Κυριακή, 13 Αυγούστου 2017

Ἀκολουθία Ἁγίου ΤΡΙΦΥΛΛΙΟΥ ἐπ. Λεδρῶν, Δρ. Χαρ. Μπούσια

Ψαλλομένη τῇ 13η Ἰουνίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λήδρων Ἱεράρχα θαυμαστέ, ὁ χαρίτων ἔμπλεως θείων, καὶ πρὸς νομὰς οὐρανῶν, κατευθύνων ποίμνην σου, σοφῶς ἠξίωσαι, δόξης τῆς ὑπὲρ ἔννοιαν, Τριφύλλιε μάκαρ, σὺν τῷ Ἀρχιποίμενοι, Χριστῷ ἐν δώμασιν, ἄνω ἔνθεν χαίρων πρεσβεύεις, δοῦναι τοῖς τιμῶσί σε ἄμφω, τῆς ψυχῆς καὶ σώματος ὑγείαν.
Θείᾳ εὐδοκίᾳ ἱερέ, Πάτερ ὁ κοσμούμενος πάσῃ, παιδείᾳ τὸν τρυφηλόν, ἀπηρνήσω γνώσεως, βίον τῆς θύραθεν, πανουργίαν ἣν ὄλβιε, σοφῶς ἐλογίσω, καὶ σοφίας τέμενος, Ὑψίστου πέφηνας· ὅθεν σε Τριφύλλιε πάντες, στέφομεν τοῖς ἄνθεσιν ὕμνων, καὶ τὴν θείαν μνήμην σου γεραίρομεν.
Χαίροις Λήδρων πάνσοφε ποιμήν, ὁ διακονήσας ἐνθέρμως, Ἀρχιερεῖ τῷ σοφῷ, καὶ σεπτῷ Σπυρίδωνι, Ἀρείου ἔπαρσιν, καθελόντι τῇ χάριτι, Θεοῦ καὶ ποιμάνας, τὸ δοθέν σοι ποίμνιον, καθάπερ Ἄγγελος, ἔνσαρκος Τριφύλλιε μάκαρ, πρεσβευτὰ θειότατε κόσμου, πρὸς τὸν πανευΐλατον Θεάνθρωπον.
Κάραν Ἱεράρχα σὴν σεπτήν, ἣν ἐκ τοῦ πυρὸς Διομήδης, Ἀράβων αἱμοσταγῶν, ὁ γενναῖος ἔσωσε, λαμπρὲ Τριφύλλιε, ἐν τῷ τῆς Θεομήτορος τοῦ Κύκκου σεμνείῳ, πόθῳ ἀσπαζόμενοι, πανιερώτατε, χάριν ἀρυόμεθα πλείστην, ὡς ἐκ πολυχεύμονος κρήνης, Λήδρων ἀρχιθῦτα θεοπρόβλητε.
Δόξα. Ἦχος β΄.
Θεοπρεπῆ ἐπιδειξάμενος πολιτείαν, ἄοκνος ἐργάτης Εὐαγγελίου πέφηνας, καὶ φωτολαμπὴς Ἱεράρχης Λήδρων Τριφύλλιε· ὅθεν Ἀγγέλοις ἠξιώθης συγχορεύειν ἐν οὐρανίοις σκηνώμασιν, ἔνθεν Κυρίῳ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων τὴν πάνσεπτον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν Σκέπη Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος φωτολαμπής, ἀμέμπτῳ πολιτείᾳ, Τριφύλλιε τρισμάκαρ, ἐδείχθης Ἱεράρχα, τῶν Λήδρων ἐνθεώτατε.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις ὁ ταπεινῶς, Σπυρίδωνι τῷ θείῳ, διακονήσας Πάτερ, Τριφύλλιε σοφίας, καὶ ἀρετῆς ὁ σύνοικος.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλώσσα αὐτοῦ λαλήσει κρίσιν.
Μνήμην σου τὴν σεπτήν, Τριφύλλιε τελοῦντες, τὴν σὴν ἁγίαν κάραν, ἐν Κύκκῳ προσκυνοῦμεν, ἀφθόνως χάριν βρύουσαν.
Δόξα. Τριαδικόν.
Τρίφωτε πλαστουργέ, Τρισάκτινε Θεότης, ἐλέησον τὸν κόσμον, λιταῖς τοῦ Τριφυλλίου, τοῦ Σοῦ κλεινοῦ θεράποντος.
Καὶ νῦν. Θεοτοκίον.
Λόγον τὸν τοῦ Θεοῦ, κυήσασα ἀφράστως, Κυρία Θεοτόκε, παθῶν με ἀλογίας, ἐκλύτρωσαι πρεσβείαις Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παρακλήτου τὸ σκεῦος τὸ τιμαλφέστατον, καὶ τύπον βίου ἁγίου, φωτολαμπῆ ἀληθῶς, Ἱεράρχην Λήδρων ᾄσμασι τιμήσωμεν, θεῖον Τριφύλλιον πιστοί, τὸν τρυφῶντα νῦν χαρᾶς, ἀφθίτου ἐν πόλῳ δόξης, καὶ τὸν Χριστὸν δυσωποῦντα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σε· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἱεράρχης θεόληπτος, ἀρεταῖς φαιδρυνόμενος, θαυμαστὲ Τριφύλλιε ἐχρημάτισας, φιλοπονίᾳ χρηστότητι, ἀγάπῃ πρὸς ἅπαντας, καὶ πενήτων οἰκτιρμοῖς, ὑπεμφαίνων λαμπρότητα, ποιμασίας σου, Ἀρχιθῦτα τῶν Λήδρων θεοφόρε, καὶ σεπτὲ ἱεροφάντα, τῆς Ἐκκλησίας τοῦ Κτίσαντος.
Λευκωσίας τὸ καύχημα, Ἐκκλησίας ὡράϊσμα, καὶ τῆς νήσου Κύπρου τὸ σεμνολόγημα, πανευλαβῶς εὐφημήσωμεν, τὸν μέγαν Τριφύλλιον, τῶν ἠθῶν ὑφηγητήν, καὶ χαρίτων τοῦ Πνεύματος, ἐνδιαίτημα, ὡς κοσμήτορα πίστεως καὶ ὄλβον, ταπεινώσεως ἀγάπης, καὶ συμπαθείας πρὸς πάσχοντας.
Ὡς Ποιμένα πανάριστον, καὶ θειότατον ἔφορον, Λήδρων σε τιμῶμεν λαμπρῶς Τριφύλλιε, καὶ τὴν ὑπέρτιμον μνήμην σου, τιμῶντες γηθόμενοι, ἐκβοῶμέν σοι πιστῶς· δίδου πᾶσι σοῖς πρόσφυξι, πνευματέμφορε, τὴν σὴν χάριν καὶ θείαν εὐλογίαν, τοῖς ἐν πίστει προσκυνοῦσι, τὴν θαυματόβρυτον κάραν σου.
Πεπλησμένος ὢν Πνεύματος, θείου μάνδραν ἀνήγειρας, τῇ Ὁδηγητρίᾳ Παρθένῳ πάντιμε, ἐν ᾗ Κυρίου τὸ ὄνομα, ἀνύμνεις Τριφύλλιε, σὺν ἀζύγων τοῖς χοροῖς, τὸ σεπτὸν καὶ πανάγιον, καὶ τὴν Ἄνασσαν, καὶ Κυρίαν τῆς κτίσεως ἁπάσης, ἐμεγάλυνες ἀπαύστως, ἀρχιερέων ὡράϊσμα.
Παρακλήτου τῇ χάριτι, Ἱεράρχα Τριφύλλιε, αὐγασθεὶς τῷ πνεύματι ὥσπερ ἥλιος, φωτολαμπὴς κόσμῳ ἔλαμψας, καὶ χαίρων συνώδευσας, ὡς Διάκονος σεμνός, τῷ φωστῆρι Σπυρίδωνι, εἰς τὴν Νίκαιαν, ἔνθα οὗτος τὸ φρύαγμα Ἀρείου, κατεπάτησε τοῖς λόγοις, τοῖς πρακτικοῖς ὁ θεόσοφος.
Τὴν ὑπέρτιμον κάραν σου, Διομήδης ἣν ἔσωσεν, ἐκ πυρὸς εἰς ὅπερ Ἀράβων ἔδοσαν, ὀρδαὶ τὸ ἄφθαρτον σκῆνός σου, παμμάκαρ Τριφύλλιε, ἐν τοῦ Κύκκου τῇ Μονῇ, εὐλαβῶς ἀσπαζόμενοι, ἀρυόμεθα, ὡς ἐκ φρέατος νάματα ἀφθόνως, σῆς ἐνθέρμου προστασίας, καὶ ταχινῆς ἀντιλήψεως.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεράρχην τὸν φωτολαμπῆ καὶ θεόσοφον, τὸ εὔχρηστον σκεῦος τῶν ἀρετῶν, καὶ γνήσιον Χριστοῦ θεράποντα, μελῳδικοῖς ᾄσμασι Τριφύλλιον καταστέψωμεν· οὗτος γὰρ τὴν θύραθεν πᾶσαν παιδείαν, ἣν κατεῖχεν ἀπαρνησάμενος, μυροθήκη πολύτιμος χαρισμάτων ὤφθη τοῦ Πνεύματος, καὶ ποιμὴν ἱερὸς καὶ πανόσιος· κοινωνὸς οὖν ὑπάρχων χαρᾶς τῆς ἀλήκτου, καὶ Κυρίου τὴν ὡραιότητα θεώμενος ἰδίοις αὐτοῦ ὄμμασιν, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὰ Ἀνάγνωσμα (Κεφ. δ΄ 10-19).
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων, ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ αἰτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1-10 ).
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε Αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστούσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὰ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτόν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Κυπρίων νῆσος ἡ ἐξάκουστος, τὴν μνήμην τελοῦσα τοῦ τέκνου σου καὶ Λήδρων Ἱεράρχου, Τριφυλλίου τοῦ παμμάκαρος· οὗτος γὰρ θεαρέστως πολιτευσάμενος, καὶ θεοφιλῶς ποιμάνας τὴν αὐτῷ λαχοῦσαν ποίμνην, θεοπρεπῶς ἐδοξάσθη παρὰ τοῦ Κτίσαντος· καὶ νῦν Χριστῷ συνευφραινόμενος ἐν πόλῳ δόξης, ἀδιαλείπτως πρεσβεύει καταπέμψαι ἡμῖν, εἰρήνην ἀδιάπτωτον καὶ μέγα ἔλεος.
Ἦχος β΄.
Ὡς ἡγιασμένον σκεῦος τῆς χάριτος τιμῶντές σε Τριφύλλιε, περιχαρῶς ἀσπαζόμεθα τὴν ἁγίαν σου κάραν, ἣν ὡς ὄλβον κατέχει ἀσύλητον ἡ τοῦ Κύκκου περίβλεπτος μάνδρα, καὶ τρανῶς βοῶμεν· Ἱεράρχα θεοπρόβλητε, ὁ πράξεσι καὶ λόγοις διαπρέψας, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει τελούντων ἐτησίως, τὴν περίλαμπρον καὶ ἀεισέβαστον μνήμην σου.
Ἦχος γ΄.
Ἀγγελικῷ βίῳ κεκοσμημένος, Ἀγγέλων δήμοις συναυλίζῃ νῦν ἐν σκηναῖς οὐρανίαις, Τριφύλλιε Πάτερ πανένδοξε· ἀκραιφνεῖ γὰρ πολιτείᾳ τὴν ψυχὴν ἀναπτερώσας, τῆς σαρκὸς τὸ φρόνημα τῷ πνεύματι καθυπέταξας παναοίδιμε· θεωθεὶς οὖν κατὰ μέθεξιν συμπαθέστατε Πάτερ καὶ Δέσποτα, ἀπαύστως ἱκέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τὸν τοῦ θεοσόφου Σπυρίδωνος ἱερώτατον Διάκονον, τὸν ἐν Νικαίᾳ αὐτὸν συνοδεύσαντα Τριφύλλιον, ὡς ἐργάτην τῆς ἀληθείας ἀκάματον τιμήσωμεν κράζοντες· ὁ τῶν Ἀποστόλων τρίβοις ἀκολουθήσας, καὶ καλῶς ποιμάνας τὴν ἐμπιστευθεῖσάν σοι ποίμνην, ὁδήγει καὶ τοὺς τιμῶντας τὴν μνήμην σου πρὸς νομὰς σωτηρίας, καὶ κήπους ἀφθαρσίας.
Δόξα. Ὁ αὐτός.
Τῆς ἱεραρχίας σου τὴν στολὴν ἀρεταῖς κατακοσμήσας, καὶ τοὺς οἴακας τῶν ψυχῶν τοῦ ποιμνίου σταθερῶς βαστάσας, Χριστῷ τῷ Παμβασιλεῖ Τριφύλλιε παρέστης ἐνδόξως, ᾯ καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν τελούντων τὴν πάντιμον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἀρχιερέων κανών, Ὀρθοδοξίας ἀδιάσειστον ἔρεισμα, τῶν Λήδρων ὁ Ποιμενάρχης, ὁ θευαγὴς καὶ σοφός, τὸ τῆς εὐσεβείας, περιτείχισμα· Τριφύλλιε Ὅσιε, ἱσουράνιε ἄνθρωπε, μυροδοχεῖον, τοῦ σεπτοῦ ἁγιάσματος, καὶ γαλήνιε, ὅρμε τῶν προστρεχόντων σοι· δένδρον αὐλῆς κατάκαρπον, Θεοῦ καὶ ἡδύπνευστον, τοῦ οὐρανίου λειμῶνος, ἄνθος ἡμῶν ἀποδίωξον, ταχὺ δυσωδίαν, ἀγνωσίας ἀνομίας, καὶ ἀπογνώσεως.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Ἀρχιερεῦ ἐκλεκτέ, καὶ ὑποφῆτα τῆς Χριστοῦ ἀγαθότητος, ὁ πάντας εὐεργετήσας, τοὺς ἐκζητοῦντας τὴν σήν, ἀρωγὴν ἐν βίου, Πάτερ κλύδωσι· σοφίας κειμήλιον, καθαρότητος σκήνωμα, φιλοπονίας, θησαυρὸς ὁ ἀσύλητος, καὶ χρηστότητος, ῥεῖθρον τὸ διειδέστατον· πλοῦτος ἀγάπης πράξεων, φρονήσεως μάργαρον, τῆς εὐποιΐας ἡ κρήνη, καὶ συμπαθείας κεφάλαιον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλώσσα αὐτοῦ λαλήσει κρίσιν.
Πίστει τὴν σὴν σεπτὴν κεφαλήν, τὴν κατὰ πάντα τοῖς Ἀγγέλοις αἰδέσιμον, ἐν μάνδρᾳ τῆς Ἐλεούσης, τοῦ Κύκκου θεοειδές, Πάτερ προσκυνοῦντες, ἀνακράζομεν· Τριφύλλιε ἄριστε, Ἱεράρχα ἀκένωτος, ὑπάρχει βρύσις, ἰαμάτων ἡ κάρα σου, καὶ ἀστείρευτος, ποταμὸς θείας χάριτος, πάντας τοὺς δεομένους σου, ἑκάστοτε Ἅγιε, καθαγιάζων καὶ βλύζων, ἄμφω ψυχῆς τε καὶ σώματος, ὑγείαν ῥῶσιν, καὶ ἰσχὺν ἡμῖν δαμάσαι, τὸν πολυμήχανον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε Κυπρίων τὰ συστήματα, πνευματικῶς εὐωχηθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ φωτολαμποῦς Ἐπισκόπου, Τριφυλλίου τοῦ μάκαρος· οὗτος γὰρ καλῶς ποιμάνας τὴν λογικὴν τῶν Λήδρων ἀγέλην, καὶ λύκους προβατόσχημους τροπωσάμενος, ἀνῆλθε Χριστῷ τῷ Ἀρχιποίμενι συνευφραίνεσθαι· καὶ νῦν ἐν τῷ ἄνῳ λειτουργῶν θυσιαστηρίῳ, οὐ παύεται μνημονεύων καὶ ἡμῶν τῶν τελούντων, αὐτοῦ μνήμην τὴν σεπτὴν καὶ ἀεισέβαστον.
Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παρακλήτου τὸ σκεῦος τὸ τιμαλφέστατον, καὶ τύπον βίου ἁγίου, φωτολαμπῆ ἀληθῶς, Ἱεράρχην Λήδρων ᾄσμασι τιμήσωμεν, θεῖον Τριφύλλιον πιστοί, τὸν τρυφῶντα νῦν χαρᾶς, ἀφθίτου ἐν πόλῳ δόξης, καὶ τὸν Χριστὸν δυσωποῦντα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σε· χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀστὴρ ὡς θεαυγής, ἡ ἁγία σου μνήμη, ἀνέτειλεν ἡμῖν, Ἱεράρχα τῶν Λήδρων, Τριφύλλιε Ὅσιε, ἀστραπαῖς καταυγάζουσα, τῶν χαρίτων σου, καὶ σῆς σεμνῆς πολιτείας, τοὺς ἐν ᾄσμασιν, ἀνευφημοῦντάς σε πόθῳ, καὶ πίστει ἑκάστοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῆς γνώσεως τὸ φῶς, τῷ τυφλώττοντι λάμψον, ἱκέτῃ Σου Σεμνή, Παναγία Παρθένε, καὶ τρίβον σωτήριον, καὶ θεάρεστον δεῖξόν μοι, τὴν ἀπάγουσαν, πρὸς Οὐρανῶν Βασιλείαν, ἔνθα τάγματα, ἀεὶ Ἀγγέλων κυκλοῦσι, τὸν θρόνον τοῦ Τόκου Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη σου σήμερον ὥσπερ ἡλίου αὐγή, φωτίζει Τριφύλλιε φωτολαμπὲς ἀληθῶς, τῆς κτίσεως πέρατα· σὺ γὰρ τῶν Λήδρων θεῖος, ἐποφθεὶς Ἱεράρχης, καὶ Κύπρου μέγα κλέος, καὶ πολύτιμος ὄλβος, ὑπὲρ ἡμῶν Χριστὸν δυσωπεῖν, χάριν ἀπείληφας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλαία κατάκαρπος, Μαρία Μῆτερ Θεοῦ, ἐν οἴκῳ ἐβλάστησας Δαβιτικῶς τοῦ Θεοῦ, καὶ Κτίστην ἐξήνθησας, τῆς ὑφηλίου πάσης, Φυτουργὸν καὶ Δεσπότην, αἴροντα τῶν μερόπων, ἁμαρτήματα πάντα, ὡς ἄγαν ἐλεήμων Ἁγνή, καὶ εὐσυμπάθητος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφοῦ Σπυρίδωνος, σεμνὸν Διάκονον, Λήδρων Ἐπίσκοπον, Κύπρου διάκοσμον, καὶ Ἐκκλησίας τοῦ Χριστοῦ πολύτιμον μαργαρίτην, τὸν σαφῶς ἰθύναντα πρὸς νομὰς ἀφθαρτότητος, ποίμνιον τὸ ἔλλογον, τὸ αὐτοῦ ὕμνοις στέψωμεν, εὐήχοις ἀνακράζοντες πόθῳ· χαῖρε Τριφύλλιε παμμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριὰμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλώσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον εἰς Ἱεράρχην (ζήτει τῇ 13η Νοεμβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἱεροῦ Χρυσοστόμου).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ φαεσφόρος Τριφύλλιος, ὁ τῶν Λήδρων ἔξοχος Ποιμενάρχης, καὶ τῆς Κύπρου λαμπτὴρ τηλαυγέστατος, τῇ ἑτησίῳ αὐτοῦ μνήμῃ, παραγίνεται ἡμῖν ἀοράτως, καὶ χάριν ἐπιβραβεύει τοῖς αὐτὸν, ὕμνοις στέφουσιν εὐτάκτοις· διὸ καὶ ἡμεῖς φιλέορτοι, τὴν αὐτοῦ κομιζόμενοι χάριν, καὶ τὴν ἁγίαν αὐτοῦ κάραν πανευλαβῶς ἀσπαζόμενοι, τὰς θεοπειθεῖς αὐτοῦ ἐντεύξεις ἐκζητήσωμεν πρὸς Κύριον, τὸν παρέχοντα ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἱεράρχου, οὗ ἡ ἀκροστιχίς: Τριφύλλιον τὸν φωτολαμπῆ μεγαλύνω. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριφύλλιον ὅσιον, ἄμεμπτον ἄκακον ἄσπιλον, καὶ πρᾶον Ἐπίσκοπον, τῶν Λήδρων πανευλαβῶς, εὐφημήσωμεν, ὡς κάλαμον σοφίας, καὶ βάθρον στηρίξεως, πίστεως ἄσειστον.
Ῥητόρων ἀκρώρεια, πεπαιδευμένων ὡράϊσμα, ἀνδρῶν καὶ τῆς γνώσεως, Θεοῦ λειμὼν μυριστός, ἀναδέδειξαι, Τριφύλλιε θεόφρον, βλαστήσας ἡδύπνευστα, πίστεως λείρια.
Ἰθύνας τὰς τρίβους σου πρὸς τὸν παμμέγαν Σπυρίδωνα, αὐτοῦ ἐχρημάτισας, Πάτερ σοφὲ μαθητής, εὐπειθέστατος, Τριφύλλιε καὶ θεῖος, Διάκονος· ὅθεν σε, ὕμνοις γεραίρομεν.
Θεοτοκίον.
Φωτὶ θείας χάριτος, ψυχῆς μου φώτισον μύχια, Παρθένε Θεόνυμφε, τοῦ Φωτοδότου Χριστοῦ, Μῆτερ ἄχραντε, τοῦ ζόφωσιν κακίας, ἡμῶν διαλύσαντος, δι’ ἀγαθότητος.

Ὠδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑμνοῦντές σε τοῦ ἐχθροῦ παγίδας, ἐκ χρόνων νεότητος καλῶς, διαφυγόντα Ὅσιε, Τριφύλλιε καὶ Κτίσαντι, προσκολληθέντα μέλπομεν, σὰ ἱερὰ κατορθώματα.
Λαμπὰς ἐπιγνώσεως τῆς θείας, διέλαμψας ἐν τῇ Βηρυττῷ, καὶ Κύπρῳ παμμακάριστε, Τριφύλλιε καὶ ηὔγασας, τῶν Ἀθλητῶν τῆς πίστεως, καρδίας σοῖς θείοις ῥήμασι.
Λειμὼν ἀπαθείας ἀνεδείχθης, καὶ κῆπος παντοίων ἀρετῶν, θεοειδὲς Τριφύλλιε· διό σε μακαρίζοντες, τὰς σὰς πρὸς τὸν εὐΐλατον, Χριστὸν πρεσβείας αἰτούμεθα.
Θεοτοκίον.
Ἰσχύν μοι καὶ ῥώμην δὸς ἐν βίῳ, τῷ Σὲ μεγαλύνοντι ἀεί, Θεογεννῆτορ Δέσποινα, τῶν χριστωνύμων στήριγμα, καταφυγὴ κραταίωμα, καὶ ἱερὸν παραμύθιον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Στῦλος ἄσειστος, τῆς εὐποιΐας, καὶ ὡράϊσμα, τῆς Ἐκκλησίας, ἀρετῆς φωτολαμποῦς ὑποτύπωσις, καὶ κλονουμένων στεῤῥότατον ἔρεισμα, πνευματοφόρε Τριφύλλιε πρέσβευε, τῷ Παντάνακτι Κυρίῳ ὑπὲρ τῶν ᾄσμασι, στεφόντων σου τὴν μνήμην τὴν πανσέβαστον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ῥῦπον κάθαρον, ψυχῆς μου Μῆτερ, Σῶν ἐντεύξεων, θερμῶν ὑσσώπῳ, καὶ νοΐ μου ἐπιβράβευσον ἔλλαμψιν, ὡς συμπαθείας χειμάῤῥους ἀείῤῥυτος, εὐλογημένη Παντάνασσα Δέσποινα, ἵνα πάντοτε καρδίᾳ ὑμνῶ καὶ χείλεσι, Σὴν πρός με προστασίαν καὶ ἀντίληψιν.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὅ εἰμι τοῦ Ζωοδότου, καὶ Θεοῦ εἰμι χάριτι, λέγων καθ’ ἑκάστην, ἐταπείνους μάκαρ Τριφύλλιε, σαυτὸν καὶ ὡς ἀθλητὴς ἀγῶνα ἔτρεχες, τὸν προκείμενον, ἐν Κύπρῳ πανιερώτατε.
Νέκταρ πᾶσι συμπαθείας, καὶ ἀγάπης ἀπέσταζες, τοῖς ἐμπεριστάτοις, καὶ χειμαζομένοις καὶ κάμνουσιν, ἥδιστον μάκαρ Τριφύλλιε καὶ ηὔφραι-νες, τοῦ ἐλλόγου σου, ψυχὰς ποιμνίου θειότατε.
Τριμυθοῦντος τοῦ φωστῆρος, θεοφόρε Διάκονε, λύχνος τῆς σοφίας, τῆς αὐτοῦ ἐπώφθης Τριφύλλιε, ἀεὶ φωτίζων τοὺς πόθῳ μακαρίζοντας, τοὺς καμάτους σου, πρὸς ἐν Χριστῷ ὁλοκλήρωσιν.
Θεοτοκίον.
Οὐρανῶν ὑψηλοτέρα, χοϊκοὶ ἐπαγάλλονται, ἔχοντες προστάτιν, Σὲ καὶ κηδεμόνα καὶ πρόμαχον, ἐν ταῖς τοῦ βίου ἀνάγκαις Μητροπάρθενε, Κοσμοσώτειρα, εὐλογημένη Παντάνασσα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ νοῦς ὁ οὐράνιος, ὁ διαυγὴς καὶ ἄμωμος, Λήδρων ὁ θεόπνους Ἱεράρχης, ἐκ γῆς μετέστη, πρὸς αἰωνίους μονάς, πρὸς ἃς καὶ τὴν ποίμνην ἀπλανῶς, τὴν αὐτοῦ κατηύθυνε, Ποιμενάρχης ὡς ἄριστος.
Ῥοδῶνος τῆς πίστεως, Χριστοῦ εὐῶδες λείρον, πᾶσαν κατεμύρισας σὴν ποίμνην, ὀδμαῖς ἀγάπης, καὶ βιοτῆς ἀκραιφνοῦς· διό σε Τριφύλλιε λαμπροῖς, ὕμνοις καταστέφομεν, καὶ τερπνοῖς μελῳδήμασι.
Ὁλόφωτον πύρσευμα, Ἰεραρχῶν Τριφύλλιε, νομικῶν λαμπρότης φιλοθέων, ἐπιστημόνων, σεμνῶν φαιδρὰ λαμπηδών, καὶ κῦδος ἀνδρῶν ἐπιφανῶν, πίστιν ἐμεγάλυνας, τοῦ Δεσπότου τῆς κτίσεως.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε, Παρθένε τοῦ Παντάνακτος, ποίησον ναοὺς χρηστοηθείας, τοὺς Σοὺς ἱκέτας, ἀδιαλείπτοις εὐχαῖς, ταῖς Σαῖς πρὸς Υἱόν Σου τὸν σεπτόν, καὶ Θεὸν καὶ Κύριον, μόνον πάσης τῆς κτίσεως.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁ ποδηγέτης ὁ ἄριστος, Τριφύλλιε σῆς ποίμνης πρὸς θέωσιν, βαθμίδας κλίμακος, τῆς ἐναρέτου βιώσεως, ἀνῆλθες τοῦ Κυρίου, κηρύττων ὄνομα.
Λαμπρὸς Διάκονος πέφηνας, Σπυρίδωνος τοῦ θείου Τριφύλλιε, ὅνπερ συνώδευσας, εἰς Βιθυνίαν καὶ Νίκαιαν, ἔνθα ὀφρῦν Ἀρείου, στεῤῥῶς ἐπάτησεν.
Ἀμέμπτως βίον διήνυσας, καὶ μέλι ταῖς ψυχαῖς ἐχορήγησας, λαοῦ σωτήριον, ἡδυτερπὲς καὶ γλυκύφθογγε, Τριφύλλιε ποιμένων, Ὁσίων ἔκτυπον.
Θεοτοκίον.
Μαρία σκεῦος τῆς χάριτος, ἁγνείας μαργαρίτης πολύτιμος, καὶ ταπεινώσεως, ἀδάμας ὤφθης πολύεδρος· διὸ εἰς τοὺς αἰῶνας, Σὲ μεγαλύνομεν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ἱεράρχην Λήδρων σοφολογιώτατον, καὶ ταπεινώσεως ἀστέρα φαεινότατον, ἀνυμνοῦμέν σε χριστώνυμοι κατ’ ἀξίαν· ὡς οὖν χάριτος τῆς θείας ἐνδιαίτημα, μὴ ἐλλίπῃς συμφορῶν ἡμᾶς λυτρούμενος, τοὺς βοῶντάς σοι· χαίροις μάκαρ Τριφύλλιε.
Ὁ Οἶκος.
Ἄριστος Ποιμενάρχης, Λήδρων καὶ Ἐκκλησίας, Τριφύλλιε κοσμήτωρ ἐπώφθης, καὶ τῇ σῇ διαυγεῖ βιοτῇ, τὸν Θεὸν τῶν ὅλων Ἰησοῦν Κύριον, τρισμάκαρ ἐθεράπευσας· διό σοι εὐλαβῶς βοῶμεν·
Χαῖρε, τὸ φέγγος τῆς ἀληθείας·
χαῖρε,  ὁ στῦλος τῆς εὐσεβείας.
Χαῖρε, νήσου Κύπρου τὸ ἔνθεον κλέϊσμα·
χαῖρε,  μάνδρας Κύκκου τὸ μέγα θησαύρισμα.
Χαῖρε, ὕψος ἀγαπήσεως πρὸς τὸν πέλας καὶ Θεόν·
χαῖρε,  βάθος ἱλαρότητος καὶ χρηστότητος κανών.
Χαῖρε, ὅτι αὐχμώσας ἀναψύχεις καρδίας·
χαῖρε,  ὅτι τοὺς πάντας ἀπαλλάττεις σκοτίας.
Χαῖρε, πρηστὴρ τοῦ πλάνου ἀλάστορος·
χαῖρε,  ἀστὴρ ἀγάπης τῆς κρείττονος.
Χαῖρε, πιστῶν ἀπλανὴς ποδηγέτης·
χαῖρε,  ἡμῶν σε τιμώντων προστάτης.
Χαίροις μάκαρ Τριφύλλιε.

Συναξάριον.
Τῇ ΙΓ΄  τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Τριφυλλίου, Ἐπισκόπου Λήδρας τῆς Κύπρου.
Στίχοι·
Ἔστηκε Τριφύλλιος, Ὑψίστου πέλας,
ὁρῶν τὸ τριπρόσωπον, Ὑψίστου πέλας.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Πάτερ Ὅσιε, ποιμαίνων τὴν λαχοῦσάν σοι, ποίμνην Τριφύλλιε, ῥώμῃ ἀπείρῳ ψυχῆς, πυρσὸς παμφαέστατος, ἐπώφθης πέρασι, βίου σώφρονος, ἀκτῖσι καὶ συνέσεως, δᾳδουχῶν τὴν νῆσον Κύπρον.
Ἡ ὁμήγυρις, τῶν εὐσεβῶν Τριφύλλιε τὴν θείαν μνήμην σου, τιμῶσα πίστει βοᾷ· θεμέλιον ἄσειστον, Χριστοῦ τῆς πίστεως, καὶ ὑπόδειγμα, φωτολαμποῦς βιώσεως, πέλεις Λήδρων Ποιμενάρχα.
Μάστιξ ἅπασαν, ἐπιφορὰν συντρίβουσα ἐχθροῦ Τριφύλλιε, καὶ σάλπιγξ τοὺς ἐν σκιᾷ, κειμένους ἐγείρουσα, σοῖς θείοις ῥήμασι, Πάτερ πέφηνας, Συνόδου ἱερώτατος, τῆς ἐν Σαρδικῇ κοσμήτωρ.
Θεοτοκίον.
Εὐσυμπάθητε, ἐκκέχυται τοῦ Πνεύματος ἡ χάρις ἅπασα, ἐν Σοὶ ἀφθόνως Ἁγνή· διὸ καὶ ἠξίωσαι, ἀρήγειν δούλοις Σου, σκέπειν πάντοτε, αὐτοὺς φυλάττειν Δέσποινα, καὶ ὑψόθεν ἐποπτεύειν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνόντες οἱ πιστοὶ τὴν δύναμίν σου, Τριφύλλιε καὶ ἰσχὺν ἣν ὡς Ἐπίσκοπος, ἔχεις θεοπρόβλητος, σπεύδουσιν ἑκάστοτε, σὴν κάραν κατασπάσασθαι, τὴν θαυματόβρυτον, ἐν μάνδρᾳ Ἐλεούσης τοῦ Κύκκου, ὄντως ἣν ὡς ὄλβον, πολύτιμον κατέχει.
Ἄραβες Τριφύλλιε σὸν σκῆνος, πυρὸς εἰς τὴν φλόγα φεῦ κακῶς παρέδοσαν, ἀλλὰ θείᾳ χάριτι, κάραν τὴν ἁγίαν σου, ὁ Διομήδης ἔσωσε, ὁ θεοείκελος, κραυγάζων· χαῖρε τῶν τυμβωρύχων, σύγχυσις καὶ πάντων, προστάτης εὐσεβούντων.
Λήδρων ἀρχιθῦτα θεοφόρε, ἀζύγων χοροὺς τοῦ Κύκκου νῦν Τριφύλλιε, κατευφραίνεις κάραν σου, προσκυνοῦντας πάντιμον, ἀχλὺν τὴν διαλύουσαν, παντοίων θλίψεων, καὶ νέφος χαρμονῆς ἐφαπλοῦσαν, φωτοφόρον εὖχος, φωτοειδῶν Ἀγγέλων.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς μελισταγέσι, τιμῶμέν Σε Θεοτόκε Ἀειπάρθενε, οἱ πιστοὶ ἀείποτε, ὅτι τὸν Παντάνακτα, Θεὸν ἀφράστως ἔτεκες, Ὅνπερ οἱ Ἄγγελοι, δοξάζουσιν ἀπαύστως ἐν πόλῳ, σὺν σεπταῖς χορείαις, Ἱεραρχῶν ὁσίων.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νύκτα τῶν παθῶν, ἡμῶν ἀποδίωξον, ταῖς σαῖς ἐντεύξεσι, φωταγὲς Τριφύλλιε, καὶ ἦμαρ πᾶσιν ἡμῖν εὐφρόσυνον, ἀνάτειλον συνέσεως, τοῖς προσκυνοῦσί σου, τὴν ἁγίαν κάραν καὶ δοξάζουσι, ποιμασίας ἀγῶνας ἀόκνους σου.
Ὡς θερμῆς εὐχῆς, ἡμεῖς οἰκητήριον, σὲ ἀναμέλποντες, κράζομεν· Τριφύλλιε, μὴ διαλίπῃς Χριστῷ ἀείποτε, πρεσβεύων δοῦναι ἅπασι, τοῖς σὲ γεραίρουσιν, ἄμφω ῥώμην, καὶ ἰσχὺν καὶ δύναμιν, καὶ ἐχθροῦ ἐδαφίσαι τὴν ἔπαρσιν.
Χαίρων σὺν χοροῖς, Ὁσίων Τριφύλλιε, Ποιμένων πρέσβευε, νῦν τῷ Ἀρχιποίμενι, Χριστῷ διδόναι ἡμῖν μετάνοιαν, καὶ κατευθῦναι ἅπαντας, πρὸς θεῖα δώματα, αἰωνίου, χαρμονῆς θεόσοφε, εὐφροσύνης καὶ ἀγαλλιάσεως.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τεκοῦσα ἐν σώματι, ὑπὲρ κατάληψιν, Λόγον τὸν τοῦ Κτίσαντος, ἀπὸ ματαίων λόγων καὶ πράξεων, πρὸς ὑψηλὰ νοήματα, καὶ θεωρήματα, ὕψωσόν μου, νοῦν Θεοχαρίτωτε, Ὑπερύμνητε καὶ Παντευλόγητε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ποιμαντικῶς διέπρεψας, ἐν Κύπρῳ ὡς Ἐπίσκοπος, θεόπνους καὶ οἰκονόμος, πιστὸς Θεοῦ μυστηρίων, Τριφύλλιε τρισόλβιε, Ποιμὴν τῶν Λήδρων πάνσοφε, καὶ δαψιλῶς ἀπείληφας, χάριν ἡμᾶς ἐποπτεύειν, θεόθεν Σὲ τοὺς τιμῶντας.
Θεοτοκίον.
Καταφυγὴ καὶ στήριγμα, τῶν χριστωνύμων Δέσποινα, ἐξ ὁρατῶν ἀσεβούντων, καὶ ἀοράτων ἐχθρῶ με, Σὸν δοῦλον ἀπολύτρωσαι, καὶ εἰρηναῖον δώρησαι, βίον τῷ καταφεύγοντι, Σῇ κραταιᾷ προστασίᾳ, καὶ σκέπῃ γαληνοφόρῳ.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου, σεπτὸν Τριφύλλιον, οἱ τῶν Κυπρίων παῖδες, ὡς ἡμῶν παραστάτην, ἐν βίῳ κηδεμόνα καὶ βοηθόν, εὐφημήσωμεν λέγοντες· μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε ἀείποτε.
Τὸν ᾧδε μένοντα πόλιν, σοφῶς οὐκ ἔχοντα, ἀλλὰ τὴν ἄνω πόλιν, ὁλοθύμῳ καρδίᾳ, ποθοῦντα Ἱεράρχην θεοειδῆ, Λήδρων ὕμνοις τιμήσωμεν, πνευματοφόρον Τριφύλλιον ἀρετῆς, ὡς πολύτιμον ἀλάβαστρον.
Τὴν σὴν πανίερον κάραν κατασπαζόμενοι, ἐν μάνδρᾳ περιδόξῳ, Ἐλεούσης τοῦ Κύκκου, Τριφύλλιε κοσμῆτορ Ἱεραρχῶν, πάντες ἁγιαζόμεθα, καὶ ἀρυόμεθα νάματα σωστικά, ἐξ αὐτῆς ἀφθόνως ῥέοντα.
Τῶν ἀρετῶν ταῖς ἀκτῖσι, καταλαμπόμενος, κατηύθυνας σὴν ποίμνην, ἀπλανῶς πρὸς λιμένα, ἀχείμαστον τρισμάκαρ Ἀρχιερεῦ, στεφηφόρε Τριφύλλιε, ἔνθα κοπάζουσι κλύδωνες τῆς ζωῆς, καὶ τυφῶνες θεοείκελε.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν σοφὸν Πρωτόθρονον καὶ Ποιμενάρχην τῶν Λήδρων, καὶ πάσης Κύπρου τὸ κλέος, τὸν πιστὸν θεράποντα τοῦ Κυρίου Τριφύλλιον, πνευματικαῖς ᾠδαῖς εὐφημήσωμεν ἀδελφοὶ λέγοντες· ἀρετῆς φωτολαμπὲς ὑποτύπωμα, ὁ ἔργοις καὶ λόγοις Χριστῷ καὶ τοῖς πέλας εὐαρεστήσας, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τῶν Λήδρων φωτολαμπής, Ἱεράρχης μάκαρ, ὁ συμμέτοχος τῆς τρυφῆς, νῦν τῆς αἰωνίου, Τριφύλλιε καὶ σκεῦος, ἀναδειχθεὶς χαρίτων, τοῦ θείου Πνεύματος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου