Παρασκευή, 11 Αυγούστου 2017

Ἀκολουθία Μεγαλομάρτυρος ΔΗΜΗΤΡΙΟΥ, Ἱ. Μ. Μεγίστης Λαύρας

Ψαλλομένη τῇ 26η Ὀκτωβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λάμπεις, τῇ πατρίδι σου ἀεί, ἔνδοξε Δημήτριε Μάρτυς, ὥσπερ ἀστῆρ φαεινός, σκέπεις γὰρ ἑκάστοτε, ταύτην ἐκ βλάβης ἐχθρῶν, καὶ λυτροῦσαι κακώσεως, καὶ ζάλης παντοίας· ὅθεν καὶ χαρμόσυνον ἄγει ἐτήσιον, μάκαρ ἑορτὴν ἐκτελοῦσα, πίστει τε καὶ πόθῳ ὑμνοῦσα, Κύριον τὸν σὲ ὑπερδοξάσαντα.
Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, θαύμασιν ἀστράπτεις τῷ κόσμῳ, οἷάπερ ἥλιος, ἅγιε Δημήτριε· διὸ τὴν μνήμην σου, εὐωχούμεθα ἅπαντες, τῶν σῶν τεραστίων, μάκαρ τὰ ἐξαίσια πανηγυρίζοντες, πίστει παῤῥησίαν οὖν ἔχων, πρέσβευε πρὸς Κύριον σῶσαι, ἐκ φθορᾶς καὶ θλίψεως τοὺς δούλους σου.
Λόγχαις, ἐκεντήθης τὴν πλευράν, διὰ τὸν νυγέντα Σωτῆρα, ἐν τῷ σταυρῷ τὴν πλευράν· Τούτου γὰρ τὰ στίγματα, πόθῳ ἐζήλωσας, Ἀθλοφόρε Δημήτριε, δεικνύων τοῖς πᾶσι, τὸ ἀκαταγώνιστον, τῆς καρτερίας σου· ὅθεν, καὶ τρωθεὶς ὁ διώκτης, βέβληται λαβών σου τὴν πεῖραν, τῆς ὁμολογίας Ἀθλητὰ τοῦ Χριστοῦ.
Ἕτερα. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, οἱ γηγενεῖς χείλεσιν, ἀνυμνήσωμεν τὸν Ἀθλοφόρον, καὶ σημειοφόρον Δημήτριον; Τοῦ Χριστοῦ τὸ στόμα τὸ ἅγιον, τὸν φαιδρὸν Κυρίου στρατιώτην; Ἀγάλλου, Θεσσαλονίκης ἡ περίχωρος· εὐφραίνου, τῶν Μακεδόνων ἡ Μητρόπολις, μεγαλαυχοῦσα τῇ δόξῃ, τῶν πολλῶν θαυμάτων, τοῦ θερμοῦ προστάτου ἡμῶν· δι’ οὗ πάσης θλίψεως, καὶ νόσων ἀπολυτρούμεθα.
Ποίοις, οἱ γηγενεῖς ὄμμασι, τὴν πανθαύμαστον τοῦ στεφηφόρου, παναγίαν λάρνακα βρύουσαν, τὸ εὐῶδες μῦρον κατίδωμεν; Δημητρίου τοῦ ὑπερενδόξου, πελάγη, καὶ ποταμοὺς ἀποξηραίνουσαν, πταισμάτων, καὶ νόσων βλάβην ἐκδιώκουσαν, δαιμονικῆς τυραννίδος, καὶ παντὸς κινδύνου, λυτρουμένην· ἣν ὁ Χριστός, ἀξίως ἐδόξασεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Τίνα, τὰ φοβερὰ ᾄσματα, ἃ συνάδεις Ἀγγέλοις Κυρίῳ, παρεστὼς παμμάκαρ Δημήτριε; Ὅθεν ἐποπτεύεις τοὺςκάμνοντας, φυγαδεύεις νόσους καὶ τὰ πάθη· τὸ κλέος, Θεσσαλονίκης καὶ τὸ καύχημα, ὁ στύλος, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος, ἡ παμφαὴς μυροθήκη, ὁ θερμὸς προστάτης, τῶν ἐν θλίψεσι ἀναγκῶν, ποικίλων ἐξάρπασον, τοὺς πόθῳ ἀνευφημοῦντάς σε.

Καὶ τὰ λοιπὰ ἐκ τῆς Ἀκολουθίας τοῦ Ἁγίου καὶ Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τοὺς συνήθεις Κανόνες, ἕτερος Κανών.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Ἀναστάσεως ἡμέρα Δημητρίου σφαγή, πίπτει καὶ γὰρ ἡ πλάνη, ἡ δ’ Ἐκκλησία τοῦ Χριστοῦ, ἐξεγήγερται λαμπρῶς καὶ χαίρει χαρᾷ, ᾠδὴν χαριστήριον, τῷ Θεῷ ἀνακράζουσα.
Καθαρθῶμεν ῥύπον πάντα καὶ δραμώμεθα, ἔνδον λευχειμονοῦντες, τοῦ Δημητρίου τῇ σορῷ, ἐξαστράπτοντα αὐτὸν ὁρῶντες τρανῶς, ὡς ἂν ἀκουσώμεθα, πρὸς τοῦ Μάρτυρος χαίρετε.
Οὐρανοὶ μὲν διηγοῦνται ὄντως δόξαν Θεοῦ, ἣν τοὺς πιστοὺς δοξάζει, ποίησιν δ’ αὖθις τῶν χειρῶν, Θεοῦ ποίημα τὸ πᾶν, Δημήτριος διδάσκει, διὰ τοῦτο γεραίρεται.

ᾨδὴ γ΄. Δεῦτε πόμα.
Δεῦτε πόμα πίωμεν καινόν, ἐκ πλευρᾶς Δημητρίου τὸ προχεόμενον, καὶ τῆς ὀσμῆς τῆς αὐτοῦ, γευσώμεθα μῦρον δαψιλῶς, ἐν ᾧ στερεούμεθα.
Νῦν πᾶσα πεπλήρωται χαρᾶς, ἡ Χριστοῦ Ἐκκλησία μνήμη τοῦ Μάρτυρος· Θεσσαλονικὴ δὲ κροτεῖ, καὶ μᾶλλον τοῖς μύροις τοῖς αὐτοῦ, ἐν οἷς ἐστερέωται.
Χθὲς συνεσταυροῦτο τῷ Χριστῷ, τῇ ἀθλήσει τῇ θείᾳ ὁ μέγας Δημήτριος, καὶ συνδοξάζεται νῦν, λαμπρῶς στεφανούμενος Θεῷ, ἐν ᾧ ἐστερέωται.

ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐπὶ τῆς θείας φυλακῆς, τοῦ Δημητρίου τῆς σοροῦ, στῶμεν εὐλαβῶς καθορῶντες, φαεσφόρον σήμερον τὸν Ἀθλοφόρον κράζοντα, δράμετε νοητῆς εὐφροσύνης, καὶ ὕδωρ ὡς ἐκ πηγῆς, μῦρον ἀντλήσατε.
Ὡς ἐνιαύσιος ἀμνὸς ὁ μυροῤῥόας τῷ Χριστῷ, τέθυται σφαγῇ ἑκουσίῳ, του ποιεῖν γὰρ ἔσπευδε τὸ τοῦ Χριστοῦ ποτήριον, πίνει οὖν καὶ πηγὴν τὴν τῶν μύρων, πιστοὺς ποτίζει· διὸ καὶ μεγαλύνεται.
Ἄρσεν μὲν τὸ εἰς θυσίαν προσαγόμενόν ποτε, ἧν ὑποδηλοῦν τὸ γενναῖον, ἀρετῶν καὶ γόνιμον τῶν προσαγόντων οὕτω γάρ, βούλεται Θεὸς ἔχειν τοὺς πάντας, ὅρα μοι ταῦτα λοιπόν, τῷ θείῳ Μάρτυρι.

ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου.
Ὀρθρίσωμεν ὄρθρου βαθέως, καὶ σὺν ὕμνοις μύροις νῦν προσέλθωμεν Δημητρίου, καὶ αὐτὸν ὀψόμεθα, ὡς ἐκ παστοῦ ἀνίσχοντα, ἥλιον πάντας φωτίζοντα.
Τὴν ἄμετρόν σου καρτερίαν, Χριστοῦ ὁπλῖτα σοφέ, καὶ Ἄγγελοι βλέποντες, ἰδοὺ σῶμα ἐκπλαγῶς ἀνέκραζον, ἀδάμαντος στεῤῥότερον πνεῦμα, χειρῶν Θεοῦ δ’ ἄξιον.
Προσέλθωμεν λαμπαδηφόροι, τῇ μυροθήκῃ Δημητρίου Μάρτυρος, καὶ λαμπάδος, τὰς ἔνδον κοσμήσωμεν, τὸ μῦρον ὡσεὶ ἔλαιον, ψυχῆς ἀγγείοις λαμβάνοντες.

ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Φυλάξας τὰ σήμαντρα σῶσα σοφέ, ὡραιότητος πρώτης εἰς καιρὸν ζωῆς ξύλου, λαμπρῶς τετύχηκας τὸν ἁρμόζοντα, καὶ τρυγᾷς ἐν τῇ Ἐδέμ, ἀγαθῶν παγκαρπίαν.
Σωτήρ μου καὶ ῥύστης ἐβόας Χριστός, ἐξ ἐχθρῶν μου ὀργίλων τῶν ἀθέων, εἰδώλων καταμωκώμενος, καὶ λελόγχευσαι, διὰ τοῦτο τὴν πλευράν, Ἀθλητὰ γενναιόφρον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Τῷ ὑπερμάχῳ στρατηγῷ καὶ ἀντιλήπτορι, εὐχαριστήριον ᾠδὴν καὶ ἱκετήριον, νῦν προσφέρω σοι ἡ πόλις σου Ἀθλοφόρε, ἀλλ’ ὡς ἔχων ἐκ Θεοῦ ἰσχὺν ἀήττητον, ἐκ παντοίων πειρασμῶν με ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαίροις Μάρτυς Δημήτριε.
Ὁ Οἶκος.
Ἄλλος ἥλιος ὤφθης, οὐρανόθεν ἐκπέμπων, αὐγὰς τὰς τῶν θαυμάτων τῷ κόσμῳ, καὶ σὺν τοῖς Ἀσωμάτοις χοροῖς, παριστάμενος τῷ θρόνῳ τῆς χάριτος, ἱλέωσαι τὸν εὔσπλαγχνον, τοῖς κράζουσι πρὸς σὲ τοιαῦτα·
Χαῖρε, δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη·
χαῖρε,  δι’ οὗ ὁ Χριστὸς ἐκηρύχθη.
Χαῖρε, τῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις·
χαῖρε,  προκοπτόντων ἀνδρῶν ἡ βεβαίωσις.
Χαῖρε, κάλλος ἐνθεώτατον, ταῖς ἐνθέοις ἀρεταῖς·
χαῖρε,  στόμα χρυσαυγέστατον, τῆς σοφίας τοῦ Θεοῦ.
Χαῖρε, ὅτι ὑπάρχεις τοῦ Δεσπότου θεράπων·
χαῖρε,  ὅτι φυλάττεις τὴν σὴν πόλιν ἑδραίαν.
Χαῖρε, ἀστὴρ τοῦ σκότους ἀντίθετε·
χαῖρε,  φωστὴρ ἁπάσης τῆς κτίσεως.
Χαῖρε, δι’ οὗ καταργεῖται ἡ πλάνη·
χαῖρε,  δι’ οὗ ἐνεργεῖται ἡ πίστις.
Χαίροις, Μάρτυς Δημήτριε.

ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Γυναῖκες εὐσεβεῖς νῦν διδάχθητε, παρθενίας χάριτας, ἴδε ὁ κλεινός, Χριστοῦ ὁπλίτης, τὰ μῦρα τῆς καθάρσεως δείκνυσι, μέγαν καρπὸν ἃ βλύζει παρθενικῶν ἐξ αἱμάτων, ὑμνῶν τὸν τῶν Πατέρων Θεόν.
Ὡς ὄντως ἱερὰ ὦ Δημήτριε, σφαγή σοι πλευρόνυκτος ῥύγνησι πλευρᾶς, τὸ ἐπισκεπὸν σαρκίον, καὶ γυμνὴν τῷ Χριστῷ δεικνὺς ἔκραζες· οὐ κέκρυπται ἀπὸ σοῦ, τὸ ὀστοῦν μου κρυφῇ, ὅπερ εἰργάσω Χριστέ.
Θανάτῳ ἀντηλλάξω Δημήτριε, ζωὴν τὴν αἰώνιον, σπείρεις οὐ σαρκί, ἀλλὰ γὰρ πνεύματι· διὸ καὶ θερίζεις ἐκ τούτων τὰ μόνιμα, τὸν μόνον εὐλογητὸν μεγαλύνων, Θεὸν τὸν ὑπερένδοξον.

ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Δεῦτε τοῦ καινοῦ ἀνεβόας Δημήτριε, ἄρτου σαρκὸς τοῦ Λόγου, κατατρυφήσωμεν πάντες, καὶ τοῦ αἵματος, ζωηφόρου εὐλαβῶς κοινωνήσωμεν, λογχεύῃ· διὸ τὴν πλευρὰν καὶ μῦρα βλύζεις.
Ἄρον κύκλον τοὺς ὀφθαλμούς σου φαιδρῶς καὶ ἴδε, πόλις Θεσσαλονίκη λαοὶ ἐκ γῆς μακρόθεν, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης καὶ ἑώας νῦν ἥκασι, ἐν σοὶ προσκυνῆσαι, Δημήτριον τὸν μέγαν.
Τριαδικόν.
Πάτερ Παντοκράτορ καὶ Λόγε καὶ Πνεῦμα, μοναρχικὴ οὐσία, Σὺ εἶ Θεός μου καὶ δόξα, ἀνεκραύγαζεν ὁ Δημήτριος· διὸ καὶ λελόγχευται, καὶ νῦν τῇ Τριάδι δοξάζει μετ’ Ἀγγέλων.

ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς, τοῦ Χριστοῦ Ἀθλοφόρε ἐπηγγείλω ἔσεσθαι, καὶ ἐν κινδύνῳ καιρῷ μεθ’ ἡμῶν, ἣν σὸς λαὸς ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.
Ὢ πᾶσχα τὸ θεῖον, ἡμῶν Δημήτριε σοφέ, διὰ σοῦ πάσης βλάβης, ἐξ Αἰγύπτου ἄντικρυς, βαίνομεν πᾶσα ἡ πόλις σου, ἣν ὁδηγῶν τῇ ἐπηγγελμένῃ, τρυφῇ εἰσάγοις πρεσβείαις σου.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.
Ἐν τῷ Σταυρῷ καθοπλίσας, τὸν Νέστορα δι’ ἐκείνου, Λυαίου ἔλυσας θράσος, Δημήτριε ἐν σταδίῳ, ὡς ὁ Χριστὸς δὲ ἐνύγης, λόγχῃ πλευράν σου, ἐν ᾧ τὴν ποίμνην σου φρούρει.
Τοῦ σεισμοῦ.
Κύριε ὁ ἐπιβλέπων, ἐπὶ τὴν γῆν οὐρανόθεν, καὶ ποιῶν ἅπασαν τρέμειν, ῥῦσαι ἡμᾶς ἀπὸ σεισμοῦ, τῆς Θεοτόκου πρεσβείαις,, ἣν ἐδωρήσω, Χριστιανοῖς προστασίαν.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Λογχευθεὶς τὸν πολέμιον, σοῦ ταῖς λόγχαις κατέτρωσας, καὶ νεκρὸν ἐτέλεσας ἀνενέργητον, οὗ τῆς κακίας Δημήτριε, ἡμᾶς ἀπολύτρωσαι, ἰσχυροὺς κατὰ παθῶν, τυραννούντων ἑκάστοτε, ἐργαζόμενος, ἱεραῖς σου πρεσβείαις θείῳ φόβῳ, κατανύσσων τὰς καρδίας, καὶ τὰς ψυχὰς ἡμῶν Ἅγιε. (Δίς).
Ποταμόν σε πληρούμενον, τῶν ναμάτων τοῦ πνεύματος, ἐπιγνόντες Ἅγιε ἱκετεύομεν, τὰς ἐκτακείσας ψυχὰς ἡμῶν, παθῶν παραβάσεσι, συμπαθείᾳ σου πολλῇ, ἱερῶς καταδρόσισον, καὶ ἀπόπλυνον, ἐνυπάρχοντος ῥύπου καὶ μυρίων, ἀπολύτρωσαι κινδύνων, καὶ αἰωνίου κολάσεως.
Ὡς ἀστὴρ φαεινότατος, ἐπὶ γῆς ἀναδέδειξαι, τῶν θαυμάτων λάμψεσι τὴν ὑφήλιον, καταλαμπρύνεις ἑκάστοτε, Δημήτριε ἔνδοξε, τῆς ἀχλύος σκοτασμόν, ἐκδιώκεις πρεσβείαις σου, τῶν ψυχῶν ἡμῶν, καὶ τὰς νόσους ἰᾶσαι τῶν ἐκ πόθου, ἐκτελούντων σου τὴν μνήμην, κλέος Μαρτύρων καὶ καύχημα.
Καὶ τὰ λοιπὰ τῆς Ἀκολουθίας καὶ Ἀπόλυσις.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου