Παρασκευή, 11 Αυγούστου 2017

Ἀκολουθία Μεγαλομάρτυρος ΔΗΜΗΤΡΙΟΥ τῶν Ὅπλων, γ. Ἰσιδώρας

Ψαλλομένη τῇ 1η Ἀπριλίου
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Χοροὶ Ἀγγέλων σκιρτῶσι, τῇ πανηγύρει σου, καὶ τῶν πιστῶν τὰ πλήθη, συναγάλλονται ἅμα, μίαν συγκροτοῦντες, λαμπρὰν ἑορτήν, Δημητρίου τοῦ Μάρτυρος, ὅστις διέσωσε πόλιν τῶν Ἀθηνῶν, ἐν καιρῷ Ἐπαναστάσεως.
Μεγαλομάρτυς Κυρίου, ἀξιοθαύμαστε, τὰς κραταιάς σου νίκας, ἐν ᾠδαῖς μεγαλύνων, κράζων καὶ βοῶν σοι, ἀπὸ ψυχῆς, πανοπλίτα Δημήτριε, ἐκ τῶν σκανδάλων τοῦ πλάνου καὶ πονηροῦ, τῇ δυνάμει σου με φρούρησον.
Τὸ ἐν Ἀθήναις σου θαῦμα, Μάρτυς Δημήτριε, ἐπικροτῶ ἐν ὕμνοις, ὅτι ἔσωσας πάλαι, στράτευμα Ἑλλήνων, ἐν τῷ Ναῷ, τῷ σεπτῷ σου εἰπόντος σου, ἐκ τῆς εἰκόνος σου αὖθις Χριστιανοί, εἰς τὰ ὅπλα ἐξεγέρθητε.
ς ἐνεψύχωσας πάλαι, τὸν θεῖον Νέστορα, καταβαλεῖν Λυαίου, τὸ ἀλλόκοτον θράσος, οὕτω τοὺς τιμῶντας, σοῦ τὴν ἰσχύν, τροπαιοῦχε Δημήτριε, ἐν τοῖς ἀγῶσιν ἀνάδειξον νικητάς, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος α΄.
ορτῆς ἐφέστηκε καιρός, καὶ πανηγύρεως λαμπρᾶς ἡμέρα, ἐν τῷ θείῳ σου Ναῷ, Μεγαλομάρτυς Δημήτριε τῶν ὅπλων. Ἐν αὐτῷ ἐστῶτες οἱ πιστοί, ἐν πεποιθήσει καρδίας βοῶμεν σοι· ἐνίσχυσον ἡμᾶς ἐν τῷ σταδίῳ τῶν ἀρετῶν, ἵνα νικήσωμεν ἐχθρῶν, τῶν αἰσθητῶν καὶ νοητῶν τὰ ἔνεδρα, καὶ τὰς βουλὰς τῶν πολεμούντων ἡμᾶς, ἐχθρῶν διασκεδάσωμεν, ταῖς πρὸς τὸν Θεὸν τῶν δυνάμεων, ἰσχυραῖς πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
 
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Χαῖρε σοὶ προσφωνῶ, Δημήτριε τῶν ὅπλων, νικητικῶς ὁ θραύσας, τῇ θείᾳ σου δυνάμει, ἐχθρῶν τὰ πανουργεύματα.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Λόγος ἀπὸ τῆς σῆς, Δημήτριε εἰκόνος, ἠχητικῶς ἠκούσθη, εἰπούσης εἰς τὰ ὅπλα, ἐγέρθητε οἱ Ἕλληνες.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Νέστορα ὡς τὸ πρίν, ἐνίσχυσας ὀλέσας, συντριπτικῶς Λυαῖον, Δημήτριε παράσχου, ἡμῖν τὴν σὴν βοήθειαν.
Δόξα. Τριαδικόν.
Σέβω καὶ προσκυνῶ, τιμῶ καὶ συνδοξάζω, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεύματι Ἁγίῳ, Τριάδα ὁμοούσιον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε σοὶ προσφωνῶ, Παρθένε Παναγία, Θεὸν γὰρ ὡς τεκοῦσα, ἠφάνισται ἡ λύπη, χαρά τε ἐξανέτειλεν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
θηνῶν ἐν Ναῷ σου, τῶν Ἑλλήνων τὸ στράτευμα, ἐν Ἐπαναστάσεως χρόνῳ, πρὸς ὀλίγον ἐκάθευδεν, ἠκούσθη δὲ Δημήτριε φωνή, εἰποῦσα ἐξ εἰκόνος σου σεπτῆς, εἰς τὰ ὅπλα ἐξεγέρθητε παρευθύς, ἵνα κινδύνους φύγητε. Χαίροις Μεγαλομάρτυς τοῦ Χριστοῦ, χαίροις φρουρὲ ἀκοίμητε, χαίροις πολεμουμένων ἡ ἰσχύς, τὸ τεῖχος τῶν ἐν θλίψεσιν.
Δόξα καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Εἰς δόξης χαρμόσυνον χαράν, καὶ τιμῆς πανήγυριν, ἡ ἑορτή σου συνήγαγεν, ἡμᾶς Δημήτριε, γενναιόφρον Μάρτυς, ἐπαινέσαι ᾄσμασι, τοὺς ἄθλους τοὺς λαμπρούς καὶ μεγάλους σου, δι' ὧν ἐδόξασας, τῶν δυνάμεων τὸν Κύριον, ἐν Ἁγίοις τὸν ἐνδοξαζόμενον.
στῶτες εἰς θεῖον σου Ναόν, ἐν Ἀθήναις σήμερον, Μεγαλομάρτυς Δημήτριε, πιστῶς βοῶμεν σοι, τὸν λαόν σου σκέπε, φρούρει καὶ διάσωζε, ἐκ πάσης δυσχερείας καὶ θλίψεως, ὡς πάλαι ἔσωσας, τῶν Ἑλλήνων τὰ στρατεύματα, ἐν τοῖς χρόνοις τῆς Ἐπαναστάσεως.
Τὸ μέγα σου θαῦμα καὶ φρικτόν, Ἀθλητὰ Δημήτριε, μεγαλοφώνως δοξάζομεν· φωνὴ ἠκούσθη γάρ, ἐκ τῆς σῆς εἰκόνος, εἰς τὰ ὅπλα λέγουσα, ἐγέρθητε ὁπλίται ἐγγίζουσιν, ἐχθρῶν στρατεύματα, οὕτω πάλιν ἡμῶν λάλησον, ταῖς καρδίαις καὶ εἰς νῆψιν ἔγειρον.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Χαριστήριον αἴνεσιν, σοὶ προθύμως προσφέρομεν, Ἀθλητὰ Δημήτριε, μεγαλώνυμε, σὺ γὰρ λαοῦ σου ἑκάστοτε, ἐν μάχαις προΐστασαι, ἐν κινδύνοις συμμαχεῖς, ἐν ἀνάγκαις καὶ θλίψεσι, τὴν παρήγορον, καὶ βεβαίαν δωρούμενος ἐλπίδα, καὶ δεικνύων τὴν ἰσχύν σου, τὴν κραταιὰν καὶ ἀνίκητον.
ς Λυαίου συνέτριψας, τὴν κακίστην θρασύτητα, ἐμψυχώσας Νέστορα, εἰς τὸ στάδιον, οὕτω ἡμῖν τοῖς ἱκέταις σου, παράσχου Δημήτριε, τῆς χειρός σου τὴν ἰσχύν, ἵνα πάθη ἐκφύγωμεν, τὰ ὀλέθρια, καὶ ἐν νίκαις καλαῖς στεφανωθῶμεν, τῷ Θεῷ ἀναβοῶντες, ὡς θαυμαστὸς ἐν Ἁγίοις σου.
Εὐκρινῶς ἀνεβόησας, ἐκ τοῦ τέμπλου Δημήτριε, καὶ ὁπλίτας ἤγειρας τοὺς καθεύδοντας, ἐν τῷ Ναῷ τῷ ἁγίῳ σου, καὶ οὕτω διέφυγον, τὰς ὁρμὰς Τουρκαλβανῶν, ἐν καιρῷ ὅτε ἤρχισεν, Ἐπανάστασις, τῶν Ἑλλή-ων Χριστοῦ διὰ τὴν πίστιν, τὴν ἁγίαν καὶ πατρίδος, ἐλευθερίαν ἣν ὤμοσαν.
Δόξα. Ἦχος α΄.
ς ἔαρ ἀνέτειλεν ἡμῖν, ἡ νέα ἑορτή σου, Μεγαλομάρτυς Δημήτριε, τὴν μυρίπνοον παρέχουσα χαράν, τῆς κραταιᾶς σου ἀντιλήψεως. Σὺ γὰρ διέσωσας στρατόν, τῶν φιλοχρίστων Ἑλλήνων, ἐν τῇ ἀρχῇ τῆς Ἐθνικῆς Ἐπαναστάσεως. Εἰς τὰ ὅπλα ἐβόησας καὶ γάρ, ἐκ τῆς εἰκόνος σου καὶ εἶπας, ἐγείρας τοὺς ἐν ἀναπαύσει πρὸς ὀλίγον καθεύδοντας, ἐν τῷ Ναῷ σου τῷ πανσέπτῳ. Ἐν ᾧ καὶ νῦν ἑστῶτες καὶ ἡμεῖς, παρακαλοῦμεν σε δεόμενοι. Βόησον πρὸς Κύριον, ὡς ἔχων ἰσχυρὰν τὴν παῤῥησίαν, τοῦ ἐγείραι καὶ ἡμᾶς ἐξ ὕπνου ῥαθυμίας, ἵνα νικήσωμεν παθῶν δυναστείαν τὴν ὀλέθριον.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς Παντοδύναμος.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
μέγας καὶ θαυμαστὸς ἐν Μάρτυσι Μυροβλύτης Δημήτριος, τοὺς πιστοὺς πάλιν συνάγει, εἰς ἑόρτιον πανήγυριν, τοῦ τιμῆσαι ἐν ᾠδαῖς, αὐτοῦ τὸ σθένος τὸ ἀήττητον. Ἔσωσε γὰρ στρατόν, τῶν Ἑλλήνων τὸν φιλόχριστον, ἐν τῷ Ναῷ αὐτοῦ εὑρισκόμενον, ἐκ τῆς τοῦ τέμπλου εἰκόνος, ἐκβοήσας καὶ εἰπών. Εἰς τὰ ὅπλα ἐγέρθητε, καὶ τὰ ὅπλα ἀναλάβετε, ὅτι ἐγγίζει τῶν Τουρκαλβανῶν τὸ ἄθροισμα. Τὴν τοιαύτην σου οὖν πρόνοιαν, ὁμολογοῦντες ἐν παντί, δοξάζομεν Θεόν, τὸν ποιοῦντα μετὰ σοῦ, ἔνδοξά τε καὶ ἐξαίσια.
Ἦχος β΄.
Τὸ ὅπλον τοῦ Σταυροῦ τοῦ Τιμίου, τὸ ἐν πολέμοις κραταιὸν καὶ ἄθραυστον, ἐνδυσάμενοι πιστοί, δεῦτε καὶ ἐξέλθωμεν, εἰς πάλην τῶν ἐχθρῶν τῶν ἀοράτων. Οὕτω γὰρ προτρέπων, παραινεῖ ἡμᾶς, ὁ Μεγαλομάρτυς Δημήτριος τῶν ὅπλων. Σύμμαχος γὰρ ὑπάρχει εὐσθενής, καὶ σώζει ἐκ τῶν ἀναγκῶν καὶ περιστάσεων, τοὺς ἐπικαλουμένους τούτου τὸ σεπτόν, καὶ σεβάσμιόν τε ὄνομα.
Ἦχος γ΄.
τῆς πίστεως λύχνος πολύφωτος, ἐπὶ τὴν λυχνίαν τίθεται τῆς ἑορτίου πανηγύρεως. Δημήτριος ὁ ἔνδοξος Μεγαλομάρτυς, φωτίζων τοὺς ἐν σκότει τῆς ἁμαρτίας καθεύδοντας. Διεγερθῶμεν οὖν φιλέορτοι, καὶ βοήσωμεν αὐτῷ ἐν ὑμνωδίαις. Δεῖξον ἅγιε τοῖς δούλοις σου, τὴν εὐθεῖαν ὁδὸν τῶν ἁγίων ἐντολῶν, ἵνα φθάσωμεν ἐν χαρᾷ, εἰς τάς σκηνὰς τοῦ ἀδύτου φωτός, πνευματικῶς ἀγαλλιώμενοι.
Ἦχος δ΄.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα, καὶ θαυμαστὰ τῶν Ἁγίων τὰ παλαίσματα. Ἐν τῷ σταδίῳ γάρ, ἔδειξε τοῦτο φανερῶς, ὁ μαθητής σου Νέστωρ, Μεγαλομάρτυς Δημήτριε. Ὁ Θεός μου βοήσας, ὁ Θεὸς τῶν δυνάμεων βοήθει μοι. Οὕτω καὶ ἡμεῖς βοῶμεν σοι, σπεῦσον ἅγιε βοήθησον ἡμῖν, ἵνα γνώσωνται τὰ ἔθνη, τὴν πολλήν σου πρὸς ἡμᾶς, συμμαχίαν καὶ ἀντίληψιν.
Ἦχος πλ. α΄.
Δημήτριος ὁ Χριστοῦ Μεγαλομάρτυς, ὁ τῶν ὅπλων καλούμενος, καλεῖ ἡμᾶς εἰς ἑστίασιν πνευματικήν, τῶν ἀγώνων αὐτοῦ τὰ ἔπαθλα προτιθέμενος. Τὰς βασάνους γάρ ἀνδρείως ἐκαρτέρησε, καὶ τὰ ἄλγη τῆς σαρκὸς ὑπέμεινε, μὴ δειλιάσας τούτων τὴν σφοδρότητα. Ἀλλὰ καὶ λόγχην ὑποστὰς καὶ δεσμὰ τῆς φυλακῆς, ἐξῆλθε νικητὴς καὶ στεφανίτης, λέγων πρὸς ἡμᾶς. Ὅσοι πιστοὶ τῷ Χριστῷ προσέλθετε, ἵνα λάβετε ζωῆς αἰωνίου τὴν ἀπόλαυσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Θεσσαλονίκη καυχᾶται τῷ μύρῳ σου, μυροβλύτα ἅγιε Δημήτριε, καὶ πᾶσα γῆ ἀσφαλίζεται τῇ σκέπῃ σου, καὶ τῇ κραταιᾷ προστασίᾳ καὶ ἀντιλήψει σου. Ἐξαιρέτως δὲ ὁ ἐν Ἀθήναις σου Ναός, ὁ τῶν ὅπλων καλούμενος, τὸ μέγα σου θαῦμα κηρύττει, τὸ ἐν τοῖς χρόνοις τῆς Ἑλληνικῆς Ἐπαναστάσεως γενόμενον. Ἐκ τῆς εἰκόνος σου γάρ ἐβόησας, εἰς τὰ ὅπλα εἰπών, καὶ ὁ στρατὸς προ φθάσας διέφυγε, τῶν Ὀθωμανῶν τὴν ἐπέλασιν. Τὴν ὁδὸν δεῖξον καὶ ἡμῖν, τὴν φθάνουσαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὴν οὐράνιον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
 
  Εἰς τά Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Μεγαλομάρτυς Χριστοῦ, τῆς καρτερίας ἡ πυγμὴ ἡ ἀλύγιστος, βασάνους ὁ ὑπομείνας, καὶ τὰ δεσμὰ φυλακῆς, θλίψεις πολυτρόπους, καὶ τὴν λόγχευσιν, ὁπλίτα Δημήτριε, στρατιῶτα ἀήττητε, τῶν ἐν πολέμοις, εὐσθενέστατε σύμμαχε, καὶ ἀντίπαλε, τῶν τοῦ σκότους δυνάμεων. Δεῖξον καὶ νῦν δεόμεθα, τῆς θείας ἰσχύος σου, τὸ ἀπροσμάχητον σθένος, καὶ ἐκ κινδύνων ἐξάγαγε, λαὸν τὸν τιμῶντα, μετὰ πίστεως καὶ πόθου, τὴν σὴν πανήγυριν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Θαῦμα τὸ θαυμαστόν σου τιμῶ, Ἐπαναστάσεως ἐν χρόνοις ὃ γέγονε, Ναῷ σου τῷ ἐν Ἀθήναις, Μεγαλομάρτυς Χριστοῦ, ἔνθα τῶν Ἑλλήνων, τὰ στρατεύματα, μικρὸν ἀνεπαύοντο, καὶ ἐχθροὶ ἐπλησίαζον, τότε ἠκούσθη, ἡ φωνή σου Δημήτριε, ἐξ εἰκόνος σου, τῆς ἁγίας τοῦ τέμπλου σου. Λέγουσα εὐκρινέστατα, τὰ ὅπλα ὡς τάχιστα, λάβετε αὖθις τὰ ὅπλα, ὅτι ἐγγίζει ὁ κίνδυνος, ὃ ἔργον ποιοῦντες, διεσώθησαν καὶ οὕτω, Θεὸν ἐδόξασαν.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Σθένος τοῦ ζωηφόρου Σταυροῦ, ἀναλαβὼν ἐν τῷ σταδίῳ Δημήτριε, κατέβαλες τοῦ Λυαίου, τὴν ἐπηρμένην ὀφρῦν, τοῦτον θανατώσας, διὰ Νέστορος, διὸ καταφεύγομεν, τῇ θερμῇ προστασίᾳ σου, οἱ ἐν ἀνάγκαις, καὶ δεινοῖς συνεχόμενοι, ἵνα λάβωμεν, σωτηρίαν καὶ λύτρωσιν. Δέχου ἡμῶν τὴν δέησιν, καὶ ταύτην προσάγαγε, μετὰ πολλῆς παῤῥησίας, πρὸς τὸν Θεὸν ἐξαιτούμενος, τοῦ θραῦσαι τὸ κράτος, τῶν ἐχθρῶν τῶν πολεμούντων, ἡμᾶς ἑκάστοτε.
Δόξα. Ἦχος πλ. α΄.
ς λύχνον φωτεινὸν καὶ ἄσβεστον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ σε τέθηκεν, Μεγαλομάρτυς Δημήτριε, πανοπλίτα πανένδοξε. Τοὺς ἄθλους σου οὖν καθορῶντες, μετ’ εὐφροσύνης τὸ χαῖρε βοῶμεν σοι. Καὶ ἐξαιρέτως τῶν θαυμάτων σου τὰ πλήθη ᾄδομεν, ὧν τὸ μέγεθος ὑπερβαίνει νοῦν ἀνθρώπινον. Ἔδωκας γὰρ ἰσχύν, τῶν Ἑλλήνων τοῖς στρατεύμασι, τοῦ ἀποτινάξαι ζυγὸν δουλείας πολυχρόνιον. Ἔδειξας ὁδὸν ἀσφαλῆ τοῖς κινδυνεύουσιν, καὶ νῦν πάντας χειραγωγεῖς, εἰς τὰς διαβάσεις τῆς ζωῆς, τὴν εἴσοδον ὁμαλίζων τὴν ἄγουσαν πρὸς οὐρανούς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ πανήγυρις.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
θηνῶν ἐν Ναῷ σου, τῶν Ἑλλήνων τὸ στράτευμα, ἐν Ἐπαναστάσεως χρόνῳ, πρὸς ὀλίγον ἐκάθευδεν, ἠκούσθη δὲ Δημήτριε φωνή, εἰποῦσα ἐξ εἰκόνος σου σεπτῆς, εἰς τὰ ὅπλα ἐξεγέρθητε παρευθύς, ἵνα κινδύνους φύγητε. Χαίροις Μεγαλομάρτυς τοῦ Χριστοῦ, χαίροις φρουρὲ ἀκοίμητε· χαίροις πολεμουμένων ἡ ἰσχύς, τὸ τεῖχος τῶν ἐν θλίψεσιν.
Δόξα καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί, δόξα τῷ προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΟΡΘΡῼ.
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
μέγας τοῦ Χριστοῦ, καὶ περίδοξος Μάρτυς, Δημήτριος ἡμᾶς, συγκαλεῖ ἑορτίως, ὑμνῆσαι μελωδήμασι, τὰ αὐτοῦ κατορθώματα. Οὗτος ἔθραυσε, τοῦ ἀλλοτρίου τὸ θράσος, καὶ ἐδόξασε, νικητικαῖς ἀγλαΐαις, τῆς δόξης τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
κλίμαξ Ἰακώβ, ἥν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις, Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.
 
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῷ ἐν Ἀθήναις Ναῷ σου Μάρτυς Δημήτριε, συναθροισθεὶς τῶν Ἑλλήνων ὁ ὁπλισμένος στρατός, προσεκάθευδεν μικρὸν καὶ ἀνεπαύετο, τότε ἠκούσθη ἠχηρῶς, ἐκ τοῦ τέμπλου ἡ φωνή, προστάττουσα εἰς τὰ ὅπλα, καὶ τὸν κίνδυνον ἐκφυγόντες, ἐδοξολόγουν τὸν τῶν ὅλων Θεόν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Προφητῶν θεηγόρων χορὸς ὁ ἅγιος, τὸν ὑπὲρ νοῦν Σου Παρθένε προκατιδὼν τοκετόν, ἐν συμβόλοις ἱεροῖς Σε ἐθεάσατο· ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ Τράπεζαν θείου Μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῇ ἀκηράτῳ βεβαιοῦσα τροφῇ.
 
Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τῶν θαυμάτων σου πληθύν, τὴν ὑπερθαύμαστον ὑμνῶ, Μυροβλύτα ἀθλητά, Μάρτυς Δημήτριε Χριστοῦ, καὶ τὴν πολλήν σου ἀντίληψιν μεγαλύνω. Σὺ γὰρ ἐν δειναῖς περιστάσεσιν, ἔσωσας λαὸν πολεμούμενον, καὶ ἐξαιρέτως ἔδειξας τὴν σκέπην, τῆς κραταιᾶς βοηθείας σου, λιμὴν ὑπάρχων, χειμαζομένων, καὶ ἐλπὶς τῶν ἐν λύπαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παραβάσεως καρπὸν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο. Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας, Χριστὸν ὃς πάλιν, ἐν Παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.
 
Οἱ Ἀναβαθμοί· τό α’ Ἀντίφωνον τοῦ δ’ἤχου.
Προκείμενον. γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσει πρέπει αἴνεσις.
Στ. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον Μαρτυρικόν (ζήτει τῇ 23η Ἀπριλίου, ἐν τῇ ἑορτῇ τοῦ Ἁγίου Γεωργίου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Ἰδιόμελον. Ἦχος δ΄. Στ. Ἐλέησόν με ὁ Θεὸς…  
ς ἐν λιμένι γαληνῷ, τῷ ἱερῷ Ναῷ σου προσερχόμενοι, Μεγαλομάρτυς Δημήτριε τῶν ὅπλων, οὕτω βοῶμεν σοι ἐν ἱκεσίαις. Λάλησον ταῖς καρδίαις ἡμῶν τὰ ἀγαθά, ὡς ἐφώνησας ἐκ τῆς εἰκόνος σου, εἰς τὰ ὅπλα εἰπών, καὶ ἐξήγειρας στρατὸν καθεύδοντα. Καὶ ἡμᾶς εἰς μετανοίας νῆψιν ἔγειρον, καὶ ἀκουσθείτω εὐμενῶς εἰς τὸν Θεόν, ἡ δέησίς σου ὑπὲρ λαοῦ, χειμαζομένου καὶ στενάζοντος.
 
Οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου.
Κανών τῆς Θεοτόκου, οὗ  ἡ ἀκροστιχίς·  Ἄξιον ἐστίν ὡς ἀληθῶς, ᾄδειν Σε Θεοτόκε. Ἰσιδώρας.
ᾨδὴ α΄.ναστάσεως ἡμέρα.  
γιόπρωτε Παρθένε, τῶν πιστῶν ἡ ἐλπίς, Πύλη τῆς σωτηρίας· τοὺς πεποιθότας ἐπὶ Σοί, ἀδιστάκτῳ λογισμῷ, δεινῶν ἐξ ἐχθρῶν, ἀεὶ περιφύλαττε, μητρικαῖς Σου δεήσεσιν.
Ξενοτρόπως ὁ Δεσπότης καὶ Θεὸς τοῦ παντός, σάρκα Παρθενομῆτορ, ἄνευ συλλήψεως ἀνδρός, προσελάβετο ἐκ Σοῦ, βροτὸς γεγονώς, ὀρθῶσαι βουλόμενος, τῶν βροτῶν τὸ ὀλίσθημα.
ησοῦς ὁ Ζωοδότης, καὶ Θεὸς τοῦ παντός.,Δέσποινα Παναγία· ὥσπερ παιδίον βασταχθείς, ἐν χερσί Σου μητρικαῖς, τὴν φύσιν ἡμῶν, φθαρεῖσαν ἐκαίνισεν, καὶ εἰς δόξαν ἀνύψωσεν.
Οὐρανῶν Σὺ πλατυτέρα, Χερουβίμ τε Ἁγνή, ὤφθης τιμιωτέρα· τὸν γὰρ ἀχώρητον παντί, τὸν ὑμνούμενον ἀεί, Ἀγγέλων χοροῖς, σαρκὶ ἀπεκύησας, Μητροπάρθενε Δέσποινα.
Νυμφοστόλε Θεοτόκε, τῶν πιστῶν ὁ λιμήν, σκέπη παντὸς τοῦ κόσμου· τοὺς καταφεύγοντας εἰς Σέ, μὴ παρίδῃς Ἀγαθή, ἀλλὰ Σὸν Υἱόν, ταῖς Σαῖς παρακλήσεσιν, εὐμενῶς ἐξιλέωσαι.
 
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Δημήτριον τῶν ὅπλων ἐπιφωνῶ. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός ὁ αὐτός.
Δημητρίου τοῦ τῶν ὅπλων, τὴν καινὴν ἑορτήν, ἄσωμεν ἐγκωμίοις, ὅτι διέσωσε στρατόν, τῶν Ἑλλήνων ἐν Ναῷ, τῷ θείῳ αὐτοῦ, εἰπὼν γὰρ προσέταξεν, εἰς τὰ ὅπλα ἐγείρεσθε.
δυνόμενος τῷ κάλλει, τοῦ Δεσπότου Χριστοῦ, πᾶσας τὰς ἐπιγείους, ἀπαρνησάμενος τιμάς, ἠκολούθησας Αὐτῷ, προθύμῳ σπουδῇ, Δημήτριε ἔνδοξε, στρατιῶτα τῆς πίστεως.
Μυροβλύζεις ἐξαιρέτως, εὐωδίαν ζωῆς, πάντερπνον καὶ εὐφραίνεις, τὰ αἰσθητήρια πιστῶν, τῶν αἰνούντων εὐλαβῶς, τὰ σὰ θαυμαστά, καὶ ἄῤῥητα θαύματα, μυροβλύτα Δημήτριε.
Θεοτοκίον.
λιόμορφον τὸ κάλλος, τῆς σεμνῆς Σου μορφῆς, Ἄχραντε Θεοτόκε, καὶ ἡ εὐπρέπεια ἡ Σή, καταπλήττει θαυμαστῶς, Ἀγγέλων χορούς, ὑπάρχεις γὰρ ἄσπιλος, καθαρὰ καὶ ἀμόλυντος.
 
ᾨδὴ γ΄. Τῆς Θεοτόκου. Δεῦτε πόμα.  
ρεισμα καὶ τεῖχος ἀῤῥαγές, τὴν πρεσβείαν Σου Μῆτερ ἁγνὴ κεκτήμεθα, ἐκ τῶν ἀσάρκων ἐχθρῶν, φυλάττουσα πάντας ἀβλαβεῖς, διὸ Σοὶ προστρέχομεν.
Σέβας Σοὶ προσφέρω Μαριάμ, καὶ τὸ γόνυ Σοι κλίνω ψυχῆς καὶ σώματος, Σοὶ γὰρ ἁρμόζει Σεμνή, τιμῆς τε καὶ δόξης ἀπαρχή, καὶ αἶνος ἐξαίρετος.
Τίς ἐκ τῶν ῥητόρων ἱκανός, τὰ πολλά Σου Παρθένε εἰπεῖν θαυμάσια, τῶν ὑμνολόγων δὲ τίς, δυνήσεται Κόρη ἐξυμνεῖν, τὴν Σὴν ἁγιότητα;
διον μητέρων τὸ τεκεῖν, καὶ παρθένων ἁγνεύειν ἐστὶ τὸ γνώρισμα, ἀλλ’ ἐπὶ Σοὶ Μαριάμ, ἀμφότερα ἥνωνται εἰς ἕν, Θεοῦ εὐδοκήσαντος.
Νίκην διὰ Σοῦ ὑψοποιόν, τῶν ἀνθρώπων τὸ γένος τὸ πρὶν εὐάλωτον, Παρθενομῆτορ Ἁγνή, ἐκτήσατο τέτοκας καὶ γάρ, Θεὸν τῶν δυνάμεων.
 
Τοῦ Ἁγίου. Ὅμοια.
Τόξον ἐν πολέμοις ἰσχυρόν, τὸν Σταυρὸν τοῦ Κυρίου τὸν ἁγιώτατον, ἀναλαβὼν τῶν ἐχθρῶν, τὸ κράτος συνέτριψας εὐθύς, ὁπλίτα Δημήτριε.
ώμην τὴν ἐξ ὕψους ἐνδυθείς, ἀκατάπτωτον ἔσχες ψυχῆς τὸ φρόνημα, καὶ ἐν σταδίῳ ἐλθών, Δημήτριε ἔστησας λαμπρῶς, τῆς νίκης τὰ τρόπαια.
δετε Δημήτριον λαοί, τὸν ἐν Μάρτυσι μέγαν καὶ περιβόητον, πῶς δι' ἀγώνων πολλῶν, τὸ ἅγιον Ὄνομα Χριστοῦ, ἐνδόξως ἐδόξασεν.
Θεοτοκίον.
λος ἐν τοῖς ἄνω σὺν Πατρί, ὁ συνάναρχος Λόγος καὶ συναΐδιος, καὶ πάλιν ὅλος ἐν Σοί, ἐσκήνωσε σάρκα προσλαβών, ἀνθρώπων Πανάχραντε.
 
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ναός σου τῶν ὅπλων ἀποκληθείς, ἐν Ἀθήναις Δημήτριε Ἀθλητά, κηρύττει ἐν τοῖς πέρασι τὸ τεράστιον θαῦμα σου, καὶ γὰρ ἐν τούτῳ πάλαι, Ἑλλήνων τὸ στράτευμα, τῇ σῇ φωνῇ διέφυγε, τῶν Τούρκων τὴν ἔφοδον. Ὅτι ἐκ τοῦ τέμπλου, τῆς εἰκόνος βοήσας, ἠκούσθη τὸ πρόσταγμα, εἰς τὰ ὅπλα ἐγείρεσθε, καὶ ταχέως ἐξέλθετε. Πρόφθασον καὶ νῦν εὐμενῶς, καὶ τὸν προκείμενον φόβον διάλυσον, ἵνα γνώσωνται ἔθνη, τῆς χειρός σου τὴν δύναμιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παρθενίας Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος, Γαβριήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη, τὸ χαῖρε ἐφώνησε, τῆς γὰρ χαρᾶς τὸ ἄγγελμα, Πατρόθεν Σοι ἔφερεν. Ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, μητέρα γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, εὐφροσύνην αἰώνιον. Χαῖρέ Σοι διὸ καὶ ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσᾴδομεν· τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος κέκτησαι.
 
ᾨδή δ'. Τῆς Θεοτόκου. πὶ τῆς θείας φυλακῆς.
ς ὄρος σύσκιον Ἁγνή, ὁ Ἀββακούμ Σε προορᾶ, ὄρος Δανιὴλ δὲ Σὲ εἶδε, ἐξ οὗ λίθος τέτμηται, ἄνευ χειρὸς Θεόνυμφε· Κύριος Ὃν δυσώπει ἀπαύστως, σῶσαι ἡμᾶς ἐκ χειρός, τοῦ πολεμήτορος.
Σοὶ πρέπει δόξα καὶ τιμή, Σοὶ πρέπει αἶνος Μαριάμ, ὕμνος ἀληθῶς Σοι προσήκει, τοῦ Ἀγγέλου λέγομεν, Σοὶ οὖν τὸ χαῖρε Δέσποινα· ἄξιον ἀληθῶς γὰρ ὑπάρχει, τὸ μεγαλύνειν ᾠδαῖς, καὶ μακαρίζειν Σε.
σκητευόντων Σὺ ἰσχύς, τῶν μοναζόντων στηριγμός, πάντων τῶν πιστῶν προστασία, οἰκουμένης κράτιστον, καὶ στεῤῥεὸν ὀχύρωμα· γέφυρα τοὺς ἐν γῇ ἡ ἑνοῦσα, τοῖς οὐρανίοις Σὺ εἶ, Παρθένε Ἄχραντε.
Λελαμπρυσμένη τῇ ψυχῇ, πεποικιλμένη τῇ στολῇ, δόξης ἀπροσίτου τῷ κάλλει, ἐξαστράπτεις Δέσποινα, καὶ ἐξιστᾷς τὰ πέρατα· χάρισι τῆς πανάγνου ψυχῆς Σου, καὶ ἀρετῶν Σου πολλῶν, ταῖς ὡραιότησιν.
τοῦ Προφήτου ἱερά, ἄρτι πεπλήρωται φωνή, λέγουσα Γραφαῖς ἐν Ἁγίαις, ὅτι Κόρη ἄνανδρος, ἐν τῇ γαστρὶ συλλήψεται· τέξεται τὸν Θεὸν δὲ τῷ κόσμῳ, ἐλευθερῶσαι Ἀδάμ, δοῦλον τὸ πρότερον.
 
Τοῦ Ἁγίου. Ὅμοια.
Νηφαλεότητι ψυχῆς, δεῦτε τοῦ θείου Ἀθλητοῦ, πάντες Δημητρίου τοὺς ἄθλους, καθορῶντες σήμερον, ἱκετικῶς βοήσωμεν· σκέπασον ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν τὸν λαόν, τὸν Χριστεπώνυμον.
Τῷ πανίερῳ σου Ναῷ, μετ’ εὐλαβείας ἑστηκώς, κράζω ἐκ βαθέων καρδίας, ἀθλητὰ Δημήτριε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου· δεῖξον μοι τὴν ὁδὸν τὴν εὐθεῖαν, τήν ὁδηγοῦσαν ζωῆς, εἰς τὰ σκηνώματα.
ς χαριτόβρυτος πηγή, ἡ τῶν Λειψάνων σου σορός, βρύει ἰαμάτων τὴν χάριν, τοῖς πιστῶς προστρέχουσιν, εὕρηκας πολυσήμαντον χάριν, ὡς λογχευθεὶς τὴν πλευράν, μάρτυς Δημήτριε.
Θεοτοκίον.
Νενικηκότες διὰ Σοῦ, τὰς τοῦ ἐχθροῦ ἐπιβουλάς, Ἄχραντε Παρθένε Μαρία, ἐκτενῶς τὸ χαῖρε Σοί, ἐν ἐκκλησίαις κράζομεν· ἔλυσας τὴν πικρίαν τοῦ ᾍδου, καὶ ἐδωρήσω χαράν, τὴν ἀτελεύτητον.
 
ᾨδὴ ε΄. Τῆς Θεοτόκου. ρθρίσωμεν ὄρθρου βαθέος.
Θεώσεως πάλιν ἐλπίδα, υἱοθεσίας τε δῶρον, ἐκτήσαντο Παναγία, διὰ Σοῦ τὸ πρότερον, οἱ γυμνωθέντες ἄνθρωποι, δόξης στολὴν ἐνδυσάμενοι.
ς στέφανον ἔσχες Παρθένε, τῆς Σῆς τελείας ἁγνείας, τὴν ἄμωμον σωφροσύνην, θησαυρὸν ὡς τίμιον, τὴν μητρικὴν σφραγίδα Σου, θαῦμα διπλοῦν Σοὶ τετέλεσται.
Συλλήψεως ὅρους παρῆλθες, ὡς συλλαβοῦσα ἀσπόρως, Πανάχραντε Θεοτόκε, τοῦ Πατρὸς βουλήματι, καὶ συνεργείᾳ Πνεύματος, Λόγον Αὐτοῖς ὁμοούσιον.
φέσεως σώζουσαν χάριν, καὶ εὐλογίας τὸ δῶρον, ἀπέλαβε Παναγία, ὁ τὸ πρὶν κατάκριτος, καὶ παραβάτης ἄνθρωπος, θείαις ᾠδαῖς μεγαλύνων Σε.
Δανείσασα σάρκα βροτείαν, ἐκ σῶν ἀχράντων αἱμάτων, τῷ Κτίστῃ καὶ Πλαστουργῷ σου, Μαριὰμ πανάφθορε, οἱ πρὶν φθαρέντες ἄνθρωποι, πάλιν Θεῷ ἀνυψώθημεν.
 
Τοῦ Ἁγίου. Ὅμοια.
δεύοντας τρίβον πολέμου, τοὺς στρατιῶτας Ἑλλήνων Δημήτριε Ἀθλοφόρε, ἐν Ναῷ Ἁγίῳ σου, ἐκ τῶν ἐχθρῶν διέσωσας, θαῦμα τελέσας ἀνήκουστον.
Προπύργιον μέγα ἐν μάχαις, καὶ ἀδιάῤῥηκτον τεῖχος κατέχομεν ἐν κινδύνοις, τὴν θερμὴν πρεσβείαν σου, πρὸς τὸν Θεὸν Δημήτριε, ἣν βοηθὸν ἐξαιτούμεθα.
Λαμπρότερον λάμπει ἡλίου, Μεγαλομάρτυς Κυρίου τοῦ θαύματος τοῦ τῶν ὅπλων, ἡ καινὴ πανήγυρις, ἐν ταῖς Ἀθήναις νέμουσα, χάριν πολλὴν ὦ Δημήτριε.
Θεοτοκίον.
ς ὕψιστος θρόνος τῆς δόξης, ταῖς μητρικαῖς Σου ἀγκάλαις ἐβάστασας Παναγία, τὸν Θεὸν τοῦ σύμπαντος, Ὃν οὐρανῶν τὰ τάγματα, δέει πολλῷ λιτανεύουσιν.
 
ᾨδὴ στ´. Τῆς Θεοτόκου. Κατῆλθες, ἐν τοῖς κατωτάτοις.
Εἰρήνην, καὶ καταλλαγὴν διὰ Σοῦ, πρὸς τὸν εὔσπλαγχνον Θεὸν Παναγία, οἱ βάθει κατεῤῥαγμένοι βροτοί, ἐπανεύρομεν, καὶ τῆς θείας χαρμονῆς, τὴν χρηστὴν εὐλογίαν.
λέῳ, καὶ τῇ φιλευσπλάγχνῳ ῥοπῇ, τῆς ἀμέτρου Σου στοργῆς Παναγία, μὴ παύσῃ ἐκδυσωπεῖν τὸν Θεόν, Ὃν ἀπέτεκες, ἀφιέναι καὶ ἡμῶν, ὀφειλὰς τῶν πταισμάτων.
Ναμάτων, τῶν ζωοποιῶν ποταμόν, καὶ ὑδάτων ψυχοτρόφων πηγήν Σε, Παρθένε Θεοκυῆτορ ἁγνή, Σὲ γινώσκομεν, καὶ προστρέχομεν πρὸς Σέ, οἱ ἐν δίψει τακέντες.
Σειράς μου, τῶν πλημμελημάτων πολλάς, καὶ τοὺς βρόχους τῆς δεινῆς ἁμαρτίας, χειρί Σου συμπαθεστάτῃ Ἁγνή, Σὺ διάῤῥηξον, καὶ δουλείας με παθῶν, ἐλευθέρωσον τάχος.
ν μήτρᾳ, τῆς ὑπεραμώμου Ἁγνῆς, κατεσκήνωσε Θεὸς παραδόξως, καθᾶραι τὸν πεπτωκότα Ἀδάμ, καὶ εἰς ἄμωμον, πολιτείαν καὶ ἡμᾶς, τοὺς πιστοὺς ὁδηγῆσαι.
 
Τοῦ Ἁγίου. Ὅμοια.
Νικήσας, τὰς τῶν ἐναντίων βουλάς, τῇ δυνάμει τοῦ Σταυροῦ τοῦ τιμίου, τὸ στέφος τῆς αἰωνίου ζωῆς, ὦ Δημήτριε, ἐπαξίως ἐκ χειρός, τοῦ Δεσπότου ἐδέξω.
ν πόλει, τῇ τῶν Ἀθηναίων Ναός, ὁ τῶν ὅπλων τοὺς πιστοὺς συναθροίζει, τιμῆσαι ἐν τοῖς ὑστέροις καιροῖς, τῆς ἐγέρσεως, τῶν Ἑλλήνων τὸ φρικτόν, σοῦ Δημήτριε θαῦμα.
Πατρίδος, πολιορκουμένης σὺ εἶ, ὦ Δημήτριε φρουρὸς καὶ προστάτης, καὶ σώζεις ἀπὸ παντοίων δεινῶν, τοὺς προστρέχοντας, μετὰ πίστεως πολλῆς, τῇ ἀμάχῳ σου σκέπῃ.
Θεοτοκίον.
δού Σε, αἱ τῶν γενεῶν γενεαί, μεγαλύνουσι Παρθένε Μαρία, μεγάλα καὶ θαυμαστὰ γὰρ Θεός, Σοὶ ἐποίησε, ἀπὸ Σοῦ μετὰ σαρκός, γεννηθεὶς ἀπειράνδρως.
 
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εἰς τὰ ὅπλα ἔκραζες, καὶ τοὺς ὑπνοῦντας, στρατιῶτας ἤγειρας, Ἐπαναστάσεως φανείς, τῆς τῶν Ἑλλήνων ὑπέρμαχος, Μεγαλομάρτυς, τῶν ὅπλων Δημήτριε.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν ἐν κινδύνοις ἀσφαλῆ σὲ ἀντιλήπτορα, Ἐπαναστάσεως Ἑλλήνων τε ὑπέρμαχον, τὸν ἐν μάχαις σε γινώσκομεν παραστάτην· ἐν Ναῷ σου τῷ ἁγίῳ τοὺς καθεύδοντας, διὰ ζώσης ὁμιλίας σου γὰρ ἤγειρας, τοῦ κραυγάζειν σοι· Χαίροις ὅπλων Δημήτριε.
Ὁ οἶκος.
δω σου τὸ τῶν ὅπλων, ὑπερβάλλον σου θαῦμα, Δημήτριε γενναῖε ὁπλίτα, καὶ ἐν τῷ θείῳ σου Ναῷ ἱστάμενος, βοῶ ὑπερβαλλούσῃ σοι σπουδῇ τοιάδε·
Χαίροις, τὸ κλέος τῆς Ἐκκλησίας·
χαίροις,  τὸ σθένος τῆς καρτερίας.
Χαίροις, Μεγαλομαρτύρων ἡ ἀκράδαντος ἰσχύς·
χαίροις,  τῶν τροπαιοφόρων ἡ περίδοξος κρηπίς.
Χαίροις, ὁ κατατροπώσας τῶν δαιμόνων τῆς ἐπάρσεις·
χαίροις,  ὁ ὑπερυψώσας εὐσεβῶν τὰς παρατάξεις.
Χαίροις, τοῦ Κυρίου φίλε ἄχρι τέλους σου πιστέ·
χαίροις,  ὁ τὸ τάλαντόν σου ἐπαυξήσας ἀγαθέ.
Χαίροις, ὅτι διὰ λόγχης ἀνδρικῶς ἐτελειώθης·
χαίροις,  ὅτι διὰ τοῦτο εὐκλεῶς ἐστεφανώθης.
Χαίροις, ὁ τῶν αἰχμαλώτων ἄμαχος προασπιστής·
χαίροις,  τῶν πολεμουμένων σύμμαχος ὁ εὐσθενής.
Χαίροις ὅπλων Δημήτριε.
 
Συναξάριον.
Τῇ πρώτῃ τοῦ Ἀπριλίου μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ θαύματος τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, γεγομένου τὴν 1ην Ἀπριλίου 1821, ἐν τῇ πόλει τῶν Ἀθηνῶν, ὅτε ἐκ τοῦ ὕπνου ἐξήγειρε τοὺς καθεύδοντας ἐν τῷ Ναῷ αὐτοῦ Ἕλληνας στρατιῶτας, φωνήσας ἐκ τῆς εἰκόνος τοῦ τέμπλου καὶ εἰπών: Εἰς τὰ ὅπλα, διασωθέντας οὕτω ἐκ τῶν ἐπερχομένων Τουρκαλβανῶν.
Στίχοι·
Θαυμαστὸς ἀπέδειξας Θεὸς ἐν τοῖς Ἁγίοις,
νικητὰ Δημήτριε Μεγαλομάρτυς.
φωνή σου ἤγειρε Δημήτριε ὑπνοῦντας,
ἐκ τοῦ τέμπλου προσφωνῶν Ἕλληνες εἰς τὰ ὅπλα.
Πρῶτον θαῦμα σου τιμῶ τῶν ὅπλων ἐν Ἀθήναις,
πρέσβυν πρῶτον ἔχων σε Δημήτριε πρωτάθλα.
Ταῖς τοῦ Μεγαλομάρτυρος Δημητρίου, ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ ἡμᾶς ἐκ τοῦ ὕπνου τῆς ῥαθυμίας ἔγειρον καὶ τῆς δουλείας τῶν παθῶν ἐλευθέρωσον, ὡς μόνος Ἀγαθὸς καὶ Φιλάνθρωπος.
 
ᾨδὴ ζ´. Τῆς Θεοτόκου. Ὁ Παῖδας ἐκ καμίνου.
Θαυμάζω Παναγία Θεόνυμφε, τῆς Σῆς καθαρότητος, ὕψος τὸ φρικτόν, τῆς παρθενίας Σου τιμῶ, τὸ σεμνὸν καὶ ἐξαίρετον γνώρισμα, καὶ στέργω μητροπρεποῦς καλλονῆς Σου, τὸ ἄφραστον ἀξίωμα.
πάρσεις τοῦ δολίου κατέῤῥαξας, Ἁγνὴ Μητροπάρθενε, δούλη ταπεινή, ὡς οὖσα εἶδεν ἐπὶ Σέ, ὁ Θεὸς καὶ ἐκ Σοῦ σεσωμάτωται, ὁ σώζων τοὺς ταπεινοὺς τῇ καρδίᾳ, διό Σε μακαρίζομεν.
θρόνος τοῦ Ὑψίστου ὁ πάγχρυσος, ἡ ἔμψυχος γέφυρα, κλίμαξ τοὺς θνητούς, ἡ ὁδηγοῦσα πρὸς Θεόν, Σὺ ὑπάρχεις Μαρία πανύμνητε, καὶ σώζεις ἐκ τῶν δεσμῶν τοῦ θανάτου, τοὺς πίστει Σὲ δοξάζοντας.
Τραπέζης οὐρανίου συγκάθεδροι, γεγόναμεν Δέσποινα, πάλιν διὰ Σοῦ, οἱ διὰ βρῶσιν τὴν πικράν, παραδείσου τῆς δόξης ἐκπέσαντες, καὶ χάριν ὁμολογοῦμεν Παρθένε, τοῖς θείοις μεγαλείοις Σου.
λύχνος τοῦ Ἡλίου ὁ ἄσβεστος, σελήνη ἡ ἔμψυχος, πύλη τοῦ φωτός, ἡ θεοκόσμητος σκηνή, Βασιλέως τὸ μέγα παλάτιον, ἡ πόλις τοῦ οὐρανοῦ ἡ ἁγία, ὑπάρχεις κόρη Δέσποινα.
 
Τοῦ Ἁγίου. Ὅμοια.
Φυλάσσων, τῶν Ἑλλήνων τὸ στράτευμα, ὁπλίτα Δημήτριε, ἔνδον τοῦ Ναοῦ, ἐκ τῆς εἰκόνος σου φωνή, εἰς τὰ ὅπλα ἠκούσθη κραυγάζουσα, καὶ οὕτω οἱ πρὸς ὀλίγον ὑπνοῦντες, ταχέως ἐξηγέρθησαν.
ς ἔαρ, εὐφροσύνης τερπνότατον, ἐπέστη Δημήτριε, θαύματος τοῦ σοῦ, ἡ θειοτάτη ἑορτή, συγκαλοῦσα πιστῶν τὰ πληρώματα, τιμῆσαι χρεωστικῶς ἐν αἰνέσει, τὰ θεῖα μεγαλεῖα σου.
Νικήσας, τοῦ Λυαίου τὴν ἔπαρσιν, θαῤῥύνας τὸν Νέστορα, ἔδειξας λαοῖς, τὴν ἀκατάβλητον ἰσχύν, τοῦ Σταυροῦ τοῦ τιμίου ὃν ἔφερες, ὡς ὅπλον καὶ ἀῤῥαγῆ πανοπλίαν, Δημήτριε πολύαθλε.
Θεοτοκίον.
δαῖς Σε, ἐξαιρέτως δοξάζομεν, Παρθένε πανύμνητε, Μῆτερ τοῦ Θεοῦ, καὶ σὺν Ἀγγέλοις καὶ ἡμεῖς, ἐκτενῶς Σοι τὸ Χαῖρε προσᾴδομεν, τῆς λύπης τὸν ὀδυρμὸν γάρ ἀφεῖλες, χαρὰν ζωῆς πηγάσασα.
 
ᾨδὴ η´. Τῆς Θεοτόκου. Αὕτη ἡ κλητὴ.  
Κῆπος εὐθαλὴς καὶ ὡραῖος ὑπάρχεις, Θεόνυμφε Μαρία, τὰς καλλονὰς τῶν ἀνθέων, μυροβόλοις πνοαῖς, καὶ ἀῤῥήτου εὐφροσύνης τερπνότητι, Κυρίῳ διδοῦσα, ἐκ Σοῦ τῷ σαρκωθέντι.
στη μέχρι Σοῦ Παναγία Παρθένε, τὸ κράτος τοῦ θανάτου, καὶ ἡ φθορὰ τῆς κακίας, Σὺ δ’ αἰτία ζωῆς, ἀφθαρσίας τε πηγὴ ἡ ἀκένωτος, ἐγένου τῷ κόσμῳ, χρησταῖς ἐν εὐλογίαις.
λεων ἡμῖν τὸν Υἱὸν καὶ Θεόν Σου, Παρθένε Θεοτόκε ταῖς μητρικαῖς Σου πρεσβείαις, ἀπεργάζου ἀεί, τοῖς πιστῶς τὰ μεγαλεῖα Σου ᾄδουσι, καὶ χαῖρε βοῶσι, ὁμοῦ σὺν τῷ Ἀγγέλῳ.
Σύσκιον Ἁγνὴ καὶ ἀλάξευτον ὄρος, Προφῆται θεηγόροι, ἐν ταῖς Γραφαῖς Σὲ καλοῦσι, παρθενίαν καὶ γάρ, ἐν τῷ τίκτειν ἀκεραίαν ἐτήρησας, Θεοῦ βουληθέντος, ἐκ Σοῦ σωματωθῆναι.
να τὸν Ἀδὰμ κοινωνὸν καταστήσῃ, τῆς ἄνω Βασιλείας, ὁ τῶν ἁπάντων Δεσπότης, συγκατέβη ἑκών, ἐν τῇ μήτρᾳ Σου Παρθένε Θεόνυμφε, τὴν σάρκα φορέσας, ἐκ Σοῦ τὴν ἀνθρωπίνην.
 
Τοῦ Ἁγίου. Ὅμοια.
δετε λαοί, Δημητρίου τὸ θαῦμα, πῶς ἤγειρεν Ἑλλήνων, τὸν στρατὸν εἰς τὰ ὅπλα, εἰς τὰ ὅπλα εἰπών, ἐξ εἰκόνος τῆς τοῦ τέμπλου καὶ ἔσωσεν, εὐθὺς ἐξ ἐφόδου, ἐχθρῶν καταδρομέων.
Σήμερον χαρᾶς, ἑορτίου ἡμέρα, ἐπέστη συγκαλοῦσα τῶν φιλοχρίστων τὰ πλήθη, καὶ Ἀγγέλων χορούς, ἀνυμνῆσαι Δημητρίου τοῦ Μάρτυρος, τῆς νίκης τοὺς ἄθλους, θαυμάτων τε τὰ πλήθη.
χνεσι τοῖς σοῖς, ὦ Δημήτριε Μάρτυς, ὁ Νέστωρ ὁ γενναῖος, ἐν τῷ σταδίῳ βαδίσας, τοῦ Λυαίου ὀφρύν, εἰς τὴν γῆν συντριπτικῶς καταβέβληκε, Σταυροῦ μεγαλύνας, τὴν δύναμιν ἐν δόξῃ.
Θεοτοκίον.
Δεῦτε οἱ πιστοί, ἐν ᾠδαῖς ἐγκωμίων, ὑμνήσωμεν πρεπόντως, τὴν Θεοτόκον Μαρίαν, καὶ τὸ χαῖρε αὐτῇ, τοῦ Ἀγγέλου ἐκτενῶς προσφωνήσωμεν, χαρᾶς γὰρ ὑπάρχει, ἀκένωτον ταμεῖον.
 
ᾨδὴ θ´. Τῆς Θεοτόκου. Φωτίζου, φωτίζου,
Δυνάμεις, τοῦ σκότους, καὶ ἡ ἀρχαία τυραννίς, τοῦ θανάτου Παρθένε, διὰ Σοῦ κατέπεσον. Δῶρον ζωῆς, αἰωνίου λαβών· χαίρει Ἀδάμ, πλήρης εὐφροσύνης, πνευματικῶς ἀγαλλόμενος.
ραία, τῷ κάλλει, καὶ θαυμαστὴ ὡς ἀληθῶς· κοσμιότητι δόξης, διαλάμπεις Δέσποινα. Τάξεις βροτῶν, καὶ Ἀγγέλων ὁμοῦ· θάμβει πολλῷ, ἵστανται ὑμνοῦσαι, τὰ μεγαλεῖα Σου Ἄχραντε.
ητόρων, αἱ γλῶσσαι, αἱ εὐλαλοῦσαι καὶ τραναί. Ἐπὶ Σοὶ Παναγία, παντελῶς σφραγίζονται. Τρόπος καὶ γάρ, μυστηρίου τοῦ Σοῦ· μένει Ἁγνή, ἄῤῥητος τοῖς λόγοις, καὶ τῷ νοΐ ἀκατάληπτος.
σμάτων, τὸ ᾆσμα, τὸ χαριτόπλοκον Σὺ εἶ ὑπερύμνητε Κόρη, Μαριὰμ Μητρόθεε. Ὕμνων ᾠδάς, ἐκ χειλέων πτωχῶν· δέχου Ἁγνή, χάριν ἀντιδοῦσα, Σῆς ἀγαθῆς ἀντιλήψεως.
Σκηνώσας, ἐν μήτρᾳ, Σοῦ τῆς Παρθένου καὶ Ἁγνῆς· ὁ τῶν ὅλων Δεσπότης, Μαριὰμ σὲ ἔδειξεν. Πύλην ζωῆς, καὶ ναὸν λογικόν· δόξης σκηνήν, πλῆρες τε ταμεῖον, τῆς τοῦ Θεοῦ ἀγαθότητος.
 
Τοῦ Ἁγίου. Ὅμοια.
Στ. Μεγάλυνον ψυχή μου, Μάρτυρα τὸν μέγαν, ἄτρωτον ἐν μάχαις, Δημήτριον τῶν ὅπλων.
ς ὄντως, μεγάλη, καὶ κραταιά σου ἡ ἰσχύς, ἐν καιρῷ τοῦ πολέμου, στρατιῶτας ἤγειρας. Τοὺς ἐν Ναῷ, κοιμωμένους τῷ σῷ, θείᾳ φωνῇ, λέγων εἰς τὰ ὅπλα, Μεγαλομάρτυς Δημήτριε.
Στ. Μεγάλυνον ψυχή μου, Μάρτυρα τὸν μέγα, ἄτρωτον ἐν μάχαις, Δημήτριον τῶν ὅπλων.
αδίως τὴν τρίβον, τοῦ Μαρτυρίου διαβάς, νικηφόρος ἐξῆλθες, Ἀθλητὰ Δημήτριε. Στέφανον οὖν, αἰωνίου ζωῆς, παρὰ Θεοῦ, ἔλαβες ἀξίως, ἀνεκλαλήτου λαμπρότητος.
Στ. Μεγάλυνον ψυχή μου, Μάρτυρα τὸν μέγαν, ἄτρωτον ἐν μάχαις, Δημήτριον τῶν ὅπλων.
γάλλου, ἡ πόλις, τῶν Ἀθηναίων ἐν χαρᾷ, Δημητρίου τῶν ὅπλων, τῇ εὐσήμῳ χάριτι. Ἔχεις αὐτόν, ἐν δεινοῖς βοηθόν, τεῖχος φρουρόν, ἔρεισμα καὶ σκέπην, καὶ ἐν ἀνάγκαις σου σύμμαχον.
Θεοτοκίον.
Στ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Σοὶ κλίνω, τὸ γόνυ, Παρθενομῆτορ Μαριάμ˙ Σοὶ προσπίπτω ὁ πένης, ἐκτενῶς σὺν δάκρυσι, αἴρω πρὸς Σέ, ὡς ἱκέτης οἰκτρός, τὰ τῆς ψυχῆς, ὄμματα ἐλπίζων, τῇ συμπαθεῖ ἀντιλήψει Σου.
 
Ἐξαποστειλάρια. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῦ Δημητρίου θαῦμα, διηγησώμεθα πιστοί, ὅτι φωνῇ ἐξ ὕπνου, Ἑλλήνων ἤγειρε στρατόν, ἐκ τῆς εἰκόνος βοήσας, ἄνδρες εὐθὺς εἰς τὰ ὅπλα.
Ἕτερον. Ὅμοιον.
Θεσσαλονίκη χαίρει, τῇ σῇ Δημήτριε τιμῇ, καὶ αἱ κλειναὶ Ἀθῆναι, ἔχουσι τεῖχος ἀσφαλές, τὴν συμμαχίαν σου Μάρτυς, καὶ τὸν Ναόν σου τῶν ὅπλων.
Θεοτοκίον. Ὅμοιον.
Μετὰ χαρᾶς τὸ χαῖρε, Σοὶ ἐκβοῶμεν Μαριάμ, χαῖρε ζωῆς ὁ πλοῦτος, τῆς εὐλογίας θησαυρέ, τῶν οὐρανίων χαρίτων, τὸ ὑπερπλῆρες ταμεῖον.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις προσφωνεῖ σοι σήμερον! ἡ Ἐκκλησία Χριστοῦ, μυροβλύτα Δημήτριε, γενναῖε ἐν μάρτυσι, στρατιῶτα πολύαθλε˙ τοὺς σοὺς ἀγῶνας ἐγκωμιάζουσα, καὶ τήν σὴν δόξαν καταγεραίρουσα. Σὺ γὰρ κατέῤῥαξας, τοῦ ἐχθροῦ τὰ ἔνεδρα! συντριπτικῶς, πίστεως τὴν δύναμιν, περιζωσάμενος.
Θαῦμα θαυμαστὸν ἐτέλεσας! ἐν τῷ σεπτῷ σου Ναῷ, τῷ τῶν ὅπλων Δημήτριε, Ἑλλήνων τὸ στράτευμα, ἐξ ἐχθρῶν γὰρ διέσωσας, ἐπιφωνήσας ἐκ τῆς εἰκόνος σου· ἐπὶ τὰ ὅπλα δεῦτε ἐγείρεσθε. Σκέπε καὶ φύλαττε, ἐκ παντοίων θλίψεων! καὶ δυσχερῶν, τοὺς ἐπιφωνοῦντάς σου, τὸ μέγα ὄνομα.
Σέβω εὐλαβῶς Δημήτριε! Μεγαλομάρτυς Χριστοῦ, τὴν πολλὴν καρτερίαν σου, ἣν σθένει ἐπέδειξας, ἐν σταδίῳ τῆς πίστεως, τῶν γὰρ βασάνων ἄλγη δριμύτατα, ἀκαταπτώτῳ γνώμῃ ὑπέμεινας. Νίκης οὖν ἔλαβες, τῆς καλῆς τὸν στέφανον! παρὰ Θεοῦ, τούτῳ παριστάμενος, ἐν οἰκειότητι.
Χαίροις ἀθλητὰ Δημήτριε! ὁ διὰ λόγχης τρωθείς, ὡς Χριστὸς ὁ Δεσπότης σου, ὃν πόθῳ ἠγάπησας, καὶ πιστῶς ἠκολούθησας, κατηξιώθης ὅθεν τῆς χάριτος, τοῦ μυροβλύζειν μύρον ἑκάστοτε. Τούτῳ ἐγγίζοντες, τῶν παθῶν λυτρούμεθα! τῶν ψυχικῶν, θλίψεως παντοίας τε, ἀπαλαττόμεθα.
Δόξα. Ἦχος πλ. δ΄.
Τὰ ὅπλα τῆς πίστεως ἐνδυσάμενος καλῶς, εἰς ἀθλητικοὺς ἀγῶνας ἠρίστευσεν, ὁ ἔνδοξος Μεγαλομάρτυς Δημήτριος. Καὶ τῶν θαυμάτων τῷ πλήθει, ἐμεγάλυνεν αὐτόν ὁ Κύριος, οὗ τὸ πάθος ἠξιώθη βαστᾶσαι, διὰ λόγχης ἐπισφραγίσας τὸ θεῖον μαρτύριον. Τῶν πολεμουμένων βοηθὸς ἐστὶ καὶ τῶν Ἑλλήνων θεῖος ὑπέρμαχος. Ἐν τῷ καιρῷ γὰρ τῆς Ἐπαναστάσεως, συμπαρέστη αὐτοῖς, εἰς τὰ ὅπλα βοήσας ἠχηρῶς, καὶ διασώσας στρατὸν κινδυνεύοντα. Αὐτῷ καὶ νῦν βοήσωμεν, ἐκ τῶν ἐπικειμένων κινδύνων λύτρωσαι ἡμᾶς, ἀσφαλίζων ἡμᾶς, τῇ εὐμενεῖ προστασίᾳ καὶ ἀντιλήψει σου.
Καὶ νῦν. Θεοτοκίον. Ὁμόηχον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
 
Μεγάλη Δοξολογία καί Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Χαίροις κλονουμένων ὁ στηριγμός, τῶν πολεμουμένων παραστάτης καὶ βοηθός· χαίροις τῶν Ἑλλήνων ὑπέρμαχε ἐν μάχαις, Δημήτριε τῶν ὅπλων, ἀκαταγώνιστε.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου