Παρασκευή, 11 Αυγούστου 2017

Ἐκλογή Μεγαλομάρτυρος ΔΗΜΗΤΡΙΟΥ

Ἦχος πλ. δ΄.
Καί δύναμις. Ἀλληλούϊα.
Ὁ Θεός ἡμῶν καταφυγή καί δύναμις.
Χαίροις τῶν Ἀθλοφόρων ἀκρότης, τῆς Ἐκκλησίας καλλονή, Μεγαλομάρτυς Δημήτριε. Ἀλληλούϊα.
Βοηθός ἐν θλίψεσι, ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
Χαίροις στρατιῶτα Χριστοῦ περίδοξε, θριαμβεύσας πολλαχῶς, στεφανῖτα Δημήτριε. Ἀλληλούϊα.
Ἐπί τόν λαόν Σου, κατεπανουργεύσαντο γνώμην.
Χαίροις αἱμοφύρτου σώματος ἁγίασμα, ὁ τάς ῥοάς τῶν σῶν μύρων ἡμῖν ἐκχέων, Χριστοφόρε Μυροβλῆτα Δημήτριε. Ἀλληλούϊα.
Καί ἐβουλεύσαντο κατά τῶν Ἁγίων Σου.
Χαίροις Μαρτύρων ἔκλαμπρος στρατηλάτης, ἀστήρ λάμπων τοῖς πέρασιν, Ἀθλητά Δημήτριε. Ἀλληλούϊα.
Ἐξέχεαν τό αἷμα αὐτῶν ὡσεί ὕδωρ.
Χαίροις τῶν αἰχμαλώτων ὁ ῥύστης, τῶν πασχόντων ἀρωγός καί θλιβομένων καταφύγιον, Δημήτριε. Ἀλληλούϊα.
Ὅτι ἕνεκά Σου θανατούμεθα ὅλην τήν ἡμέραν.
Χαίροις Θεσσαλονίκης ὁ πολιοῦχος καί λύχνος παμφαέστατος τῆς οἰκουμένης, θεοδόξαστε Δημήτριε. Ἀλληλούϊα.
Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
Χαίροις ὁ καταπλήξας τούς τυράννους, τοῖς ὑπερφυέσι σου ἄθλοις, ἀθλονῖκα Δημήτριε. Ἀλληλούϊα.
Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν.
Χαίροις ὁ τῆς μαρτυρικῆς παρεμβολῆς ταξίαρχος, τῶν ἐν ἀνάγκαις προασπιστής, Δημήτριε, καί πάσης γλώσσης ἐντρύφημα. Ἀλληλούϊα.
Καί οἱ ἐχθροί ἡμῶν ἐμυκτήρησαν ἡμᾶς.
Χαίροις τρισαριστεῦ μεγαλώνυμε, ἀριστειῶν οὐρανίων ὁ θρίαμβος, δεδοξασμένε Δημήτριε. Ἀλληλούϊα.
Ἐν τῷ καταθλᾶσθαι τά ὀστά μου, ὠνείδιζόν με οἱ ἐχθροί μου.
Χαίροις τό γλυκύκαρπον κλῆμα, τῶν δωρεῶν τῆς ἀθλήσεως, Ἀθλητά Δημήτριε. Ἀλληλούϊα.
Καί ἐγενόμην μεμαστιγωμένος ὅλην τήν ἡμέραν.
Χαίροις πολυδόξαστε Δημήτριε, ὁ πανταχοῦ προφθάνων, τούς καλοῦντάς σε εἰς βοήθειαν. Ἀλληλούϊα.
Καί ἐπί τό ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.
Χαίροις τῆς θεϊκῆς ἐνεργείας ἀθλοφορικόν ὄργανον, Ἀθληφόρε Μυροβλῆτα Δημήτριε. Ἀλληλούϊα.
Φῶς ἀνέτειλε τῷ δικαίῳ καί τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
Χαίροις Θεσσαλονίκης τό κλέος Δημήτριε, ὁ τερπνός τοῦ Λόγου κήρυξ, Μάρτυς ἀξιάγαστε. Ἀλληλούϊα.
Εἰς μνημόσυνον αἰώνιον ἔστε δίκαιος.
Χαίροις τῶν πασχόντων παραμυθία, τῶν ἀσθενούντων θεραπευτά, θαυματοβρῦτα Δημήτριε ἔνδοξε. Ἀλληλούϊα.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ὁ τῶν θαυμάτων πολυχεύμων κρουνός, ὁ πᾶσαν κτίσιν ἀρδεύων, θαυματουργέ Μεγαλομάρτυς Δημήτριε. Ἀλληλούϊα.
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου