Τρίτη, 1 Αυγούστου 2017

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου, + Μυτιλήνης Ἰακώβου

Ψαλλομένη τῇ 14η Φεβρουαρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό  Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, δεῦρο νῦν προσέλθετε, πανηγυρίζοντες σήμερον, φαιδρὰν πανήγυριν, μεθ’ ἡμῶν καὶ ὕμνοις, ἐγκωμίων ᾄδετε, τιμῶντες τὸν σεπτὸν Νεομάρτυρα, τὸν ἐναθλήσαντα, καὶ γενναίως ὑπομείναντα, τὰς βασάνους, καὶ Θεὸν δοξάσαντα. (Δίς).
Γεώργιε Μάρτυς τοῦ Χριστοῦ, τέρπου νῦν καὶ χόρευε, ἐν οὐρανοῖς καὶ μνημόνευε, ἡμῶν πρὸς Κύριον, τῶν συναθροισθέντων, τῇ σῇ μνήμῃ Ἅγιε, καὶ πόθῳ σε τιμώντων ἐν ᾄσμασιν· ἰδοὺ γὰρ πάρεσμεν, ἀγαλλομένοι τῷ πνεύματι, στεφηφόρε, Νεομάρτυς ἔνδοξε. (Δίς).
Πολλὴν παῤῥησίαν ἐν Χριστῷ, ἐπεδείξω Ἅγιε, ὡς ἐναθλήσας στεῤῥότατα, ὑπὲρ τῆς πίστεως· γέγονας γὰρ πᾶσι, τοῖς συνδούλοις καύχημα, ἐν χρόνοις τῆς δουλείας ὡς εἶδόν σε, βασανιζόμενον, καρτερῶς τε ὑπομένοντα, καὶ τὰ στέφη πρὸς Χριστοῦ λαμβάνοντα. (Δίς).
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ἅπαντες πιστοί, ἐν Πλαγιᾷ συνελθόντες, ἐπὶ τῇ μνήμῃ τοῦ Ἀθλοφόρου, Γεωργίου τοῦ Νεομάρτυρος, ὑμνήσωμεν αὐτὸν λέγοντες· χαίροις, ὁ καλὸς στρατιώτης τοῦ Χριστοῦ, ὁ ἐπαξίως ἐπωνυμήσας τῷ πάλαι Τροπαιοφόρῳ καὶ Μεγαλομάρτυρι· χαίροις, ὁ διαλάμψας ὡς ἀστὴρ φαεινός, ἐν τῷ τῆς δουλείας σκότει, καὶ φωτίσας τὰς ἐσκοτισμένας διανοίας τῶν ὁμοδούλων· χαίροις, ὁ ὁμολογήσας τὴν Ὀρθόδοξον πίστιν, ἐνώπιον τῶν τῆς Ἄγαρ ζεζοφωμένων υἱῶν· καὶ νῦν, τῇ Τρισηλίῳ παρεστὼς θεότητι, μέμνησο τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Μάρτυς Γεώργιε· ἀκούσας γὰρ τὶ τὸ Πνεῦμα λέγει, τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ἔσπευσας διὰ βασάνων καὶ ἀγχόνης πρὸς ὃν ἐπόθησας Παράδεισον, ἀπολαβεῖν τῆς ὄντως ζωῆς· καὶ νῦν μὴ παύσῃ μνημονεύειν καὶ ἡμῶν, τῶν ἐν πειρασμοῖς καὶ θλίψεσιν αἰτούντων τὴν μεσιτείαν σου.
Ἦχος β΄.
Τὸ μάννα τὸ κεκρυμμένον ζητήσας, παμμάκαρ Γεώργιε, καὶ λευκὴν ψῆφον λαβών, καὶ ὄνομα καινόν, εἰσῆλθες χαίρων εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου· καὶ ἡμᾶς ἀξίωσον, Νεομαρτύρων ἐγκαλλώπισμα, ἐν μετανοίᾳ διελθεῖν τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, καὶ ἀξίως τυχεῖν τῆς οὐρανίου Βασιλείας Θεοῦ.
Ἦχος γ΄.
Ἐν ἱματίοις λευκοῖς ἐνδεδυμένος, Νεομάρτυς Γεώργιε, χαίρεις νῦν ἀπολαβὼν ἐν τῇ ἄνω Ἱερουσαλήμ, τὸν στέφανον τῆς δόξης· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν φαιδρὰν μνήμην σου τιμώντων πιστῶς.
Ἦχος δ΄.
Δεῦτε πάντες οἱ Λέσβιοι, μετ’ ἐγκωμίων καὶ ὕμνων, τὴν πάνσεπτον μνήμην τοῦ Ἀθλοφόρου τιμήσωμεν λέγοντες· χαίροις, ἱερώτατε Μάρτυς, ὁ τὸν Χριστὸν κηρύξας μεγαλοφώνως πρὸ τῶν Ἀγαρηνῶν· χαίροις, πάντιμε Μάρτυς, ὁ ἰδίαις χερσὶν ὑφάνας τὸν θεῖον χιτῶνα τῆς ἀφθαρσίας· χαίροις, τῶν Ὀρθοδόξων τὸ κλέος καὶ ἡμῶν τὸ καύχημα· μὴ ἐλλίπῃς πρεσβεύειν, ἀξιοθαύμαστε, ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες οἱ πιστοί, τὴν μνήμην τοῦ πανενδόξου Μάρτυρος τιμήσωμεν· οὗτος γὰρ ὁ κλεινὸς Ἀθλητής, τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ ὡς σκύβαλα ὑπεριδών, τὸν Χριστὸν ἠγάπησε, πρὸς Ὃν ἔσπευσε διὰ βασάνων δριμυτάτων καὶ ἀγχόνης· διὸ τὴν πάμφωτον αὐτοῦ μνήμην τιμῶντες εἴπωμεν· Λεσβίων καύχημα, μὴ ἐλλίπῃς ἱκετεύειν τὸν Κύριον, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν τῶν πιστῶς γεραιρόντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Νεομάρτυρες ἔνδοξοι, καὶ Ἁγίων στρατεύματα, ἑορτὴν ὑπέρλαμπρον νῦν κροτήσατε· νέος ἀστὴρ γὰρ ἀνέτειλε, ἐκ Λέσβου Γεώργιος, ἐναθλήσας καρτερῶς, καὶ ἐφώτισεν ἅπασαν, τὴν Ὀρθόδοξον, Ἐκκλησίαν τοῖς ἄθλοις καὶ παρέσχε, τοῖς πιστοῖς τὴν εὐφροσύνην, καὶ συμπολίταις τὴν καύχησιν.
Στ. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἀθλοφόρε Γεώργιε, Νεομάρτυς πανένδοξε, οἱ ἐν τῇ πατρίδι σου νῦν συνήλθομεν, ἐν κατανύξει πανεύφημε, τιμῶντες ἐν ᾄσμασι, τὴν φαιδράν σου ἑορτήν, καὶ δεόμενοι Ἅγιε, ἐξελοῦ ἡμᾶς, τῆς παρούσης ἀνάγκης καὶ πταισμάτων, ἐξαπόστειλον τὴν λύσιν, παρὰ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Βασιλεύουσα σήμερον, μεθ’ ἡμῶν ἑορτάζουσα, τὴν σὴν μνήμην Ἅγιε ᾄδει μέλπουσα, ὑπομονήν σου ταπείνωσιν, ἀγάπην πρὸς Κύριον, παῤῥησίαν ἐν Χριστῷ, καὶ συγχαίρουσα ᾄσμασι, μεγαλύνει νῦν, σὺν ἡμῖν καταστέφουσά σε ὕμνοις, ὡς γενναῖον στρατιώτην, καὶ ὡς ἀήττητον Μάρτυρα.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ἅπαντας, ἡ χάρις τοῦ Πνεύματος συνήγαγεν ἐπὶ τῇ μνήμῃ σου, Νεομάρτυς Κυρίου, Γεώργιε ἔνδοξε· ἰδοὺ γὰρ συνήλθομεν, οἱ ἐν τοῖς χωρίοις Πλωμαρίου οἰκοῦντες, ᾆσαι σεπτῶς τοὺς ἄθλους, τὴν πεπαῤῥησιασμένην ὁμολογίαν, τὴν ἀνδρείαν τὴν ἐν Χριστῷ, τὴν ὑπομονήν τε καὶ πρᾳότητα· διὸ καὶ ἡμεῖς ἐναρμόνιον μέλος ᾄδοντες, ἐν ταπεινώσει ἱκετεύομεν· μὴ παύσῃ Ἅγιε, πρεσβεύειν ὑπὲρ ἡμῶν τῶν ἐπταικότων, τῶν τὴν μνήμην σου ἑορταζόντων πιστῶς.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ Λέσβος εὐφραίνεται σῇ πανηγύρει φαιδρῶς, καὶ ᾄδει ἑόρτια ᾄσματα μέλπουσα, τοὺς ἄθλους σου Ἅγιε· σὺ γὰρ Νεομαρτύρων, τῇ χορείᾳ συνήφθης, αἵματι καὶ βασάνοις, ἐναθλήσας γενναίως, Γεώργιε παμμάκαρ, ὑπὲρ τῆς πίστεως
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀγάλλου ἡ πληθύς, τῶν Λεσβίων καὶ τέρπου, πανήγυριν φαιδράν, ἐκτελοῦσα ἐν πόθῳ, σεμνοῦ Νεομάρτυρος, Γεωργίου τοῦ μάκαρος, τοῦ ἀθλήσαντος, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος, καὶ κλεΐσαντος, τὴν Ἐκκλησίαν δι’ ἄθλων, καὶ ταύτην στηρίξαντος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν λαμπρῶν ἀγώνων σου, τίς μὴ θαυμάσει; Τὸ στεῤῥὸν Γεώργιε, καὶ ταπεινὸν ἐν στεναγμοῖς, ὅτι ἀνδρείως ὑπέμεινας, θλίψεις ὀδύνας, δοξάζων τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Δέσποινα, ἐλπὶς τοῦ κόσμου, τῶν Μαρτύρων ἄμαχε, καὶ κραταιὰ καταφυγή, πιστῶν δὲ πάντων μεσίτρια, μὴ οὖν παρίδῃς, ἡμᾶς ἱκετεύοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς Νεομάρτυρας, Κυρίου ἅπαντας, τοὺς ἐναθλήσαντας, ὑπὲρ Τριάδος στεῤῥῶς, δεῦτε συμφώνως ἐν ᾠδαῖς, ὑμνήσωμεν ἐπαξίως, ὅτι ἡρετίσαντο, τὸ θανεῖν ὑπὲρ πίστεως, τοῦ Χριστοῦ ἀρνήσασθαι, καὶ ἀπίστους ἀγάλλεσθαι· διὸ ἐν εὐφροσύνῃ βοήσωμεν· δόξα, Θεῷ τῷ ἐν Τριάδι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας Σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα Σοι Θεοτόκε· ποῖόν Σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; Τί δὲ ὀνομάσω Σε; Ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι´ 16-22).  
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ἀθλοφόρε Κυρίου, Νεομάρτυς Γεώργιε, οὐ μόνον σὴ γενέτειρα, ἀλλὰ ἡ σύμπασα Ἑλλάς, γεραίρει τὴν μνήμην σου· ὡς ἔλαφος γὰρ διψῶσα ἔδραμες, μαρτυρῆσαι ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Οὐκ ἐδειλίασας ἐνώπιον τῶν τυράννων· οὐκ ἠρνήσω τὴν πίστιν σου, ἀλλά σαὐτὸν προθύμως δέδωκας ταῖς βασάνοις, ἵνα Χριστὸν κερδίσῃς· Ἄγγελοι, σήμερον χαίρουσιν ἐν οὐρανῷ· τὰ πλήθη τῶν πιστῶν ἐπὶ τῆς γῆς δοξάζουσι τὸν Θεόν, καὶ μέλποντες ᾄδουσι· ὄντως θαυμαστὸς ὁ Κύριος, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Πλαγιὰ μέλπει τοὺς ἄθλους Γεωργίου. Ἐν δὲ τοῖς Θεοτοκίοις· Ὁ Ἰάκωβος.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παράσχου μοι Κύριε, ῥῶσιν ψυχῆς τε καὶ σώματος, καὶ χάριν τὴν ἄνωθεν, ὡς ἂν ὑμνήσω καλῶς, τὸ μαρτύριον, τοῦ θείου Γεωργίου, καὶ ᾄσω ἐπάξιον, τούτου μελώδημα.
Λαμπρῶς νῦν συνέλθετε, οἱ ἐν τῇ Λέσβῳ θεόφρονες, καὶ ᾄσατε ᾄσμασι, πανηγυρίζοντες, τὴν ἐπέτειον, τῆς μνήμης Γεωργίου, βοῶντες ἐπάξιον, τούτου μελώδημα.
Ἁγίων τὰ τάγματα, Νεομαρτύρων συστήματα, τῇ μνήμῃ σου σήμερον, πανηγυρίζοντα, νῦν ἐπέστησαν, Γεώργιε τρισμάκαρ, καὶ ᾄδουσιν ἄξιον, πάντες μελώδημα.
Γενέτειρα ψάλλει σοι, μετ’ ἐγκωμίων τὰ τρόπαια, καὶ καύχημα κέκτηται, τὰ σὰ παλαίσματα· Νεομάρτυς γάρ, ἐδείχθης στεφηφόρος, ἐπάξιον μέλπουσα, θεῖον μελώδημα.
Θεοτοκίον.
Οἱ Λέσβιοι Ἄχραντε, μετ’ εὐφροσύνης δοξάζομεν, Υἱόν Σου καὶ Κύριον, ὅτι ηὐδόκησε, καὶ Γεώργιον, στεφθῆναι μαρτυρίῳ, καὶ ᾄδομεν ἄξιον, τούτου μελώδημα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰδεῖν ἠξιώθης Ἀθλοφόρε, ἃ οὖς οὐκ ἀκήκοε ποτέ, ἀνθ’ ὧν ἐν γῇ ὑπέμεινας, διὰ Χριστὸν στεῤῥότατα· ὅθεν ἡμᾶς ἀξίωσον, μεταλαβεῖν τούτων Ἅγιε.
Ἀνέπτης ἐν πόλῳ στεφηφόρος, νομίμως ἀθλήσας ἐν τῇ γῇ, καὶ χαίρων εἰσελήλυθας, σκηναῖς Μαρτύρων πάνσοφε· ὅθεν ἡμᾶς ἀξίωσον, συνεισελθεῖν τούτοις Ἅγιε.
Μεγάλην χαρὰν τὴν ἐν Κυρίῳ, σὺ δέδωκας πᾶσι τοῖς πιστοῖς, ἀθλήσας ὑπὲρ πίστεως, τὰ γέρα νῦν ἀπόλαυε· ὅθεν ἡμᾶς ἀξίωσον, μεταλαβεῖν τούτων Ἅγιε.
Ἐφάνης ὡς ῥόδον ἐν χειμῶνι, μυρίζων καρδίας Ἀθλητά, τῶν ταπεινῶν καὶ ἔρανας, τοῖς ἡδυπνόοοις χάρισιν· ὅθεν ἡμᾶς ἀξίωσον, μεταλαβεῖν τούτων Ἅγιε.
Θεοτοκίον.
Ἰσχὺν διὰ Σοῦ Μῆτερ Παρθένε, οἱ Μάρτυρες εὕραντο διό, νικήσαντες εὐφραίνονται, ἐν οὐρανῶν σκηνώμασιν· ὅθεν ἡμᾶς ἀξίωσον, συγκατοικεῖν τούτοις πάντοτε.

Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν Νεομάρτυρα, πιστοὶ Γεώργιον, τὸν ἐναθλήσαντα, Βασιλευούσῃ ποτέ, δεῦτε χορεῖαι τῶν πιστῶν, ὑμνήσωμεν ὀρθοδόξως· Ἅγιε Γεώργιε, Λέσβου πάσης τὸ καύχημα, πρόφθασον καὶ λύτρωσαι, ἡμᾶς πάντας τοὺς ᾄδοντας, παγίδων τοῦ δολίου βελίαρ, ὡς ἔχων παῤῥησίαν πρὸ Κύριον.
Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας Σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας Σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα Σοι Θεοτόκε· ποῖόν Σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; Τί δὲ ὀνομάσω Σε; Ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Λογισμοῖς καταμιαίνων, τὴν ψυχήν μου καθάρισον, καὶ λελαμπρυσμένην, ταύτην ἀρεταῖς καταφαίδρυνον, ὡς ἂν ἀξίως ὑμνοῦμέν σε πανάριστε, ὡς φωστῆρα, τῶν ἐν οὐρανοῖς παμμακάριστε.
Πειρασμοῖς δοκιμασίαις, πεπτωκὼς ὁ ταλαίπωρος, καὶ βεβυθισμένος, ἐν ταῖς συμφοραῖς σοι προσέρχομαι· ἀπὸ παντοίων κινδύνων ἐλευθέρωσον, τῇ δυνάμει σου, ἐν οὐρανοῖς παμμακάριστε.
Ἐπὶ σοὶ θαῤῥοῦμεν Μάρτυς, Ἀθλοφόρε Γεώργιε, δέξαι σοὺς οἰκέτας, καὶ τῶν δυσχερῶν νῦν ἀπάλλαξον· ἔχεις γὰρ χάριν Κυρίου ὡς δι’ αἵματος, ἐναθλήσας, καὶ στεφανωθεὶς παμμακάριστε.
Ἰατρὸς γενοῦ μοι Μάρτυς, τῆς ψυχῆς καὶ τοῦ σώματος, ὡς παρὰ Κυρίου, πᾶσαν εἰληφὼς χάριν ἔνδοξε· ἵν’ εὐγνωμόνως δοξάζομεν τὴν μνήμην σου, οἱ ἐν πόνοις, καὶ ταῖς συμφοραῖς παμμακάριστε.
Θεοτοκίον.
Ἀπὸ πάσης νῦν ἀνάγκης, ἐλευθέρωσον Πάναγνε, καὶ σὺν Γεωργίῳ, τῷ κλεινῷ προστάτῃ μεσίτευσον, πρὸς τὸν Υἱόν Σου, ἀξίως πολιτεύεσθαι, ὡς προστάτις, τῶν Χριστιανῶν Παμμακάριστε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τὸ πρᾷον καὶ ἄκακον, τῆς σῆς ψυχῆς Γεώργιε, ἄνθρωποι ἐθαύμασαν ὁρῶντες, πῶς ἔσχες πάντας ἐν τῇ καρδίᾳ σου, ἔχθρούς τε καὶ φίλους ἀληθῶς· διὸ καὶ ὁ Κύριος, θαυμαστῶς σε προσέλαβεν.
Ὁρῶν ὁ παγγέλαστός, σε Μάρτυς ὑπομένοντα, ἅπαντα τὰ εἴδη τῶν βασάνων, ὀνείδη θλίψεις βίαιον θάνατον, ὄντως κατεπλάγη ὁ δεινός, καὶ φεύγων ᾐσχύνετο· ὁ Χριστὸς δ’ ἐδοξάζετο.
Ὑμνοῦμέν σου Ἅγιε, τὸ ὑπὲρ νοῦν μαρτύριον, καὶ τὴν ἐν Χριστῷ ὁμολογίαν, ἣν ἐποιήσω ὑπὸ ἀπίστων σκληρῶς, δεινῶς ἐκκεντούμενος σοφέ, Ἀθλητὰ Γεώργιε· διὸ χαίροις σοι κράζομεν.
Σοφίαν ἐπόθησας, τὴν τοῦ Χριστοῦ μακάριε, καὶ ταύτης ὀπίσω ἐκκολήθης· διὸ πανσόφως ἐπολιτεύσω ἐν γῇ, προκρίνας προσκαίρων ἀγαθῶν, τὰ θεῖα καὶ ἄῤῥητα, ἃ ὁ Παῦλος ἑώρακε.
Θεοτοκίον.
Κυρία καὶ Δέσποινα, Χριστοῦ μου Μῆτερ ἄνανδρε, χαῖρε ἀειπάρθενε Μαρία, δόξα Μαρτύρων, Ὁσίων καύχημα, πάντων τῶν πιστῶν καταλλαγή, πρὸς τὸν Ὑπεράγαθον, καὶ Φιλάνθρωπον Κύριον.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀδὰμ τοῦ πρώτου τὰ ἔνεδρα, σοφῶς πολιτευσάμενος ἔφυγες, Μάρτυς Γεώργιε, καὶ ὑπομένων ἐβάδισας, τὴν τρίβον τοῦ Κυρίου ἀξιοθαύμαστε.
Θεοῦ υἱὸς ἀναδέδειξαι, Υἱὸν τὸν τοῦ Θεοῦ ὡς ἠγάπησας, Μάρτυς πανένδοξε, καὶ στὰς ἐν μέσῳ κρινόντων σε, φωνῇ γεγονυίᾳ Τοῦτον ἐκήρυξας.
Λαμπρά σου Μάρτυς ἡ ἄθλησις, λαμπρὰ ἡ βιοτὴ πανσεβάσμιε, Μάρτυς Γεώργιε, λαμπρὰ τὰ στέφη ἃ εἴληφας, παρὰ χειρῶν τοῦ Κτίστου, τὰ ἀμαράντινα.
Θεοτοκίον.
Ὢ θεία ὄντως πανήγυρις, ἡμῶν τῶν Ὀρθοδόξων Πανύμνητε, συναθροισθέντων νῦν, τῇ πανηγύρει τοῦ Μάρτυρος, καὶ τὸν Υἱόν Σου πάντες, φαιδρῶς δοξάζοντες.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτὴν ὑπέρλαμπρον, Λεσβίων δῆμοι, δεῦτε πάντες ᾄσατε, τῇ ἐναθλήσει τοῦ στεῤῥῶς, Βασιλευούσῃ ἀθλήσαντος, Νεομαρτύρων, τὸν σύναθλον ᾄδοντες.
Ὁ Οἶκος.
Πάντες οἱ ἐν Λέσβῳ πιστοί, καὶ λοιπῶν Ὀρθοδόξων τὰ πλήθη, δεῦτε καὶ συνέλθετε σήμερον, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς ᾄδοντες καὶ ψάλλοντες, τὸν ἐνδόξως ἐν Βασιλευούσῃ νεομαρτυρήσαντα, Γεώργιον τὸν ἐκ Πλαγιᾶς μὲν ὁρμώμενον, Χριστοῦ δὲ ἀμνὸν ἱερώτατον. Οὗτος γὰρ ὁμολογήσας τὸν Χριστόν, καὶ ὑπὲρ Αὐτοῦ ὑπομείνας βασάνους τε καὶ κακώσεις καὶ τὸν δι’ ἀγχόνης θάνατον, ἀνεδείχθη ἰσάξιος τῶν πάλαι μαρτυρησάντων· διὸ τιμῶμεν τὴν μνήμην αὐτοῦ, Νεομαρτύρων, τὸν σύναθλον ᾄδοντες.

Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Πασγάνου, τοῦ ῥάπτου, τοῦ ἐκ Μυτιλήνης,  ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1693.
Στίχοι· Ἀντωνίου τοῦ Μάρκου.
Ῥάπτης ἐν τῷ κόσμῳ τήν εργασίαν ἔχων,
ὁμολογίᾳ ἔραψας σοί ἐξ αἵματος προφύραν·
ἦν φέρων οὐρανῶν τῆς Βασιλείας μέσῳ,
μετά Μαρτύρων παλαιῶν και νέων συναγάλλει.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Οὐκ ἐλάτρευσε, τῇ κτίσει ὁ θεόπνευστος παρὰ τὸν Κτίσαντα, ἀλλὰ φαιδρᾷ τῇ ψυχῇ, ἀνδρείως ὑπέμεινε, τὰ κολαστήρια, καὶ ὑπέψαλλε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὕμνοις ἅπαντες, τὴν μνήμην σου νῦν στέφομεν, ἀξιοθαύμαστε, καὶ ἐν ψαλμοῖς καὶ ᾠδαῖς, αὐτὴν μεγαλύνομεν βοῶντες ἅπαντες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Στίφη σήμερον, Μαρτύρων σε γεραίρουσι, καὶ Νεομάρτυρες, μετὰ πιστῶν ἀληθῶς, τὸν ὕμνον κραυγάζοντες, σῇ πανηγύρει σοφέ, καὶ συμψάλλουσι· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Βάτον ἄφλεκτον, καὶ πύλην ἀδιόδευτον Σὲ ὡμολόγησεν, ὁ Νεομάρτυς Ἁγνή, ἐν μέσῳ ἀπίστων τε, καὶ ἀλαζόνων ἐχθρῶν, καὶ ὑπέψαλλεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γέγονας ὑπόδειγμα ἐν πᾶσιν, ὡς τῶν Νεομαρτύρων ἐγκαλλώπισμα, Μάρτυς καρτερώτατε, ἔνδοξε Γεώργιε· τοῖς ταπεινοῖς ὁ πρώτιστος, ἐν πόθῳ ψάλλων Θεῷ· τὸν Κύριον, ὑμνεῖτε ἐν ὕμνοις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἕστης ἐν τῷ μέσῳ παρανόμων, ὡς τῶν κακουργησάντων πάντων πρώτιστος, καὶ Χριστὸν ἐκήρυττες, Θεόν τε καὶ ἄνθρωπον· καὶ ἀνεδείχθης ἄριστος, ἱεροκήρυξ Χριστοῦ, τὸν Κύριον, κραυγάζων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὤφθης ἐν χειμῶνι Ἐκκλησίας, ἁπάντων τῶν πεπτωκότων θεῖον στήριγμα, μέγιστε Γεώργιε, ἄριστον καὶ ἄσειστον, καὶ τοὺς πιστοὺς σὺ ηὔφρανας· διὸ καὶ ἔψαλλον· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα,  καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥόδον ὄντως εὔοσμον καὶ θεῖον, ἐν μέσῳ δυσωδεστάτης συναθροίσεως, πᾶσιν ἀναδέδειξαι, ἔνδοξε Γεώργιε, τὰς τῶν πιστῶν καρδίας γάρ, πλουσίως Ἅγιε, ἐμύρισας, καὶ πάντες βοῶμεν· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὄρθρος ἀναστάσεως τοῦ γένους, πάντες οἱ Νεομάρτυρες ἐφάνησαν, πάναγνε Πανύμνητε, Μήτηρ τοῦ Κυρίου μου· διὸ οἱ πάντες σήμερον, μετ’ ἐγκωμίων ἀεί, τὴν μνήμην τῶν Μαρτύρων τιμῶμεν, καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Γέγονας πιστοῖς, χαρά τε καὶ καύχημα, Μάρτυς Γεώργιε, ὅτι ἠκολούθησας, τρίβον Κυρίου στενὴν, ἀλλ’ ἔνδοξον· ὅθεν λαμπρῶς ἐχώρησας, εἰς τὰ ἐσώτερα, καὶ συμψάλλεις, εἰς αἰῶνα ἅπαντα, τῷ Κυρίῳ γηθόμενος πνεύματι.
Ἴθυνον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, Μάρτυς Γεώργιε, πρὸς ὁδὸν Κυρίου σου, ἣν ἐπορεύθης ἀειμακάριστε, ὅτι κυκλοῦσιν ἅπαντας ἐχθροῦ τὰ ἔνεδρα· διὸ ῥῦσαι, εἰς αἰῶνα ἅπαντα, τῶν παγίδων δολίου ἀλάστορος.
Ὅλοι νῦν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, Μάρτυς Γεώργιε, εὐσεβῶς κηρύττομεν, θλίψεις ὀδύνας, ἃς σὺ ὑπέμεινας, καὶ πρεσβευτὴν θερμότατον, ἀνακηρύττοντες, νῦν βοῶμεν· ῥῦσαι πάντας Ἅγιε, τῶν παγίδων δολίου ἀλάστορος.
Ὕμνοις καὶ ᾠδαῖς, τιμῶμεν Γεώργιε, τὰ σὰ παλαίσματα, καὶ παρακαλοῦμέν σε, τῇ νῦν ἡμέρᾳ τοῦ μαρτυρίου σου, πρὸς τὸν Σωτῆρα Κύριον, ὡς παῤῥησίαν πλουτῶν, μὴ ἐλλίπῃς, μεσιτεύειν Ἅγιε, τοῦ ῥυσθῆναι παγίδων τοῦ δράκοντος.
Θεοτοκίον.
Σῶσον τοὺς εἰς Σέ, προστρέχοντας Πάναγνε, καὶ μεγαλύνοντας, τὸν Υἱόν Σου Ἄχραντε, σὺν Γεωργίῳ τῷ Νεομάρτυρι, ἡμᾶς δὲ δεομένους Σοι ῥῦσαι κολάσεως, καὶ παγίδων τοῦ δολίου δράκοντος, ἵν’ ἐν ὕμνοις ἀεί Σε γεραίρομεν.

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἠγάλλοντο αἱ στρατιαὶ, τῶν Ἀγγέλων ἐν πόλῳ, Νεομαρτύρων τάγματα καὶ Ὁσίων τὰ πλήθη, Γεώργιε καθορῶντές σε γενναίως ἀθλοῦντα, Βασιλευούσῃ τῇ πόλει, ὑπὲρ πίστεως Χριστοῦ, καὶ ἔθνους σου ὑποδούλου, καὶ τῶν πιστῶν αἱ χορεῖαι.
Θεοτοκίον. Γυναῖκες ἀκουτίσθητε
Εὐφραίνου Λέσβος ἅπασα, καὶ χόρευε ἑόρτια, ἐπὶ τῇ μνήμῃ τοῦ θείου, παμμάκαρος Γεωργίου· γενναίως γὰρ ὑπέμεινε, βασάνων πᾶσαν κόλασιν, καὶ στεφηφόρος ἔδραμε, Νεομαρτύρων χορείαις, πρεσβεύων σὺν Θεοτό-κῳ.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες, πανηγυρίσωμεν, τὴν μνήμην τοῦ ἐνδόξου, Ἀθλητοῦ Γεωργίου· οὗτος γὰρ τὸν πόθον Χριστοῦ τοῦ Θεοῦ, τῇ καρδίᾳ ἐνθέμενος, ἐν παῤῥησίᾳ Θεόν τε δημιουργόν, πάσης κτίσεως ἐκήρυξε. (Δίς).
Τῇ ἱερᾷ πανηγύρει, τοῦ Νεομάρτυρος, δεῦτε συναθροισθῶμεν, τῶν πιστῶν αἱ χορεῖαι, τῆς Λέσβου δ’ ἐξαίρετως ψάλλοντες νῦν, ἐν χαρᾷ τε καὶ ᾄδοντες· ταῖς Γεωργίου πρεσβείαις Χριστὲ Σωτήρ, σῶσον πάντας τοὺς ὑμνοῦντάς σε.
Τίς διηγήσεται μάκαρ, ἃ σὺ ἀπείληφας, ἀξίως ἐν ὑψίστοις, παρ’ Ὑψίστου τὰ γέρα; Μοναῖς γὰρ ἐνοικήσας τῶν Ἀθλητῶν, τέρπου νῦν καὶ συγχόρευε, καὶ παῤῥησίας τυγχάνων παρὰ Χριστοῦ, ὑπὲρ πάντων ἡμῶν πρέσβευε.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῇ Λέσβῳ σήμερον καὶ ἐν Πλαγιᾷ τῷ χωρίῳ, συναθροισθέντες οἱ πιστοί, τὴν μνήμην τοῦ Νεομάρτυρος τιμήσωμεν. Τὴν ἀγάπην διὰ Χριστόν, τὴν ἔνθεον παῤῥησίαν καὶ τόλμην, τὴν ὁμολογία τῆς πίστεως. Οὐκ ἐδειλίασεν ὁ στεῤῥὸς Ἀθλητής, οὐκ ἐκάμφθη ὁ πιστὸς στρατιώτης, ἀλλ’ ἠκολούθησε τῷ Κυρίῳ, ὑπομείνας γενναίως τὴν ὑπὸ τῶν ἀπίστων βάσανον· ὅθεν συνὼν νῦν ἐν οὐρανοῖς τῷ χορῷ τῶν Ἀθλητῶν, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ· χαίροις Ὀρθοδόξων καὶ Λεσβίων ἡ χαρμονή· χαίροις δι’ ἀγχόνης, ἀνελθὼν εἰς τὰ ἄνω, Βασίλεια παμμάκαρ, σοφὲ Γεώργιε.

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου