Κυριακή, 13 Αυγούστου 2017

Ἀκολουθία Ἁγίου ΣΠΥΡΙΔΩΝΟΣ ἐπ. Τριμυθοῦντος κατά Ἀγαρηνῶν

Ψαλλομένη  τῇ  11η Αὐγούστου
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ· εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια τῆς ἑορτῆς γ΄ καὶ τοῦ Ἀγίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀγαθῶν τὸ ἀκρότατον, σὺ Σπυρίδων ἐπέγνωκας, ὁ καὶ κέντρον εἴληφας ἀξιάγαστε, ἀρθεὶς πυρὶ τῷ τοῦ Πνεύματος, ἐξ Οὗ καὶ τῆς χάριτος, ἠξιώθης ὑπὲρ νοῦν· ἀλλ’ ἐν γῇ τὸ ἀείζωον, σῶμα ἔδωκας, ἐν τῇ πόλει Κερκύρας ὅ διώκει, ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν παντοίων συστήματα.
Κερκυραίων τὸ καύχημα, σὲ Σπυρίδων γινώσκομεν, ἀσθενῶν παράκλησιν πνευματέμφορε, καὶ τῶν θαυμάτων πολύῤῥοον, πηγὴν χαριτόβρυτον, νοσημάτων ἰατρόν, τῶν ψυχῶν ἐπανόρθωσιν, καὶ στερέωμα· ἀσεβῶν καὶ βαρβάρων καταλύτην, τῶν τὴν πόλιν σου φρονούντων, πολιορκεῖν ἀξιάγαστε.
Νοερῶς ἀπεδίωξας, στόλον πάμπολλον Ἅγιε, Ἰσμαὴλ σὺν ἅπασι τοῖς στρατεύμασι, καὶ τοὺς δοκοῦντας αἰχμάλωτον, τὴν πόλιν σου πάνσοφε, σὺν τῇ ποίμνῃ σου λαβεῖν· καὶ ἐθραύθησαν ἄθλιοι αἰσχυνόμενοι, σὺν τοῖς ἅρμασιν, ἵπποι ἀναβάταις, καὶ ἐῤῥύσω ἐκ πολέμου τοὺς σοῦς οἰκέτας πανόλβιε.
Δόξα. Ἦχος πλ. β΄.
Πῶς οὐκ ἔδει σὲ Ἱεράρχα ἀοίδιμε, σῶσαι ἡμᾶς ἐκ τῆς τῶν ἀλλοφύλων ἐπιδρομῆς, ῥυσάμενον ποτὲ ἐκ τῆς τοῦ λιμοῦ περιστάσεως; Σὺ ὁ τυφλὸν ὀμματώσας, τυφλοὺς τοὺς βαρβάρους ἐδίωξα· σὺ ὁ νεκρὰν ἐξεγείρας, θανόντας τοὺς Αἰθίοπας ἔδειξας· καὶ ὁ τὸν ὄφιν εἰς χρυσοῦν μετουσιώσας, τὴν ἡμῶν καρδίαν ταραττομένην εἰς χαρὰν μετέβαλες, Σπυρίδων Πατὴρ ἡμῶν· μὴ παύσῃ φυλάττειν πάσης ἀντικειμένης προσβολῆς τὴν πόλιν σου ἄτρωτον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Εἶπε Μωσῆς τῷ Ἰησοῦ· ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παρατάξαι τῷ Ἀμαλὴκ αὔριον· καὶ ἰδοὺ ἐγὼ ἔστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ καὶ ἡ ῥάβδος τοῦ Θεοῦ ἐν τῇ χειρί μου. Καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωὑσῆς καὶ ἐξελθῶν παρετάξατο τὸν Ἀμαλήκ. Καὶ Μωϋσῆς καὶ Ὤρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ. Καὶ ἐγένετο ὅταν ἐπῆρε Μωϋσῆς τὰς χείρας αὐτοῦ κατίσχυνεν Ἰσραήλ. Ὅταν δὲ καθῆκε τὰς χεῖρας, κατίσχυεν Ἀμαλήκ. Αἱ δὲ χεῖρες Μωϋσῆ βαρεῖαι. Καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ’ αὐτόν καὶ ἐκάθητο ἐπ’ αὐτοῦ καὶ Ἀαρῶν καὶ Ὤρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς. Καὶ ἐγένοντο αἱ χεῖρες Μωϋσέως ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου καὶ ἐτρέψατο Ἰησοῦς τὸν Ἀμαλήκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ μαχαίρας. Εἶπε δὲ Κύριος πρὸς Μωϋσῆν· κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ. Καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῦ, ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. Καὶ ᾠκοδόμησε Μωϋσῆς θυσιαστήριον τῷ Κυρίῳ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριός μου καταφυγή· ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Τάδε λέγει Κύριος· ἐξ Ἱερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Διὰ τοῦτο οὕτω λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων· οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπ’ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν ὑπ’ αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ. Τάδε λέγει Κύριος· ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι’ ἐμέ καὶ διὰ Δαβίδ τὸν παῖδά μου. Καὶ ἐξῆλθεν Ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσύρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἀναστάντες τῷ πρωΐ εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀπῆλθεν ἀποστραφείς καὶ ἀπέστρεψε Σαμαχειρεὶμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευΐ. Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ Θεοῦ αὐτοῦ, Ἀδραμέλεχ, καὶ Σαρασὰχ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἁρμενίαν καὶ ἐβασίλευσεν Ἀσορδὰμ ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ, πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος β΄.
Ταῖς ἀρεταῖς διαπρέψας Σπυρίδων πανένδοξε, ἐν βίῳ οὐρανίῳ ἐφρόνεις, τῶν φθαρτῶν καὶ γεηρῶν ἀμελήσας, ἀρχιερωσύνης τὸ στέφος ἀναλαβών, γενναιοτάτως ὑπὲρ τοῦ σοῦ ἐνήθλησας ποιμνίου, μὴ τῆς ψυχῆς σου φεισάμενος ὑπὲρ τῶν σῶν προβάτων ἀείμνηστε.
Ὁ αὐτός.
Ἀρχιερέων καλλονή, σῶμα σὸν ζωηφόρον Κέρκυρα ἐκτήσατο, καὶ αὕτη σοι χαίρει τὰς ἰάσεις λαμβάνουσα, καὶ τὰ παράδοξα τῶν θαυμάτων κηρύττουσα, ὡς ἀνδρικὸς γὰρ ἀντέστης τῷ ἐχθρῷ τῆς εὐσεβείας ἀήττητε.
Ὁ αὐτός.
Τὰς ἀρετὰς ἐποιήσω τρισόλβιε, βαθμοὺς πρὸς λήξιν οὐράνιον. Χριστὸς δὲ σὲ μάκαρ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ ἀνεβίβασε, Τριμυθοῦντος Ποιμένα ἀξίως δεικνύων σε. Νῦν δὲ τὸ σὸν ζωοπάροχον σκῆνος, θεοδώρητον δῶρον ἡ Κέρκυρα θαυμάζεται, καὶ τὸν ἐν τοῖς ὑπερφυέσι θαύμασι ἑκάστην ἀγάλλεται, ὕμνους σοὶ τῷ λυτρωτῇ ἡμῶν παννυχίους ἐκπέμπουσα.
Δόξα. Ἦχος δ΄.
Τίς σοι κατ’ ἀξίαν τοὺς αἴνους προσφέρει, Σπυρίδων θαυμάσιε; Ἤ τίς τῶν θαυμάτων σου σεμνῶς διηγήσεται; Ἔπρεψας ἐν τῷ βίῳ ἀγγελικῶς ἐκβιώσας. Ἄγρυπνος μετὰ πότμον τοὺς πιστοὺς περισκέπεις. Χαίρει Νίκαια, τροπαιοῦχον αἱρετικῶν σε δοξάζουσα. Χαίρει Κέρκυρα, ὀλετῆρα Ἱσμαηλιτῶν σε γνωρίζουσα. Τίς δὲ ἀόπλοις χερσὶν ἀπώσατο τοὺς βαρβάρους; Σπυρίδων ὁ τῆς νήσου φρουρός, καὶ τοῦ Χριστοῦ Ἱεράρχης γνήσιος. ᾯ πρεσβεύει δωρηθῆναι τῇ τῶν πιστῶν πολιτείᾳ εἰρήνην καὶ ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Εἰς τον Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἐν ταῖς τοῦ Πνεύματος θείαις, λελαμπρυσμένος αὐγαῖς, σαφῶς ἀνακηρύττεις, τῶν θαυμάτων τὰ ξένα, τὴν δύναμιν τοῦ Λόγου διατρανῶν, τοῖς ἐν ἔθνεσι σήμερον, τοὺς ἐν βυθῷ ἀσεβείας ἀποσωβῶν, περισκέπεις τὸ σὸν ποίμνιον.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Σὺ τοῖς τοῦ Πνεύματος ὅπλοις, ὑπερμαχήσας σοφέ, ἀπεδιώξω Ἄγαρ, τοὺς υἱοὺς τοὺς αὐθάδεις. Θεῖον δὲ στρατιώτην καὶ στερεόν, τῆς Κέρκυρας ἀδάμαντα, καὶ θεοκήρυκα ἅμα τῶν τοῦ Χριστοῦ, θαυμασίων σε δοξάζομεν.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Χαρίτων Πάτερ ἀῤῥήτων, γέγονας ἔμπλεως· σοῦ γὰρ τὸ θεῖον σκῆνος, ἐπιχέει χειμάῤῥους, μάκαρ παραδόξως τὰ τῶν ἐχθρῶν, καταπνίγων συστήματα· τῶν δὲ πιστῶν τὰς καρδίας φωταγωγεῖ, ταῖς ἐμπνεύσεσι τῆς χάριτος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν πνευματικὴν ὁπλισάμενος μάχαιραν, ὁ μέγας τῶν Κερκυραίων στρατηγός, τῶν τῆς Ἄγαρ παίδων τὸ κράτος διέλυσε, καὶ τὸν πιστὸν λαὸν ὡς Ποιμὴν ἀληθινὸς διεσώσατο. Διὸ καὶ νικητὴν ἀνέδειξε τροπαιοῦχον, εἰς πᾶσαν τὴν οἰκουμένην διαδραμῶν ὁ φθόγγος τοῦ θαύματος. Ὑπὸ δὲ πάντων δεχόμενος τὰ βραβεῖα, ἐν ὕμνοις καθ’ ἑκάστην γεραίρεται, πρεσβεύων ἀπαύστως ὑπὲρ τῆς ποίμνης, ὁ θαυμάσιος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς τῶν Ὀρθοδόξων ὑπέρμαχον, καὶ πάντων τῶν ἀπίστων ἀντίπαλον, παμμακάριστε Σπυρίδων ὑμνοῦμέν σε, καὶ δυσωποῦμέν σε, φυλάττειν τὴν πόλιν σου, πάσης ὁρμῆς βαρβάρων ἀμέτοχον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς φοίνιξ ἀληθῶς, σὺ ὑπάρχεις τρισμάκαρ, τῶν χρόνων τῶν πυρί, μὴ βλαφθεὶς θαυμασίως· ὡς κέρδος δὲ διήνθησας, ἐν Κερκύρα μακάριε, τοῖς σοῖς θαύμασι, ψυχὴν ἡμῶν περισκέπων· ὁ νεκρῶσαν μὲν, ἔμπνουν ζωῇ προσενέγκας, Σπυρίδων ἀείμνηστε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Δοχεῖον καθαρόν, τῆς τοῦ Πνεύματος αἴγλης, παμμάκαρ ἀληθῶς, ἀνεδείχθης καὶ πᾶσαν, τῶν ἐχθρῶν τὴν ὠμότητα, ὁρατῶν τε κατέθραυσας· ὅθεν ἅπαντας, τοὺς τῶν θαυμάτων τὴν μνήμην, ἐκτελοῦντάς σου, πάσης ἐχθρῶν ἐπηρείας, σῶζε πανθαύμαστε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Μετὰ τὸ Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἑορτάσωμεν φαιδρῶς, θεῖον Ποιμένα καὶ σεπτόν, ἄγει δὲ χαράν, τῶν Ὀρθοδόξων ὁ χορός, ἀπαλλαχθεὶς παραδόξως ἐκ τῶν κινδύνων· ἀγάλλεται λαμπρῶς, πόλις Κέρκυρα καὶ σκιρτᾶ, κομπάζουσα σεμνῶς, τοῦ Ἱεράρχου ταῖς λιταῖς, καὶ προσιόντες χαίρουσι, καμάτων καὶ νοσημάτων, καὶ συμφορῶν, λάρνακι θείᾳ, ἐκδυσωποῦντες, ἐκ τῶν θαυμάτων τὴν λύτρωσιν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περί πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον εἰς Ἱεράρχην (ζήτει τῇ 13η Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. α΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Θησαυρὸν ἀσύλητον ἔδωκας ἡμῖν, Σπυρίδων μακάριε, καὶ δῶρον ἔνθεον σῶμα σὸν ζωηφόρον. Θαύματα βρύει ἑκάστοτε, τοῖς πίστει τῷ Ναῷ σου προστρέχουσι, καὶ τὰς νόσους διῶκων ψυχῶν τε καὶ σωμάτων, τοῖς Ὀρθοδόξοις παρέχει παντοῖα δωρήματα. Χριστὸν τὸν Θεὸν ἱκέτευε Πατὴρ ἡμῶν, ἡμῖν τοῖς ἄμετρα πταίουσιν, ἱλασμὸν δοῦναι καὶ ἄφεσιν.
 
Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Σὲ τὴν ἡμῶν, ἀκαταμάχητον δύναμιν, καθικετεύω πάνσοφε, τὴν μολυνθεῖσάν μου πονηραῖς διανοίαις, ἀπόσμιξον καρδίαν, ὅπως ὑμνήσω σε.
Πάντες πιστοί, σὲ βοηθὸν ἀπροσμάχητον, καὶ προστάτην κεκτήμεθα, καὶ φρουρὸν ἄμαχον, καὶ πρέσβυν, Σπυρίδων θερμότατον· ὅθεν σὲ ἀξίως γεραίρομεν.
Θαῦμα τὸ σόν, ἡ Κέρκυρα τεθαύμασται, Ἰσμαηλίτην βλέπουσα, ὡς ψάμμον παράλιον, κακῶς δὲ ἀπολελυμένον, τῷ ξίφει τῆς πρεσβείας σου ἀξιάγαστε.
Θεοτοκίον.
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, Σοὶ χωρητὸν γενόμενον, δι’ ἀγαθότητα, ἀπεκύησας Κόρη, Ὅν αἴτησαι σωθῆναι, τοὺς ἐν πίστει καὶ πόθῳ ἀνυμνοῦντάς Σε.
 
ᾨδὴ γ΄. Ἐν πέτρα με.
Θηρὸς ὁ τὴν φύσιν μεταποιήσας, πενίας τὸν αἰτοῦντα θέλων λυτρῶσαι, θηρία τὰ τῆς Ἄγαρ νῦν ἀπεκρούσω· αἱχμαλωσίας δέ, καὶ πικροῦ θανάτου, τοὺς σὲ προσκαλουμένους διέσωσας.
Ἐν πόντῳ σὲ γινώσκομεν εὐεργέτην, τοῖς θαύμασι τοῖς σοῖς ἀφορῶντες· τὰ φύλα δ’ ἀπιστήσαντα τῶν βαρβάρων, καταισχυνόμενα ἔφυγον, ἡμεῖς δέ σε Πάτερ σωτῆρα κηρύττομεν.
Πηλὸν ἀποσφίγξας τῇ δεξιᾷ σου, τοῦ πλάσαντος τὸν ἄνθρωπον ἐπενόεις, τριμόρφου ἀγλαΐας τὸ ἐνιαῖον· Σύνοδος δὲ Θεὸν τὸν Υἱόν, καὶ οὐ κτίσμα τοῖς Ὀρθοδόξοις ἐκήρυξεν.
Θεοτοκίον.
Τὰ πάθη τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων, ἰάτρευσον Πανύμνητε καὶ βαδίζειν, τὰς τρίβους κατευόδωσον τὰς φερούσας, πρὸς τὴν ἀπόλαυσιν, καὶ τρυφὴν ἄῤῥευστον καὶ ἀνώλεθρον.
 
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Λύχνον ἄσβεστον ἡ Ἐκκλησία, λίθον τίμιον τῶν Κερκυραίων, πόλις παμμάκαρ Σπυρίδων ἐδέξατο· καὶ διαυγάσας ἡλίου λαμπρότερον, τὸ τῶν ἀπίστων ἀπήμβλυνας ὄμματα· ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
 
ᾨδὴ δ΄. Ἐλήλυθας.
Σκιρτήσατε, τῶν πιστῶν οἱ χοροί, καὶ βοήσατε, γῆ μὲν καὶ οὐρανοὶ εὐφραινέσθωσαν, σκῆνος δὲ τὸ ἅγιον, τοῦ Ἱεράρχου χαρίζεται, τοῖς προστρέχουσι πίστει, φωτισμὸν καὶ ἀντίληψιν.
Ὁ Ἀβραάμ, λειτουργὸς τῶν Ἀγγέλων λελόγισται, ἀλλὰ σὺ θαυμάσιε, τοὺς Ἀγγέλους λειτουργοὺς ἔσχες ἐν λιταῖς καὶ ὁμοσκήνους· διὸ καὶ τῶν Ἀγγέλων ὁμοδίαιτος γέγονας πάνσοφε.
Οὐκ εὐδοκεῖ, ἐν τῇ δυνάμει ἵππου καὶ ἄρχοντος, θαυμαστὸς δὲ ὁ Κύριος τῶν στρατευμάτων, ἐπὶ τοὺς φοβουμένους Αὐτοῦ τὸ ὄνομα· διὸ καὶ ἔσωσεν ἐν σοὶ τὴν ποίμνην σου Ἅγιε.
Θεοτοκίον.
Ἐλέησον, ἐλεήμονος Λόγου λοχεύτρια, τὸν ἀνελεήμονα καὶ τοῦ ἐλέους ἀνάξιον, Ἑαυτὸν ποιήσαντα, ὡς τὰς ἐντολὰς τοῦ Δεσπότου ἁπάσας ἀμελήσαντα.
 
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὁ Μωϋσῆς, ἀνορθούμενος χεῖρας ἐπὶ τῷ ὕψει, πανστρατὶ τοῦ Ἀμαλὴκ ἀνετρόπωσεν· αὐτὸς δὲ τῷ ἰδίῳ βραχίονι, πλῆθος Ἰσμαὴλ κατηδάφισας, καὶ τὸν σὸν λαὸν Σπυρίδων διέσωσας.
Ὁ Ἰσραήλ, τὴν Ἐρυθρὰν ἀβρόχως διέβηκε, ποταμοῦ δὲ νάματα σὺ ἀπεξήρανας, τῇ προσευχῇ σου, ὅρους ὑπερβαίνοντας φύσεως· ὅθεν διέδραμες ἀνίκμοις τοῖς ποσὶ πολυθαύμαστε.
Θαυματουργῶν, κατήγαγες ὄμβρους εἰς ξηρασίαν, τὴν στειρωθεῖσαν γῆν καρποφόρον ἀναδεικνύων· τὴν ψυχήν μου νῦν διψῶσαν ἀνάψυξον, τῇ δρόσῳ τῆς χάριτος, καὶ ἀειθαλῆ τῶν ἀρετῶν λειμῶνα ἀνάδειξον.
Θεοτοκίον.
Τῆς Σῆς ἐκτός, βοηθείας Παρθένε καὶ συνεργείας, μάταιος ὁ πόνος, κενὸς ὁ κόπος ὁ τῶν ἀνθρῶπων, ὁ ἱδρὼς καὶ ὁ μόχθος, καὶ ὁ σύμπας ἀγὼν ἀνίσχυρος· ὅθεν μοι ποθοῦντι σωθῆναι συνέργησον.
 
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ.
Ἐπὶ σὲ καταφεύγομεν πάνσοφε, τὴν ἀκαταμάχητον τῆς βοηθείας σου, ἐπικαλούμενοι δύναμιν, ἐξ ἐχθρῶν ἡμᾶς παντοίων, καὶ κινδύνων διάσωσον.
Ἐν τῷ ναῷ σου τὸ σκῆνός σου σέβοντες, τῶν θαυμάτων τῶν σῶν ἐμπιπλάμεθα, καὶ ἐπὶ σὲ καταφεύγοντες, τὰς ἰάσεις τῶν ψυχῶν καὶ σωμάτων λαμβάνομεν.
Τοὺς σοφοὺς ἐν Νικαίᾳ κατέπτηξας, καὶ Ἰσμαηλίτας ἐν Κερκύρᾳ κατέθραυσας, ἐν ξηρᾷ καὶ ὑγρᾷ συντριβόμενοι, καὶ τραυματίαι ἀθλίως γενόμενοι.
Θεοτοκίον.
Τὴν πολλήν μου γινώσκεις ἀσθένειαν, καὶ τὴν ῥᾳθυμίαν ἐπίστασαι Δέσποινα, ὡς οἶδας Αὐτὴ σῶσόν με, καὶ ὡς θέλεις γεέννης μὲ λύτρωσαι.
 
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ τῆς Κερκύρας λυτρωτῇ νῦν ὑπανοίγομεν, ὡς τροπαιούχῳ νικητῇ τὰ αἰσθητήρια, ἀνακράζοντες οἱ δοῦλοί σου θεοφόρε, σοὶ τῷ ἔχοντι ᾀεὶ τὸ εὐσυμπάθητον, ἐκ βαρβάρων, ὦ Σπυρίδων, περιφρούρησον, τοὺς κραυγάζοντας· χαίροις Πάτερ ἀήττητε.
Ὁ Οἶκος.
Ἄγγελον ἡ Κέρκυρα ὑπεδέξατο Πάτερ, σῶμα σὸν Ἱερἀρχα τὸ θεῖον, ἐν δὲ τῇ ὑποστάσει σαρκός, ἀθανάτου μένον σὲ θαυμαστῶς βλέπουσα, ἐξίσταται καὶ ἵσταται βοῶσα πρὸς σὲ τοιαῦτα·
Χαίροις, ἀδάμας τῆς Ἐκκλησίας·
χαῖροις,  τὸ σέλας τῆς ἀσεβείας.
Χαίροις, Κερκύρας θεοφρούρητον τεῖχος·
χαίροις,  πολεμουμένων κραταιότατον ξίφος.
Χαίροις, ἀνδρείας θεότερπνον ἄγαλμα·
χαίροις,  σωφροσύνης οὐρανόσδοτον ἔρεισμα.
Χαίροις, Ὀρθοδοξίας ἀδιάσειστος στύλος·
χαίροις,  Χριστοῦ γνησιώτατος φίλος.
Χαίροις, κανὼν πρακτικῆς ἐμπειρίας·
χαίροις,  λαμπτὴρ εὐσεβοῦς θεωρίας.
Χαίροις, τῶν θηρίων ὁρατῶν καθαιρέτης·
χαίροις,  τῶν θηρίων ἀοράτων ἀλέστης.
Χαίροις Πάτερ ἀήττητε.
 
Συναξάριον.
Τὴν ΙΑ΄ τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν Κερκύρα ὑπερφυοῦς κατὰ Ἀγαρηνῶν θαύματος, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σπυρίδωνος τοῦ Θαυματουργοῦ, ἐν ἔτει 1716.
Στίχοι·
Ἔῤῥηξε παῖδας στρατιᾶς ἀλλοφύλων,
Πόλιν τ’ ἔσωσε Κερκύρας ὁ προστάτης.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Εἰς σὲ τῆς ἐμῆς, ἀνατίθημι ψυχῆς ὀφθαλμοὺς Πάτερ, ἐνατενίσας προσδέχομαι τὴν κραταιάν σου βοήθειαν· πρόφθασον σοφὲ Ἱεράρχα, καὶ εὐόδωσον τρίβους μοι, διαβιβαζούσας πρὸς λήξιν οὐράνιον.
Νεκρὰν εἰς ζωήν, ὡς ἐξ ὕπνου ἐνεγκὼν μετ’ ἐξουσίας, καὶ ἰοβόλον μὴ πτοούμενος, ἐκ βίου φέρεις εἰς θάνατον, ὄφιν πάνσοφε παλαιμναῖον, διὸ ἐν τούτῳ ἐγνώσθη σου λαμπροτέρα χρυσίου ἡ διάθεσις.
Ἀθῶος χερσί, καθαρὸς δὲ σὺ σοφὲ τῇ διανοίᾳ, ἀνελήλυθας εἰς ὄρος Κυρίου, καὶ ἔστης ἐν τόπῳ ἁγίῳ, ταῖς ἀΰλοις ἱεραρχίαις, συναυλιζόμενος πάνσοφε, ἀθανάτῳ ἐντρυφῶν μακαριότητι.
Θεοτοκίον.
Ἐῤῥυσω ἡμᾶς, κατακρίσεως δεινῆς ἀμπλακημάτων, καὶ τὴν ἀρχαί-ν λύπην ἔλυσας, τῶν Πρωτοπλάστων Πανύμνητε, τὸν Δημιουργὸν τῶν ἁπάντων, ὑπὲρ φύσιν κυήσασα· διὸ ἀξίως οἱ πιστοὶ Σὲ μακαρίζομεν.
 
ᾨδὴ η΄. Κάμινος ποτέ.
Νόσου τῆς ἐμῆς, ἰάτρευσον ἀνοίας, φύσει δὲ κέκτησαι πάνσοφε, τὸ εὐσυμπάθητον, καὶ τὴν ζωήν μου πρὸς σωτηρίαν ὁδήγησον, ἵνα κράζω σωζόμενος· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φάσγανον φρικτόν, κατέχων ἐπεφάνης, τοῖς ἀλλοφύλοις ἀήττητος, στρατάρχης δυνάμεων, οὐρανίων παμμακάριστε, τοὺς δὲ πιστοὺς διέσωσας, ψάλλοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μύστης τοῦ Χριστοῦ, ὑπάρχων θεοφόρε, αἱρετικῶν μὲν ἐτράνωσας ἀφόβως τὸ ἄθεον, τῆς Τριάδος, τριαυγάζουσαν, ὀρθοδόξως ἐδίδαξας, ἐνότητα τοῖς κραυγάζουσιν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ὕψιστον Θεόν, σαρκὶ ἀποτεκοῦσα, ἀπὸ κοπρίας με ἀνύψωσον, παθῶν τῶν θλιβόντων με, καὶ δεινῶς ὅλον πτωχεύσαντα, ταῖς θείαις καταπλούτισον Πάναγνε ἀρεταῖς με, ὅπως ὑμνῶ Σε σωζόμενος.
 
ᾨδή θ΄. Ἀνάρχου Γεννήτορος.
Ἀξίως γεραίρει σε, ἡ σὴ ποίμνη ἀοίδιμε, λυτρωθεῖσα θανάτου, λιμοῦ πολέμου τε, καὶ τῶν δεινῶν περιστάσεων· ὅθεν ἀνακράζει σοι τῷ αὐτῆς φύλακι, αἴνους εὐχαριστηρίους, λαμπροφανῶς ἀναπέμπουσα.
Ἀμέμπτως ἐβίωσας, πρᾷος, χρηστός καὶ δίκαιος, ὀρφανῶν εὐεργέτης, λιμὴν τοῖς πλέουσι, τοῖς δεομένοις ἐπίκουρος, πολεμουμένων ἀντιλήπτωρ, Σπυρίδων πανθαύμαστε, καὶ θλιβομένων παράκλησις.
Ἀνάρχως γεννήσαντα, Υἱὸν ὁμοῦ συναΐδιον, ἐκπορευτὸν δὲ τὸ Πνεῦμα, ἡμῖν ἐγνώρισας, τοῖς ἐν σκότει διακειμένοις, ἀγνωσίας θεομακάριστε· διὸ ὡς πάνσοφον σὲ Σπυρίδων μακαρίζομεν.
Θεοτοκίον.
Χαρᾶς τὴν καρδίαν μου, Παρθενομῆτορ πλήρωσον, ἡ χαρὰν δεξαμένη ἐν τῇ νυδύϊ Σου· φώτισον Ἁγνή, τῆς ψυχῆς μου τὴν πώρωσιν, ζόφῳ κρατουμένης πολλῶν παραπτώσεων.
 
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐν ᾄσμασι γεραίροντες, εὐθύμως εὐφημοῦμέν σου, θαυμάτων Πάτερ σὴν μνήμην, Σπυρίδων νῦν Ἱεράρχα, πνευματικῶς γεγηθότες· τὸ χαῖρε οὖν βοῶμέν σοι, ἐκ τῶν βαρβάρων τρισμάκαρ.
Καὶ τῆς ἑορτῆς.
 
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Τριμυθοῦντος Ποιμήν, ὁ τῇ καρδίᾳ καθαρὸς καὶ θερμότατος, χερσὶ δὲ ἀθῳοτάτοις, ὅρος προφθάσας Θεοῦ, καὶ ἐν τόπῳ θείῳ μάκαρ ἔστησας, σαυτὸν ἀκηλίδωτον ἀρετῶν ἐκθησαύρισμα, ἱεραρχίας ὡραϊσμένον σεμνότητι, καὶ τῶν ἀῤῥήτον, ἀπολαῦσαι λαμπρότητα, παμμάκαρ ἠξίωσαι, Σπυρίδων σεβάσμιε, συνδιαιτᾷν Ἀσωμάτοις· ταῖς σαῖς εὐχαῖς μὲν οὖν Ἅγιε, Χριστὸν ἐκδυσώπει, τοῖς ὑμνοῦσί σε δοθῆναι χάριν καὶ ἔλεος. (Δίς).
Στύλος τῆς Ἐκκλησίας φανείς, τοὺς τὴν Τριάδα ἀσεβῶς ἀθετήσαντα, μισήσας τέλειον μῖσον, καὶ καταισχύνας αὐτούς, εὐσεβείας τρόποις ἀνεκήρυξας· καὶ ῥίψας τὸν Ἄρειον, τοῖς ἰδίοις θεσπίσμασι, καταπατήσας, ὡς κοπριὰν καὶ βόρβορον, καὶ ἐξέστησας τοῖς οἰκείοις σου θαύμασιν· ὅθεν καὶ ἐδογμάτισας, Τριάδα μὲν σέβεσθαι, καὶ τροπαιοῦχος ἐφάνης, τῷ σῷ Δεσπότῃ δὲ γνήσιος. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ θεῖον ἔλεος.
Χαίροις, ὁ τῆς Κερκύρας φωστήρ, προστάτης θεῖος, ἰατρὸς καὶ διδάσκαλος, ὁ λύκους ἐκ μέσου πέμψας, τῶν σῶν προβάτων σοφέ, ὡς φρουρὸς ποιμνίου ἀληθέστατος· τὴν μάνδραν τηρήσας σου, ἀνεπίβατον ἔθνεσι, τοῖς ἀλλοκότοις, κραταιῶς ἐνστησάμενος, κακοδοξοῦντας ἀποσεισάμενος· ὄμμα γὰρ τὸ ἀκοίμητον, καὶ λύχνος καιόμενος, ταύτης Σπυρίδων ὑπάρχεις, καταφυγὴ καὶ ἀντίληψις. Μὴ παύσῃ φυλάττειν, ἐξ ἐχθρῶν ἡμᾶς παντοίων τοῦς ἀνυμνοῦντάς σε.
Δόξα. Ἦχος β΄.
Θαυμάσατε ἔθνη ἑτερόδοξα, ὑμεῖς Ἰσμαηλίτης λαὸς τὸ παράδοξον, οὐ πυρὸς ἰσχύς, οὐ σιδήρου σκληρότης ὑμᾶς κατέπτηξεν, ἀλλὰ τοῦ ἡμετέρου Ἱεράρχου ἡ δύναμις. Θάμβος οὖν ἐχέτω ὑμῶν τὰς καρδίας, Ἡμεῖς δὲ χαρᾶς ἐνεπλήσθημεν καὶ εὐφροσύνης, εὐχαριστήρια ἀναμέλποντες τῷ ἡμετέρῳ Ποιμένι, τῷ λυτρώσαντι ἡμᾶς, καὶ ποιήσαντι ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάριον.
Τῶν θαυμάτων πέλαγος γεγονώς, πάσης τρικυμίας, ἐν θαλάσσῃ τε καὶ ἐν γῇ, μέγιστε Σπυρίδων, διάσωζε εὐχαῖς σου, τοὺς ἐπικαλουμένους, μέγα σὸν ὄνομα.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου