Πέμπτη, 3 Αυγούστου 2017

Ἀκολουθία Ὁσίων ΔΩΡΟΘΕΟΥ καί ΔΟΣΙΘΕΟΥ τῶν ἐν Γάζῃ

Ψαλλομένη τῇ 13η Αὐγούστου
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὑλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ· εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καί ψάλλομεν Στιχηρά τῆς Ἑορτῆς δ΄ καί τῶν Ἁγίων δ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τριάδος ἀκτῖνες τριλαμποῦς, σῇ ψυχῇ ἐλλάμψασαι, τό τριμερές κατεφώτισαν, αὐτῆς προάγουσαι, πράξεως εἰς ζῆλον, θεωρίας ὕψος τε, δι’ ἧς ὡς δι’ ἐσόπτρου τόν γνόντα σε, ἑώρας Κύριον· νῦν δέ πρόσωπον πρός πρόσωπον, καί γινώσκεις, ὥσπερ καί ἐπέγνωσαι.
Οὐράνιος πόθος σε ἀεί, ἐτίθη μετάρσιον, θεόφρον Πάτερ Δωρόθεε· τῶν σωζομένων γάρ, ἐν μοναῖς ταῖς ἄνω, γενέσθαι ἐπόθησας, ζωῆς τε αἰωνίου συμμέτοχος· διό διώδευσας, τεθλιμμένην καί στενήν ὁδόν, τήν εἰς ταύτην, ἄγουσαν ὡς γέγραπται.
Παμμάκαρ Δωρόθεε σαυτόν, χαίρων καθυπέβαλες, πολλοῖς ἀγῶσιν ἀσκήσεως, ἐν οἷς καθύπερθεν, ἐπαναδειχθέντα, ἑαυτῷ παρέστησε, Χριστός στεφανηφόρον σε ἔνδοξον, Ὅν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσι σε, τήν εἰρήνην καί τό μέγα ἔλεος.
Παμμάκαρ Δωρόθεε ναοῦ, τοῦ τῆς Θεομήτορος, ἔνδον ἰαστάμενος ἔβλεψας, γραφήν κολάσεως, τοῖς ἀποκειμένοις, τοῖς τά φαῦλα πράξασι, καί δή ἐκθαμβουμένῳ παρίσταται, ἀνακοινοῦσα σοι, τά ὁρώμενα ὡς Ἄνασσα, ἡ τεκοῦσα τόν πάντων δεσπόζοντα.
Δόξα. Ἦχος πλ. δ’.
Τῆς ἑνούσης τελειότητος τό ὕψος, ὁλοπόθως ἀναδραμεῖν ἐπό-θησας· ὅθεν δή τήν ὑπό τοῦ Κυρίου ὑποδειχθεῖσαν ἀρίστην ὁδόν, ἀνεπι-στρόφως διώδευσας τήν ταπείνωσιν, ἐν ἧ σύνδρομον ἀναλαβών ἀπλανῆ τήν ὑπακοήν, ἀπταίστως οὗ ἐπείγου ἀνελήλυθας, θεόφρον Δοσίθεε· γέγραπται γάρ, ὅτι πᾶς ὁ ταπεινῶν ἑαυτόν ὑψωθήσεται· ὡς οὖν τοῦ σοῦ ἤδη πόθου ἐντρυφῶν, ἐποττεύεις ὑψόθεν καί ἡμᾶς, κατευθύνων ἐν τρίβοις εὐθείαις, τῶν ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ἵνα πόθῳ τιμῶμεν ἀεί, τήν πάντιμον μνήμην σου.
Καί νῦν. Τῆς Ἑορτῆς.  
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σειράχ τό Ἀνάγνωσμα (Κεφ. β΄ 1 – 11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τήν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τήν καρδίαν σου καί καρτέρησον καί μή σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καί μή ἀποστῇς, ἵνα αὐξηθῆς ἐπ’ἐσχάτων σου. Πᾶν ὅ ἐάν ἐπαχθῇ, δέξαι καί ἐν ἀλλάγμασι ταπεινώσέως σου μακροθύμησον. Ὅτι ἐν πυρί δοκιμάζεται χρυσός καί ἄνθρωποι δεκτοί ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καί ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καί ἔλπισον ἐπ’ Αὐτόν· οἱ φοβούμενοι τόν Κύριον ἀναμείνατε το ἔλεος Αὐτοῦ καί μή ἐκκλίνετε, ἵνα μή πέσητε· οἱ φοβούμενοι τόν Κύριον πιστεύσατε Αὐτῷ καί οὐ μή πταίσῃ ὁ μισθός ὑμῶν· οἱ φοβούμενοι τόν Κύριον ἐλπίσατε εἰς ἀγαθά καί εἰς εὐφροσύνην αἰῶνος καί ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεάς καί ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καί κατησχύνθῃ; Ἤ τίς ἐνέμεινε τῷ φόβῳ Αὐτοῦ καί ἐγκατελείφθη; Ἤ τίς ἐπεκαλέσατο Αὐτόν καί ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμον καί ἐλεήμων ὁ Κύριος καί ἀφίησιν ἁμαρτίας καί σώζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σειράχ τό Ἀνάγνωσμα (Κεφ. ια΄ 10 - 20).
Τέκνον, μή περί πολλά ἔστωσαν αἱ πράξεις σου· ἐάν πληθυνῇς, οὐκ ἀθωωθήσῃ καί ἐάν διώκῃς, οὐ μή καταλάβῃς καί οὐ μή ἐκφύγῃς διαδράς. Ἔστι κοπιῶν καί πονῶν καί σπεύδων. Ἔστι νωθρός καί προ-σδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καί πτωχείᾳ περισσεύει· καί οἱ ὀφθαλμοί Κυρίου ἐπεβλεψαν αὐτῷ εἰς ἀγαθά καί ἀνώρθωσεν αὐτόν ἐκ ταπεινώσεως αὐτοῦ. Καί ἀνύψωσε κεφαλήν αὐτοῦ καί ἀπευθαύμασαν ἐπ’ αὐτῷ πολλοί. Ἀγαθά καί κακά, ζωή καί θάνατος, πτωχεία καί πλοῦτος, παρά Κυρίου ἐστί. Δόσις Κυρίου παραμένει εὐσεβέσι καί ἡ εὐδοκία Αὐτοῦ εἰς τόν αἰῶνα εὐοδωθήσεται. Ἔστι πλουτῶν ἀπό προσοχῆς καί σφιγγίας αὐτοῦ καί αὕτη ἡ μερίς τοῦ μισθοῦ αὐτοῦ. Ἐν τῷ εἰπεῖν αὐτόν, εὗρον ἀνάπαυσιν καί νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, οὐκ οἶδε τίς καιρός παρελεύσεται καί καταλείψει αὐτά ἑτέροις καί ἀποθανεῖται. Στῆθι ἐν διαθήκῃ σου καί ὁμίλει ἐν αὐτῇ καί ἐν τῷ ἔργῳ σου παλαιώθητι.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ΄ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
 
Εἰς τήν Λιτήν, Ἰδιόμελα.
Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ὁ πάλαι τῷ Μωσεῖ συλλαλήσας,…
τῶν Ἁγίων. Ἦχος ὁ αὐτός.
Τόν ἐν ὀλίγῳ τελειωθέντα, μακρούς δέ πληρώσαντα χρόνους, Δοσίθεον τόν πανεύφημον, σήμερον εὐφημήσωμεν. Οὗτος  γάρ κομιδῆ νέαν ἄγων τήν ἡλικίαν, Δωροθέῳ τῷ πάνυ προσελθῶν, ἀσκητικόν ὑπεισέρχεται στάδιον· ἐν ὧ νεανικῶς ἀγωνισάμενος, πάντας τούς σύν αὐτῷ θαυμαστῶς ὑπερήλασεν, ἐγκρατείᾳ συντόνῳ ἀλειφόμενος, καί τῇ ὑψοποιῷ ταπεινώσει ἐπερειδόμενος· νῦν δέ τῷ Ἀγωνοθέτῃ Χριστῷ στεφηφορῶν παριστάμενος, πρεσβεύει ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τοῖς ἀπ’ αἰῶνος Ὁσίοις συναρίθμιος ἐν οὐρανοῖς γέγονας Δοσίθεε, ὅτι τοῖς ἴχνεσιν αὐτῶν προθύμως ἀκολουθῶν, ὁσίως τόν βίον διήνυσας· τά γάρ τῇ νεότητι σύντροφα πάθη, οἷα ἐπιθυμίαι δυσκάθεκτοι, προτέτειαι καί ὑπερηφανίαι, ὀργαί θηριώδεις καί ὕβρεις,κημῷ τῆς ὑπακοῆς ἄγξας, προφητικῶς τήν ὁδόν σου κατώρθωσας, τούς λόγους τοῦ Κυρίου ἀεί φυλάττων· Ὅν νῦν καθικέτευε, τῶν ἐνοχλούντων καί ἡμᾶς παθῶν ἀνω-τέρους γενομένους, θεαρέστως βιοτεύσαι καί τῆς θείας δόξης σύν σοί ἀξιωθῆναι.
Ἦχος γ΄.
Μέγιστόν σοι ἐγκώμιον, ὅτι μηδενός ὧν ἄν σοι προσετάχθη ὠλιγώρεις, ἀλλ’ ἀόκνως καί φιλοπόνως ὑπέρ δύναμιν, πάντα κατορθοῦν αἰσίῳ γνώμῃ ἐσπούδαζες, παμμακάριστε Δοσίθεε, ὥσπερ εἰδώς ὅτι παρά Κυρίου λήψῃ τήν ἀνταπόδοσιν, ἥν περ καί εἴληφας καί τῆς γνώμης τό πρόθυμον ἐπωνυμίαν προσέλαβες· ὑποτακτικός γάρ ἐπονομάζῃ, ὡς τῇ ὑποταγῇ ἀεί ἐμμένων.
Δόξα. Ἦχος δ΄.
Δόσις ἀγαθή, παρά τοῦ Πατρός τῶν φώτων ἐν σοί Δοσίθεε, ἡ ἐπ’ ἔργοις ἀγαθοῖς ἐνέργεια. Θεός γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ἡμῖν καί τό θέλειν καί τό ἐνεργεῖν, ἀλλά καί πρό τῆς σῆς γνώμης, δόσις ἀγαθή ἡ συνέργεια· ὅτι τῷ ἐν σοί ἐνεργοῦντι Χριστῷ, συνήργεις εἰς σωτηρίαν αἰώνιον καί δικαίωσιν· καί οὕτως ἀμφοτέρωθεν, ἐκ τε τῆς ἐνεργούσης ἐν σοί θείας δυνάμεως, καί ἐκ τῆς συνενεργούσης σου θελήσεως, φερώνυμον ἔχεις τήν κλῆσιν, ἀξιάγαστε. Ἤδη δέ, καί τοῦ πλούτου τῆς δόξης τῆς κληρο-νομίας Αὐτοῦ, ἐν τοῖς Ἁγίοις ἐπαπολεύων, μέμνησο καί ἡμῶν πρός Κύριον.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. α’.
Νόμου καί Προφητῶν Σε, Χριστέ,…
 
Εἰς τόν Στίχον. Ἦχος πλ. α’. Χαῖροις ἀσκητικῶν.
Χαίροις, ὁ τῶν παθῶν ἀνδρικῶς, καταφερόμενος ἀεί ἐν νεότητι, καθάπερ ἡ θεολόγος, διακηρύττει φωνή, ἀπολαύων μάκαρ τῆς νεότητος· τοσοῦτο Δοσίθεε, τό παθεῖν σε μηδέποτε, τά νεωτέρων, ἐξασκεῖσαι δέ μάλιστα, παναοίδιμε, ἐν σφριγώσῃ νεότητι, φρόνησιν ὡς πρεσβύτερος, ἐξ ἧς τήν διάγνωσιν, τῶν ποιητέων σε ἔσχες, οὐ ποιητέων τε ἅμα δέ· διό κατευθύνων, ἐπορεύου ἐν ὁδοῖς σου, ἀειμακάριστε.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔργῳ τό τοῦ Ἰώβ ἐπί σοί, ἐπαληθεῦον καθορᾶται Δοσίθεε· μικρός γάρ τῇ ἡλικίᾳ, τῇ δέ σοφίᾳ πολύς, ἐκ τῶν ἔργων μάκαρ ἀναδείκνυσαι· τοῦ γάρ Παντοκράτορος, ἀληθῶς σέ ἐδίδαξε, πνοή οὐ χρόνος, ἐπιγνῶναι σωτήριον, κρῖμα Ὅσιε, ὑπέρ μέλι γλυκύτερον· ὅθεν τά μέχρι φάρυγγος, παρεῖδες ἡδύνοντα, ἐν ἐγκρατείᾳ βιώσας, ὑπομονῇ καί πραότητι· ὧν νῦν ἀπολαύεις, ἀντιδόσεις τε πλουσίως καί δόξαν ἄληκτον.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Χαίροις, ὁ ὡς Δαβίδ Γολιάθ, παραταχθείς ἀνδρειοφρόνως Δοσίθεε, ἐπάρσει τῇ οὐρανόθεν, ἐκτιναξάσῃ φρικτῶς, ἑωσφόρον πάλαι ἀστραπό-μορφον· ἥν δέ ἐξενίκησας καί εἰς γῆν καταβέβληκας, θωρακισάμενος, τῷ τῆς πίστεως θώρακι, τήν ταπείνωσιν, ἀρετῶν τήν περίληψιν, ἔχων καθάπερ κάδιον, ὡς λίθον ἐγκράτειαν, ὑπομονήν ὡς σφενδόνην, ὡς βακτηρίαν τόν ἄρρηκτον, Σταυρόν καί δή ἧρας, ὡς καλλίνικον τρόπαιον, τό ἐπιπείθεσθαι.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τά στίφη τῶν μοναστῶν συνελθόντας, ἐν τῇ πανσέπτῳ μνήμῃ τοῦ παμμάκαρος Δοσιθέου, πνευματικῶς εὐφρανθῶμεν καί χρεωστικῶς αὐτόν εὐφημήσωμεν· πᾶσαν γάρ γεηράν παριδών προσπάθειαν, καί τῶν οὐρανίων τῷ πόθῳ ἐξαφθείς, ἀσκητικοῖς ὑπέδυ ἀγῶσιν, ἀκμαίῳ ἐν σώματι, ὑπογραμμός ἡμῖν καί τύπος, τοῦ μονήρους βίου γενόμενος. Ἀλλά δή καί χαρμονικῶς αὐτῷ βοήσωμεν· χαίροις, τῶν ἐν νεότητι ὁ ποδηγός καί τῶν ἐν ἡλικίᾳ τό ὑπόδειγμα· χαίροις, ὁ τῶν παθῶν τῆς νεότητος τόν ἐσμόν, ὡς μελισσῶν διαλύσας πλάσματα, καρδίας καθαρότητι· χαίροις, ὁ τόν Θεόν ἤδη ἀμέσως καθορῶν· οἱ γάρ τῇ καρδίᾳ καθαροί, αὐτοί τόν Θεόν ὄψονται.
Καί νῦν. Τῆς Ἑορτῆς.  
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τῆς Ἑορτῆς.
Δόξα. Τοῦ  ἁγ. Δοσιθέου. Ἦχος γ΄. Θείας πίστεως.
Νέος γέγονας, Δαβίδ τόν χρόνον, τρόπον ἅμα τε, ὡς γάρ ἐκεῖνος, τόν Γολιάθ μικρός ἐταπείνωσεν· οὕτως ἀκμαίῳ αὐτός τε ἐν σώματι, ἐπαιρομένην ὀφρύν κατηδάφισας, τήν ταπείνωσιν, τήν ὑψοποιόν προθέμενος,  ἥ σε εἰς δόξαν ἤγειρε Δοσίθεε.
Καί νῦν. Πάλιν τῆς Ἑορτῆς.
 
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετά τήν α΄Στιχολόγιον, Κάθισμα τοῦ ἁγ. Δοσιθέου. Ἦχος α΄. Τόν τάφον Σου, Σωτήρ.
Παιδάριον μέν ἦν, Σαμουήλ ὅτε βλέπων, ἐκλήθη καί χορῷ, Προφητῶν κατελέχθη, περίβλεπτος Δοσίθεε, καί αὐτός ἀναδέδειξαι, ἄγαν νέον ὤν, ἐν γε πολλοῖς πρεσβυτέροις, ὅτι φρόνησιν, πρεσβυτικήν σύ μετῆλθες, ἐν πᾶσι οἷς ἔπραττες.
Δόξα. Τό αὐτό.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τήν τῶν βροτῶν ἐναλλαγήν, τήν μετά δόξης Σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καί φρικτῇ, τῆς Σῆς ἐλεύσεως δεικνύς, ἐπί τοῦ ὄρους Θαβώρ μετεμορφώθης. Ἠλίας καί Μωσῆς συνελάλουν Σοι, τούς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἱ κατιδόντες Δέσποτα τήν δόξαν Σου, τῇ ἀστραπῇ  Σου ἐξέστησαν. Ὁ τότε τούτοις, τό φῶς Σου λάμψας, φώτισον τάς ψυχάς ἡμῶν.
 
Εἰς τήν β΄ Στιχολογίαν, Κάθισμα τοῦ ἁγ. Δωροθέου. Ἦχος πλ. δ΄. Τήν Σοφίαν καί Λόγον.
Τήν σοφίαν τήν ὄντως καταμαθών, καί αὐτήν ἐπιμόνως ἐμμε-λετῶν, ἐγένου διδάσκαλος πρακτικός τοῖς μονάζουσι, τῆς σῆς καθάπερ βάσιν, ὑποθείς διαπράξεως, τό τοῦ Κυρίου σαφῶς ὑψωθήσεται, ὅς ἄν ταπεινώσῃ ἑαυτόν ἐν τῷ βίῳ· διό τεταπείνωσαι, ὑψηλός ὤν ἐκ πράξεως καί τούς πάντας σοφώτατα, ἐπαίδευσας μή ὑψηλοφρονεῖν, παρ’ὅ δεῖ φρονεῖν, μάκαρ Δωρόθεε, τοῖς ἔργοις ἀποδείξει, ἰσχυροτάτη χρώμενος.
Δόξα. Τό αὐτό.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐπί τό ὄρος τό Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιοῦ, καί Μωϋσέως τῶν σοφῶν, σύν Ἰακώβῳ καί Πέτρῳ καί Ἰωάννῃ· ὁ Πέτρος δέ συνών, ταῦτα Σοι ἔλεγε, καλόν ὧδε ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ καί μίαν Ἠλίᾳ, καί μίαν Σοί τῷ Δεσπότῃ Χριστῷ. Ὁ τότε τούτοις, τό φῶς Σου λάμψας, φώτισον τάς ψυχάς ἡμῶν.
 
Μετά τόν Πολυέλεον, Κάθισμα τοῦ Ἁγίου Δωροθέου. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Χρυσός δοκιμάζεται, πυρί σοφία φησί, δεκτός δέ ὁ ἄνθρωπος, παρά Θεῷ ἀληθῶς, καμίνῳ ταπεινώσεως· ταύτην οὖν ἐγχωνεύσας, ἐπαι-ρόμενον θράσος, δόκιμον ἀπειργάσω, σεαυτόν διά τοῦτο, δώμα δεκτόν τῷ Κυρίῳ, προσήγαγες Ὅσιε.
Δόξα. Τό αὐτό.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁ ἀνελθών σύν Μαθηταῖς ἐν τῷ ὄρει, καί ἐν τῇ δόξῃ τοῦ Πατρός ἀπαστράψας, σύν Μωϋσῆ Ἠλίας Σοι παρίστανται· Νόμος καί Προφῆται γάρ, ὡς Θεῷ λειτουργοῦσιν, ὧ εἰς τήν υἱότητα, τήν φυσικήν ὁ Γεννήτωρ, ὁμολογῶν ἐκάλεσεν Υἱόν, Ὅν ἀνυμνοῦμεν, σύν Σοί καί τῷ Πνεύματι.
Οἱ Ἀναβαθμοί· τό α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ἑορτῆς τοῦ ἁγ. Σάββα, τῇ 5η Δεκεμβρίου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῶν Σῶν Ὁσίων…  
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…  
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ὅσιε Πάτερ, σύ ἄγαν σοφῶς, τό κρεῖττον περί πλείστου ποιούμενος, τό χεῖρον εἰς οὐδέν ἐλογίσω, καί τῶν περί Θεοῦ βουλημάτων καί ἐνταλμάτων, οὐδέποτε ἀκηκοώς· μόνῳ δέ τῷ ἐμφύτῳ σοι νόμῳ παιδαγωγῷ, τό πρῶτον χρησάμενος, διετέλεις πράττων τά τοῦ Θεοῦ· ὧ νῦν παριστάμενος, πρέσβευε ὑπέρ ἡμῶν, τῶν ὑμνούντων σε.
 
Οἱ Κανόνες· τῆς Ἑορτῆς καί τῶν Ἁγίων δύο.
Κανών πρῶτος. ᾨδή α΄. Ἦχος δ΄. Θαλάσσης τό ἐρυθραῖον.
Ὁ θείας φωτοφανείας ἔμπλεως, ταύτης μετάδος μοι, τῷ τῆς σεπτῆς κοιμήσεως τῆς σῆς, προθεμένῳ τήν μνήμην ὑμνεῖν καί τῶν δεινῶν ἀπάλλαξον, τῶν καθ’ἑκάστην ἐνοχλούντων με.
Ἁπάσαις ὡς νουνεχῶς Δωρόθεε, ἀποταξάμενος, βιωτικαῖς μερίμναις, τῷ Χριστῷ συνετάξω μακάριε, καί τοῖς Αὐτοῦ ἐντάλμασιν, καθυπετάξω προθυμώτατα.
Νεάζων πρός τούς ἀγῶνας ἤλασας, τούς τῆς ἀσκήσεως, νεανικῶς ἀλλά γε ὡς Δαβίδ, Γολιάθ καταβέβληκας, τήν ἐπηρμένην ἄμετρα, ὀφρύν ἐχθροῦ καρτερώτατε.
Θεοτοκίον.
Μεγάλα καί θαυμαστά ἐποίησεν, ὡς προεφήτευσας, ἐν Σοί Ἁγνή Θεός ὁ δυνατός· πρό αἰώνων προέγνω γάρ, ἀλλά δή καί προώρισε, Σέ εἰς μητέρα τοῦ  Υἱοῦ Αὐτοῦ.
 
Κανών δεύτερος. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν παθημάτων τῆς ψυχῆς καί σώματος, ἀλληλουχία τόν νοῦν, πρός ἑαυτήν στρέφειν, κατεπείγει ὅλον μου· ὑγείαν οὖν δυσώπησον, πρός Θεοῦ μοι πεμφθῆναι, ἵν’ ἐμαυτοῦ νοῦν γενόμενος, αὖθις ἀναμέλψω σε, Ὅσιε.
Τῆς τοῦ Ὑψίστου δεξιᾶς ἀλλοίωσις, ἡ σή ἀλλοίωσις, καί γάρ αὐτή πάντως δύναμιν ἐποίησεν, ὡς καθελοῦσα ὕψωμα, ἐν σοί γήϊνον ἅπαν, αὐτή καί νῦν σέ ἀνύψωσεν, ὕψος εἰς οὐράνιον, ἔνδοξε.
Τίς μοί λοιπόν τά τῆς στρατείας σύμβολα; Τί θεραπεία θνητοῦ; Τί μοί ἐλπίς μάχης; Τί τά ταύτης τρόπαια; Μηδέν μετατρεπόμενα καί μόνην μηδεμίαν ἤ παγιότητα ἔχοντα, ἔκραζε σοφῶς ὁ Δοσίθεος.
Θεοτοκίον.
Πᾶσαι βροτεῖαι ἐν χαρᾷ κινήσθωσαν, γλῶσσαι καί ἔννοιαι, ἀνευφημεῖν πίστει, τό ἡμῶν καλλώπισμα, Μαρίαν τήν Θεόπαιδα· Αὕτη καί γάρ παροῦσα, σαφῶς δοξάζει τούς μέλποντας, Ταύτης καί ὑμνοῦντας τά θαύματα.
 
ᾨδή γ΄. Κανών α΄. Εὐφραίνεται ἐπί Σοί.
Οἰδήματα τῆς σαρκός, ἐν ἐγκρατείᾳ σύ κατεστόρεσας  καί τήν ψυχήν Ὅσιε, ἐν ἡρεμίᾳ διετήρησας.
Ἱδρύνθης ἐπ’ ἀρραγοῦς, ὡς ἐπί πέτρας στερρᾶς Ἅγιε, Χριστοῦ τῆς ἀγαπήσεως, ἐξ ἧς ἐτέλεις ἀκατάπτωτος.
Δυνάμει τῇ πρός Θεοῦ, ὁλοσχερῶς κατά παθῶν ἴσχυσας· Σύ μου ἰσχύς Κύριε, νικητικῶς διό ἀνέκραζες.
Θεοτοκίον.
Ὤ θαύματος τοῦ ἐν Σοί, Παρθενομήτωρ! Γάρ σαφῶς γέγονας, ὅτι σαρκί τέτοκας, τόν τοῦ παντός Κτίστην καί Κύριον.
 
Κανών β΄. Οὐρανίας ἁψίδος.
Οὐρανίῳ σύ τοίνυν, Παμβασιλεῖ Ἅγιε, ἐναπογραψάμενος ἔδεις πρός τήν παράταξιν, περιζωσάμενος ἐν ἀληθείᾳ καί πίστει, κατά ὁπλομάχου τε καί κοσμοκράτορος.
Τίς ἄν εἴποι ἀξίως, τούς ἀνδρικούς ἄθλους σου; Σύ γάρ νεανίας ἐδείχθης, ὥσπερ τῷ σώματι, οὕτω τῷ πνεύματι, κατά παθῶν ἀριστεύσας, τῶν ἀλόγων κράτιστα ὄντως Δοσίθεε.
Τήν νηστείαν τῇ βρώσει, ἀντιτιθείς ἤσχυνας, τόν τῇ γεύσει πάλαι δολίως, ὑποσκελίσαντα, φεῦ τόν Προπάτορα, ἐγκρατυνόμενος Πάτερ, συνεχοῦς ἐγκρατείας ὑπό ἀσκήσεως.
Θεοτοκίον.
Παναμώμητε Κόρη, ὁ Δυνατός μόνην Σε, Ἑαυτῷ μητέρα πρό τῶν αἰώνων προώρισε, καί ἐξελέξατο, ἐξ ἁπασῶν γενεῶν Σε· βαβαί Σοῦ μεγαλείου, καί ὅσης χάριτος.
 
Κοντάκιον τοῦ ὁσ. Δοσιθέου. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀπό νεότητος σοφῶς τά ὑπέρ ἔννοιαν, ἐπιποθήσας αἰσθητῶν πάντων κατέπτυσας, διό γέγονας τῇ θείᾳ σου πολιτείᾳ, τῆς Τριάδος οἰκητήριον πανέντιμον, τῶν Πατέρων σεμνολόγημα εὐφρόσυνον· ὅθεν κράζω σοι· χαῖρε Πάτερ Δοσίθεε.
Ὁ Οἶκος.
Νεώτερος μέν ἧς τῷ χρόνῳ, ἀλλ’ οὐχ ὁ χρόνος φησίν ὁ λαλῶν, ἀλλά Πνεῦμα ἐστίν ἐν βροτοῖς· πνοή οὖν Παντοκράτορος ἦν ἡ διδάξασά σε, ἀποτάξασθαι μέν τῷ κόσμῳ, συντάξασθαι δέ τῷ Χριστῷ· ὅθεν κἀγώ σοι προθύμως ἀναφωνῶ τάδε.
Χαῖρε, ὁ ἀκμαῖος τῷ σώματι·
χαῖρε,  ὁ ἀκμαιότερος τῷ πνεύματι.
Χαῖρε, ὁ τόν κοσμικόν τάραχον ἀποφυγών·
χαῖρε,  ὁ εἰς πνευματικόν ὅρμον καταφυγών.
Χαῖρε, ὅτι ὑπό τῆς συγγενοῦς τῇ ἐλλάμψει φύσεως ἐφωτίσθης·
χαῖρε,  ὅτι δι’ αὐτῆς πρός τά ἐκείνης ἀσφαλέστατα ὡδηγήθης.
Χαῖρε, ὁ ὑψηλός μέν τόν βίον·
χαῖρε,  ὁ ταπεινός  δέ τόν τρόπον.
Χαῖρε, τῆς ὑπακοῆς τό ὑπόδειγμα·
χαῖρε,  τῆς νεότητος ἀγλάϊσμα.
Χαῖρε, ὁ ἐν ὀλίγῳ τελειωθείς·
χαῖρε,  ὁ ἐν συντόμῳ πληρωθείς.
Χαῖρε Πάτερ Δοσίθεε.
 
Κάθισμα τοῦ ἁγ. Δοσιθέου. Ἦχος α΄.  Τόν τάφον Σου, Σωτήρ.
Τῷ χρόνῳ μέν μικρός, τῇ συνέσει δέ μέγας, τῷ βίῳ ὑψηλός, ταπει-νός δέ ἐγένου, φρονήματι Δοσίθεε, ὡς καλόν ἡγησάμενος, ὑποτάττεσθαι, ἀκολουθεῖν τε τό χεῖρον, τῷ γε κρείττονι, δι’ ἐλπίδα βελτίστων, ἧς νῦν οὐ διήμαρτες.
Δόξα. Τό αὐτό.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐπί τό ὄρος τό Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιοῦ, καί Μωϋσέως τῶν σοφῶν, σύν Ἰακώβῳ  καί Πέτρῳ  καί Ἰωάννῃ· ὁ Πέτρος δέ συνών, ταῦτα Σοι ἔλεγε· καλόν ὧδε ἐστί, ποιῆσαι τρεῖς σκηνάς· μίαν Μωσεῖ καί μίαν Ἠλίᾳ, καί μίαν Σοί τῷ Δεσπότῃ Χριστῷ. Ὁ τότε τούτοις, τό φῶς Σου λάμψας, φώτισον τάς ψυχάς ἡμῶν.
 
ᾨδή δ΄. Κανών α΄. Ἐπαρθέντα Σε ἰδοῦσα.
Σταυρωθεῖσαν σοί τήν σάρκα ἐν ἡλικίᾳ, ἀκαμιοτάτῃ Πάτερ σύν ταῖς ἐπιθυμίαις καί  δή σύν τοῖς παθήμασιν, εἰκότως κραυγάζομεν· χαῖρε σωφροσύνης ὑπόδειγμα.
Διδαγμάτων σε ἐνθέων πεπληρωμένον, ὑπό ἀνδρός θειοτάτου ὄντως τοῦ Δωροθέου, καί ταῦτα φυλάξαντα ἀξίως μακαρίζομεν, πόθῳ τε παμμάκαρ γεραίρομεν.
Ὁμοτρόπως σε τοῦ θείου σου διδασκάλου, διαβιοῦντα ἔγνωμεν, Δοσίθεε ὄντως, ἔργοις τε ἐμπρέψαντα, ἐνθέοις πανένδοξε· ὅθεν εὐφημοῦμεν σε ἅπαντες.
Θεοτοκίον.
Συσχεθέντα με Παρθένε ἐν ἀνομίαις, καί ἀδυνάτως ἔχοντα τό ἀπαλλαγῆναι, Δέσποινα ἀπάλλαξον, ἵνα ἀσιγήτῳ φωνῇ μεγαλύνω Σε, ἀπηλπισμένων τήν ἀντίληψιν.
 
Κανών β΄. Εἰσακήκοα Κύριε.
Ὁ θυμός ἧ Βασίλειος, ἔφη ψυχῆς νεῦρον ἐστιν εἰς ἔνστασιν,  τῶν καλῶν ἐφ’ οἷς ἐκέχρησο, καί αὐτός αὐτῷ Πάτερ Δοσίθεε.
Δῶρο Θεοῦ τοῦ μάκαρος, ῥήμασιν ἐνθέοις μάκαρ πειθόμενος, διετέλεις αὔξων χάριτι, τοῦ Θεοῦ ἐν ἔργοις τοῖς τῆς πίστεως.
Ὥσπερ ξύλον παρ’ ὕδασι, τό πεφυτευμένον μάκαρ ἀπέδωκας, τούς καρπούς σου ἐν καιρῷ αὐτῶν, ἐν σαῖς πράξεσι κατευοδούμενος.
Θεοτοκίον.
Θεϊκῆς πάσης χάριτος, ἧς πεπληρωμένη Κόρη Πανάχραντε· διό χαῖρε Σοί ὁ Ἄγγελος, Κεχαριτωμένη ἐκραύγαζεν.
 
ᾨδή ε΄. Κανών α΄. Σύ Κύριέ μου φῶς.
Ἱκέτευε ἀεί, ἱκετεύω Δωρόθεε, τόν Κύριον ὅπως εὕρω, τῶν ἐπταισμένων τήν λύσιν, ἡμέρα τῆς ἐτάσεως.
Θαράπων τοῦ Θεοῦ, ἀντί κόσμου γεγέννησαι· προέκρινας γάρ εὐλόγως τήν  μισθαποδοσίαν, τήν θείαν καί αἰώνιον.
Ἐγίγνωσκες οὐδέν, τῶν Θεοῦ σύ Δωρόθεε· ὁ ἔμφυτος δέ σοι νόμος, ὁ ἔλλαμψας οἰκεῖος, πρός πάντα καθωδήγησε.
Θεοτοκίον.
Ἐσκόρπισα κακῶς, τόν πατρῶον ὦ Δέσποινα, ὅν ἔλαβον πρώην πλοῦτον, ἀπορία συζῶντα· οἰκτείρησον οὖν δέομαι.
 
Κανών β΄. Φώτισον ἡμᾶς.
Συνέλαβες ἐν ψυχῇ, Θεοῦ φόβον διά πίστεως, και δι’ αὐτοῦ πάλιν ἀγάπην Θεοῦ και ἐξ ἀμφοῖν, σωτηρίας πνεῦμα ἀπέτεικας.
Νοσοῦντας ἀδελφούς, ἐπεσκέπτου ὡς φιλάδελφος καί συμπαθής ὡς Δεσπότου μιμητής, τήν μακαρίαν ἀκούσῃ φωνήν, μακάριε.
Ἴασαι διό, τά παθήματα δεόμεθα, τά τῆς ψυχῆς καί σώματος, καί ἡμῶν τῶν τήν σεπτήν τιμώντων, καί σεβασμίαν μνήμην σου.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καί τήν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.
 
ᾨδή στ΄. Κανών α΄. Θύσω Σοι, μετά φωνῆς.
Τίμιος, ὡς ἀληθῶς ὁ θάνατος ἔναντι, ὁ σός Κυρίου παμμάκαρ· ἀρεστή γάρ Κυρίῳ ἡ ψυχή σου, ὡς ταῖς θείαις καλλοναῖς ἀπαστρά-πτουσα, Ὅσιε.
Οἰκήτωρ, ὡς  εὐθύς τήν καρδίαν γενόμενος, τῆς τῶν πραέων ἐγένου, μετά πάντων Ὁσίων καί κληρονόμος· γήν γάρ φησίν, εὐθεῖς κατασκηνώσουσιν ἄλυπον.
Ὑπέδυς, ὡς ὁ Δαβίδ ἐχθροῦ εἰς παράταξιν, προσαπορρίψας ὁμοίως, πανοπλίαν νίκην μεριζομένην, τόν Σταυρόν δέ, ὡς βακτηρίαν ἀναλαβόμενος.
Θεοτοκίον.
Τέτρωμαι, ὑπό βελῶν ἀλάστορος δαίμονος, τοῦ ἐκζητοῦντος ἀεί με, τῇ ψυχῇ καί σώματι ἀπολέσαι, Παναγία τῇ ἀμάχῳ ἰσχύϊ Σου σῶσον με.
 
Κανών β΄. Ἱλάσθητί μοι, Σωτήρ.
Πραότητι ἀληθῶς, τά ἔργα σου διεξήγαγες καί δι’ αὐτῆς σήν ψυχήν, παμμάκαρ ἐδόξασας· τήν γῆν τῶν πραέων οὖν, κατοικεῖς ὡς πράος, εἰς αἰῶνας ἀγαλλόμενος.
Καθάπερ Παῦλος φησίν, ἡμῖν διακελευόμενος, σύ ἐνεδύσω σαφῶς, πραότητα Ἅγιε, ταπεινοφροσύνην τε καί μακροθυμίαν, καί χρηστότητα Δοσίθεε.
Τό κατ’εἰκόνα Θεοῦ, ἡμῖν σαφῶς πᾶσιν ἔνεστιν, ὡς λογικοῖς ἀληθῶς, τό δέ καθ’ὁμοίωσιν, ἐγγίνεσθαι λέγεται, χρηστοῖς γενομένοις, ὅ σαφῶς σοί προσεγένετο.
Θεοτοκίον.
Πατρός ἀνάρχου Υἱόν, ἐν τῇ ἀχράντῳ νηδύϊ Σου, ἐκ Πνεύματος, ὦ Ἁγνή, Ἁγίου συνέλαβες, ἀκόπως δ’ ἐβάστασας καί ἀφθόρως ὄντως, ὑπέρ ἔννοιαν ἐγέννησας.
 
Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος Βαρύς. Αὐτόμελον.
 Ἐπί τοῦ ὄρους μετεμορφώθης, καί ὡς ἐχώρουν οἱ Μαθηταί Σου, τήν δόξαν Σου, Χριστέ ὁ Θεός ἐθεάσαντο· ἵνα ὅταν Σέ ἴδωσιν σταυρούμενον, τό  μέν πάθος νοήσουσιν ἑκούσιον, τῷ δέ κόσμῳ κηρύξωσιν, ὅτι Σύ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρός τό ἀπαύγασμα.
Ὁ Οἶκος.
Ἐγέρθητε οἱ νωθεῖς, μή πάντοτε χαμερπεῖς· οἱ συγκύπτοντες εἰς γῆν τήν ψυχήν μου λογισμοί, ἐπάρθητε καί ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως· προσδράμωμεν Πέτρῳ  καί τοῖς Ζεβεδαίου, καί ἅμα ἐκείνοις τό Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σύν αὐτοῖς τήν δόξαν τοῦ Θεοῦ ἡμῶν· φωνῆς δέ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καί ἐκήρυξαν τοῦ Πατρός τό ἀπαύγασμα.
 
Συναξάριον.
Τῇ 13η τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Δωροθέου καί Δοσιθέου, τοῦ ὑποτακτικοῦ αὐτοῦ, τῶν ἐν Γάζῃ τῆς Παλαιστίνης.
Στίχοι·
Δόσις Θεοῦ Δοσίθεος χρηστοῖς ἔργοις,
δόσις Θεῷ ἀντίδοτος ἐσθλῇ γνώμῃ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν .
 
ᾨδή ζ΄. Κανών α΄. Ἐν τῇ καμίνῳ.
Ὁ βασιλεύων, βασιλευόντων πάντων καί κραταιός, μόνος σε προσάγει Ὅσιε Ἑαυτῷ, στρατευόμενον καί κράζοντα· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης Σου, Κύριε.
Κολαστηρίους, ἀποκειμένους τόπους τοῖς μοχθηροῖς, πρώην ἐθεώρησας Πάτερ διά γραφῆς, ἐξεπλάγης καί δή ἔσπευσας, τοῖς σωζομένοις ἄληκτα, γενέσθαι μάκαρ ὁμόσκηνος.
Ἀπ’ ὀφθαλμῶν σου, ἐπετινάξω ὕπνον καί νυσταγμόν, Πάτερ σῶν βλεφάρων Δαβιτικῶς καί κροτάφων σου ἀνάπαυσιν, ἕως οὗ εὗρες τόπον τῷ Θεῷ, καρδίαν σήν ἄξιον.
Θεοτοκίον.
Γερηρακεῖαν, τῇ ἁμαρτίᾳ φύσιν τήν τῶν βροτῶν, οἴκτῳ ὁ Υἱός Σου, Πάναγνε, διά Σοῦ, ἀνενέωσε κραυγάζουσιν· εὐλογημένη Σύ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
 
Κανών β΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μωϋσῆς ὡς ἐκεῖνος, τόν Αἰγύπτιον κτείνας, ψάμμῳ ἐνέκρυψε, τόν τύφον καί σύ Πάτερ, τῇ μετριοφροσύνῃ, καταθάψας ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἐν τοῖς τῶν σῶν ἀγώνων, καταπόντισας ὄντως ἱδρῶσιν Ἅγιε, ὡς ἄλλους δή τριστάτας, τριμερές τῆς ψυχῆς σου, διό χαίρων ἀνέκραζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Τόν ἐκβεβακχευμένον, ἐν ἐπιθυμίαις συναπεκέντησας, τόν κόσμον σύν ἀπάτῃ, Φινεές ὥσπερ ἄλλος, ὡς ἐκθέσμοις ἐγκύπτοντα, τήν συρροήν τῶν παθῶν, Δοσίθεε κοπάσας.
Θεοτοκίον.
Ἀσωμάτων Ἀγγέλων, ὑπερτέρα πέφυκας τῇ καθαρότητι, τοῦ σώματος ψυχῆς τε, Δανιήλ ὡς προεῖπεν· ὡς γάρ φέγγος ἐξέλαμψας, ἀπό τῆς δόξης Θεοῦ, Πανάμωμε κυκλόθεν.
 
ᾨδή η΄. Κανών α΄. Χεῖρας ἐκπετάσας.
Ὥσπερ ὁ Προφήτης Δανιήλ, τούς ὁμογέροντας νεάζων ἔκρινεν, ἐξώλεις τ’ ἔδειξεν ἔμφρονα, ὡς ἀθῶαν ἀθωοῦσαν τε, ὑπακοήν ὡς συνετός, σύ ἐδικαίωσας κατακρίνας, τό παρακούειν μάκαρ καί ἐπαίρεσθαι.
Συνῆκε τό μέγα γυναικῶν, τῆς ἀγνωσίας ἐν τοῖς τέκνοις ζήτημα, Σολομών δωδεκαετής ὤν· ἀρετῆς καί σύ Δοσίθεε, ὥσπερ κυρίας ἐραστής σαφῶς γεγένησαι, τῇ αὐτῇ δέ, σεαυτόν ὡς παῖδα ζῶντα ἀπέδωκας.
Οἱ Παῖδες νηστείᾳ τῇ ψυχῇ, ἀλλά καί τῷ σώματι μᾶλλον λαμπρότεροι, ἀβροδιαίτων ἀνεδείχθησαν, ἐγκρατείᾳ λαμπρυνόμενοι· νεανισκεύων καί αὐτός τούτοις συνέψαλλες· εὐλογεῖτε πάντα τά ἔργα Κυρίου τόν Κύριον.
Θεοτοκίον.
Ἵνα τούς ἀνθρώπους κοινωνούς, ἐργάσῃ Δέσποτα Σῆς δόξης ἄνθρωπος, ἀτρέπτως γέγονας Εὔσπλαχνε καί Παρθένον τήν τεκοῦσαν Σε, μετά τόν τόκον ὥσπερ ἦν ὄντως ἐφύλαξας· εὐλογοῦμεν πάντες διό Χριστέ ὡς Φιλάνθρωπον.
 
Κανών β΄. Τον Βασιλέα.
Τήν παροικοῦσαν, εἰς τόν ἀγρόν ἐν ὁδοῖς τε, τοῦ ἐχθροῦ ἐξέκλινας ῥομφαῖᾳ, Πάτερ κατά μόνας, προφητικῶς καθήσας.
Τῇ ἡσυχίᾳ, σκιρτητικά ὡς θηρία, ἐμπαθεῖς κατεύνασας ὀρέξεις, καί κατηγωνίσω, δυνάμει τοῦ Λόγου.
Τήν ἡρεμίαν ὡς νουνεχής οὖν διώξας, τοῦ Θεοῦ ἐπέτυχες εὐκαίρως, Τοῦτον μεγαλύνων, εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Φωτιστικήν Σε, καί χρυσαυγῇ τό σκηνῶσαν, ἐν Σοί φῶς ἀπρόσιτον Παρθένε, ἔδειξε λαμπάδα, εἰς πάντας τούς αἰῶνας.
 
ᾨδή θ΄. Κανών α΄. Λίθος ἀχειρότμητος.
Δεῦτε προσκυνήσωμεν πάντες, ἐν ἐκκλησίαις εὐλογοῦντες, Κύριον ἡμῶν τόν διδόντα, πνεῦμα σοφίας καί ἐπιγνώσεως, δι’οὗ εἰδέναι ἔχομεν, τίς ἡ ἐλπίς τῆς Αὐτοῦ κλήσεως.
Ὡς παρεστηκός σύν Ἀγγέλοις, τῷ ἀπροσίτῳ ἤδη θρόνῳ, τοῖς ἐπιτε-λοῦσι τήν μνήμην, σοῦ τήν φωσφόρον καί παναοίδημον, τόν ἱλασμόν ἱκέτευε, δοθῆναι Πάτερ θεοδόξαστε.
Στέφος ἀνεπλέξω παμμάκαρ, μή παλαιούμενον τῷ χρόνῳ, θείας τε ἐπέτυχες δόξης, εἰς βασιλείαν ὄντως ἀσάλευτον, παραλαβεῖν ὡς Ὅσιος, μετά Ὁσίων κατηξίωσαι.
Θεοτοκίον.
Ὥραν ἐννοῶν Θεοτόκε, τήν τοῦ θανάτου ὅλως φρίττω, μή τάς φρικαλέας δαιμόνων, ἐζοφωμένας τε ὄψεις ἴδοιμι· διό ἀντιλήπτωρ Δέσποινα καί βοηθός μοι τότε φάνηθι.
Κανών β΄. Ἐξέστη ἐπί τούτῳ.
Εὐφράνθης ἡσυχάζων ἐπί τῆς γῆς, ὡς τό Πνεῦμα τό θεῖον προ-φαίνεται· νοῦς γάρ ὁ σός, ἤδη ἐπανεῖτε πρός ἑαυτόν, δι’ ἑαυτοῦ δι’ ἀνέβαινεν, ἔννοιαν ἀεί τήν τοῦ Θεοῦ· ἐλλάμπετο δέ κάλλος, τῷ θείῳ καί ἀρρήτῳ, τῶν αἰωνίων ἀντεχόμενος.
Εὐφραίνῃ νῦν παμμάκαρ ἐν οὐρανοῖς, εὐφροσύνην μηδέποτε λήγουσαν, ὅτι Θεοῦ δόξης ἀπολαύεις μετά πασῶν, Ἀγγελικῶν Δυνάμεων καί Ἁγίων Πάντων διηνεκῶς, πρεσβεύων ὑπέρ πάντων, τῶν σοί ὁμωνυμούντων, καί εὐφημούντων τήν σήν κοίμησιν.
Ἐξόξασε Θεός σε καί ἐπί γῆς, μεταξύ σε Πατέρων ἐκλάμποντα, ὡς φαϊνόν ἄστρον ἐπιδείξας τοῖς μετά σοῦ, οἵ καί χαρᾶς ἐπλήσθησαν, θάμβους τε πῶς χρόνῳ ὡς ἐν βραχεῖ, τοσαύτης θείας δόξης, ἠξίωσαι αἰτίαν, ὑπακοήν σου λογισάμενοι.
Θεοτοκίον.
Φιλάνθρωπε Θεάνθρωπε Ἰησοῦ, τῆς Ἁγνῆς κυησάσης Σε Δέσποτα, μετά πασῶν τῶν ἐπουρανίων Σου λειτουργῶν καί τῶν Ἁγίων Πάντων Σου, καθικετευούσης ὑπέρ ἡμῶν, ἐπάκουσον Οἰκτήρμον, ἀξίους τε μερίδος τῶν σωζομένων ἡμᾶς ποίησον.
 
Ἐξαποστειλάρια. Τῆς Ἑορτῆς. Αὐτόμελον.
Φῶς ἀναλλοίωτον Λόγε, φωτός Πατρός ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν Πατέρα, φῶς καί τό Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.
Τῶν Ἁγίων. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Ἐπέβλεψεν ὁ Κύριος, ἐπί σοί οὐρανόθεν, Δοσίθεε μακάριε, προϊδών σου τῆς γνώμης, τό πρᾶον καί ἡσύχιον, τό ταπεινόν καί ἄπλα-στον, καί χάριν σοι κατέπεμψεν, ἔργῳ ταῦτα δηλῶσαι, ἐν βραχεῖ ἀλλ’ ἀξίως πολλῆς μισθαποδοσίας.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Μισθός σοι τά οὐράνια, τά ὑπέρ λόγον Ὅσιε· ταῦτα γάρ πλοῦτος τε δόξης, ἐπί σε κληρονομία, υἱοθεσία ἅμα τε, φωτός ἀφράστου ἔλλαμψις· ἔπαθλα ταῦτα ἄλλα τε, μύρια πρόκαιται πᾶσι, τοῖς διαθλοῦσι νομίμως.
 
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρά Προσόμοια τῆς Ἑορτῆς γ΄ καί τῶν Ἁγίων γ΄.
Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ἄγε δή μοι ὁ θίασος, τῶν μοναστῶν ἐν ψαλμοῖς καί ᾠδαῖς εὐφημήσωμεν, τόν κλεινόν Δοσίθεον καί ἀσκήσει περίβλεπτον, τόν μηδέποτε Θεοῦ τά λόγια ἀκηκοότα, πόθῳ δέ πράττοντα καί ἀρνησάμενον, ἑαυτόν καί ἄραντα σταυρόν αὐτοῦ, καί ἀκολουθήσαντα, Χριστῷ τῷ σώζοντι.
Δόσις ἀγαθή δεδώρησαι, ἐπί τῆς ἐκ Πατρός, τοῦ τῶν φώτων ἀοίδημε· σύ γάρ ὤφθης χάριτι, τοῖς μονάζουσιν ἄμεμπτος, κανών καί τύπος τῆς ταπεινώσεως, ὑπακοῆς τε ἔμψυχον ἄγαλμα· ὅθεν τόν δόντα σε, Θεόν μεγαλύνοντες αἶνον Αὐτῷ, μέλπομεν γηθόμενοι, νῦν χαριστήριον.
 Δῶρον Θεῷ εὐπρόσδεκτον, ἐπενηνέχθης ζωῇ, ἁγνοτάτη Δωρόθεε, λαμπρυνθείς φαιδρότατα, ὡς χρυσός ἐν καμίνῳ πρίν· σύ γάρ ἀσκήσει, θερμῇ συντόνῳ τε, καί κακουχία ἐγκατεχώνευσας, ἅπαν τό κίβδηλον, πάθη συσκιάζοντα τήν τῆς ψυχῆς, ἀρχαίαν λαμπρότητα καί ἐπιφάνειαν.
Δόξα. Ἦχος α΄.
Τό καθαρτήριον πῦρ, τό ἀναλωτικόν τῆς ὕλης, ὅ ἦλθε Χριστός βαλεῖν ἐπί τῆς γῆς, τάχιστα ὡς ὁ βαλών βούλεται, ἐν καρδίᾳ σου ἀνήφθη, παμμακάριστε Δωρόθεε· θείους γάρ ὡς ἄνθρωπος λογισμούς, ἐπ’ αὐτῆς ἐκκαῦσαν, τόν νοῦν σου ἐθέρμανεν, εἰς θεωρίας ὕψωμα, πᾶσαν ἐν σοί γεηράν προσπάθειαν ἀποξηρᾶναν, τοιοῦτον τό θεῖον πῦρ, καυστικόν κακίας, ἀναστάσεως δύναμις καί ἀθανασίας ἐνέργεια· ὅ καί ἡμῖν ἐναφθείῃ, ταῖς πρός Θεόν πρεσβείαις σου, Πάτερ θεοπύρσευτε.
Καί νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄.
Παρέλαβεν ὁ Χριστός…
 
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
 
Μεγαλυνάρια.
Δρόσῳ τῇ τοῦ Πνεύματος ἀρδευθείς, ψυχῆς ταῖς ἀρούραις, τῆς ἐν ταύτῃ τῆς ἀρετῆς, σπέρμασιν ἐμφύτοις, ἀνέθαλλες καρπούς τε, ἀνέδωκας γενναίους, πάτερ Δωρόθεε.
Βίου μήκους ἄνωθεν καί ζωῆς, ἔτη δωρηθῆναι, ὁμωνύμῳ σοι σεβαστῷ, πρέσβευε ἀπαύστως καί κλήρου ἀκηράτου, σύν σοί ἐν οὐρανίοις, γεννέσθαι μέτοχον.
 
 
 
 
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου