Παρασκευή, 11 Αυγούστου 2017

Ἀκολουθία Ἱερομάρτυρος ΕΡΑΣΜΟΥ ἐπ. Ἀχρίδος, ἁγ. Μαξίμου Γραικοῦ

Ψαλλομένη τῇ 2α Ἰουνίου

Εισαγωγικά.
Ἡ Ἀκολουθία αὐτή βρίσκεται στό ὑπ΄ἀριθμ.198 χειρόγραφο τῆς Ἱερᾶς Μονῆς Δοχειαρίου. Στόν πολυτελή τόμο τῆς «Παρουσίας» τῆς Μονῆς, ὁ λόγιος μοναχός Θεόκτιστος δημοσίευσε ἄρθρο περί τῶν χειρογράφων τῆς Μονῆς καί  ἀνέφερε τό αὐτόγραφο κείμενο τοῦ Βατοπαιδινοῦ Μοναχοῦ Μαξίμου Τριβώλη, γιά τήν  Ἱερά Ἀκολουθία τοῦ Ἁγίου Εράσμου. Ὁ Ὅσιος συνέθεσε τήν  Ἀκολουθία αὐτή τό  1509 στίς Καρυές τοῦ Ἁγίου Ὄρους, ἐνασκούμενος στό Κελλί τοῦ Κωφοῦ.
Σημείωσις.
Ὁ Ἀκολουθία στήν σημερινή της μορφή, ἔχει δεχθεῖ ἐπεμβάσεις τονικοῦ ἐνδιαφέροντος (προστέθηκε ἡ στήξη κατά τούς Καθηγητή Ἰω. Φουντούλη καί Πρωτ. Κων. Παπαγιάννη), ὡς καί τινα ἀβλεπτήματα τῶν ἀντιγρα-φέων, μέ πολύ σεβασμό πρός τόν ἅγιο ποιητή της (λόγῳ τῆς ἐμπειρίας μας τῆς ἀνα-συνθέσεως τοῦ Κανόνος πρός τό Ἅγιο Πνεῦμα), καθώς καί στούς προγενεστέρως ἐπ’ αὐτοῦ κοπιάσαντες.

Καθηγητής Ἀντ. Μάρκου
 

ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός. Εἰς δέ τό Κύριε ἐκέκραξα ἰστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τοῦ Ἤχου   καὶ γ΄ τοῦ Ἁγίου.  Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν ἀρετῶν τὸ δοχεῖον,* ἡ τῶν θαυμάτων πηγή,* Ἀρχιερέων κλέος,* Ἀθλητῶν ἡ τερπνότης,* Ἔρασμος ὁ θεῖος πάντας ἡμᾶς,* τοὺς πιστοὺς συνεκάλεσεν,* χαρμονικῶς συνελθόντες τὴν παμφαῆ,* τούτου μνήμην ἐκτελέσωμεν.
Ἀθλητικῇ καρτερίᾳ* τὸν πολυμήχανον,* καταβαλὼν τοῖς ὄμβροις,* τῶν αἱμάτων ἀρδεύεις,* Χριστοῦ τὴν Ἐκκλησίαν* καὶ θείαις πλοκαῖς,* τῶν πανσόφων δογμάτων σου,* τοὺς τῶν αἱρέσεων θήρας ἀποσοβεῖς,* ἐν εὐσεβείᾳ συντηρῶν τοὺς πιστούς.
Ἀρχιερέων τερπνότης,* τῶν Ἀθλητῶν καλλονή,* τῶν εὐσεβῶν δογμάτων,* ἀκριβέστατος φύλαξ,* βρύσις ἰαμάτων, Χριστοῦ μιμητά,* ἱερώτατε Ἔρασμε,* τὴν ἀξιέπαινον μνήμην σου τοὺς πιστῶς* ἐκτελοῦντας περιφύλαττε.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς τὴν χάριν τῶν θαυμάτων* οὐρανόθεν κομισάμενος* καὶ τὴν πλάνην τῶν εἰδώλων* στηλιτεύσας ἐν τοῖς δόγμασιν,* Ἀρχιερέων ὑπάρχεις δόξα τε καὶ καύχημα,* Ἱερομάρτυς Ἔρασμε* καὶ πάντων τῶν Πατέρων* διδασκαλίας ὑπόδειγμα·* παῤῥησίαν ἔχων πρὸς Θεόν,* Αὐτὸν ἱκέτευε* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὅλην ἀποθέμενοι.
Σύμβολον ὀργῆς ἐστι* μνησικακία θυμός τε,* τῆς ὀργῆς ἐμφάνεια,* δι’ ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα,* ἀναιδῶς ἅλλονται,* τοῦ οἰκτροῦ στόματος,* τὸν ἐν τούτοις ἐνεργούμενον* ποιοῦντες ἔνοχον,* πυρὸς τῆς γεέννης, ὡς γέγραπται·* διὸ ψυχὴ γρηγόρησον,* φεῦγε τὸν θυμὸν τὸν πικρόν,*  ὀργήν, μῆνιν καὶ ὕβριν* καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν,* τῇ Θεοτόκῳ κραυγάζουσα·* Δέσποινά μου σῶσόν με.
Ἢ Σταυροθεοτοκίον ὅμοιον.
Κρίσιν Ἰσραὴλ κριταί,* θανατηφόρον κριθῆναι,* Σὲ Υἱὲ κατέκριναν,* ὡς κριτόν σε στήσαντες* ἐπὶ βήματος,* τὸν νεκροὺς κρίνοντα* καὶ τοὺς ζῶντας, Σῶτερ,* καὶ Πιλάτῳ παριστῶσί σε* καὶ κατακρίνουσι,* πρὸ τῆς δίκης φεῦ! οἱ παράνομοι·* καὶ βλέπουσα τιτρώσκομαι* καὶ συγκατακρίνομαι, Κύριε·* ὅθεν καὶ προκρίνω,* θανεῖν ὑπὲρ τὸ ζῆν ἐν στεναγμοῖς,* ἡ Θεοτόκος ἐκραύγαζε,* μόνε Πολυέλεε.

ΟΡΘΡΟΣ
Ὁ Κανὼν τοῦ Ἁγίου (ἄνευ στίξεως).
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Ἐράσμου ἡ παμφαὴς πανήγυρις, ἐξανατείλασα, τοὺς φιλεόρτους πάντας συγκαλεῖ, εἰς ἑστίασιν ἔνθεον· ἀθλοπρεπῶς γὰρ εἴληφε τῶν ἰαμάτων τὰ χαρίσματα.
Ῥανίσιν ἀθλητικῶν αἱμάτων σου, εὐφραίνεις κόσμον Ἅγιε, τῇ ῥωστικῇ τοῦ Πνεύματος πηγῇ, συγκραθεὶς μυστικώτατα, ἱεροφάντορ Ἔρασμε, διόπερ πάντες γεραίρομεν.
Σπινθῆρσι πνευματικοῖς πυρούμενος, ἔνδοξε Ἔρασμε, τῶν σαρκικῶν ὀρέξεων ἐκτός, γεγονὼς καὶ ὑπήκοος, Θεοῦ φωνὴ πανίερε, πρὸς τὸν ἀγῶνα εὐθυδρόμησας.
Θεοτοκίον.
Ἡ μόνη ὑπερφυῶς κυήσασα, Χριστὸν τὸν Κύριον, τοὺς τὴν σεπτὴν εἰκόνα Σου σεμνή, προσκυνοῦντας περίσωζε, καὶ ἐκ παντοίας λύτρωσαι, διαφθορᾶς ταῖς ἱκεσίαις Σου.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Μωσέα συμβολικῶς, ταῖς πρακτικαῖς σου ἀρεταῖς νέον σέ, πᾶσι Χριστὸς ἔδειξεν, ἱεροπρεπέστατε Ἔρασμε.
Σὺ θείαν Πάτερ στολήν, ὡς Ἀαρὼν παρὰ Θεοῦ κίδαριν, καὶ τὸν ποδήρη δέδεξαι, ὡραιομορφώτατε Ἔρασμε.
Σὺ ὥσπερ Μελχισεδέκ, κατὰ τὴν τάξιν Ἱερεὺς γέγονας, ἁγιασμοῦ χάριτι, ἀγγελομορφώτατε Ἔρασμε.
Πατέρα σὲ μυστικόν, λαῷ εὐγνώμονι Χριστὸς ἔδειξεν, ὡς Ἀβραὰμ ἔθνεσιν, ἀξιομακάριστε Ἔρασμε.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοὶ τὸ χαῖρε κραυγάζομεν.

Κάθισμα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἰατῆρα σοφώτατον,* τοῖς νοσοῦσιν ἀνέδειξεν,* ὁ Χριστὸς σὲ μάκαρ τῇ θείᾳ χάριτι·* πᾶς γὰρ προστρέχων τῇ σκέπῃ σου,* θεόληπτε Ἔρασμε,* τὰς ἰάσεις τῶν παθῶν,* ἀοράτως κομίζεται·* ὅθεν ἅπαντες* εὐφημοῦμεν ἀγῶνας τούς γενναίους,* οὕς ὑπήνεγκας ἐν πίστει* καὶ τὰ παλαίσματα, ἔνδοξε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς πρεσβείαν ἀκοίμητον* καὶ παράκλησιν ἔμμονον,* κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον,* τοὺς πειρασμοὺς κατακοίμισον,* τὰ κύματα πράϋνον* τῆς ἀθλίας μου ψυχῆς* καὶ ἐν θλίψει ὑπάρχουσαν,* τὴν καρδίαν μου,* παρακάλεσον Κόρη, δυσωπῶ Σε* καὶ χαρίτωσον τὸν νοῦν μου,* ὅπως ἀξίως δοξάζω Σε.
Ἢ Σταυροθεοτοκίον.
Ἐν σταυρῷ Σε τεινόμενον* καὶ τοῖς ἥλοις πηγνύμενον* καὶ πλευρὰν τῇ λόγχῃ Σε τιτρωσκόμενον,* κατανοοῦσα ἡ Μήτηρ Σου,* θρηνοῦσα ἐκραύγαζεν·* οἴμοι Τέκνον ποθεινόν,* πῶς Σε δῆμος ὁ ἄνομος* ἐθανάτωσε,* τὸν ζωὴν τοῖς ἐν ᾅδῃ χορηγοῦντα;* ἀλλ’ ἀνάστηθι συντόμως,* χαροποιῶν οὓς ἠγαπησας.

ᾨδὴ δ΄. Ἐπαρθέντα Σὲ ἰδοῦσα.
Ἰατῆρα σὲ σοφώτατον τοῖς νοσοῦσιν, ὁ Ἰησοῦς παρέσχεν, καὶ μέγαν προστάτην, τοῖς ἀνευφημοῦσί σε, θεόληπτε Ἔρασμε, διὰ τὴν στεῤῥὰν καρτερίαν σου.
Συμπαθέστατον σωτῆρα σε ἐν ἀνάγκαις, καὶ κραταιὸν ὑπέρμαχον, Πάτερ θλιβομένων, Κύριος ἀνέδειξεν, θεοφόρε Ἔρασμε, διὰ τὰ φαιδρά σου παλαίσματα.
Τῶν Ἀγγέλων σὲ συνόμιλον ἐν ὑψίστοις, καὶ τῆς οἰκείας βασιλείας, φαιδρὸν κληρονόμον, δείκνυσιν ὁ Κύριος, θεόκλητε Ἔρασμε, διὰ τὴν τιμίαν σου ἄθλησιν.
Ὀλβιώτατον λαμπτῆρα τῆς Ἐκκλησίας, καὶ φαεινὸν σὲ ἥλιον, Χριστὸς ἐπαξίως τῷ κόσμῳ ἀνέδειξε, θεάρεστε Ἔρασμε· ὅθεν γηθοσύνως ὑμνοῦμέν σε.
Θεοτοκίον.
Ὡς δεσπόζουσα Παρθένε τῶν ποιημάτων, καὶ τοὺς πιστοὺς φυλάττουσα, τὸ θρέμμα τῆς Ἄγαρ, ἄνελε πρεσβείαις Σου, ὑπάρχεις γὰρ Ἄχραντε, τεῖχος καὶ λιμὴν τοῖς ὑμνοῦσί Σε.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Ἰταμῶς δικαστὴν ἀνομοῦντα κατήσχυνας, σὺ Ἔρασμε μυστηπόλε, χεόμενος μολύβδῳ τὰ φαιδρά σου μετάφρενα.
Σοῦ βλύσασα ἡ σάρξ, ταῖς τῶν βάκλων αἰκίσεσι, φῶς Ἔρασμε μυστολέκτα, ἀμαυροῦται ὁ πλάνος, σὺν τοῖς αὐτοῦ ὁμόφροσιν.
Ἔννομος λειτουργός, τοῦ Θεοῦ γιγνωσκόμενος, σὺ Ἔρασμε μυστηπόλε, σελασφόρῳ σιδήροις τοῖς ὄνυξι γεγηθὼς κατετέτμησο.
Ῥήγνυται ὁ ἐχθρός, ἐπὶ σοὶ οἷς εἰργάσατα, ὦ Ἔρασμε μυστηπόλε, ὡς τῇ κάρᾳ ἐδέξω, τὸ πυρφόρον περίχυμα.
Θεοτοκίον.
Ὕπερθεν Σαῖς λιταῖς, ἀοράτως τοὺς Ἄραβας, πῦρ ἔδεται Θεοτόκε, ἐπὶ Σοὶ γάρ πεποίθαμεν, πάντοθεν πολεμούμενοι.

ᾨδὴ στ΄. Θύσω Σοι μετὰ φωνῆς.
Ἄτρωτον ἐκ τῆς φθορᾶς Χριστὸς διεσώσατο, καθάπερ Πέτρον τηρῶν σε, εἰς πολλῶν ἀνόρθωσιν πεπτωκότων, παραδόξως καθοδηγῶν σε τίμιε Ἔρασμε.
Σύντρομος, τῷ παραδόξῳ γέγονε τέρατι, ὁ σοβαρὸς δικολόγος· τὰς γὰρ εἰς κόνιν ἐναλλαγήσας, καὶ τὰ κλοῖα τῶν πειρασμῶν ἑώρα σοι Ἔρασμε.
Μέγιστον, χρηματισθεὶς ὑπὸ Θεοῦ τετέλεκας, θαῦμα· θανέντα γὰρ παῖδα τοῦ Ἀναστασίου ἤγειρας· ὅνπερ, σὺν γονεῦσι, καὶ πανοικεῖ ἐφώτισας Ἔρασμε.
Θεοτοκίον.
Ὤλεσον τὸν Ἰσμαὴλ μετ’ ἤχου Θεόνυμφε, τὴν κληρουχίαν Σου ταύτην, ἀνελεῖν βουλόμενον ἐν μαχαίρᾳ, ἵνα πάντες χαρμονικῶς, τὸ χαῖρέ Σοι κράζωμεν.

Κοντάκιον. Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Τὸν ἐν κινδύνοις θερμώτατον ἀντιλήπτορα, καὶ τοῖς αἰτοῦσιν εὐεπήκοον προστάτην, Ἔρασμον πάντες ὕμνοις τιμήσωμεν· τούτου γὰρ ἡ φωσφόρος καὶ πανυπέρλαμπρος μνήμη, ἐγείρει κράζειν· Κύριε δόξα Σοι.
Ὁ Οἶκος.  
Πῶς ἱκανῶς τὸν θεῖον ἐπαίνοις καταστέψω Ἔρασμον, ἀμαθέστατος ὢν καὶ ῥύπου πλήρης τὰς φρένας; ὅμως ὡς ἔχω λόγων ἰσχύος, λέγω ὅτι ἐφ’ ὅσον τὴν οἰκουμένην ζωογονεῖ ταῖς φαειναῖς ἀκτῖσιν ὁ ἥλιος, τοσοῦτον ὁ θεοφόρος ταῖς ἀπείροις αὐτὸν περιέλαμψε θαυματουργίαις, μαρτύριον ἠνυκὼς ὃς καὶ κράζειν προτρέπεται· Κύριε δόξα Σοι.

Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐράσμου, τοῦ ἐν Χερμελίᾳ τῆς Ἀχρίδος.
Στίχοι·
Ἔρασμον ἀθλήσαντα σοῦ Σῶτερ χάριν,
ἐρασμίως τρέχοντα εἰς πόλον δέχου.
Δευτερίῃ βιοτῆς ἀπὸ γαίης ἕπτατο θεῖος Ἔρασμος.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ Ἁγίου Ἐράσμου, πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες, ξίφει τελειοῦνται.
Στίχοι·
Κάρας Ἀθλητῶν τὰς ξίφει τετμημένας,
Εὕρης πεσόντων χιλιάδας δὶς δέκα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἄλκιμος ὤφθης, τοῖς παγκλέεσι κόποις καὶ προσηνής, Μάρτυς, ὡς τῆς θείας χάριτος μετασχών· τοῖς λαοῖς γὰρ ψάλλων ἔφασκες· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Ὁ ἐξ ἀνοίας, τῶν δυσσεβῶν χαλκὸς τιμώμενος, ὤφθη διὰ σοῦ αἰσχύνη τῷ δικαστῇ· ἀνεκήρυττες γὰρ Ἔρασμε· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Σὺ τὸν φανέντα, ἐκ τοῦ ἀψύχου ἔμπνουν δράκοντα, Μάρτυς ἐκβοὼν ἐλαύνεις προστακτικῶς, ἀνελόντα κραυγάζοντας· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.
Θεοτοκίον.
Πυρίπνουν χλαῖναν, ἀμφιεσθεὶς γυμνὸν χαλκότευκτον, Μάρτυς δροσοβόλον ἔδειξας παρευθύς, καὶ ἐβόας ἀγαλλόμενος· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης Σου Κύριε.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Ῥοιζοῦντι προσάγεται πυρί, τῷ ἐν τῷ λέβητι, ὁ θεῖος Ἔρασμος, ἐπὶ τοῦ ὕδατος ὥσπερ δέ, ἀναπαύσεως ψυχούμενος, δείκνυσιν ἔκκαυμα ἐχθρῶν, τῶν μὴ κραζόντων Χριστῷ· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Στέφανον χαρίτων ἐκ Θεοῦ, σοφὲ ἀπείληφας, διὰ ἀθλήσεως, καὶ στεφανίτης ἀνέδραμες, τὴν φθορὰν ἀποσεισάμενος, πρὸς Ὃν ἐπόθησας ἀεὶ Χριστὸν καὶ ἔκραζες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τέτρωται παράνομος ἐχθρός, Χριστῷ τὸν Ἔρασμον, ὡς ἐθεάσατο, δι’ αἰκισμῶν τίμιον σφάγιον, προσαχθέντα καὶ κραυγάζοντα, μετὰ Μαρτύρων ἱερῶν· ὑμνεῖτε τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Λύτρωσαι ἡμᾶς τῶν δυσχερῶν, ἀγνὴ Μητρόθεε, καὶ Ἀπειρόγαμε, καὶ τοὺς ἐχθροὺς ἡμᾶς ὤλεσον, καὶ εἰς τέλος ἐξαφάνισον, ἵνα βοῶμεν ἐν χαρᾷ, πόθῳ κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἄνθραξ παμφαέστατος φλέγων, τοὺς ἀπειθεῖς εἰδωλολάτρας, ὑπ’ αὐτοῦ τοῦ Λόγου αὐγασθείς, ἱερομύστα πέφηνας Ἔρασμε, φωταγωγός τε μέγιστος, τοῖς ἐπαξίως ἀνυμνοῦσί σε.
Τέττιξ μελῳδὸς τῶν ἀῤῥήτων, λαῷ εὐγνώμονι καὶ θείῳ, πίστει διὰ πράξεως δειχθείς, θεογνωσίαν πᾶσιν ἐτράνωσας, ἱερομύστα Ἔρασμε, διὸ σὲ πάντες μεγαλύνομεν.
Σέλας ζωηφόρου παράσχου, τοῖς ἐκτελοῦσί σου τὴν μνήμην, σοῖς ὑμνηταῖς ἀμαρτωλοῖς, τὴν Ἐκκλησίαν φρούρει ἀκράδαντον, ἱεροφάντορ Ἔρασμε, ἵνα σὲ πάντες μεγαλύνωμεν.
Θεοτοκίον.
Ἥνπερ ἐστερέωσας Πόλιν, πρεσβευτικῶς πρὸς πολεμίους, τήρησον ἀλώβητον ἀεί, Παρθενομῆτορ τοῦ Βασιλέως Χριστοῦ, χαρμονικῶς ὦ Δέσποινα, ὅπως Σὲ πάντες μεγαλύνωμεν.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἑρασμιώτατος ὤφθης* Χριστοῦ πανάριστε,* τὴν τοῦ Θεοῦ σοφίαν,* ἐχρημάτισας ὄντως·* διὸ καὶ ἀνεβόας Χριστῷ τῷ Θεῷ* καὶ εὐαγγελίοις ὡμίλεις σαφῶς* καὶ ἐκ κοράκων ἐπέμπετο σοί τροφή,* παμμάκαρ ἀξιάγαστε.
Ἐρασμιώτατος ὤφθης* Θεῷ πανόλβιε,* ὡς τῆς Αὐτοῦ ὑπάρχων,* Ἐκκλησίας δομήτωρ,* μέχρι τῶν ἐσχάτων τερμάτων τῆς γῆς,* τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον* ἀνακηρύττων καὶ φαίνων καὶ πρὸς τὸ φῶς,* ἐπανάγων ἀληθέστατα.
Ποιμαντικῶς διαπρέψας* ἱερομάρτυς Χριστοῦ,* ἀθλητικοὺς ἀγῶνας,* ὑπομείνας γενναίως* καὶ δι’ ἀμφοτέρων στέφος λαβών,* ἐν ἑκατέροις κοσμούμενος* δικαιοσύνῃ καὶ πόνοις ἀθλητικοῖς·* διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου