς, τοῦ Δεσπότου παρίστασαι, Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀποστόλῳ τῷ θείῳ διακονούμενος, ἀπορρήτων τῶν θείων ἔσχες ἐνέργειαν, κήρυξ ἀληθής, Χριστοῦ μάκαρ γενόμενος, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμάτων τὴν χάριν ἐκ τῆς ἀφθόνου πηγῆς, τοῦ Σωτῆρος πλουτήσας πᾶσι μετέδωκας, τούτου πειθαρχῶν, μάκαρ θείοις προστάγμασιν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Μυηθέντες τὸ θαῦμα τῆς Σῆς γεννήσεως, ἀνυμνοῦμεν τὸ μέγα καὶ ὑπὲρ ἔννοιαν, Πάναγνε Σεμνή, Θεομῆτορ μυστήριον, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ἀστὴρ ὑπέρλαμπρος ἀναδέδειξαι,φωτιστικαῖς ἀκτῖσι διαλάμπων τοῦ Πνεύματος, καὶ τὰ τοῦ κόσμου πέρατα λαμπρύνων φωτί, τῷ τῆς θεογνωσίας, μάκαρ Ὀνήσιμε· ὅθεν Ἀποστόλων σὺν χοροῖς, σὲ μεγαλύνομεν.
Καρποῖς τοῦ Πνεύματος ὢν κατάκοσμος, εἰς οὐρανούς ἐπήρθης θεοφάντορ γηθόμενος, τοῦ Χριστοῦ Ἀπόστολος γενόμενος, πάνσοφος Ἱεράρχης, Μάρτυς ἀήττητος, Κήρυξ Ἀληθὴς τῶν ὑπὲρ νοῦν, θεομακάριστε.
Ἀεὶ προΐστασο τῶν ὑμνούντων σε, διὰ παντὸς τὴν σήν τε ἐκτελούντων πανήγυριν, τῷ Δεσπότῃ παρεστὼς Ὀνήσιμε, ὅλος πεφωτισμένος, ὅλος ὑπέρλαμπρος, ὅλος ταῖς ἐκεῖθεν ἀστραπαῖς καταλαμπόμενος.
Θεοτοκίον.
Ῥυσθεὶς τῷ τόκῳ Σου παναμώμητε, Μήτηρ Θεοῦ τῆς πάλαι δερματίνης νεκρώσεως, καὶ κατάραν καὶ φθορὰν καὶ θάνατον, τὸν ἐκ τῆς ἁμαρτίας, ἀποσεισάμενος, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, νῦν μεγαλύνω Σε.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς.
Μαθητευθεὶς πανόλβιε, Παύλῳ τῷ Κορυφαίῳ, τῶν Ἀποστόλων πάνσοφε, σὺν αὐτῷ περιῆλθες, τὴν γῆν στηρίζων τῷ λόγῳ, παρειμένας καρδίας, τῇ πλάνῃ τοῦ ἀλάστορος, καὶ τελέσας τὸν δρόμον, ἐν οὐρανοῖς, τῷ Χριστῷ παρίστασαι σὺν Ἀγγέλοις, Ἀπόστολε Ὀνήσιμε, ὑπὲρ κόσμου πρεσβεύων.
Θεοτοκίον.
Τῆς ὑπὲρ νοῦν λοχείας Σου, τὸ παράδοξον θαῦμα, νοῦς οὐκ Ἀγγέλων δύναται, οὐ βροτῶν ἑρμηνεῦσαι, ἢ ἐννοῆσαι Παρθένε· τίκτεις γὰρ ἀποῤῥήτως, Θεὸν τὸν Ὑπερούσιον, Ὅν ὑμνεῖ πᾶσα κτίσις, ὡς Ποιητήν, σὺν Πατρὶ καὶ Πνεύματι τῷ Ἁγίῳ, Οὗ τῆς χαρᾶς ἀξίωσον, καὶ ἡμᾶς Θεοτόκε.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χάρις, τοῦ Ἁγίου Πνεύματος, ἡ πανσθενὴς ἀληθῶς, ἐν ψυχῇ σου σκηνώσασα, θαυμαστὲ Ὀνήσιμε, σὲ Ἀπόστολον ἔδειξε, θεῖον καὶ φάρον ζωῆς ἀμείνονος· διό σου πάντες, τὴν μνήμην σέβοντες, κράζομεν· πρέσβευε, τῷ δοτῆρι Ἅγιε, τῶν ἀγαθῶν, πέμψαι τοῖς ἱκέταις σου, τὸ μέγα ἔλεος.
Ὄνησιν ζωῆς μοι βράβευσον, ἀγήρω θεοειδὲς, Ἀθλοφόρε Ὀνήσιμε, τοῦ οὐρανοβάμονος, Παύλου τέκνον παμφίλτατον· αὐτοῦ ταῖς χρείαις γὰρ ὑπηρέτησας, ὅλῃ καρδίᾳ, τῇ σῇ καὶ σκάμματα, πίστει ἀθλήσεως, εὐκλεοῦς ἐβάδισας περιφανές, κῆρυξ τοῦ Παντάνακτος, καὶ βάθρον πίστεως.
Μνήμην τὴν σεπτήν σου σήμερον, τελοῦντες Μάρτυς στεῤῥέ, καὶ Ἀπόστολε πάνσοφε, θεαυγὲς Ὀνήσιμε, εὐλαβῶς ἀνακράζομεν· τῆς εὐσεβείας, φωστὴρ ἀείφωτε, καὶ εὐγενείας, ψυχῆς ὑπόδειγμα, πάντοτε πρέσβευε, τῷ Σωτῆρι Ἅγιε ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σου, τὴν θείαν ἄθλησιν.
Δοῦλε ἀγαθὲ τοῦ Κτίσαντος, Κυρίου πάντων ἡμῶν, θεοφόρε Ὀνήσιμε, ὁ τηρήσας φρόνημα, τῆς ψυχῆς σου ἀδούλωτον, μὴ διαλίπῃς, τὸν πολυεύσπλαγχνον, καθικετεύων Χριστὸν καὶ Κύριον, πέμψαι ἱκέταις σου, ῥώμην καὶ ὑγείαν ἄμφω ταχύ, τοῖς πιστῶς προφέρουσι, τὴν θείαν κλῆσίν σου.
Δόξα. Ἦχος πλ. α΄.
Ὁ ἀγαθὸς δοῦλος τοῦ Ὑψίστου Ὀνήσιμος, τοὺς τῇ πλάνῃ δουλεύοντας τὸ δηνάριον, δίδωσι τῆς ἐν Χριστῷ ἐλευθερίας, ὅπερ παρέλαβεν ἐκ τοῦ Ἀποστόλου Παύλου, καὶ λόγοις καὶ πράξεσι ἐπολλαπλασίασε· δεῦτε οὖν πάντες, αὐτὸν κατ’ ἀξίαν ἐγκωμιάσωμεν, ὡς κήρυκα τοῦ Εὐαγγελίου τῆς χάριτος, τὸν μαρτυρικῇ ἐνστάσει Χριστὸν δοξάσαντα, καὶ παρέχοντα ἡμῖν αὐτοῦ πρεσβείαις, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δοῦλε τοῦ Φιλήμονος ἀγαθέ, δοῦλος τοῦ Κυρίου, ἀνεδείχθης ὄντως πιστός, διδαχαῖς ὑπείκων, τοῦ θεηγόρου Παύλου, Ὀνήσιμε Μαρτύρων, πίστεως κλέϊσμα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου