Πέμπτη, 24 Αυγούστου 2017

Παρακλητικός Κανών Ὁσίου ΑΝΤΩΝΙΟΥ τοῦ ἐν Σϊγιᾳ Ῥωσίας, Ἀντ. Μάρκου

            Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα  τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.  
          Ταῖς  τοῦ  Ὁσίου ἱκεσίαις, Οἰκτῆρμον,* τοῦ  ἐν  Σίγιᾳ  θαυματουργοῦ  Ἀντωνίου,* Παχωμίου  τε  μάκαρος  τοῦ  ἐν  Κένᾳ ὁμοῦ,* πέμψον  τά  ἐλέη  Σου* ἐπί  λαόν  ἀσεβοῦντα*  καί  παραπικραίνοντα* Σέ  τόν  τῶν  ὅλων  Δεσπότην.* Αὐτούς  προσάγωμεν  γάρ  ὡς  πρεσβευτάς,* ὡς  κεκτημένους*  τήν  χάριν  Σου, Κύριε. 
Δόξα.  Τό αὐτό. Καί  νῦν. Θεοτοκίον.
          Τῆ  Θεοτόκῳ  ὡς  μητρί  ἐκβοῶμεν* οἱ  τυραννούμενοι  ἐχθροῦ  δυναστείᾳ,* τῇ θεϊκῇ  Σου  σκέπασον  ἀγάπῃ  ἡμᾶς.* Σπεῦσον, Κόρη, ῥύσασθαι*  τῶν  τοῦ  Βελίαρ  παγίδων*  καί  τῆς  καταθλίψεως  καί  τῆς δαιμόνων  μανίας.* Σοῦ  γάρ  ὑπάρχει ἡ  Εἰκών  ἡ τοῦ  Καζάν,* ἡμῶν  προστάτις,* σκέπη τε  καί  ἀντίληψις.

Ὁ Ν΄ (50) Ψαλμός.

          Εἶτα  ὁ Κανών,  οὗ    ἀκροστιχίς,   τῶν  μέν  Τροπαρίων ΑΝΤΩΝΙΟΣ  ΑΝΤΩΝΙῼ  ΥΜΝΟΝ  ΑΔΕΙ, τῶν  δέ Θεοτοκίων ΘΕΟΤΟΚΟΣ.
ᾨδή  α΄. Ἦχος πλ. δ΄. Ὑγράν  διοδεύσας.
           Ἀρχήν  νῦν  ποιούμενος  ἀνυμνεῖν,* Ἀντωνίου  ἀγῶνας,* τοῦτον  ἐνθέρμως  παρακαλῶ·* διάρρηξον  πταισμάτων  μου  τόν  ὄγκον,* ταῖς  πρός  τόν  Κτίστην, Πάτερ, πρεσβείαις  σου.
          Νομίμως  ἀσκήσας  ἐπί  τῆς  γῆς,* ἀξίως  τήν  χάριν*  ἔλαβες, Πάτερ, θαυματουργεῖν·* ταύτην  οὗν  χρώμενος  νῦν  παῦσον,* τῆς  ψυχῆς  μου  τόν  τάραχον  δέομαι.
Δόξα.
          Τρωθείς  θείῳ  ἔρωτι, τοῦ  φθαρτοῦ*  ἐμάκρυνας  κόσμου,* βορρᾶ  γενόμενος πολιστής*  καί  τούτου  τῆς  νέας  Θηβαΐδος,* ἧν  ὡς  ἀστήρ  πνευματικός  λαμπρῶς  ἐφώτισας.
Καί  νῦν. Θεοτοκίον.
          Θεοτόκε  Παρθένε, ὁ  Ποιητής,* ἐν  τῇ Σῇ  κοιλίᾳ  κατεκένωσεν  Ἑαυτόν·* ὁ  κόλπους  πατρικούς  μή  κενώσας,* σῶσαι  θελήσας  ὡς  Θεός  τό  ἀνθρώπινον.

ᾨδή  γ΄.  Οὐρανίας  ἁψίδος.
           Ὤφθης  ἅγιον  στόμα,* πηγάζων  ῥήματα  ἅγια,* δι’ ὧν  τάς  ψυχάς  τῶν  προσιόντων,* Πάτερ, κατήρδευσας·*  οὕτω γενόμενος*  σφραγίς  κλεινή  τοῦ  λεχθέντος,* «ἐκ  τῆς  κοιλίας  Σου ῥεύσονται  ὕδατα».
          Νίκην ἔσχες  Βελίαρ*  κατατροπώσας  τήν  δύναμιν,* ἔνδον  ἐν  τῷ  ἔλει  ἐκθέτων*  σά  μέλη, Πάτερ, τοῖς  κώνωψι·* τούτων  τοῖς  δήγμασι*  καί  τῇ  τοῦ  αἵματος ῥεύσει,* σάρκαν  κατεμάρανας,* ψυχήν  πτερούμενος.
Δόξα.
          Ἱκετεύομεν, Πάτερ,* ἡμῶν  τά  πάθη  καί  τραύματα,* σπεῦσον  σαῖς  ἁγίαις  πρεσβείαις,* ταχέως  ἴασαι·* ἵνα  εὐφημοῦμεν  σε,* ὡς  μοναζόντων  τό  κλέος,* Θηβαΐδος  καύχημα,* πάτερ  Ἀντώνιε.
Καί  νῦν. Θεοτοκίον.
          Εὐσπλάχνως, Παρθένε,* ἡ  τόν  Κύριον  τέξασα,* σπεῦσον  καί  λύτρωσαι  παντοίων*  ἡμᾶς  κινδύνων καί  θλίψεων·* σύν  Σοί   δέ  φέρομεν,* πρός  Κύριον  πρεσβείαν,* Ἀντώνιον  τόν  ἔνδοξον,* Ῥωσίας  καύχημα.

          Διάσωσον* ταῖς  τοῦ  Ὁσίου  πρεσβείαις Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῷ  καταφεύγομεν,* ὡς  ἔχοντι  τήν  πρός  Σέ  παρρησίαν.
          Ἐπίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί   τοῦ  Ὁσίου  ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Κάθισμα. Ἦχος β΄. Τά  ἄνω  ζητῶν.
          Ἀντωνίου  τῇ  πρεσβείᾳ  νῦν  προσπίπτωμεν* οἱ  ἐν  πόνοις  ψυχῆς*  καί  θλίψεσι  ὑπάρχοντες*  καί  δι’ αὐτοῦ  αἰτούμεθα*   τό  τοῦ  Κυρίου ἄμετρον  ἔλεος*  καί  τήν  ταχεῖαν  Τούτου  συνδρομήν*  καί  τήν  βεβαίαν  Αὐτοῦ  ἀντίληψιν.

ᾨδή  δ΄.  Εἰσακήκοα Κύριε.
           Ὅν ἐπόθησας, Ὅσιε,* σάρκα  δι’ Ὅν  ἔτηξας, νῦν  τεθέασαι*  Παραδείσῳ  αὐλιζόμενος·* διό  σέ  καί  ἀπαύστως  μακαρίζομεν.
          Σάρκαν, Πάτερ, δουλώσας,* ὑπό τήν  γῆν  κέλλαν  ἔπηξας,* ἐν    ζῶν  ἐτάφης  ὑπό  πάγου*  καί  ὑπό  χιόνος, Ἁγιώτατε.
Δόξα.
          Ἀρετῆς  ἀνεδείχθης*  ἀστήρ  καί  στύλος  ἀκλόνητος,* ὅθεν  τοῖς πιστοῖς  νῦν  προσφέρεις,* ἅγιον, Ἀντώνιε, παράδειγμα.
Καί  νῦν. Θεοτοκίον.
          Θεοτόκε  Μαρία,* τῆς  Ῥωσίας    Ἔφορος,* σπεῦσον τά  Σά  τέκνα  ἐπισκέψαι,* τά  ἐν  κατακόμβαις  καταφεύγοντα.

ᾨδή ε΄. Φώτισον  ἡμᾶς.
          Νίκης  τήν  χαράν,*  τάς  παγίδας  τροπωσάμενος*  τοῦ  ἐχθροῦ,  νῦν  ἀπολαύεις ἐν χαρᾷ,*  οὐρανοῖς  περιπολεύων, Ἀξιάγαστε.
          Τύχοιμεν  ἡμεῖς,* ὦ  Ἀντώνιε,  δεήθητι*  τοῦ  Κυρίου  καί  Παντάνακτος Χριστοῦ*  τῆς  βασιλείας, ἧν  αὐτός  βραβεῖον  ἔλαβες.
Δόξα.
          Ὡς  τις  ἀριστεύς*  τοῦ  Βελίαρ  τροπωσάμενος*  τάς  πλεκτάνας, ὦ  Ἀντώνιε σεπτέ,* ἐν  οὐρανίοις θαλάμοις  νῦν  ἀγάλλεσαι.
Καί  νῦν. Θεοτοκίον.
          Τιμῶντες Σε,  Ἁγνή,* Ὀρθοδόξων  τά συστήματα*  καί  ὑμνοῦντες  οὐ  παυόμεθα,* ταῖς  Σαῖς  πρεσβείαις  θαρροῦντες, Παντάνασσα.

ᾨδή  στ΄. Τήν  δέησιν.
          Νέος  ὧν*  ὑπῆλθες  τῷ  σώματι,* τόν  ζυγόν  σύ  τόν  χρηστόν  τοῦ  Σωτῆρος,* ἀπορραγείς  τῶν  τοῦ  κόσμου  ματαίων*  καί  τοῖς  δρυμοῖς  φυγαδεύων  ἐμάκρυνας*  καί  μόνος  μόνῳ  τῷ  Θεῷ,* νοερῶς  ἦσθα  συνών  καί  ἡδόμενος.
           Ἱκέτευε*  ἐκτενῶς, Ἀντώνιε,* τόν  Θεόν  ὑπέρ  τῆς  σῆς  γλυκυτάτης,* νῦν  στεναζούσης, Θεοφόρε, πατρίδος,* ὑπό τόν  κνοῦτον ἀθέων δυνάμεων* καί λύτρωσαι  παντοίων  πειρασμῶν,* τούς  ἐν  αὐτῇ  ἐν  τῇ  Πίστει  ἐμμένοντας.
Δόξα.
          Ὡς  τεῖχος* ἐν  τοῖς  κινδύνοις  ἄρρηκτον,* τήν  Σήν  ἐγκεκτημένοι  Εἰκόνα,* ἐκ  τῶν  δεινῶν  ἐκλυτρούμεθα  πάντων,* ἐσαεί  Σέ  λυτρωτήν  ἐπιγραφόμενοι,* σωτήραν  τε  μετά  Θεόν,* τῆς  Θηβαΐδος  τοῦ  Σίγια  Ἀντώνιε.
Καί  νῦν. Θεοτοκίον.
          Ὅλον  με,* νυσταγμῷ  βεβαρημένον,*  τῇ   θερμῇ  Σου ἔγειρον  ἱκεσίᾳ*  καί  μή  δώῃς  ὑπνῶσαι  Σόν  δοῦλον,* Μῆτερ  Ἁγία  Παρθένε, εἰς  θάνατον·*  προστάτην  γάρ  καί  ὁδηγόν*  ἐμῆς  ζωῆς  Σέ  ἐπιγράφομαι, Δέσποινα.

          Διάσωσον* ταῖς  τοῦ Ὁσίου  πρεσβείαις Παντελεήμων,* ὅτι  πάντες  κατόπιν  Σοῦ  αὐτῷ  καταφεύγομεν,* ὡς  ἔχοντι  τήν  πρός  Σέ  παρρησίαν.
          Ἐπίβλεψον*  ἐπικαμπτόμενος  Θεοτόκου*  καί   τοῦ  Ὁσίου ταῖς  λιταῖς  Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς  τούς  ἀσθενεῖς*  καί  λύτρωσαι  τόν  λαόν  Σου.

Κοντάκιον. Ἦχος β΄. Προστασία  τῶν  Χριστιανῶν.
          Μεσιτείᾳ τῆς Μητρός  Σου, Πολυέλεε,* ἱκεσίαις  Ἀντωνίου  καί  δεήσεσι,* τῷ  Σῷ  λαῷ  ἐπίβλεψον  καί  σῶσον  ἡμᾶς.* Ἡμάρτομέν  Σοι, Ἀγαθέ,* καί  παροργίζομεν  ἀεί* τήν  Σήν  ἀγαθότητα.* Δέχου  τήν  μεσιτείαν*  τῆς  ἀχράντου  Μητρός  Σου,* ἐπικαμπτόμενος, Σωτήρ,* Αὐτῆς  ταῖς  δεήσεσι.

Προκείμενον. Δίκαιος  ὡς  φοῖνιξ  ἀνθήσει  καί  ὡσεί  κέδρος    ἐν  τῶ  Λιβάνῳ πληθυνθήσεται.
          Στ. Πεφυτευμένος  ἐν  τῷ  οἴκῳ  Κυρίου, ἐν  αὐλαῖς  τοῦ  Θεοῦ  ἡμῶν  ἐξανθήσῃ.
Εὐαγγέλιον Ὁσιακόν (Λουκ. στ΄ 17 - 23). Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος).
Δόξα. Ταῖς  τοῦ  Σοῦ Ὁσίου…
Καί  νῦν. Ταῖς  τῆς  Θεοτόκου…   
          Προσόμοιον. Ἦχος  πλ. β΄. Ὅλην  ἀποθέμενοι. Στ. Ἐλέησόν  με    Θεός…  
          Δεῦτε  τόν  Ἀντώνιον* τόν  τοῦ Σίγια,  ἐν  ὕμνοις*  καί  ὡδαῖς τιμήσωμεν,* οἱ  αὐτῷ προσπίπτοντες*  μετά  πίστεως.*  Τῷ  Θεῷ  οὗτος  γάρ* ὑπέρ  λαοῦ  ἅπαντος* μετά  ζέσεως  προσδέεται,* ἐπικαλούμενος*  ἐφ’ ἡμᾶς  Κυρίου  τό  ἔλεος*  καί  Τούτου  τήν  σωτήριον*  ἐπί  τοῖς  δεομένοις  βοήθειαν.*  Χαίρε βοῶντες* δοχεῖον  τοῦ  Κυρίου  ἐκλεκτόν*  καί  τῆς  Αὐτοῦ  παρατάξεως*  στρατιῶτα  τίμιε.

 ᾨδή  ζ΄. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Ὕμνος  ἡ σή  ἐφάνη* βιοτή  Κυρίῳ*  τῷ  Θεῷ  σου,  διό Ἀντώνιε,* Ῥωσίας  πέλεις  κλέος,* ἧ  καί  ψάλλει  κραυγάζουσα·*    Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
          Μέγιστα  ἐργάζῃ*  καί  μετά  σήν λῆξιν,* πάτερ  Ἀντώνιε,*   θαύματα  καί  σημεῖα* τεράστια  τοῖς  πᾶσι,* τοῖς  μετά  πόθου  κραυγάζουσι·*  Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
Δόξα.
          Νόσων  καί  κινδύνων* ἰατρός  ἐδόθης,* Πάτερ,  τῷ  κόσμῳ,* διό θεράπευσον*  τά  πάθη καί πληγάς  τε*  ἡμῶν τάς ἀοράτους,* τῶν  πίστει  βοώντών σοι·* ὁ  Πατέρων  ἡμῶν*  Θεός,  εὐλογητός  εἶ.
Καί  νῦν. Θεοτοκίον.
          Κυρία  Θεοτόκε,* ἐπαίρουσα  μή  παύῃς*  χεῖρας  Υἱῷ  Σου  καί  Θεῷ·*  ἀνάψυξον, Παρθένε,* ψυχάς  πεπυρωμένας,* τῶν  μετά  πόθου  ψαλλόντων  Σοι·* χαῖρε  οὐράνιε  λιμήν,*  πάντων  τῶν  σωζομένων.

ᾨδή η΄.  Τόν  Βασιλέα.
          Ὅσοι  ἐν  πίστει*  εἰλικρινεῖ  προσιοῦσι,* τῇ  θήκῃ  τῶν  σεπτῶν Σου  λειψάνων,* ψυχῶν  τε  καί  σωμάτων*  λαμβάνουσιν  τήν  ῥῶσιν.
          Ναός  καί  τάφος*  τοῦ  ἐν Σίγιᾳ  Ἀντωνίου,* ἱατρεῖον  ἱερόν πρόκεινται  τοῖς  πᾶσι,*  κἄν  τῶν ἀσεβούντων*  ἐδέχθησαν  τήν  μῆνιν.
Δόξα.
          Ἁγίων, Πάτερ,* φανεῖς  εἰκονογράφος,* λαβών  τό  χάρισμα  αὐτό  παρά  Κυρίου,*  προστάτης τέχνης  ταύτης* πέλεις  καί  ἀντιλώπτωρ.
Καί  νῦν. Θεοτοκίον.
          μμάτων  σκότος,* ψυχῆς  ἀορασίαν,* φωταγώγησον  Σύ,* φωτός  ἀκτίστου  Μῆτερ,* τῶν  δεομένων*  τυχεῖν  τοῦ  Σοῦ  ἐλέους.

ᾨδή θ΄. Κυρίως  Θεοτόκον.
          Δεκάδες τά σά τέκνα,* βορείου Θηβαΐδος,* τόν σόν  δρόμον, Πάτερ, ἐβάδισαν*  καί  ἔλαβον  παρά  Θεοῦ*  μισθούς  ἀγώνων  καί  στέφη  οὐράνια.
          Εὐχαῖς  σου  τάς  σειράς  μου*  τῶν  πταισμάτων  λῦσον*  καί  τό  χειρόγραφον, μάκαρ, διάρρηξον*  τῆς  ἁμαρτίας, τοῦ  τήν  σήν*  ἁγίαν  μνήμην πᾶσι  κηρύττοντος.
Δόξα.
          Ἴδε  μου  τήν  πτωχείαν,* τοῦ  ταῦτα  στιχουργοῦντος*  καί  σαῖς  πρεσβείαις  πρός  Κύριον, Ὅσιε,*  πλούτισον  τήν  ἐμήν  ψυχήν,* τῶν  δωρεῶν  καί  χαρίτων  τοῦ  Πνεύματος.
Καί  νῦν. Θεοτοκίον.
          Σωτῆραν    τεκοῦσα,* Παρθένε  Θεοτόκε,* σύν  Ἀντωνίῳ  Κυρίῳ  πρεσβεύσατε,* ἵνα  δωρήσῃ  πᾶσιν  ὡς  Θεός,* ἁμαρτημάτων  τήν  λύσιν  καί  ἄφεσιν.

Μεγαλυνάρια.
          Ἄξιον  ἐστιν  ὡς  ἀληθῶς* μακαρίζειν  Σε  τήν  Θεοτόκον,* τήν  ἀειμακάριστον  καί  παναμώμητον*  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.*  Τήν  τιμιωτέραν τῶν  Χερουβείμ*  καί  ἐνδοξοτέραν*  ἀσυγκρίτως  τῶν  Σεραφείμ,* τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν,* τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.
          Χαῖροις    Ῥωσίας  γόνος  λαμπρός*  καί  Μονῆς  τοῦ  Σίγια* πολιοῦχος  καί  βοηθός*  πάντων Ὀρθοδόξων  τῶν  ἐπικαλουμένων*  τήν  σήν  θερμήν  πρεσβείαν*  καί  τήν  ἀντίληψιν.
          Ἀντώνιε  Πάτερ  ἡμῶν  σεπτέ,* τούς  σοί  προσφυγόντας*  σπεῦσον  τοῦ  σῶσαι  τῶν  πονηροῦ* προσβολῶν  ματαίων  καί  τείχισον  εὐχαῖς  σου* πάντας  τούς  Ὀρθοδόξους,* Ῥώσους  τε  Ἕλληνας.
          Θαυμάτων  ποικίλων  τόν  αὐτουργόν,* σημείων, τεράτων*  καί  ἰάσεων  θαυμαστῶν*  ποιητήν, τόν  θεῖον*  Ἀντώνιον  τιμῶμεν,* αὐτοῦ  τήν  θείαν  χάριν*  ἐπικαλούμενοι. 
          Τό  Μεγαλυνάριον  τοῦ  Ἁγίου  τοῦ  Ναοῦ    τοῦ  Ἁγίου  τῆς  ἡμέρας.  Καί  κλείομεν  μετά  τοῦ·
          Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί,* Πρόδρομε  Κυρίου,* Ἀποστόλων    δωδεκάς,* οἱ  Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου,* ποιήσατε  πρεσβείαν*  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
          Ἐλέησον  ἡμᾶς, Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα
          Κύριε  ἐλέησον  ἡμᾶς,* ἐπί  Σοί  γάρ  πεποίθαμεν.* Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα,* μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν,* ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος*  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν.* Σύ  γάρ  εἶ  Θεός  ἡμῶν*  καί  ἡμεῖς  λαός  Σου,* πάντες  ἔργα  χειρῶν  Σου*  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
          Τῆς  εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε,* ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν,* ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων,* Σύ  γάρ    σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
          Δεῦτε  τόν  τοῦ Σίγια  τόν σεπτόν*  καί  θαυματουργόν  ποιμενάρχην* πάντες  τιμήσωμεν,* τόν  ἔνδοξον  Ἀντώνιον, σύν  Παχωμίῳ ὁμοῦ,* θεῖοις Πατράσι  καί  εἴπωμεν*  αὐτοῖς  μελωδοῦντες·* χαίρετε  τρισόλβια*  δοχεῖα  Πνεύματος·* Πατέρες, οἱ Ῥωσίας  φωστῆρες* καί  ἡμῶν  προστάται  ἐν  ἀνάγκαις,* πάντων τε  Ὀρθοδόξων  οἱ  ἀμύντορες.
Δέσποινα πρόσδεξαι* τάς δεήσεις τῶν δούλων Σου* καί λύτρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως.
          Τήν  πᾶσαν  ἐλπίδα  μου* εἰς  Σέ  ἀνατίθημι,* Μῆτερ  τοῦ  Θεοῦ,* φύλαξόν  με  ὑπό  τήν  σκέπην  Σου.

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου