Πέμπτη, 24 Αυγούστου 2017

Ἀκολουθία Ὁσίου ΑΝΤΩΝΙΟΥ τοῦ ἐν Σίγιᾳ Ῥωσίας, Ἀντ. Μάρκου

Ψαλλομένη  τῇ  7η Δεκεμβρίου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Φερωνύμως Ἀντώνιε,* ψυχικῇ γενναιότητι* τῶν Ὁσίων γέγονας ἰσοστάσιος·* διά Σωτῆρα γάρ ἄσκησιν* στεῤῥῶς καθυπέμεινας* διά βίου εὐσεβῶς* ἐν τῷ ἔλει ἐναθλῶν* καὶ δρυμοῖς ἐνασκούμενος* ἀνελήλυθας* πρὸς τόν πόλον, Κυρίῳ ἱκετεύων* ὑπὲρ πάντων τῶν τιμώντων,* Ὅσιε Πάτερ τὴν μνήμην σου.
Τῆς σοφίας τοῦ Πνεύματος* φωταυγὲς ἐνδιαίτημα,* Ἀντώνιε μακάριε ἐκ νεότητος,* ὡς ἀληθῶς ἐχρημάτισας* σαὐτὸν καθηράμενος* προσπαθείας γεηρᾶς* διὰ βίου ἀσκήσεως· ὅθεν ἔλλαμψας,* ὡς ἀστὴρ ἑωσφόρος καταυγάζων* Ἐκκλησίαν τῆς Ῥωσίας* τοῖς σοῖς σημεῖοις και θαύμασι.
Ἀρετῶν ἐνδιαίτημα* ἀληθῶς ἐχρημάτισας,* Ὅσιε Ἀντώνιε δι’ ἀσκήσεως* καὶ καθαρθεῖς τὴν διάνοιαν* τῇ Πνεύματος χάριτι* ἐν τοῖς Ῥώσοις ἀσκηταῖς,* ὡς ἀστὴρ ὤφθης πάμφωτος* καί ἐξήστραψας·* διὰ τοῦτο τῆς ἄνω Βασιλείας* ἐπαξίως ἠξιώθης,* ἡμῖν Χριστὸν ἱλεούμενος.
Ἐγκρατείᾳ τὸν βίον σου* καί νηστείαις διήνυσας,* ἐν σκληρᾷ ἀσκήσει τε ἐνασκούμενος·* ῥοαῖς δακρύων δέ ὕδρευσας* Ῥωσίας τήν ἄγονον* γῆν ἐλώδη τοῦ βορρᾶ·* καὶ νῦν πρέσβευε* τῷ Δεσπότῃ τῶν ὅλων ὑπὲρ πάντων* τῶν τιμώντων σου τὴν μνήμνην* εἰκονογράφε Ἀντώνιε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε τῶν Ὀρθοδόξων τό σύστημα,* ἐν ᾠδαῖς καί ὕμνοις τιμήσωμεν* τὴν μνήμην Ἀντωνίου τοῦ μάκαρος.* Οὗτος γάρ, ἐν Σίγιᾳ τοῖς τόποις ἀσκητικῶς ἐνασκήσας,* ταῖς ἀρεταῖς καλῶς ἐγεώργησεν,* καθηράμενος τὸν νοῦν* τοῖς πόνοις τῆς ἐγκρατείας·* καὶ ὁσίως ἐκλάμψας,* ἐν πάσῃ ταπεινώσει, ὑπακοῇ καὶ πρᾳότητι,* ἐγκαρτερῶν νυχθημερὸν τῇ προσευχῇ,* ἅμα τε τῇ αὐστηροτάτῃ νηστείᾳ,* τὸν βίον ἀπέλιπεν·* καὶ νῦν εἰς τὰ ἐν πόλῳ σκηνώματα περιπολεύων* καί τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος παριστάμενος,* καθικετεύει ὑπὲρ ἡμῶν, πᾶσι δωρηθῆναι τὸ μέγα ἔλεος.
Καί νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε;* Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον;* Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς* ἐκλάμψας Υἱὸς μονογενής,* ὁ Αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν,* ἀφράστως σαρκωθείς,* φύσει Θεὸς ὑπάρχων* καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς·* οὐκ εἰς δυάδα προσώπων τεμνόμενος,* ἀλλ’ ἐν δυάδι φύσεων* ἀσυγχύτως γνωριζόμενος.* Αὐτὸν ἱκέτευε,* σεμνὴ Παμμακάριστε,* ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς  τόν  Στίχον.Ἦχος  β΄. Οἶκος  τοῦ  Εὐφραθᾶ.
          Ὅλος  πυρποληθείς,* Χριστοῦ  ἔρωτι  θείῳ,* Ἀντώνιε,  δοξάζεις*  θαύμασι  καί  σημείοις,* Αὐτοῦ  τό  θεῖον  ὄνομα.
Στ. Δίκαιος  ὡς  φοῖνιξ  ἀνθήσει και ὡσεί κέδρος ἡ εν ταῷ Λιβάνῳ πλυθυνθήσεται.
            τῆς ὑπερφυοῦς*  ἀνδρείας  σου, ἐν  μέσῳ*  ἐρήμου  γάρ  κατώκεις,* ὡς  ἄσαρκος  τῷ  ψύχει*  δεινῶς  δοκιμαζόμενος.
Στ. Θαυμαστός    Θεός  ἐν  τοῖς  Ἁγίοις  Αὐτοῦ.
          Κέκτηται  Ῥωσική*  ἁγία  γῆ  τήν  θήκην*  τῶν  θείων  σου  λειψάνων,* προχέουσαν  ἰάσεις,* παύουσαν  ἅπαν  νόσημα.
Δόξα. Τριαδικόν.
          Θαύμασι φανερεῖς,* Ἀντώνιε, καί σημείοις,* Τριάδος  τῆς  Ἁγίας,* Πατρός  τε  Παρακλήτου*  καί  Υἱοῦ  τήν  θείαν  δύναμιν.
Καί  νῦν. Θεοτοκίον.
          Οὐκ  ἔπαυεν, Σεμνή,* Ἀντώνιος  Σήν  δόξαν*  κηρύττειν  καί  θαυμάζειν·* διό  Σῇ  μεσιτείᾳ* τοῦ  Παραδείσου  ἔτυχεν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος  α΄. Τοῦ  λίθου σφραγισθέντος.
          Θηβαΐδος  τῆς  πρώτης  Ἀντώνιος  πέφυνε,* μέγας  τῇ ἀσκήσει,  πλήν  τούτου*  τόν  θεῖον  τρόπον  ἐζήλωσε,* Ἀντώνιος    Νέος    βορρᾶ*  καί  τούτου  Θηβαΐδος  πολιστής·* ὁ  ἐν  Σίγιᾳ Ῥωσίας  ἀναδειχθείς,* Ἀντωνίου  τοῦ  Μεγάλου  ὁμότροπος.* Πάντες  οὗν  Ὀρθόδοξοι  ψαλμικῶς*  δοξάσωμεν  τόν  Κύριον  κράζοντες·* δόξᾳ  Σοι  τῷ  δωρησαμένῳ  ἡμῖν,* τοῦτον  πρέσβυν  ἀκοίμητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. 
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΕΝ  Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
          Εὐλογήσαντος τοῦ Ἱερέως   ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ· εἰς  τό  Κύριε  ἐκέκραξα  ἱστῶμεν  στίχους  στ΄ καί  ψάλλομεν  Στιχηρά  Προσόμοια. Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ  ξύλου.
          Ὅτε ἐκ  νεότητος  Θεῷ,* Ὅσιε, ζεούσῃ  καρδίᾳ* κατηκολούθησας,* τότε  κόσμου  ἔλειπες τήν ματαιότητα* καί  δρομέως  ἐχώρησας* πρός  θείους  ἀγώνας,* Θηβαΐδαν  νέαν  τε  βορείαν  ὤκησας·*  ἔνθα  τήν  καρδίαν  καθάρας,* γέγονας  δοχεῖον  χαρίτων,* δωρεῶν  τε, Ἀντώνιε, τοῦ  Πνεύματος.
          Σίγια  ἀγριώτατοι  δρυμοί,* γεγόνασι  πτωχή  κατοικία,* ἔνθα  ἠξίωσαι,* πᾶσαν  τοῦ  ἀλλάστορος  βαλεῖν  τήν  δύναμιν·*  καί  δοχεῖον  τοῦ Πνεύματος*  ἐγένου  καί  πάντων*  ἱερόν  παράδειγμα  ἐδείχθης, Ἅγιε·*  ὅθεν  μοναζόντων  τά  πλήθη*  χαίροντα  κραυγάζουσιν, Πάτερ,* πρόφθασον  πρεσβείαις  σου, Ἀντώνιε.
          Ἔνθεος  ἐδείχθης  μιμητής,* τοῦ  Σοῦ  ἐξαιρέτου  προτύπου,* τοῦ  Αἰγυπτίου  τε,* οὗ  τό  θεῖον  ὄνομα  φέρεις, Ἀντώνιε·* καί  τήν  χάριν  ἐκέκτησο*  καί  τούτου  τήν  θέαν*  ἀπολαύεις  σήμερον,* προσώπῳ πρόσωπον*  μάκαρ, ἐν οὐρανῷ ἀτενίζων·*  οὗ  τυχεῖν  ποθοῦμεν  εὐχαῖς  Σου,* πρός  τόν  Λυτρωτήν  ἡμῶν  καί  Κύριον.
          Θείου  Παχωμίου  μαθητής,* τοῦ  ἐν  Κένᾳ, Πάτερ, ἐγένου,* ἐν  τοῦ  Σωτῆρος  Μονῇ,* ἐν    τόν  τῶν  μοναστῶν  διῆλθες  δίαυλον·*  εἶτα  πάντων  ἐχώρησας,* αὐτοῦ  εὐλογίᾳ,* σύν  τῷ  Ἀλεξάνδρῳ  τε,* θειωτάτῳ  Ἰωακείμ·*  μεθ’ ὧν  τόν  δρυμόν  κατοικήσας,* γέγονας  ἐρήμου  πολίτης,* τῆς  βορείας, Ὅσιε  Ἀντώνιε.
          Κόσμου  τήν  ἀπάτην  ἐκφυγών,* τούτου  ἐμακρύνθης  πολίζων*  βορείαν  ἔρημον,* τήν  τοῦ  Σίγια, Ὅσιε*  Πάτερ  Ἀντώνιε·*  πόθῳ  δέ  θείῳ  φλεγόμενος*  τυχεῖν  Παραδείσου,* παγετῶνι  τέθαψαι,* μηδέν  βλαπτόμενος·*  ὅθεν  καί  νομίμως  ἀσκήσας,* τοῦ  Σοῦ  συνωνύμου  Αἰγυπτίου,* μιμητής  ἐδείχθης  τελειώτατος.
          Ὅτε  τοῦ  ἀρχαίου  πτερνιστοῦ*  ἔτεμες, θηρός  διαβόλου,* τό  κέντρον, Ὅσιε,* τότε  τέκνων  γέγονας*  πατήρ, μακάριε·*  ὧν  τό  πλῆθος  κηρύττει*  Σου τόν  ἔνθεον  βίον,* τήν  τε  ὁσιότητα,* ψυχῆς  τό  ἅγιον·* ὅθεν  οὗν  ἡμεῖς  Σέ  τιμῶντες,* Σοῦ  τήν  ἱεράν  καί  ἁγίαν*  μνήμην  ἑορτάζομεν, Ἀντώνιε.
Δόξα. Ἦχος α΄.
          Ἀσκήσεως  πόνοις  ἐκγυμνασάμενος,* ποιμενάρχης  ὅσιος  ἐγένου*  καί  ποιμήν  ἀληθής,* τοῦ  Σοῦ  μοναστικοῦ  τάγματος, Ὅσιε·* ἐπιπνοίᾳ  δέ  Πνεύματος,* Ἀντώνιε  μακάριε,* Θηβαΐδος  τῆς  νέας  πολιστής  ἐγένου,* ἐν  Σίγιᾳ  δέ  λαμπράν*  τήν  Σήν  Μονήν  ὠκοδόμησας.*  Πρός  Δεσπότην  τόν  Σωτῆρα  οὗν*  μή  παύεις  δεόμεθα  τοῦ  πρεσβεύειν, Ἀντώνιε,* ἵνα  ῥύσηται  ἡμᾶς  τῆς περιστάσεως.
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ Αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ Αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς Παντοδύναμος.

Εἴσοδος, Φῶς  ἱλαρόν, Προκείμενον  τῆς  ἡμέρας, Ἀναγνώσματα.
Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καί  οὐ  μή  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καί  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καί    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καί  γάρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καί  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καί  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καί  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καί  ἐν  καιρῶ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καί  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καί  κρατήσουσι  λαῶν  καί  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τούς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ αὐτῶ συνήσουσιν  ἀλήθειαν  καί  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  αὐτῶ, ὅτι  χάρις  καί  ἔλεος  ἐν  τοῖς  ὁσίοις  αὐτοῦ  καί  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  αὐτοῦ.
Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (Κεφ. ε΄ 15-23, στ΄ 1- 3).
Δίκαιοι  εἰς  τόν  αἰῶνα  ζῶσι  καί  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καί    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τό  βασίλειον  τῆς  εὐπρεπείας  καί  τό  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῆ  δεξιᾶ  αὐτοῦ  σκεπάσει  αὐτούς  καί  τῶ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τόν  ζῆλον  αὐτοῦ  καί  ὁπλοποιήσει  τήν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καί  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  αὐτῶ    κόσμος  ἐπί  τούς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καί  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπί  σκοπόν  ἁλοῦνται  καί  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως, ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καί  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καί  ἐρημώσει πᾶσαν  τήν  γῆν  ἀνομία  καί    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καί  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καί  οἱ  γεγαυρωμένοι  ἐπί  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καί    δυναστεία  παρά  Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ΄ 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς  τήν  Λιτήν, Ἰδιόμελα.
Ἦχος  α΄.
          Εὐφραίνου  ἐν  Κυρίῳ  Ῥωσία  σύμπασα,* ὡς  μήτηρ  καλλίγονος,* ἐπί  τοῖς  σοῖς  τέκνοις  εὐφραινομένη·*  ἐκ  σοῦ  γάρ  ἐβλάστησεν*    εἰς  ἔπαινον  σήμερον  προκείμενος,* Ἀντώνιος    τοῦ Σίγια Ἡγούμενος.* Οὗτος  γάρ  τήν  σήν  Θηβαΐδα  ἐπόλισεν,* μοναστῶν  ὑπογραμμός  δειχθείς,* τοῖς  ἔργοις  τῆς  ἀσκήσεως·* ἡ  πίστις  δ’ αὐτοῦ  στηρίζει*  τό  σόν  μοναστικόν  οἰκοδόμημα.* Αὐτοῦ  τήν  μνήμην  οὗν  πιστῶς  ἑορτάζοντες,* χεῖρας  κροτοῦμεν  βοῶντες,* πρός  Χριστόν  τόν  Κύριον·*  τοῖς  Ἁγίοις  τοῖς  ἐν  τῇ  γῇ  ἐθαυμάστωσας  Χριστέ,* ὧν  τάς  ἱκεσίας  δέχου, Πολυέλεε.
Ἦχος β΄.
           Ἐν  τοῖς  Ἁγίοις  αὐτῆς  ἐκαυχᾶτο  ποτέ*    μακαρία  Αἴγυπτος,* ἡ  Ἀντώνιον γεννήσασα*  καί  Παχώμιον  ἀναδείξασα.* Νῦν  δέ  καυχᾶται  Ῥωσία    Ἁγία,* ἐπί  τοῖς  ὁσίοις  αὐτῆς  τέκνοις,* Ἀντώνιον  τόν  τοῦ  Σίγια  ἡγούμενον,* ὅς  Παχωμίου  τοῦ  ἐν  Κένᾳ  ἔτυχεν  μαθητής,* Ἰωακείμ  τε  καί  Ἀλέξανδρον*  τούς  αὐτοῦ  συνασκητάς,* τούς  τῆς  τοῦ  Σίγια  Μονῆς  κτίτορας.* Αὐτοῖς  οὗν  βοήσωμεν  οἱ  πιστοί·* τόν  Κύριον  Πατέρες  ἱκετεύσατε,* ἵνα  ἄρῃ  τῶν  τυράννων  τόν  ζυγόν*  καί  τῆς  πατρίδος  ὑμῶν  δεχθῆ  τήν  μετάνοιαν,* πρεσβείαις  καί  λιταῖς  ὑμῶν, Ἅγιοι.
Ἦχος  γ΄.
          Ἀντώνιος  μέν    τῆς  Ἐσφιγμένου,* πρῶτος  τῶν  μοναστῶν  ἐν  Κιέβῳ  ἐφάνη·* Ἀντώνιος  δέ  τοῦ  Σίγια  αὐτῷ  ἀκολουθῶν,* Θηβαΐδος  ἐδείχθη  τῆς  νέας  πολιστής.* Τήν  ψυχήν  γάρ  τρωθείς  θείῳ  ἔρωτι,* ἐφάνη  βιαστής  τοῦ  λαβεῖν  Παράδεισον·*  διό  μόνος  μόνῳ  τῷ  Θεῷ  ἐνατενίζων,* δρυμοῦ  θηριοτρόφου  οἰκιστής  ἐγένετο.* Ὅτε  δέ  μονῆς  ἀνεδείχθη  δομήτωρ*  καί  πάλιν  τῆς  ἐρήμου  ἐραστής  παρέμεινεν.* Ὡς  τοῦ  Μεγάλου  Ἀντωνίου  ὅθεν  ὁμότροπον,* οὐ  μόνον  συνώνυμον,* τιμήσωμεν  αὐτόν  πιστοί,* αἰτούμενοι  τήν  αὐτοῦ  πρεσβείαν,* εἰς  τό  τυχεῖν  ἀφέσεως.
Ἦχος δ΄.
          Ἐπέπρωτο  μέν, σοφέ,* κρίμμασιν οἷς  Κύριος  οἷδεν,* πυρί  ἐμπρησθῆναι*  καί  εἰς  γῆν  βληθῆναι*  τά  Σά  πολίσματα,* ὅτε  ἀθεϊστῶν  τυραννίδι*    Σή  πατρίς  ὑπετάγη*  καί  ὑπ’ αὐτῶν  σπαραχθεῖσα*  τήν  δόξαν  ἀπώλεσεν.* Ἀπέμεινε  δ’ αὗτη,* Σύ  ἡ ὅντως  τιμή  καί  ἔμψυχος  δόξα,* ἡ  εἰς  τούς  αἰώνας  μένουσα.* Τῆς  πατρίδος  οὗν  τῆς  Σῆς  σπεῦσον*  ἵνα  ἄρῃς  τήν  ποινήν,* Σαῖς  θερμαῖς  ἱκεσίαις*  πρός  τόν  Δικαιοκρίτην  Κύριον. 
Δόξα. Ἦχος  πλ. α΄.
           Ἀσκητικῆς  ἐραστής*  γενόμενος  πολιτείας,* ἀσκητικούς  ἀγώνας  ἐπεδείξω,* ἐν  Σίγιᾳ  ἀγωνισάμενος, Ὅσιε·*  δι’ ὧν  τά  πάθη  ἐνέκρωσας*  καί  τοῦ  ἐχθροῦ  κατέβαλες  τάς  φάλαγγας.* Ὅθεν, Ἀντώνιε  σοφέ,* σύν  τῷ  Ρωμαίῳ,* τῷ  τοῦ  Κιέβου  καί  τῆς  Νοβογράδας,* τοῖς  ἐν  Ἁγίοις  συνωνύμοις  Σου,*  τόν  Κύριον  ἱκετεύσατε,* τοῦ  λαβεῖν  ἡμᾶς εὐχαῖς  ὑμῶν  καί  ἱκεσίαις,* παρ’ Αὐτοῦ  τό  μέγα  ἔλεος.
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
          Μετά  Ἀγγέλων  τά  οὐράνια,* μετά  ἀνθρώπων  τά  ἐπίγεια,* ἐν  φωνῆ  ἀγαλλιάσεως,* Θεοτόκε, βοῶμεν  Σοι·* χαῖρε  πύλη  τῶν  οὐρανῶν  πλατυτέρα,* χαῖρε  μόνη  τῶν  γηγενῶν  σωτηρία·* χαῖρε,  σεμνή  Κεχαριτωμένη,* ἡ  τεκοῦσα  Θεόν  σεσαρκωμένον.

Εἰς τόν Στίχον. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις,* ὁ τῇ ἀγάπῃ Χριστοῦ,* πυρποληθεὶς ἀπό νεότητος, Ὅσιε,* και πᾶσαν κακοφροσύνην* τήν τοῦ Σατάν καθελών* τοῦ Κυρίου ὤφθης σκεῦος τίμιον* καί Ῥώσων προπύργιον,* ὀχλουμένων ἡ ἴασις,* ἡ θεία σκέπη* τῶν πιστῶς προστρεχόντων σοι,* τῶν ἐν μάστιξι* πειρασμῶν ἡ παράκλησις.* Δώρησαι σοί δεόμεθα* ψυχῆς τε καὶ σώματος* ἀπαλλαγήν νοσημάτων* καὶ θεραπείαν, Ἀντώνιε,* Χριστὸν ἱκετεύων,* τὸν παρέχοντα τῷ κόσμῳ* τὸ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,* Εἰκονογράφε σεπτέ,* ὁ καθελὼν τήν τῶν δαιμόνων κακόνοιαν,* ἀνδρείᾳ καὶ καρτερίᾳ* τοῖς ἐξ αὐτῶν πειρασμοῖς,* ἔνδον ἐν τῷ ἔλει ἐνασκούμενος,* ὑπομείνας στεῤῥότατα * ἀλγηδόνας τοῦ σώματος* καὶ τὰς ὀδύνας* ἀνενδότῳ φρονήματι,* τῇ τῆς χάριτος* ἐνεργείᾳ τηρούμενος·* ὅθεν καὶ τὸν ὑψαύχενον* βελίαρ κατέλυσας* τῇ σῇ ἀσκήσει, παμμάκαρ·* εἰς οὐρανῶν δέ σκηνώματα* τά νῦν συναυλίζων* τοῖς Ὁσίοις καί Δικαίοις* ἡμῶν μνημόνευε.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,* ὁ τοῦ Κυρίου ἀμνός,* ὁ ἐν ἀνδρείᾳ καὶ καρδίας στεῤῥότητι,* τῷ ἔλει τῇ σῇ ἀσκήσει* τάς τοῦ ἐχθροῦ κεθελών* πάσας ἐπιθέσεις, ὥσπερ ἄσαρκος·* ἐντεῦθεν οἱ χείμαῤῥοι*  ἐν Χριστῷ τῶν χαρίτων σου* τὴν ἐν Ῥωσίᾳ* Ἐκκλησίαν κατήρδευσαν*  καὶ κατέκλυσαν* ταύτης χθόνα τήν ἄγονον·* ὅθεν καί μακαρίζεσαι,* Πατήρ ὡς θεόληπτος* καὶ πρεσβευτὴς ᾑμῶν μέγας* πρός τόν Σωτῆρα καί Κύριον,* Αὐτὸν δυσωποῦντα* ταῖς ψυχαῖς ἡμῶν δοθῆναι* τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ´.
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα* τοῖς ἐπιγείοις τῶν Ὀρθοδόξων συστήμασι συνεορτάζει,* φαιδρῶς τὸν ὕμνον προσάγοντα* τῇ Παναγίᾳ Τριάδι,* ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου* Πατρός ἡμῶν Ἀντωνίου,* τοῦ ἐν Σίγιᾳ ἀσκήσαντος.* Οὗτος γὰρ πασῶν τῶν ἀρετῶν δοχεῖον ἀναδειχθείς,* τό πρᾶον καὶ φιλάνθρωπον τοῦ Δεσπότου* θαυμασίως ἐμιμήσατο·* καὶ νῦν ἐν οὐρανοῖς Αὐτῷ συμβασιλεύων,* αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ* καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσεσι* Σῶν οἰκετῶν, Πανάμωμε,* παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις,* πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·* Σὲ γὰρ μόνην ἀσφαλῆ* καὶ βεβαίαν ἄγκυραν ἔχομεν* καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα.* Μὴ αἰσχυνθῶμεν, Δέσποινα,* Σὲ προσκαλούμενοι·* σπεῦσον εἰς ἱκεσίαν* τῶν Σοὶ πιστῶς βοώντων·* χαῖρε Δέσποινα,* ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη* καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν  ἀπολύεις, τό  Τρισάγιον καί  τό  Ἀπολυτίκιον. Ἦχος  α΄. Τοῦ  λίθου  σφραγισθέντος.
Θηβαΐδος  τῆς  πρώτης  Ἀντώνιος  πέφυνε,* μέγας  τῇ ἀσκήσει,  πλήν  τούτου*  τόν  θεῖον  τρόπον  ἐζήλωσε,* Ἀντώνιος    Νέος    βορρᾶ*  καί  τούτου  Θηβαΐδος  πολιστής·* ὁ  ἐν  Σίγιᾳ Ῥωσίας  ἀναδειχθείς,* Ἀντωνίου  τοῦ  Μεγάλου  ὁμότροπος.* Πάντες  οὗν  Ὀρθόδοξοι  ψαλμικῶς*  δοξάσωμεν  τόν  Κύριον  κράζοντες·* δόξᾳ  Σοι  τῷ  δωρησαμένῳ  ἡμῖν,* τοῦτον  πρέσβυν  ἀκοίμητον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά  τήν  α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος  α΄. Τόν  τάφον  Σου,  Σωτήρ.
          Ἀστήρ    τοῦ  βορρᾶ,* ἐκ  τοῦ  Σίγια  ἐκλάμψας,* φωτί  τῶν  ἀρετῶν,* θαύμασι  καί  σημείοις,* φωτίζεις  τήν  τε  βόρειαν*  Ῥώσων  χώραν  καί  ἅπασαν*  γῆν, καλούμενος*  ἐπί  τῇ  θείᾳ  σου  μνήμῃ,* εἰς  πανήγυριν,* Ἀντώνιε  θεοφόρε,* ἡμᾶς  τούς  τιμῶντας  σε.
Δόξα. Τό  αὐτό.  Καί  νῦν. Θεοτοκίον.  
          Ἁγνή    τόν  Θεόν*  ἡμῶν  τεκοῦσα, τό  κλέος*  πάντων  τῶν  εὐσεβῶν,* ἡ  χαρά  καί    δόξα·*  μή  παύῃς  δεόμεθα*  ἱκετεύειν Ὅν  ἔτεκες,* ἵνα  ῥύσηται*  ἡμᾶς  παθῶν  ψυχοφθόρων* καί  δωρήσηται*  ζωῆς  ἀλήκτου  τόν  τόπον,* πρεσβείαις  Σου  Πάνσεμνε.

Μετά  τήν  β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ  ὑψωθείς  ἐν  τῷ  Σταυρῷ.
            τῶν τοῦ  Σίγια  μοναστῶν  ποιμενάρχης*   καί  τῆς Ῥωσίας  εὐκλεέστατος  γόνος,* παρά  Χριστοῦ  μεγάλην  χάριν  ἔλαβεν·* Ὁσίων  ἐγκαλλώπισμα,* ὑπόδειγμα  μοναχῶν  τε*  ἀναδέδεικται·* πάντας  οὗν  νῦν  προσκαλεῖται,* μνήμην  τελέσαι  ἑαυτοῦ·  οὗ  ταῖς  λιταῖς,* σκέπε  καί  σῶζε*  τούς  ὑμνοῦντας  Σε  Κύριε.
Δόξα  τό  αὐτό. Καί  νῦν. Θεοτοκίον. Ὅμοιον.
Κυρία Κόρη* Ἀειπάρθενε Νύμφη,* Σατάν τό φρύαγμα,* ἀνθρώπων θεῖος λιμήν τε,* οἱ  τοῦ  Χριστοῦ  ἐνθέως  ἀνυμνοῦμεν  Σε·* σπεῦσον, Μῆτερ, πρόφθασον,* τῇ  μεσιτείᾳ  Σου  σῶσον,* πάντας τούς  προστρέχοντας*  τῇ  παναχράντῳ  Σου  σκέπῃ·*  ἀπό  κινδύνων  ῥῦσαι  χαλεπῶν*  τούς  Σέ  τιμῶντας,* Παρθένε  ἀκήρατε.  

Μετά  τόν  Πολυέλεον, Κάθισμα. Ἦχος  πλ. α΄.  Τόν  συνάναρχον  Λόγον.
          Κἄν  ἐζήτεις ῥιφθῆναι*  χαμαῖ  καί  σύρεσθαι*  ἀπό  ποδῶν, τοῖς θηρίοις* σήν σάρκα  θέμενος*  εἰς  βορᾶν, σοί  μαθηταί*  οὐδέν  ἐποίησαν*  τούτων, σεβόμενοι, σοφέ,* αὐτ’ ὡς δοχεῖον ἱερόν* ναόν τε τοῦ Παρακλήτου,* παρ’ Οὗ ἐδέξω τήν χάριν* τοῦ  προορᾶν, Πάτερ  Ἀντώνιε. 
Δόξα τό  αὐτό. Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
          Σοῦ  Θεοτόκε    οἶκος,* ὁ  τῆς  Ῥωσίας,  τά  νῦν*  ὑπό  τυράννων  ἀθέων*  δεινῶς  ταράττεται* καί  αἱμάσει·  Μαριάμ,* σπεῦσον  οὗν  πρό-φθασον,* Σαῖς  πρός  τόν  Κύριον  λιταῖς,* τῇ  παρρησίᾳ  Σου,  Ἁγνή,* καί  ῥῦσαι  τοῦτον, Παρθένε·*  καί  ἀναστήλωσον, Μῆτερ,* ἐν  εὐσεβείᾳ  καί  χριστότητι.

Οἱ  Ἀναβαθμοί· τό  α΄ Ἀντίφωνον  τοῦ  δ΄ Ἤχου.
Προκείμενον. Ἦχος δ΄. Ψαλμὸς ριε΄. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. (ριε΄ 6).
Στ. Τί ἀνταποδώσω τῇ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; (ριε΄ 3).
Εὐαγγέλιον Ὁσιακόν (ζήτει τῇ 5η Δεκεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ ἁγ. Σάββα).
  Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καί  νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
          Ἐν  τοῖς  Ἁγίοις  αὐτῆς  ἐκαυχᾶτο  ποτέ*    μακαρία  Αἴγυπτος,* ἡ  Ἀντώνιον γεννήσασα*  καί  Παχώμιον  ἀναδείξασα.* Νῦν  δέ  καυχᾶται  Ῥωσία    Ἁγία,* ἐπί  τοῖς  ὁσίοις  αὐτῆς  τέκνοις,* Ἀντώνιον  τόν  τοῦ  Σίγια  ἡγούμενον,* ὅς  Παχωμίου  τοῦ  ἐν  Κένᾳ  ἔτυχεν  μαθητής,* Ἰωακείμ  τε  καί  Ἀλέξανδρον*  τούς  αὐτοῦ  συνασκητάς,* τούς  τῆς  τοῦ  Σίγια  Μονῆς  κτίτορας.* Αὐτοῖς  οὗν  βοήσωμεν  οἱ  πιστοί·* τόν  Κύριον  Πατέρες  ἱκετεύσατε,* ἵνα  ἄρῃ  τῶν  τυράννων  τόν  ζυγόν*  καί  τῆς  πατρίδος  ὑμῶν  δεχθῆ  τήν  μετάνοιαν,* πρεσβείαις  καί  λιταῖς  ὑμῶν, Ἅγιοι.

Οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου, οὗ    ἀκροστιχίς   τῶν  μέν  Τροπαρίων ΑΝΤΩΝΙΟΣ  ΑΝΤΩΝΙῼ  ΥΜΝΟΝ  ΑΔΕΙ,  τῶν  δέ Θεο-τοκίων ΘΕΟΤΟΚΟΣ. 
ᾨδή  α΄. Ἦχος πλ. δ΄. Ὑγράν  διοδεύσας.
           Ἀρχήν  νῦν  ποιούμενος  ἀνυμνεῖν,* Ἀντωνίου  ἀγῶνας,* τοῦτον  ἐνθέρμως  παρακαλῶ·* διάρρηξον  πταισμάτων  μου  τόν  ὄγκον,* ταῖς  πρός  τόν  Κτίστην, Πάτερ, πρεσβείαις  σου.
          Νομίμως ἀσκήσας ἐπί τῆς γῆς,* ἀξίως  τήν  χάριν*  ἔλαβες, Πάτερ, θαυματουργεῖν·* ταύτην  οὗν  χρώμενος  νῦν  παῦσον,* τῆς  ψυχῆς  μου  τόν  τάραχον  δέομαι.
Δόξα.
          Τρωθείς  θείῳ  ἔρωτι, τοῦ  φθαρτοῦ*  ἐμάκρυνας  κόσμου,* βορρᾶ  γενόμενος πολιστής*  καί  τούτου  τῆς  νέας  Θηβαΐδος,* ἧν  ὡς  ἀστήρ  πνευματικός  λαμπρῶς  ἐφώτισας.
Καί  νῦν. Θεοτοκίον.
          Θεοτόκε  Παρθένε, ὁ  Ποιητής,* ἐν  τῇ Σῇ  κοιλίᾳ  κατεκένωσεν  Ἑαυτόν·* ὁ  κόλπους  πατρικούς  μή  κενώσας,* σῶσαι  θελήσας  ὡς  Θεός  τό  ἀνθρώπινον.

ᾨδή  γ΄.  Οὐρανίας  ἁψίδος.
           Ὤφθης  ἅγιον  στόμα,* πηγάζων  ῥήματα  ἅγια,* δι’ ὧν  τάς  ψυχάς  τῶν  προσιόντων,* Πάτερ, κατήρδευσας·*  οὕτω γενόμενος*  σφραγίς  κλεινή τοῦ λεχθέντος,* «ἐκ  τῆς  κοιλίας  Σου ῥεύσονται  ὕδατα».
          Νίκην ἔσχες  Βελίαρ*  κατατροπώσας  τήν  δύναμιν,* ἔνδον  ἐν  τῷ  ἔλει  ἐκθέτων*  σά  μέλη, Πάτερ, τοῖς  κώνωψι·* τούτων  τοῖς  δήγμασι*  καί  τῇ  τοῦ  αἵματος ῥεύσει,* σάρκαν  κατεμάρανας,* ψυχήν  πτερούμενος.
Δόξα.
          Ἱκετεύομεν, Πάτερ,* ἡμῶν  τά  πάθη  καί  τραύματα,* σπεῦσον  σαῖς  ἁγίαις  πρεσβείαις,* ταχέως  ἴασαι·* ἵν’ εὐφημοῦμεν  σε,* ὡς  μοναζόντων  τό  κλέος,* Θηβαΐδος  καύχημα,* πάτερ  Ἀντώνιε.
Καί  νῦν. Θεοτοκίον.
          Εὐσπλάχνως, Παρθένε,* ἡ  τόν  Κύριον  τέξασα,* σπεῦσον  καί  λύτρωσαι  παντοίων*  ἡμᾶς  κινδύνων καί  θλίψεων·* σύν  Σοί   δέ  φέρομεν,* πρός  Κύριον  πρεσβείαν,* Ἀντώνιον  τόν  ἔνδοξον,* Ῥωσίας  καύχημα.

Κάθισμα. Ἦχος  πλ. δ΄. Τήν  Σοφίαν  καί  Λόγον.
          Τούς  ἀγῶνας καί κόπους τούς  σούς, πιστοί* νοερῶς  θεωροῦντες, πλήν  εὐκρινῶς,* πάσης  κατανύξεως  τάς  ψυχάς  ἐμπιμπλάμεθα*  καί  πρός  θεῖον  ὕμνον  καί  δόξαν  καί  αἴνεσιν,*  τοῦ  Κυρίου  πάντων,* τοῦ  τῶν  ὅλων  δεσπόζοντος,* πόθῳ  ἐγκαρδίῳ*  ἑαυτούς  συγκινοῦμεν,* ᾠδαῖς  σέ  γεραίροντες,* ὡς  τοῦ  Μεγάλου  ὁμότροπον*  καί  πιστῶς  ἐκβοῶμεν  σοι·* πρόφθασον ἰλέωσαι  Κριτήν,* ταῖς  πρός  Αὐτόν  σαῖς  ἐνθέρμοις  δεήσεσιν,* Τοῦτον  ἐπίκαμψον  τῇ  πρεσβείᾳ  σου  Πάτερ,* ὁ  τῆς  Ῥωσίας  ἀγλάϊσμα.
Δόξα. Καί  νῦν. Θεοτοκίον.    αὐτός.
          Χαριστήριον αἶνον χρεωστικῶς,* ὡς    χήρα  ἐκείνη  δύο  λεπτά,*  προσφέρω  Σοι, Δέσποινα,* ὑπέρ  πασῶν  τῶν  χαρίτων  Σου·* Σύ  γάρ  ὤφθης  σκέπη*  ὁμοῦ  καί  ἀντίληψις,* πειρασμῶν  καί  θλίψεων  ἀεί  με  ἐξαίρουσα·*  ὅθεν  ὡς  ἐκ  μέσου*  φλογιζούσης  καμίνου,* ῥυσθείς  τῶν  θλιβόντων  με,* ἐκ  καρδίας  κραυγάζω  Σοι,* Θεοτόκε  βοήθει  μοι,* πρεσβεύουσα  τῷ Σῷ Υἱῷ  καί  Θεῷ,* τῶν  πταισμάτων  ἄφεσιν δοθῆναι  μοι·* Σέ  γάρ  ἔχω   ἐλπίδα*    ἀνάξιος  δοῦλος  Σου.

ᾨδή  δ΄.  Εἰσακήκοα Κύριε.
          Ὅν ἐπόθησας, Ὅσιε,* σάρκα  δι’ Ὅν  ἔτηξας, νῦν  τεθέασαι*  Παραδείσῳ  αὐλιζόμενος·* διό  σέ  καί  ἀπαύστως  μακαρίζομεν.
          Σάρκαν, Πάτερ, δουλώσας,* ὑπό γῆν τὴν  κέλλαν  κατέπηξας,* ἐν    ζῶν  ἐτάφης  ὑπό  πάγου*  καί  ὑπό  χιόνος, Ἁγιώτατε.
Δόξα.
          Ἀρετῆς  ἀνεδείχθης*  ἀστήρ  καί  στύλος ἀκλόνητος,* ὅθεν  νῦν πιστοῖς  προσφέρεις,* ἅγιον, Ἀντώνιε, παράδειγμα.
Καί  νῦν. Θεοτοκίον.
          Θεοτόκε  Μαρία,* ἡ Ῥωσίας πάντιμος  Ἔφορος,* σπεῦσον τά  Σά  τέκνα  ἐπισκέψαι,* τά  ἐν  κατακόμβαις  καταφεύγοντα.

ᾨδή ε΄. Φώτισον  ἡμᾶς.
          Νίκης  τήν  χαράν,*  τάς  παγίδας  τροπωσάμενος*  τοῦ  ἐχθροῦ,  νῦν  ἀπολαύεις ἐν χαρᾷ,*  οὐρανοῖς  περιπολεύων, Ἀξιάγαστε.
          Τύχοιμεν  ἡμεῖς,* ὦ  Ἀντώνιε,  δεήθητι*  τοῦ  Κυρίου  καί  Παντάνακτος Χριστοῦ*  τῆς  βασιλείας, ἧν  αὐτός  βραβεῖον  ἔλαβες.
Δόξα.
          Ὡς  τις  ἀριστεύς*  τοῦ  Βελίαρ  τροπωσάμενος*  τάς  πλεκτάνας, ὦ  Ἀντώνιε σεπτέ,* ἐν  οὐρανίοις θαλάμοις  νῦν  ἀγάλλεσαι.
Καί  νῦν. Θεοτοκίον.
         Τιμῶντες Σε,  Ἁγνή,* Ὀρθοδόξων  τά συστήματα*  καί  ὑμνοῦντες  οὐ  παυόμεθα,* ταῖς  Σαῖς  πρεσβείαις  θαρροῦντες, Παντάνασσα.

ᾨδή  στ΄. Τήν  δέησιν.
          Νέος  ὧν*  ὑπῆλθες τῷ  σώματι,* τόν  ζυγόν  σύ  τόν  χρηστόν  τοῦ  Σωτῆρος,* ἀπορραγείς  τῶν  τοῦ  κόσμου  ματαίων*  καί  τοῖς  δρυμοῖς  φυγαδεύων  ἐμάκρυνας*  καί  μόνος  μόνῳ  τῷ  Θεῷ,* νοερῶς  ἦσθα  συνών  καί  ἡδόμενος.
           Ἱκέτευε*  ἐκτενῶς, Ἀντώνιε,* τόν  Θεόν  ὑπέρ  τῆς  σῆς  γλυκυτάτης,* νῦν  στεναζούσης, Θεοφόρε, πατρίδος,* ὑπό τόν  κνοῦτον ἀθέων δυνάμεων* καί λύτρωσαι  παντοίων  πειρασμῶν,* τούς  ἐν  αὐτῇ  ἐν  τῇ  Πίστει  ἐμμένοντας.
Δόξα.
          Ὡς  τεῖχος* ἐν  τοῖς  κινδύνοις  ἄρρηκτον,* τήν  Σήν  ἐγκεκτημένοι  Εἰκόνα,* ἐκ  τῶν  δεινῶν  ἐκλυτρούμεθα  πάντων,* ἐσαεί  Σέ  λυτρωτήν  ἐπιγραφόμενοι,* σωτήραν  τε  μετά  Θεόν,* τῆς  Θηβαΐδος  τοῦ  Σίγια  Ἀντώνιε.
Καί  νῦν. Θεοτοκίον.
          Ὅλον  με,* νυσταγμῷ  βεβαρημένον,*  τῇ   θερμῇ  Σου ἔγειρον  ἱκεσίᾳ*  καί  μή  δώῃς  ὑπνῶσαι  Σόν  δοῦλον,* Μῆτερ  Ἁγία  Παρθένε, εἰς  θάνατον·*  προστάτην  γάρ  καί  ὁδηγόν*  ἐμῆς  ζωῆς  Σέ  ἐπιγράφομαι, Δέσποινα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τόν ἀριστέα τοῦ Κυρίου τόν νεόφωτον,* τόν ἐν ἀσκήσει ἐν Ῥωσίᾳ διαλάμψαντα,* τόν θεράποντα καί φίλον τῆς Θεοτόκου,* καταστέψωμεν τοῖς ὕμνοις, ὦ φιλέορτοι,* ἀναμέλποντες αὐτῷ ᾠδήν αἰνέσεως* ἀνακράζοντες· χαίροις Πάτερ Ἀντώνιε.

  Οἶκος.
          Ἀστήρ  ἀνεφάνης  τῆς  Ῥωσίας, θεόφρων, ἐν  τῷ  Σίγιᾳ  ἀγωνισάμενος·  ἐκεῖθεν  δέ  ἀνατείλας  τῷ  κόσμῳ  αὐγάζεις  καί  πάντας  λυτροῦσαι  τῶν  παθῶν·  ὅθεν  τιμῶμεν  σε  ἄδοντες  ταῦτα:
          Χαῖρε  Πάτερ, ὁ  Βελίαρ  τῷ  σῷ  ἀγῶνι  πατάξας·
          χαῖρε   μάκαρ, ὁ  ἀρετήν  καί  ἀγνοίαν  διδάξας.
Χαῖρε, ὁ Ἀντωνίου τοῦ Μεγάλου συνώνυμος·
χαῖρε,    ἐκείνου  τῆς δόξης συμμέτοχος.
          Χαῖρε, ἄνθος  ὡραιότατον  τῆς  Ἁγίας  Ῥωσίας·
          χαῖρε,  ἀγλάϊσμα  τερπνότατον τῆς  Χριστοῦ  Ἐκκλησίας.
          Χαῖρε, τῆς  βορείας  ἐρήμου    γλυκύς  ἐρωδιός·
          χαῖρε,  κόσμου    προστάτης  καί  πρός τά ἄνω ὁδηγός.
          Χαῖρε,  κρῖνον  τό  ἐν  τοῖς  πάγοις  παραδόξως  ἀκμάσαν·
          χαῖρε,     εὐφραῖνον  σῇ  δόξῃ  Ῥωσικήν  γῆν  πᾶσαν.
Χαῖρε, τῆς νέας Θηβαΐδος ὁ ἐν ἀσκήσει πολιστής·
χαῖρε,  τῆς Πόλεως τῆς Ἄνω ὁ ἐν δόξῃ οἰκιστής.
Χαίροις  Πάτερ  Ἀντώνιε.

Συναξάριον.
          Τῇ  7η  τοῦ  αὐτοῦ  μηνός,  μνήμη  τοῦ  Ὁσίου Ἀντωνίου, τοῦ  ἐν  Σίγιᾳ  τῆς  Ῥωσίας  ἀσκήσαντος.
Στίχοι·
Ἀντώνιος  Ἀντωνίου  ζηλωτής  ἐφάνη  τοῦ  Μεγάλου,
ὅς  Ἡλιοῦ  πρῶτον  ἐζήλωσε  τόν  ἰσάγγελον  βίον.
Τῇ  ἑβδόμῃ  οὐρανός  τήν  ψυχήν  Ἀντωνίου  ἐδέξατο,
διό  ψαλμικῶς  τήν  τούτου  λῆξιν  γεραίρομεν.
          Ταῖς αὐτοῦ  ἁγίαις  πρεσβείαις,  Χριστέ    Θεός, ἐλέησον  καί  σῶσον  ἡμᾶς, Ἀμήν.

ᾨδή  ζ΄. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Ὕμνος  ἡ σή  ἐφάνη* βιοτή  Κυρίῳ*  τῷ  Θεῷ  σου,  διό Ἀντώνιε,* Ῥωσίας  πέλεις  κλέος* καί πάντων Ὀρθοδόξων,*   καί  ψάλλει  κραυγάζουσα·*    Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
          Μέγιστα  ἐργάζῃ*  καί  μετά  σήν λῆξιν,* πάτερ  Ἀντώνιε,*   θαύματα  καί  σημεῖα* τεράστια  τοῖς  πᾶσι,* τοῖς  μετά  πόθου  κραυγάζουσι·*  Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
Δόξα.
          Νόσων  καί  κινδύνων* ἰατρός  ἐδόθης,* Πάτερ,  τῷ  κόσμῳ,* διό θεράπευσον*  τά  πάθη καί πληγάς  τε*  ἡμῶν τάς ἀοράτους,* τῶν ἐν   πίστει  βοώντών σοι·* ὁ  Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
Καί  νῦν. Θεοτοκίον.
          Κυρία  Θεοτόκε,* ἐπαίρουσα  μή  παύῃς*  χεῖρας  Υἱῷ  Σου  καί  Θεῷ·*  ἀνάψυξον, Παρθένε,* ψυχάς  πεπυρωμένας,* τῶν  μετά  πόθου  ψαλλόντων  Σοι·* χαῖρε  οὐράνιε  λιμήν,*  πάντων  τῶν  σωζομένων.

ᾨδή η΄.  Τόν  Βασιλέα.
          Ὅσοι  ἐν  πίστει*  εἰλικρινεῖ  προσιοῦσι,* τῇ  θήκῃ  τῶν  σεπτῶν Σου  λειψάνων,* ψυχῶν  τε  καί  σωμάτων*  λαμβάνουσιν  τήν  ῥῶσιν.
          Ναός  καί  τάφος*  τοῦ  ἐν Σίγιᾳ  Ἀντωνίου,* ἱατρεῖον  ἱερόν πρόκεινται  τοῖς  πᾶσι,*  κἄν  τῶν ἀσεβούντων*  ἐδέχθησαν  τήν  μῆνιν.
Δόξα.
          Ἁγίων, Πάτερ,* φανεῖς  εἰκονογράφος,* λαβών  τό  χάρισμα  τοῦτο  παρά  Κυρίου,*  προστάτης τέχνης  ταύτης* πέλεις  καί  ἀντιλώπτωρ.
Καί  νῦν. Θεοτοκίον.
          μμάτων  σκότος,* ψυχῆς  ἀορασίαν,* φωταγώγησον  Σύ,* φωτός  ἀκτίστου  Μῆτερ,* τῶν  δεομένων*  τυχεῖν  τοῦ  Σοῦ  ἐλέους.

ᾨδή θ΄. Κυρίως  Θεοτόκον.
          Δεκάδες τά σά τέκνα,* βορείου Θηβαΐδος,* τόν σόν  δρόμον, Πάτερ, ἐβάδισαν*  καί  ἔλαβον  παρά  Θεοῦ*  μισθούς  ἀγώνων  καί  στέφη  οὐράνια.
          Εὐχαῖς  σου  τάς  σειράς  μου*  τῶν  πταισμάτων  λῦσον*  καί  τό  χειρόγραφον, μάκαρ, διάρρηξον*  τῆς  ἁμαρτίας, τοῦ  τήν  σήν*  ἁγίαν  μνήμην πᾶσι  κηρύττοντος.
Δόξα.
          Ἴδε  μου  τήν  πτωχείαν,* τοῦ  ταῦτα  στιχουργοῦντος*  καί  σαῖς  πρεσβείαις  πρός  Κύριον, Ὅσιε,*  πλούτισον  τήν  ἐμήν  ψυχήν,* τῶν  δωρεῶν  καί  χαρίτων  τοῦ  Πνεύματος.
Καί  νῦν. Θεοτοκίον.
         Σωτῆραν    τεκοῦσα,* Παρθένε  Θεοτόκε,* σύν  Ἀντωνίῳ  Κυρίῳ  πρεσβεύσατε,* ἵνα  δωρήσῃ  πᾶσιν  ὡς  Θεός,* ἁμαρτημάτων  τήν  λύσιν  καί  ἄφεσιν.

Ἐξαποστειλάριον. Γυναῖκες  ἀκουτίσθητε.
          Χριστός τήν  Σήν  ἐδέξατο*  ἄσκησιν  ὡς  θυμίαμα,* Ἀντώνιε  θεοφόρε,* καί  ἀντιδόξασεν· ὅθεν*  ἡμεῖς  καθικετεύομεν,* μή  παύσης  ταῖς  πρεσβείαις  σου,* ἁμαρτημάτων  τήν  λῦσιν,* δοῦνε  ἡμῖν, θεῖε  Πάτερ,* τῶν  Σοῦ  τιμῶντων  τήν  μνήμην.
Δόξα. Καί  νῦν. Θεοτοκίον.
Χαρὰν τὴν ἀνεκλάλητον, Πάναγνε ἡ κυήσασα, χαρᾶς ἡμᾶς αἰωνίου, μετόχους ποίησον πάντας, Παρθένε Θεονύμφευτε, ἡ σκέπη, τὸ κραταίωμα, τῶν εὐσεβῶς βοώντων Σοι· μὴ ἐπιλάθῃ Σῶν δούλων, Θεοκυῆτορ Μαρία.

Εἰς  τούς Αἴνους ἱστῶμεν  Στίχους δ΄  καί  ψάλλομεν  Στιχηρά  Προσόμοια. Ἦχος α΄. Τῶν  οὐρανίων  Ταγμάτων.
           Τοῦ Παρακλήτου τήν  χάριν*  λαβών, Ἀντώνιε,*  ἀσκήσεσι  καθεῖλες*  τόν  ἀρχέκακον  ὄφιν·*  πολιστής  τε  ἐγένου  ἐρημικῶν*  τόπων, Πατέρων  ὁμόσκηνε·*  διό  τήν  μνήμην  σου  ᾄσμασιν  καί  ᾠδαῖς*  ἀναμέλποντες  τιμῶμεν  σου.
          Χαίρει  ἐν σοί  γῆ  Ῥωσίας,* ἡ  σέ  βλαστήσασα* καί  Σίγια  χαρμοσύνως* τούς σούς  ἀγῶνας  κηρύττει·* καί  πᾶσα  Ἐκκλησία    τοῦ  Χριστοῦ*  μακαρίζει  σε, Ὅσιε·*  ὡς Ἀντωνίου  τοῦ  πρώτου  τόν  μιμητήν,* οὗ  τό  ὄνομα  ἐμεγάλυνας.
          Τοῦ  Ἀρχαγγέλου  χορεύει*    πόλις, Ὅσιε,* ὡς  μήτηρ  καυχωμένη,* ἐπί  τῇ  θείᾳ  σου  δόξῃ·* μονῇ  δέ  τῆς  Τριάδος    ἱερά,* λαμπρούς  ἀγῶνας  κηρύττει  σου·* τούτων  ὑπάρχεις  γάρ  δόξα  καί    τιμή,* ἡμῶν  δέ  πρέσβυς  πρός  τόν  Κύριον.
          Σύ μέν ἐζήτεις, ὦ  Πάτερ,* ῥιφθῆναι  σῶμα  σου,* εἰς  βρώσιν  θηρίων*    κρεμασθῆναι  ἀπό  δένδρων·* αἰδούμενοι  δέ  τοῦτο  σοί  μαθηταί,* τῇ  ταφῇ  παρεδώκασιν·*  διό  νῦν  ἔχει  εὐλογίαν, οὐ  τήν  μικράν,* ἡ Ἐκκλησία  τῶν  λειψάνων Σου.
Δόξα. Ἦχος  πλ. α΄.
          Ἐκ τῆς Ῥωσίας ὡς ἄνθος  εὐῶδες,* τῇ  Ἐκκλησίᾳ  προσεφέρθης,* Ἀντώνιε  μακάριε·* τῆς  τε  ἀλήκτου  ζωῆς  τόν  στέφανον  δεξάμενος,* ὡς  βραβεῖον  τῶν  ἀγώνων  σου,* νῦν  ἐν  οὐρανῷ*  μετά τῶν σῶν συναγάλλει  συνωνύμων·* μετ’ Ἀντωνίου  τοῦ  πρώτου,* τοῦ  τῆς  ἐρήμου  Καθηγητοῦ,* τοῦ  ἐν  τῷ  Κιέβῳ  ἑτέρου,* τοῦ  Νοβογράδας,* τοῦ Ῥωμαίου  τε.*  Διό  χαριστήριον  ὠδήν  σοί  ἄδοντες,* ἐν  κατανύξει  βοῶμεν·* μή  ἐπιλάθῃ, Ἅγιε,* τῆς  σῆς  αἱμασούσης  πατρίδος,* ἀλλ’ ἀπαύστως  πρέσβευε  τῷ  Κυρίῳ,* ῥυσθῆναι  αὐτήν  τῆς  περιστάσεως.
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
          Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία  Μεγάλη  καί  Ἀπόλυσις.

Μεγαλυνάριον.
          Χαίροις τῶν  Ὁσίων  ἡ καλλονή,*  ὄντως Ἀντωνίου  τοῦ  Μεγάλου    μιμητής·* χαίροις ὁ Ῥωσίδος  γῆς ἔνδοξος  γόνος,* Ἀντώνιε τοῦ  Σίγια,* ἧν  σκέπε  πάντοτε.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου