Δευτέρα, 14 Αυγούστου 2017

Ἀκολουθία Ὁσίας ΑΝΝΗΣ τοῦ Κασίν, Ἀντ. Μάρκου

Ψαλλομένη  τῇ 12ῃ  Ἰουνίου, τῇ  2ᾳ  Ὀκτωβρίου  καί τῇ  21ῃ Ἰουλίου, ἐπί  τῇ  Ἀνακομιδῇ  τοῦ  Λειψάνου  αὐτῆς

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
          Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους καί  ψάλλομεν  Στιχηρά  Προσόμοια. Ἦχος δ΄. Ὡς  γενναῖον  ἐν  Μάρτυσιν.
          Ἄννης  θείας  τήν  ἔξοδον*  ἐκ  τοῦ  κόσμου  ὑμνήσωμεν,* ταύτης  τε  τήν  εἴσοδον  εἰς  Βασιλείαν  Θεοῦ,* πανηγυρίσωμεν ἄσμασι*  πιστοί  καί  βοήσωμεν,* Σύ  ὑπάρχεις  ἀληθῶς*  Ἡγεμόνων  ἀγλάϊσμα*  καί  τῶν  μοναστῶν*  στολισμός  καί  τιμή  καί  ὡραιότης,* Μῆτερ  Ἄννα, τῆς  Ρωσίας*  θεῖος  βλαστός  τε  καί  καύχημα.
          Ῥωσική  πᾶσα  χαίρεται*  γῆ  καί  θαυμάζει  κηρύττουσα,* Ἄννης  τῆς  θεόφρονος  τήν τελείωσιν,* ὁσιακῶς  γάρ  ἐβίωσεν,* Ἀγγέλων ὁμότροπος,* εἰ  καί  ἡγεμονικήν*  θέσιν  τὸ πάλαι ἐκέκτητο*  ἧν  ἀντήλλαξεν,* τῇ  πτωχείᾳ  καί  τῇ  ταπεινώσει,* μοναστῶν  τόν  θεῖον  βίον*  ἀσπασαμένη    πάνσεμνος.
          Ἡγεμονίας  τό  ἐφήμερον,* παρόντος  κόσμου  τό  ἀσταθές,* πᾶσαν  ἀνθρωπίνης  τε  ζωῆς  μικρότητα,* Ἄννα    θεία  νοήσασα,* τοῦ  κόσμου  ἐχώρησε*  καί  τῶν  τούτου  ἡδονῶν,* τῇ ἀσκήσει ἐνήθλησε* καί  ἐνοίκησε*  ἐν  κελλίῳ  πτωχῷ, ταπεινοτάτην*  μοναστῶν  ζωήν  τήν  θείαν*  ἀκολουθῆσαι  θελήσασα.
            τοῦ  Κασίν πόλις  χαίρεται,* ὅτι  κατέχει  τό  λείψανον,* Ἄννης  τῆς  θεόφρονος  ἐν θείᾳ λάρνακι,* πρός  ἥν   λαοὶ δὲ προστρέχουσι*  ἐν πίστει καὶ δάκρυσι,* ταῖς σεπταῖς αὐτῆς  λιταῖς*  πρός  τόν  Κτίστην  αἰτούμενοι,* ἵνα  τύχωσιν*  ἐπισκέψεως  θείας   καί  ἐλέους*  καί  ἀφέσεως, πρεσβείαις*  καί  ἱκεσίαις  τῆς  δούλης  Του.
          Χάριτι θείᾳ καί  σύζυγος* Πρίγκιπος  Μάρτυρος  πέφυνας,* Ἄννα, μεθ’ οὗ  σήμερον  τερπνῶς  ἀγάλεσαι,* περιχορεύουσα  Ἀβραάμ*  τοῖς  κόλποις  ἐν  οὐρανῷ,* διό  τιμῶμεν  Σε*  καί  προβάλλομεν  πρός  Κύριον  πρεσβείαν*  καί  θερμῶς  παρακαλοῦμεν,* ὑπέρ  ἡμῶν  Αὐτόν  ἱκέτευε.
          Ὅτε  κατ’ ὄναρ  ἐπέδειξας*  τῷ  Γεωργίῳ  τόν  τάφον  Σου,* ὅν  χρόνου    πάροδος  λήθῃ  ἐκάλυψεν,* ἐπιθυμήσασα, ἔνδοξε,* αὐτοῦ  τήν  ἐμφάνειαν,* τῶν  πιστῶν  τόν  σεβασμόν*  τῶν  Σῶν  θαυμάτων    τέλεσις*  προεκάλεσεν*  καί  τῆς  πόλεως  Κασίν  τήν  πολιοῦχον*  Σέ  ἀνέδειξεν, ὁσία*  Ἄννα, Ὀρθοδόξων  τό  σύστημα.
Δόξα. Ἦχος α΄.
          Ὅτε  βαρβαρικαί  ὀρδαί  Τατάρων,* γῆν  τήν  Ρωσικήν  πυρί  παρέδωσαν*  καί    Τβερίας  Μιχαήλ  Ἡγεμών    μακάριος,* μαρτυρίου  τόν  στέφανον  ἔλαβεν,* τότε  Ἄννα  τῆς  ἡγεμονικῆς  ἔλαχεν  ἀλουργίδος* καί λαόν  μέν  τοῦ  Θεοῦ  εὐσεβῶς  διηκόνησε,* ὑπέρμαχος  φανεῖσα  τῆς  Αὐτοῦ  Ἐκκλησίας,*  εἶτα  δέ, δόξαν  ἡγεμονικήν*  ἀνταλλάξασα  πτωχείᾳ,* ὁσιακῶς  τόν  βίον  ἐξεμέτρησεν*  καί  ἐν  Κασίν  τῶ  Κυρίῳ*  τῶ  πνεῦμα  παρέδωκεν.* Τοῦ  ἐν  αὐτῇ  χαρίσματος  τῶν  ἰαμάτων* ὑπό  Χριστοῦ  μαρτυρουμένου,* προσέρχονται  αἱ  τῶν  πιστῶν  σειραί,* τοῦ  ἀσπάσασθαι  εὐλαβῶς  αὐτῆς  τήν  θήκην*  καί  τυχεῖν  τοῦ  ποθουμένου  ἕκαστος.* Τῷ  Σωτήρι  οὗν  καί  ἡμεῖς  δεηθῶμεν,* ἵνα  Ἄννης  τῆς  δούλης  Του*  τάς  λιτάς  δεχόμενος,* σώσει  τόν  λαόν  Του,* ὡς  Πολυέλεος.
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
Τὴν παγκόσμιον δόξαν,* τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν* καὶ τὸν Δεσπότην τεκοῦσαν,* τὴν ἐπουράνιον πύλην* ὑμνήσωμεν, Μαρίαν τὴν Παρθένον,* τῶν Ἀσωμάτων τὸ ᾆσμα* καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα·* αὕτη γὰρ ἀνεδείχθη οὐρανός* καὶ ναὸς τῆς θεότητος·* αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα,* εἰρήνην ἀντεισῆξε,* καὶ τὸ βασίλειον ἠνέῳξε.* Ταύτην οὖν κατέχοντες* τῆς πίστεως τὴν ἄγκυραν,* ὑπέρμαχον ἔχομεν* τὸν ἐξ Αὐτῆς τεχθέντα Κύριον.* Θαρσείτω τοίνυν,* θαρσείτω λαὸς τοῦ Θεοῦ·* καὶ γάρ Αὐτὸς πολεμήσει τοὺς ἐχθρούς* ὡς Παντοδύναμος.

Εἴσοδος, Φῶς  ἱλαρόν, Προκείμενον  τῆς  ἡμέρας, Ἀναγνώσματα.
Προφητείας  Ἠσαΐου  τό  Ἀνάγνωσμα  (Κεφ. μγ΄ 9 – 14).
          Τάδε  λέγει  Κύριος. Πάντα  τά  ἔθνη  συνήχθησαν  ἅμα  καί συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τά  ἐξ  ἀρχῆς  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τούς  μάρτυρας  αὐτῶν καί  δικαιωθήτωσαν  καί  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός  καί    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καί  πιστεύσητέ  μοι  καί  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  Θεός  καί  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καί  ἔσωσα. Ὠνείδισα  καί  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καί  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καί  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καί  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.
Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καί  οὐ  μή  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καί  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καί    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καί  γάρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καί  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καί  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καί  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καί  ἐν  καιρῶ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καί  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καί  κρατήσουσι  λαῶν  καί  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τούς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ αὐτῶ συνήσουσιν  ἀλήθειαν  καί  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  αὐτῶ, ὅτι  χάρις  καί  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καί  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  αὐτοῦ.
Σοφίας  Σολομῶντος  τό  Ἀνάγνωσμα (Κεφ. α΄ 15 – στ΄ 3).
Δίκαιοι  εἰς  τόν  αἰῶνα  ζῶσι  καί  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καί    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τό  βασίλειον  τῆς  εὐπρεπείας  καί  τό  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῆ  δεξιᾶ  αὐτοῦ  σκεπάσει  αὐτούς  καί  τῶ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τόν  ζῆλον  αὐτοῦ  καί  ὁπλοποιήσει  τήν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καί  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  αὐτῶ    κόσμος  ἐπί  τούς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καί  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπί  σκοπόν  ἁλοῦνται  καί  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως, ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καί  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καί  ἐρημώσει πᾶσαν  τήν  γῆν  ἀνομία  καί    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καί  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καί  οἱ  γεγαυρωμένοι  ἐπί  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καί    δυναστεία  παρά  Ὑψίστου.

Εἰς  τήν  Λιτήν, Ἰδιόμελα.Ἦχος  α΄.
          Ἁγιοτόκου  πατρίδος,* τῆς  κατά  βορρᾶν  Θηβαΐδος,* τῆς  Ῥωσικῆς  γῆς  θεῖον  βλάστημα,* Ὁσία  Ἄννα,* τυγχάνεις  καί  καύχημα.* Ἐν  Τβερίᾳ  γάρ τόν  ἐκεῖσε*  ἡγεμονικόν  θρόνον  ἐκλέησας,* δι’ ἔργων  εὐποιΐας*  καί  τῇ  τοῦ  χαρακτῆρος  σεμνότητι.* Ὅθεν  χαῖρει  ἐπί Σοί*    τῶν  Ἁγίων  Ἡγεμόνων  χορός,* σύν  ἐκείνῳ  τῶν  Ὁσίων,* εἰς  ὧν  τήν  χορείαν  κατετάγης,* μοναχικόν  βίον  ἐνθέρμως  ἀσπασα-μένη*  καί  ὁσιακῶς  τό  ζεῖν  ἐκμετρήσασα.
Ἦχος β΄.
          Ἀγάλλου  ἐν  Κυρίῳ*  καί  τέρπου  Ῥωσία  ἅπασα,* Ἄννα  τήν  τοῦ  Κασίν*  ὡς  θησαυρόν  πλουτοῦσα.* Ἐν  σοί  γάρ  ἡγωνίσατο,* πρῶτον  μέν  ἐν  τῷ  κόσμῳ  ὡς  ἡμεμονίς,* εἶτα  δέ  ἐν  τῷ  τῆς  ἀσκήσεως  σταδίῳ,* ταπεινωτάτη  μονάστρια.* Διό  πλουσίαν  τήν  δωρεάν*  παρά  Χριστοῦ  ἔλαβεν,* τοῦ  ἰᾶσθαι  τούς  ἀσθενούντας*  καί  τούς  τῇ  θῆκῃ*  τοῦ  αὐτῆς  Λειψάνου  προστρέχοντας.* Τήν   λάρνακα  οὗν  αὐτῆς  κυκλοῦσα,* τῷ  Σωτῆρι  ἔνδακρυς  βόησον.* Δόξα  Σοι  Κύριε,* ὁ  πρεσβείαις  τῆς  Ὁσίας*  λυτρωσάμενος  τόν  λαόν  Σου,* τόν  ὑπ’ ἀθέων  τυραννούμενον.
Ἦχος  γ΄.
          Οὐράνιοι  Ἄγγελοι  σήμερον,* σύν  πᾶσι  τοῖς  Ἁγίοις,* μετά  τῆς  ἐπί  γῆς  Ἐκκλησίας  συνεφραίνονται,* τούς  Σούς  ἀσκητικούς  τιμῶντες  ἀγῶνας.* Ὅντως  πολύαθλόν  Σου  τό  σῶμα,* εἰ  καί  μαρτυρίου  στίγματα  οὐ  φέρει.* Διό  ἀφθαρσίᾳ  ἐβράβευσεν  αὐτό  Κύριος*  καί  θαυμάτων  πηγήν*  τοῦτο  ἀνέδειξεν,* πᾶσαν  δαιμονικήν*  ἀπελαύνουσα  ἐνέργειαν.* Ἀξιοχρέως  οὗν  βοῶμεν  σοι·* μέμνησω  Μῆτερ  Ἄννα,* τῶν  τιμῶντων  τήν  μνήμην  σου*  τήν  ἀξιοσέβαστον.
Δόξα. Ἦχος  πλ. α΄.
          Σήμερον  συγκαλεῖται  ἡμᾶς,* Ἄννης  τῆς  Ῥωσίδος*    τρισενιαύσιος  πανήγυρις.* Δεῦτε  οὗν  φιλέορτοι  πιστοί,* φαιδρῶς  ἑορτάσωμεν*  αὐτῆς  τήν  μνήμην  κράζοντες.* Χαῖροις  Μῆτερ,* Ὁσίων  καλλονή*  καί  Ἡγεμόνων  καύχημα,* Κασίν    πολιούχος,* Ῥωσίας  συμπάσης  τό  καταφύγιον.*  Χαῖροις  Ἄννης*  τῆς  Θεοπρομήτορος    ὁμώνυμος*  καί  συγκληρονόμος*  τῆς  Χριστοῦ Βασιλείας.* Αὐτόν  ἱκέτευε,* πάντας  λυτρωθῆναι  πειραστηρίων*  καί  σωθῆναι,* κατά  τό  μέγα  Αὐτοῦ  ἔλεος.
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
          Μετά  Ἀγγέλων  τά  οὐράνια,* μετά  ἀνθρώπων  τά  ἐπίγεια,* ἐν  φωνῇ  ἀγαλλιάσεως,* Θεοτόκε, βοῶμεν  Σοι.* Χαῖρε  πύλη  τῶν  οὐρανῶν  πλατυτέρα,* χαῖρε  μόνη  τῶν  γηγενῶν  σωτηρία.* Χαῖρε,  σεμνή  Κεχαριτωμένη,* ἡ  τεκοῦσα  Θεόν  σεσαρκωμένον.

Εἰς  τό  Στίχον. Ἦχος  πλ. δ΄. Ὦ  τοῦ  παραδόξου  θαύματος.
          Μῆτερ  Ὁσία  ἀπέρριψας,* διά  τήν  ὅντως  Ζωήν,* τήν  ζωήν τήν  πρόσκαιρον,*   καταφρονήσασα  ἅπαντα,* πλοῦτον  καί  δόξαν,* τρυφῆς  ἀπόλαυσιν,* θρόνον, πορφύραν,* κόσμου  τερπνότητα.* Διό  προσέδραμες* τῷ Κυρίῳ  φέρουσα  τόν  σόν  σταυρόν,* Τοῦτον  ἀγαπήσασα,* Ἄννα  ἀξιάγαστε.
          Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
            βιοτή  σου  εὐάρεστος,* διό  Χριστός    Θεός,* ἐν  τῷ  κόσμῳ  σέ  ἐδόξασε,* ὅτε  παρεχώρησεν*  παῦσαι    λήθη  τοῦ  τάφου  σου.* Ὅτε  παρῆλθε  δυάς  αἰώνων  γάρ,* τότε  εὑρέθη σόν  θεῖον  λείψανον.* Ὅ  καί  ἀναδέδεικται*  πηγή ἀνεξάντλητος παντοειδῶν* θαυμάτων  καί ἰάσεων* τῶν ὑπέρ  ἔννοιαν. 
          Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
          Ἄννα  Ὁσίων    ὅμιλος,* Ἱεραρχῶν    χορός,* ἡ  Μαρτύρων  ὁμήγυρις,* Πάντων  τῶν  Ἁγίων  τε*  χοροί  σέ  ἐδέξαντο·* ἐν  οὐρανοῖς  γάρ  Χριστός  σέ  ἐδόξασεν*  καί  ἐπί  πάσης  γῆς  ἐθαυμάστωσεν.* Ὅντως  ἱερώτατον*  καί  ἐπαίνου  ἄξιον  τό  γεγονός,* ὅ  τιμῶμεν  σήμερον,* ἡμέραν γεννέθλιον.
Δόξα. Ἦχος  πλ. β΄.
          Ἐπέφανεν  σήμερον  ἔαρ  σωτήριον*  καί  ἑορτή  χαρμόσυνος,* Ἄννης    μνήμη,* τῆς  ἀπό  Πριγκίπων  Ὁσίας  τοῦ  Θεοῦ.* Αὗτη  γάρ  καλῶς  ἀγωνισαμένη,* ὁσιακῶς  τόν  βίον  ἐξεμέτρησεν*  καί  νῦν  ὡς  ἥλιος  τηλαυγῆς,* τάς  τῶν  θαυμάτων  ἀκτίνας  ἐκπέμπει,* πᾶσαν  πειρασμικήν*  διαλύουσα  σκοτόμαιναν.* Αὐτῇ  πιστοί  βοήσωμεν·* μή  διαλείπης,  Μῆτερ,*  ὑπέρ  ἡμῶν  πρεσβεύειν  πρός  Κύριον,* ἐν  εἰρήνῃ  ἡμᾶς  ἐκτελέσαι  τόν  βίον*  καί  Παραδείσου  τυχεῖν  τῆς  ἀνέσεως. 
Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή,* ἡ βλαστήσασα* τὸν καρπὸν τῆς ζωῆς·* Σὲ ἱκετεύομεν,* πρέσβευε, Δέσποινα,* μετὰ τῆς Ὁσίας, καὶ πάντων τῶν Ἁγίων,* ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν  ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος  πλ. α΄. Τόν  συνάναρχον  Λόγον.
          Κοσμικῆς βασιλείας τήν ματαιότητα,* Οὐρανῶν  Βασιλείας  τήν  ὡραιότητα,* κατανοήσασα, σεμνή*  Ἄννα, ἀντήλλαξας*  πᾶσαν  τιμήν  πριγκιπικήν * τῇ  πτωχείᾳ  μοναστῶν.* Διό  ἐν  ὕμνοις  εὐήχοις,* ὡς  κεκτημένην  παῤῥησίαν,* οἱ  πιστοί  σέ  μακαρίζομεν.
Δόξα. Καί  νῦν. Θεοτοκίον. Ὁ  αὐτός.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΕΙΣ  ΤΟΝ  ΟΡΘΡΟΝ
Μετά  τήν  α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ  ὑψωθείς ἐν τῷ Σταυρῷ.
          Ὡς  τῶν  θαυμάτων  λαβοῦσα  τήν  χάριν,* παρά  τοῦ  πάντων  χορηγοῦ  καί  δοτῆρος,* μεγάλα  καί  θαυμάσια  καθ’ ἑκάστην  τελεῖς,* πᾶσι  τοῖς  προστρέχουσι*  πίστει  τῷ  θείῳ  ναῶ  Σου*  καί  εὐλαβῶς  προσψάουσι*  τοῦ  σοῦ  λειψάνου  τήν  θήκην.* Διό  δικαίως  ἰατρός  θαυματουργός*  καλεῖσαι, Ἄννα, Κασίν  θεῖον  κόσμημα.
Δόξα. Τό  αὐτό.  Καί  νῦν. Θεοτοκίον.  
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε,* τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας,* τὰ Σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί Σου,* κράζοντες καὶ λέγοντες·* Παναγία Παρθένε,* πρόφθασον καὶ λύτρωσαι* ἐξ ἐχθρῶν ἀοράτων* καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς·* Σὺ γὰρ ὑπάρχεις* ἡμῶν ἡ ἀντίληψις.

Μετά  τήν  β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τόν  τάφον  Σου,  Σωτήρ.
            πάντων  Βασιλεύς,* ὁ  ἀφθαρσίᾳ  τιμήσας*  σόν  λείψανον,   σεμνή,* οὐρανόθεν  μηνύει*  τήν  σήν  ἁγιότητα,* διό  πάντες  συνέδραμον,* τοῦ  ἀσπάσασθαι*  χαίροντες  τοῦτο  καί  νόσων*  ἀπολύτρωσιν*  λαβεῖν, τυχεῖν  τε  ἐλέους,* διό  Ἄννα  τιμῶμεν  Σε.
Δόξα. Τό  αὐτό. Καί  νῦν. Θεοτοκίον.  
          Μαρία  τό  σεπτόν*  τοῦ  Δεσπότου  δοχεῖον,* ἀνάστησον  ἡμᾶς,* πεπτωκότας  εἰς  χάος,* δεινῆς  ἀπογνώσεως*  καί  πταισμάτων  καί  θλίψεων.* Σύ  γάρ  πέφυκας*  ἁμαρτωλῶν  σωτηρία* καί  βοήθεια* καί  κραταιά  προστασία*  καί  σώζεις  τούς  δούλους  Σου.

Μετά  τόν  Πολυέλεον, Κάθισμα. Ἦχος  πλ. δ΄. Τήν  Σοφίαν  καί  Λόγον.
          Τόν  Χριστόν  ἀγαπήσασα  παντελῶς,* ὑπακούουσα, Μῆτερ  Ἄννα  Κασίν,* ταῖς  Τούτου  ἐντεύξεσι,* βίον  ἅγιον  ἤνυσας,* τῶν  Ἁγίων  ταῖς  ἴχνεσι  καλῶς  ἐφεπόμενη,* Ἀβραάμ  ἠξιώθης  εἰσελθεῖν  ἐν  τοῖς  κόλποις.* Ὅθεν  καί  θαυμάτων*  δοξασθεῖσα  τῷ δώρῳ,* πηγάζεις  ἰάματα*  καί  ἰᾶσαι  τούς  πάσχοντας*, τῷ  ναῷ  σου  προστρέχοντας.* Πρέσβευε  οὗν  Χριστῷ  τῷ  Θεῷ,* τῶν  πταισμάτων  ἄφεσιν  δωρή-σασθαι,* τοῖς  ἑορτάζουσι  πόθῳ*  τήν  ἁγίαν  μνήμην  Σου.
Δόξα. Τό  αὐτό. Καί  νῦν. Θεοτοκίον.  
          Τήν  ψυχήν  μου, Παρθένε, τήν  ταπεινήν,* τήν  ἐν  ζάλῃ  τοῦ  βίου  τῶν  πειρασμῶν,* νῦν  ὡς  ἀκυβέρνητον*  ποντουμένην  τῶ  κλύδωνι,* ἁμαρτιῶν  τῷ  φόρτῳ  φανεῖσαν  ὑπέραντλον*  καί  εἰς  πυθμένα  Ἅδου ἐλθεῖν  κινδυνεύουσαν,* φθάσον, Θεοτόκε,* τῆ  θερμῆ  Σου  πρεσβείᾳ,* γαλήνην  παρέχουσα,* εἰς  λιμένα  Σου  ἔδραμον,* Θεοτόκε  βοήθει  μοι·* πρέσβευε  τῷ  Σῷ  Υἱῷ  καί  Θεῷ,* τῶν  πταισμάτων  ἄφεσιν  δοθῆναί  μοι·* Σέ  γάρ  ἔχω  ἐλπίδα* ὁ  ἀνάξιος  δοῦλος  Σου.

Οἱ Ἀναβαθμοί· τό α΄ Ἀντίφωνον τοῦ  δ΄ Ἤχου.
Προκείμενον. Ἦχος δ΄. Ψαλμὸς λθ΄. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. (λθ΄ 2).
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. (λθ΄ 3).
Εὐαγγέλιον τῶν δέκα Παρθένων. (Ζήτει τῷ Σαββάτῳ τῆς ιζ’ ἑβδο-μάδος τοῦ Ματθαίου).
  Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς  Ὁσίας…   
Καί  νῦν. Ταῖς  τῆς  Θεοτόκου …  
          Ἰδιόμελον. Ἦχος  πλ. β΄. Στ. Ἐλέησόν  με,    Θεός…  
          Λαμπρῶς  συγκαλεῖται  ἡμᾶς,* Ἄννης    τρισενιαύσιος μνήμη.* Θεαρέστως  γάρ  βιώσασα,* παρά  Κυρίου  πλουσίαν  τήν  τῶν  ἰάσεων  χάριν  ἔλαβεν*  καί προθύμως σπεύδει  εἰς  ἐπίσκεψιν,* τῶν  τῆς  χάριτος  αὐτῆς  δεομένων.* Νέα  Σιλωάμ  κολυμβήθρα*  τό  τέμενος  αὐτῆς  ἀναδέδεικται,* πακτωλός  δέ  ἱερός  αὐτῆς*  τό  σκήνωμα  κηρύσσεται.* Αὐτῇ  οὗν,* ὡς  παρρησίαν  πρός  Κύριον  κεκτημένην,* πιστοί  βοήσωμεν·* πρόφθασον, Μῆτερ,* ταῖς  πρεσβείαις  Σου  ἐλέησον.

Οἱ Κανόνες· τῆς Θεοτόκου καί τῆς Ὁσίας , οὗ    ἀκροστιχίς  μετά  τῶν  Θεοτοκίων· ΑΝΝῌ  ΥΠΕΡ  ΑΝΝΗΣ  ΥΜΝΟΣ  ΑΔΕΤΑΙ. ΑΝΤΩΝΙΟΥ.
ᾨδή  α΄. Ἦχος δ΄. Ἀνοίξω  τό  στόμα  μου.
          Ἀόρατε  Κύριε*  καί  Βασιλεῦ  πάσης  κτίσεως,* Θεέ  Πολυέλεε,* τῶν  ἀγαθῶν  χορηγέ,* ὁ δωρούμενος*  γνώσιν  ἡμῖν  τοῖς  ἀσόφοις,* τόν  νοῦν  μου  καταύγασον*  τῇ  εὐσπλαχνίᾳ  Σου.
          Ναός σου    ἅγιος,* ἡ  ἐν  αὐτῷ  θήκη    πάντιμος*  τοῦ  θείου  λειψάνου  σου,* τοῖς  πᾶσι  πρόκεινται,* εἰς  ἰατήριον,* διό νῦν   ἐκβοῶμεν,* Ἄννης  τήν  δέησιν,* ἐνωτίζω  Φιλάνθρωπε.
          Νίκην  ἔσχες νικήσασα,* τῇ δυνάμει τοῦ Πνεύματος,* τοῦ  κόσμου  τό  δέλεαρ*  καί  τό  τῆς  θέσεως,* ὅτε  κατέλειπες*  Πριγκίπων  θρόνον  καί  δόξαν,* Ἀγγέλων  ζηλώσασα*  τόν  βίον, Πάνσεμνε.
Θεοτοκίον.
          Ἠσαΐου    πρόῤῥησις,* ἐπί  Σύ  Ἀειπάρθενε,* θαυμασίως  πεπλήρωται,* ὅθεν  τιμῶμεν  πιστοί,* Σέ  τήν  κυήσασαν* Υἱόν  Πατρός  εὐδοκίᾳ,* ὅτε  Πνεῦμα  Ἅγιον*  ἐν  Σοί  ἐσκήνωσεν.

ᾨδή  γ΄. Τούς  Σούς  ὑμνολόγους.
          Ὑμνῆσαι  συνέρχονται  τά  πλήθη*  σήν  μνήμην καί τό ἱερόν* προσψαῦσαι Ἄννα λείψανον* τό ἄφθαρτον τηρούμενον,* καί  πάντες, Μῆτερ  χαίροντες*  πόθῳ  κυκλοῦσι  σήν  λάρνακα.
          Πραότης, εὐγένεια  καί  ἦθος*  ἐκόσμησαν  σήν  θείαν  βιοτήν,* τήν  ἐν  τῷ  κόσμῳ, πάνσεμνε*  Ἄννα Κασίν  ἀγλάϊσμα,* διό  ἄφθαρτον  διέμεινεν,* Μῆτερ  Ὁσία, σόν  λείψανον.
          Εὑρόντες  σέ, Μῆτερ, οἱ  ἐν  κόσμῳ,*  προστάτην   καί  στεῤῥάν  καταφυγήν,* τῷ  σῷ  ναῷ  προστρέχομεν,* τυχεῖν  σῆς  ἀντιλήψεως,* ἧν  καί  λαμβάνοντες  χαίρομεν.   
Θεοτοκίον.
          Ῥήτορες  κἄν  σοφοί  Σε, Κόρη,* ἐκήρυξαν  δεδοξασμένην  ἐν  τῇ  γῇ,* διό  τόν  ὕμνον  πρόσδεξαι,* τόν  ταπεινόν  καί  ἄσημον,* ταῖς  Σαῖς  πρεσβείαις  οἴκτηρον*  καί  Παραδείσου  ἀξίωσον.

Κάθισμα. Ἦχος  πλ. δ΄. Τήν  Σοφίαν  καί  Λόγον.
          Τούς  ἀγῶνας  καί  κόπους  τούς  σούς, πιστοί*  νοερῶς  θεωροῦντες, πλήν  εὐκρινῶς,* πάσης  κατανύξεως*  τάς  ψυχάς  ἐμπιμπλάμεθα*  καί  πρός  θεῖον  ὕμνον*  καί  δόξαν  καί  αἴνεσιν,*  τοῦ  Κυρίου  πάντων,* τοῦ  τῶν  ὅλων  δεσπόζοντος,* πόθῳ  ἐγκαρδίῳ*  ἑαυτούς  συγκινοῦμεν,* ᾠδαῖς  σέ  γεραίροντες,* ὡς  τῆς  Προμήτορος  σύσκηνον* καί  πιστῶς  ἐκβοῶμεν  σοι.* Πρόφθασον ἰλέωσαι  Κριτήν,* ταῖς  πρός  Αὐτόν  σαῖς  ἐνθέρμοις  δεήσεσιν,* Τοῦτον  ἐπίκαμψον  σῇ  πρεσβείᾳ  Ἄννα  Κασίν  καί  Ῥωσίας  ἀγλάϊσμα.
Δόξα. Καί  νῦν. Θεοτοκίον.   
          Χαριστήριον  αἶνον  χρεωστικῶς,* ὡς    χήρα  ἐκείνη  δύο  λεπτά,*  προσφέρω  Σοι, Δέσποινα,* ὑπέρ  πασῶν  τῶν  χαρίτων  Σου.* Σύ  γάρ  ὤφθης  σκέπη* ὁμοῦ  καί  ἀντίληψις,* πειρασμῶν  καί  θλίψεων*  ἀεί  με  ἐξαίρουσα.*  Ὅθεν  ὡς  ἐκ  μέσου*  φλογιζούσης  καμίνου,* ῥυσθείς  τῶν  θλιβόντων  με,* ἐκ  καρδίας  κραυγάζω  Σοι·* Θεοτόκε  βοήθει  μοι,* πρεσβεύουσα  τῷ Σῷ Υἱῷ  καί  Θεῷ,* τῶν  πταισμάτων  ἄφεσιν δοθῆναι  μοι·* Σέ  γάρ  ἔχω   ἐλπίδα*    ἀνάξιος  δοῦλος  Σου.

ᾨδή  δ΄. Ὁ  καθήμενος  ἐν  δόξῃ.
          Ἄννα,  θεία  σου    κλήσις*  ἐν  ἀμφοτέροις, τόν  θρόνον  γάρ,* Κύριος  σοί  ἔδωκεν,* ἵνα  λαόν  ποιμάνεις  καί  ποίμνιον* τό  ἐν  Τβερίᾳ  πιστῶς ἡγεμονεύουσσα,* εἶτα  τῇ  χορείᾳ  τε*  τῶν  μοναστῶν  σέ  ἐκάλεσεν.
          Νίκην  ἔσχες, μακαρία*  Ἄννα, τόν  κόσμον  νικήσασα,* ὅτε  μοναστῶν  τῇ  πτωχείᾳ,* σκευήν  Πριγκίπων  ἀντήλλαξας* καί  παλατίου  τερπνοῦ πολυτέλειαν,* τῆς μονῆς δέ πτωχείαν  προέκρινας.
          Νοητοῦ  θηρός  παγίδας,* κόσμου τήν  ματαιότητα,* λογισμούς ὑπερηφάνους,* τόν τέ τῆς σῆς θέσεως  κίνδυνον,*  ὀρθῶς  ἀπέφυγας Μῆτερ*  δι᾿ ἐν μονῇ ἐκγλεισμοῦ* ὅπου καί  ἠγώνισαι,* σμικρὸν κελλίον προκρίνασα.
Θεοτοκίον.
          Ἡμεῖς  μέν, ὦ  Θεοτόκε,* ἀνυμνοῦντες  οὐ  παύομεν,* Σύ  δέ σπεῦσον μεσιτεῦσαι*  τῷ  Σῷ Υἱῷ ὑπέρ  ἄρσεως,* τοῦ  βαρυτάτου  ζυγοῦ ὅς τὸν τράχηλον* τὸν ἡμῶν βαρύνει, Κόρη,* τῆς ἐμπαθοῦς προαιρέσεως.

ᾨδή ε΄. Ἐξέστη  τά  σύμπαντα.
          Σκέπην  θείαν  σε  κέκτηται,* Κασίν   πόλις  καί  ἅπασα,* γῆ ἡ Ῥωσική  ὑπερβορείᾳ·*  πέφυνας  τούτων στηριγμὸς τε καὶ φρουρός,* θαυμάτων  ποικίλων  πακτωλός,* τῶν  καταφευγόντων  νῦν*  σῷ  ναῷ  καί  τῇ  λάρνακι.
          Ὕμνος  θεῖος  σοί  ἄδεται,*  ὑπέρ  παρθένου  νεάνιδος,* ταύτης  τόν  γεννήτορα  γάρ, Ἄννα,* ἔσωσας  δίκης,* καὶ πειρασμῶν   χαλεπῶν,* προφθάσασα  καί  δείξασα, σεμνή,* αὐτοῦ  τήν  ἀθωότητα,* ὁμοῦ  καί  πίστιν  τήν  ἔνθερμον.
          Μάρτυρος  σύζυγος  πέφυνας,* ὅτε  Μαρτύρων  τόν  στέφανον,* Μιχαήλ  σός  ὁμόζυγος  ἀξίως*  ἔλαβεν, ὅς  καί  ἐπέπρωτο  σφαγεῖν,* Τατάρων  τῶν  βαρβάρων  τῆ  χειρί,* πατρίδος  ἀμυνόμενος*  ὁμοῦ  καί  Πίστεως, ἔνδοξε.
Θεοτοκίον.
          Ναός  καί  παλάτιον,* τοῦ  Βασιλέως  ὑπάρχουσα,* Κόρη  οὐρανῶν  ὑψηλοτέρα,* δέχου  τόν  ὕμνον,* σκέπε ἀεὶ  νοητῶς,* ἐμήν  ἀθλιωτάτην  βιοτήν,* ἵνα  μακαρίζω  Σε*  καί  κηρύττω  Σὸν  ἔλεος.

ᾨδή  στ΄. Τήν  θείαν  ταύτην. 
          Ὄρθρου  βαθέως  τόν  φύλακα,* ναοῦ τοῦ ὑμετέρου   ἀνέστησας*  καί  αὐτῷ  ὑπέδειξας,* ἔνθα  σόν  Λείψανον  ἔκειτο·* τοῦτο  δ’ εὑρόντες πίστει* λαοὶ  ἐχάρησαν.
          Σειρά  θαυμάτων  σου  ἔφερεν*  Ῥωσίας  Ἐκκλησίαν  καί  Ἄνακτα,* ἅπαν  τό  πλήρωμα,* ἐπ’ ἐκκλησίαις  κηρύξαι  σου*  τήν  ἁγιότητα,* Ἄννα Πάνσεμνε.
          Ἄνακτος  σέβας  ἐκύρωσεν,* λαοῦ  τήν  εὐσεβῆ  διαπίστωσιν*  σῆς  ἁγιότητος,* ἧν  διεκήρυξε  σύμπασα*    Ἐκκλησία Ἄννα* τιμῶσα  σε.
Θεοτοκίον.
          Δεινῶν  παντοίων  με  λύτρωσαι,* τοῦ  θείου  φωτισμοῦ  καταξίωσον,* δώρησαι  ἄφεσιν,* τῷ  ἐν  πολλοῖς  παροργίζοντα* τόν  Σόν  Υἱόν Παρθένε,* ἡμῶν δὲ Κύριον.

Κοντάκιον. Ἦχος  δ΄. Ἐπεφάνης  σήμερον.
          Σῶν χαρίτων  τήν  πληθύν*  ἀδυνατεῖ  ἐξυμνῆσαι,* ποιητοῦ    κάλαμος,* ἔρωτι  θείῳ  γάρ  Χριστοῦ,* Ἄννα, τρωθεῖσα  ἐβίωσας*  τήν  Βασιλείαν  ἐπί  γῆς,* διό  σέ  μακαρίζομεν.
  Οἶκος.
          Τόν  ὑπέρ  τῆς  ἡμῶν σωτηρίας  τυθέντα    Κύριον, Χριστόν  τόν  Θεόν, ποθοῦσα  Ἄννα    τοῦ  Κασίν, ἔσπευσε  θανεῖν  ὑπέρ  Αὐτοῦ  ἐν  τῶ  κόσμῳ, πόθον  μέγαν  τε  καί  θεῖον  ἐν  τῆ  καρδίᾳ  σχοῦσα, διό  καί  τόν  ἀσκητικὸν  τοῦ  ἡγεμονικοῦ  ἀντηλλάξατο  βίου. Ταύτην  οὗν  καί  ἡμεῖς,  ὡς  θερμήν  ἡμῶν προστάτιν  ἀνυμνήσωμεν,  αὐτῆ  βοῶντες· Μῆτερ  Ἄννα  σέ  μακαρίζομεν.

Συναξάριον τῆς  12ης  μηνός  Ἰουνίου:
          Τῇ  12η  τοῦ  αὐτοῦ  μηνός,    Κοίμησις  τῆς  Ὁσίας   Ἄννης  τοῦ  Κασίν (1368).
Στίχοι·
Καρπός  εὐκλεής  δένδρου  εὐγενοῦς  ἐδείχθη,
Ἄννα  Κασίν    θεία  πολιούχος.
Λαμπράν  Ἄννης  τελεῖ  πανήγυριν  δεκάτῃ 
δευτέρα  τε  σεπτή  Μονή  τῆς  Θεοτόκου.

Συναξάριον  τῆς  2ας  μηνός  Ὀκτωβρίου:
          Τῇ  2α  τοῦ  αὐτοῦ  μηνός,  μνήμη  τῆς  Ὁσίας  Ἄννης  τοῦ  Κασίν (1368).
Στίχοι·
Ὁμοῦ  μετά  λαμπρᾶς  δυάδος  τῶν  Μαρτύρων,
σεπτοῦ  Κυπριανοῦ  καί  θείας  Ἰουστίνης,
τιμῶμεν  τήν  σεμνήν  Ἄνναν  τήν  ἐκ  Ρωσίας.
Τῆ  δευτέρᾳ  εἰς  χαράν  ἡμᾶς  καλεῖ    μνήμη,
Ἄννης  τῆς  κλεινῆς, τῆς  ἀπό  Πριγκίπων.

Συναξάριον  τῆς  21ης  μηνός  Ἰουλίου:
          Τῆ  21η  τοῦ  αὐτοῦ  μηνός,    Ἀνακομιδή  τοῦ  ἀδιαφθόρου  λειψάνου  τῆς  Ὁσίας  Ἄννης  τοῦ  Κασίν (1611).
Στίχοι·
Χαίρομεν  πιστοί  οἱ  σύναξιν  ποιοῦντες,
Ἄννης  τῆς  θεοφόρου  Μητρός, τῆς  ἐκ  Ρωσίας.
Τῇ  εἰκοστί  καί  πρώτῃ  μνημόσυνον  ποιοῦμεν,
θαυμάτων  ἀπαρχῆς  καί  εὑρέσεως  Λειψάνου.
          Ταῖς αὐτῆς  ἁγίαις  πρεσβείαις,  Χριστέ    Θεός, ἐλέησον  καί  σῶσον  ἡμᾶς. Ἀμήν.

ᾨδή  ζ΄. Οὐκ  ἐλάτρευσαν.
          Εὗρεν  σύμμαχον,* Κασίν    πόλις, ἅγιον*  Ἄννης  κατέχουσα Λείψανον,* πρός    πάντες  μαζιδόν*  ἐν  πίστει  προστρέχουσι,* θερμῶς  αἰτούμενοι*  καί  τυγχάνοντες*  τοῦ  ποθουμένου  ἕκαστος,*  τήν  θείαν  Ἄνναν  μακαρίζουσι.
          Τήν  Ἀλήθειαν,* τήν  ὄντως  ὑπερέχουσαν,* πιστῶς  κατηκολούθησας,* διό  ζωήν  ἀληθῶς * ἐν  κόσμῳ  ἐβίωσας,*  Ἄννα  θεότιμε·*  διό  ὑμνοῦμεν  σε,* τῶν  Ὀρθοδόξων  τό  σύστημα*  καί  τήν  μνήμην  σου  τελοῦμεν.  
          Ἄννα, κήρυκες* οἱ πέλουσιν σά  θαύματα,* τῆς  σῆς  μακαριότητος,* ἧν  ἀπολαύεις  τά  νῦν,* ἐν  κόλποις  ὑπάρχουσα* Πατρός  Ἀβραάμ·* ὅθεν  δεήθητι,* τυχεῖν  ἡμᾶς  τούς  ὑμνοῦντας  σε*  οὐρανῶν  κληρονομίας.
Θεοτοκίον.
          Ἱερώτατον * Θεοῦ  κατοικητήριον,* τερπνόν  παλάτιον,* Σύ  ὑπάρχεις  Μαριάμ,* μή  παύῃς  δεόμεθα*  πρός  Σόν  Υἱόν  καί  Θεόν,* ἀναφέρεσθαι*  καί  ἱκετεύειν, Πανάχραντε·* σπεῦσον,  Κυρία,  ἀπολλύμεθα.  

ᾨδή η΄. Παῖδας  εὐαγεῖς. 
          Ἄννης  Θεομήτορος  τήν  δόξαν,* ἡ  ταύτης  ὁμώνυμος  Ἄννα  ἐζήλωσεν,*    ἐν  Κασίν  ἀσκήσασα*  καί ἐν  Τβέρ  ἡγεμονεύσασα*  καί  ταύτην  ὅλην  ἐξάπαντος βεβαίαν  ἔλαβεν·* ὅθεν  εὐσήμως γεραίρεται* καί ὑπό πάντων δοξάζεται.  
          Νέμει  κρουνηδόν    Ἄννα  χάριν,* πᾶσι  τοῖς  προστρέχουσι  αὐτῆς  τῷ  θείῳ  ναῶ,* τοῖς  τε  προσεγγίζουσι*  αὐτῆς  παντίμῳ  λάρνακι·* διό  Ῥωσίας  κηρύττεται  Ἁγίας  πρόμαχος,* ἡμῶν  δέ  πάντων  βοήθεια* καί  θερμοτάτη  ἀντίληψις.  
          Τόπος  προσκυνήματος  ἐδείχθη*    τάφος    πάντιμος  τῆς  θειοτάτης  Μητρός* Ἄννης  τῆς  θεόφρονος,* ὅτε  ἐν  ὁράματι* τοῦτον  ἀπεκάλυψε,* ἅμα  τε  ὑπέδειξε,* ὅπως  αὐτῷ προστρέχουσι* τοῦ Κασίν οἱ οἰκήτορες.
Θεοτοκίον.
            Σῆς  ὡραιότητος Παρθένε,* ἧ  πόθον  τόν  ἅγιον  ἡμῖν  διήγειρε,* ὑμνεῖν  Σε  τήν  Θεόπαιδα,* τήν  μόνην  Ἀειπάρθενον,* δι’ Ἧς  Χριστός  ἐπέφανεν*  ἡμῖν  καί  ἐσκήνωσεν,* διό  ψάλλομεν  ὑμνοῦντες*  τήν  ἀκήρατον  Αὐτοῦ  Μητέρα  δεόμενοι.

ᾨδή θ΄. Ἅπας  γηγενής.
          Νέαν  οἱ  πιστοί* πηγήν  τῶν  ἰάσεων, σημείων  τε  εὕρομεν,* Ἄννης  θεῖον  λείψανον,* πρός  ἧν  θερμῶς  προσπίπτοντες*  δάκρυσι  κρούομεν αὐτῆς  τήν  θύραν* καί  βοῶμεν,* Δεσπότην, Μῆτερ, ἱκέτευε*  ὑπέρ  τῶν  πόθῳ  τιμώντων  σε.  
          Ἰάσεων  πηγή* ἡ  ἐν  Κασίν  δροσίζουσα  παθῶν  τόν  καύσωνα,* Ἄννης  τό  θεῖον  λείψανον* ἐδείχθη  πᾶσιν, διό  βοήσωμεν*  τῷ  ταύτην  δοξάσαντα  Κυρίῳ  ἄδοντες·* δέχου  Σῶτερ,* ὡς ἐλεήμον εὐσυμπάθητος,* τῆς  μακαρίας  τήν  δέησιν.
          Ὄμασι  τυφλοῖς,* Ἄννα    πανσέβαστος  τοῦ  αὐτῆς  θεράποντος*  φῶς ἐδωρήσατο,* σημεῖον  πρῶτον  δείξασα χαρίσματος,* ὅ  αὐτῇ  δεδώρηται  Χριστός    Κύριος,* τοῦ  ἰᾶσθαι*  νόσους  πασχόντων*  καί  εἶναι πάντων ἀντίληψις.  
Θεοτοκίον.
          Ὕμνος  ἱερός* ὑπό  πατρός  ὑπέρ  παιδός  πίστῃ  προσφέρεται* Ἄννῃ τῇ  θεόφρονι,* αὐτῆς ταῖς δεήσεσι τυχεῖν τῆς σκέπης Θεοῦ,* αὐτοῦ  καρδίας  τό  βλάστημα·*  διό βοᾶ σοί,* τήν δούλην σου σκέπασον* ἐπιβουλῆς τοῦ ἀλάστορος.

Ἐξαποστειλάριον. Γυναῖκες  ἀκουτίσθητε.
          Χριστός τήν  σήν  ἐδέξατο*  ἄσκησιν  ὡς  θυμίαμα,* Ἄννα  Κασίν ἡ προστάτης* καί  ἀντεδόξασεν· ὅθεν*  ἡμεῖς  καθικετεύομεν* μή  παύσῃς  ταῖς  πρεσβείαις  σου* ἁμαρτημάτων  τήν  λῦσιν,* δοῦνε  ἡμῖν, μακαρία,* τῶν  νῦν  τιμῶντων  σὴν  μνήμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία καθαρώτατον,*χρυσοῦν θυμιατήριον,* τῆς ἀχωρήτου Τριάδος,* δοχεῖον ὄντως ἐγένου,* ἐν ᾧ Πατὴρ ηὐδόκησεν,* ὁ δὲ Υἱὸς ἐσκήνωσε,* καὶ Πνεῦμα τὸ Πανάγιον,* ἐπισκιάσαν Σοι Κόρη,* ἀνέδειξε Θεοτόκον.

Εἰς  τούς Αἴνους ἱστῶμεν  στίχους δ΄  καί ψάλλομεν Στιχηρά  Προσόμοια. Ἦχος α΄. Τῶν  οὐρανίων  Ταγμάτων.
          Κασίν    ἔνδοξος  πόλις*  χορεύει  σήμερον,* τῆ  εὐκλεῆ σου  μνήμῃ,* Ἄννα  Πριγκίπων    δόξα,* καί  μέλπει  σούς  ἀγώνας  τούς  ἱερούς,* πᾶσα  πιστῶν    ὁμήγυρις,* δι’ ὧν  κάθεῖλες  τό  θράσος  τό  τοῦ  ἐχθροῦ*  καί  Χριστόν  λαμπρῶς  ἐδόξασας.
          Τῆς  σῆς  ἀσκήσεως  ἄθλοις*  ἀνδραγαθείσασα,* ἀξίως  κατετάγης*  εἰς  χορόν  Βασιλέων,* Ὁσίων  τε  τοιοῦτον,* ἔνθα  χαρᾶς*  τῆς  ἀλήκτου  ἀπολαύουσα,* Ἄννα  Ὁσία, αἰτοῦμεν*  πάντων  ἡμῶν*  τῶν  τιμώντων  σε  μνημόνευε.
          Ὅτε  ἀθέων  τυῤῥάνων* ἡ  μῆνις  ἤγγισεν,* τοῦ  σοῦ  ναοῦ  τάς  πύλας,* τήν τε  λάρνακα, τότε*  φρικτῶς  σύ  ἐπιστάσα*  τήν  τοῦ  λαοῦ* καί  τήν  τοῦ  κλήρου  ὑπερήσπισας* ἁγίαν  Πίστιν, ὦ  Ἄννα,* εἰς  ἧν  ἡμᾶς,* τῆ  πρεσβείᾳ  σου  στερέωσον.
          Ἡμᾶς  τοῦ  πόθῳ, Ὁσία,*  τούς  νῦν  τιμῶντας  σε* σκέπε  καί  φρούρει, Μῆτερ,* πειρασμῶν  καί  κινδύνων,* ἀπάλλαξον  δ’ ἐν  τάχει*  καί  ἀρετῶν*  ἐργαστήριον  τίμιον* ἡμᾶς  ἀνάδειξον,* ἵνα  τό  τοῦ  Χριστοῦ*  ἐν  ἡμῖν  τιμᾶται  ὄνομα.
Δόξα. Ἦχος  πλ. α΄.
          Ἀσκητικῶς  ἀγωνισαμένη* τοῦ  ἀλάστορος  καθεῖλες  τό  φρύαγμα,* διά  τῆς  ἄνωθεν  δυνάμεως* τῆς  τοῦ  Πνεύματος, Ἄννα  ἀξιάγαστε.* Ἀπτόητον  γάρ  τό  φρόνημα* ἐν  τῷ  καιρῷ  τῷ  τῶν  ἀγώνων  ἐπεδείξῳ,* κελλίου  προκρίνας  εὐαρεστωτέραν  Θεῷ  τήν  πτωχείαν*    θρόνου  καί  δυναστείας  τήν  εὐπρέπειαν.* Διό  ὁσιότητος  ἐδέχθης  στέφανον*  καί  τῆς  αἰωνίου  ἠξίωσαι  δόξης*  καί  πρεσβεύεις  ὑπέρ  τῶν  τιμώντων  σε.
Καί  νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε,* Θεοτόκε Παρθένε,* καὶ δοξάζομέν Σε* οἱ πιστοὶ κατὰ χρέος,* τὴν πόλιν τὴν ἄσειστον,* τὸ τεῖχος τὸ ἄρρηκτον,* τὴν ἀρραγῆ προστασίαν* καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία  Μεγάλη  καί  Ἀπόλυσις.

Μεγαλυνάριον.
          Χαίροις  τῶν  Ὁσίων    καλλονή,* Ἄννα  θεοφόρε,*  καί  Πριγκίπων ὁ  στολισμός·* χαίροις  Ὀρθοδόξου  πληρώματος  προστάτης,* Ῥωσίας  δέ  ἁπάσης*  εὐχαῖς  σου  πρόμαχος.

Δίστιχον·
Δέχου  τόν  ὕμνον  τοῦτον, Ἄννα  μακαρία,
ὅν  ὑπέρ  τέκνου,  Ἀντώνιος  προσφέρει.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου