Πέμπτη, 10 Αυγούστου 2017

Ἀκολουθία Μεγαλομάρτυρος ΜΕΡΚΟΥΡΙΟΥ

Ψαλλομένη τῇ 25η Νοεμβρίου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν  Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Μερκούριε ἔνδοξε, διὰ Χριστὸν τὸν Θεόν, πολυώδυνα βάσανα, καὶ κακώσεις σώματος, ὑπομείνας στεῤῥότατα, τὸν σὸν ἀγῶνα χαίρων διήνυσας, καὶ τῶν στεφάνων, τῆς δόξης ἔτυχες, πᾶσιν αἰτούμενος, ἱλασμὸν καὶ ἔλεος τοῖς εὐσεβῶς, πίστει ἑορτάζουσι,τὴν θείαν μνήμην σου.
Μάρτυς Μερκούριε πάνσοφε, θείᾳ ἀγάπῃ τὸ πῦρ, τῷ ἁγίῳ σου σώματι, δροσισμῷ τοῦ Πνεύματος, Ἀθλητὰ ἐκαρτέρησας· ἐντεῦθεν ὤφθης λαμπὰς πολύφωτος, πιμπρῶσα πᾶσαν, πλάνην πολύθεον· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον χρεωστικῶς, πάντες ἑορτάζομεν, σὲ μακαρίζοντες.
Μάρτυς Ἀθλητὰ Μερκούριε, τῶν ἀγαθῶν τὴν πηγήν, τὸν Δεσπότην τῆς κτίσεως, ἀγαπήσας ἔσπευσας, τοῦ πιεῖν τὸ ποτήριον, τοῦ μαρτυρίου ἐπικαλούμενος, ἐν παῤῥησίᾳ, Αὐτοῦ τὸ ὄνομα· ὦ τῆς ἀνδρείας σου, ὦ τῆς καρτερίας σου, δι’ ἧς τυχεῖν, δόξης καὶ λαμπρότητος, σαφῶς ἠξίωσαι.     
Μάρτυς θεόφρον Μερκούριε, ἐθελουσίῳ σφαγῇ, ἑαυτὸν σὺ παρέδωκας, καὶ πιστῶν τὰς χορείας, αἵματι καθηγίασας, καὶ τὴν ὑφήλιον κατελάμπρυνας, σῷ μαρτυρίῳ καὶ νῦν ἀνέδραμες, εἰς τὰ οὐράνια, πρὸς φῶς τὸ ἀνέσπερον ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, θεομακάριστε.
Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἀνέτειλεν ἡμῖν, ὡς ἥλιος πάμφωτος, ἡ παμφαὴς καὶ σεβάσμιος μνήμη τοῦ θεοφόρου Μάρτυρος, καὶ φωστῆρος ἁπάσης τῆς κτίσεως, Μερκουρίου τοῦ σοφοῦ, διώκουσα τῶν δαιμόνων τὰς φάλαγγας, παρέχουσα δὲ τοῖς πιστοῖς, εὐφροσύνην καὶ θείαν ἀγαλλίασιν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ Δαυῒδ προανεφώνει Σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου Σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί Σε Πανύμνητε· τὴν γὰρ πρὸ τόκου παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μητέρα τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών Σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά Σε, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν Σοι· ὑπέρ ἡμῶν δυσώπησον τὸν Υἱόν Σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πλάνην τὴν πονηράν, κατήσχυνας σῷ λόγῳ, Μερκούριε τρισμάκαρ, καὶ τὸν Χριστὸν δοξάσας, τῷ θείῳ μαρτυρίῳ σου.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσετε.
Σθένει κραταιωθείς, ἐξ ὕψους θεοφόρε, Χριστοῦ τοῦ πάντων Κτίστου, Μερκούριε καθεῖλες, τοῦ σκότους τὰ ὑψώματα.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δόξης τῆς θεϊκῆς, ἀμέσως ἀπολαύων, Μερκούριε τρισμάκαρ, ἀπαύστως ἐκδυσώπει, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Τριαδικόν.
Ἤσχυνε τὸν ἐχθρόν, Μερκούριος ἀθλήσας, Τριὰς Ὑπεραγία, ῥωννύμενος ἀΰλως, θεαρχικῇ δυνάμει Σου.
Καὶ νῦν.Θεοτοκίον τῆς ἑορτῆς.
Ἔνδον τοῦ Ἱεροῦ, ἱκέτευε Παρθένε, τὸν Σὸν Υἱὸν καὶ Κτίστην, σὺν θείῳ Μερκουρίῳ, ὑπὲρ τῶν ἀνυμνούντων Σε.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.  
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οὐράνιον Ἄγγελον χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.
Ἕτερον. Ὅμοιον.
Ὡς Μάρτυς ἀήττητος τοῦ Βασιλέως Χριστοῦ, ἀθλήσας στεῤῥότατα, τὰς παρατάξεις ἐχθροῦ, καθεῖλες Μερκούριε· πόνους γὰρ τῆς σαρκός σου, καὶ μαστίγων τὸ ἄλγος, ἤνεγκας ἀνενδότως, ὡς φωτὸς θείου πλήρης, καὶ νῦν παντὸς κινδύνου καὶ πόνου, ἡμᾶς λύτρωσαι.
Δόξα. Ὅμοιον.
Τὸ πῦρ τὸ οὐράνιον ἐν τῇ ψυχῇ ἐσχηκῶς, πυρὸς κατεφρόνησας τοῦ ὑλικοῦ καὶ φθαρτοῦ, Μερκούριε ἔνδοξε· μάχαιραν καὶ τὸν λίθον, καὶ φραγγέλιον Μάρτυς, κάρας σου δὲ τὴν τμῆσιν, καθυπέμεινας χαίρων· διὸ πρέσβευε Χριστῷ, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί  τό Μακάριος ἀνήρ. Εἰς δέ τό  Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια τῆς Ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου γ΄.
Τῆς Ἑορτῆς. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν Αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον Κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος Ταύτην, ὡς Θεοῦ κατοικητήριον.
Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα Αὐτοῦ.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ Σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν Σήν, ἐν τῷ Ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ χαῖρέ Σοι, τῇ Πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ Σου σῳζόμενοι.
Τοῦ Ἁγίου.Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Συμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε.
Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ’ Οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεμνόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιῤῥεόμενος πάντοθεν.
Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ’ αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πόθῳ τοῦ Χριστοῦ πτερωθείς, καὶ τῇ αἴγλῃ τοῦ Ἁγίου Πνεύματος καταλαμφθείς, Μάρτυς πανεύφημε, ὥσπερ ἔλαφος διψῶσα, πρὸς τὸ μαρτύριον προσῆλθες. Διὸ καὶ τὰς φρικτὰς βασάνους ὑποστάς, ταῖς μαχαίρες κοπτόμενος, πυρὶ ἐν τέταρσι πάλοις δεθείς, τῷ ἐκ τῆς κεφαλῆς κρεμασθέντι λίθῳ, ἐν τῷ σῷ τραχήλῳ, τοῦ φραγγελίου τοῦ χαλκοῦ, καὶ τῆς ἁγίας σου κάρας τὴν ἐκκοπήν, χαίρων πρὸς οὐρανὸν ἀνέδραμες θεομακάριστε Μερκούριε, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ΄.
Μετὰ τὸ τεχθῆναί Σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη, πρὸς Σὲ τὴν πανάμωμον, τροφὴν κομίζων Σοι· τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν Σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε Ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.  
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τὸν γενναῖον Ἀθλητὴν τιμήσωμεν, Μερκούριον τὸν ἀοίδιμον. Οὗτος γὰρ ἡδρασμένος ἐν τῇ πέτρᾳ τῆς ἀληθείας, Χριστῷ τῷ Θεῷ ἡμῶν, ταῖς ἀλλεπαλλήλοις προσβολαῖς τῶν βασάνων ἀκλόνητος ἔμεινε· καὶ διηυγασμένος ταῖς θείαις ἀκτῖσιν Αὐτοῦ, πυρός, τομῆς καὶ μαστίγων, ἀνδρείως κατεφρόνησε· διὸ καὶ χαρὰν ἄληκτον, εἰς οὐρανοὺς ἐκληρώσατο· καὶ νῦν τῷ Κυρίῳ παριστάμενος, Μεγαλομάρτυς πανεύφημε, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε φιλομάρτυρες πάντες, τὸν ἀριστέα τοῦ Χριστοῦ καὶ μέγαν ἐν Μάρτυσιν, Μερκούριον τιμήσωμεν. Οὗτος γὰρ ἀνδρικῶς ἠγωνίσατο, κατὰ τῆς πλάνης καὶ τὸν ἀρχέκακον ἐχθρόν, τῇ ἐξ ὕψους δυνάμει κατεπάλαισε. Τὴν δὲ κάραν οὐρανίῳ στέφει καταστεφθεὶς, παρὰ Χριστοῦ τοῦ Θεοῦ, πρέσβευε ἀπαύστως τοὺς ἐκ πόθου τιμῶντάς σε Μεγαλομάρτυς ἔνδοξε, λυτρωθῆναι ἐκ κινδύνων χαλεπῶν, καὶ περιστάσεων καὶ πάσης θλίψεως.
Ἦχος γ΄.
Ἐν τῇ σῇ ἀθλήσει, στέφανον ἐδέξω Μάρτυς Μερκούριε, παρὰ Χριστοῦ τοῦ Θεοῦ· τὰς γὰρ βασάνους ὑπομείνας καρτερικῶς, τὰς τῶν μαχαιρῶν ἕξεις, τὸ πῦρ τὸ παμφάγον, τὸν λίθον ἐπὶ τὸν σὸν τράχηλον, τὸ χαλκοῦν φραγγέλιον, καὶ τῆς ἁγίας σου κάρας τὴν ἐκτομήν, τοῦ Ἁγίου Πνεύματος ναὸς ἐχρημάτισας ἔμψυχος. Διὸ πρέσβευε τῷ Σῷ Δεσπότῃ, ὑπὲρ τῶν ἀνυμνούντων τὴν μνήμην σου, πανεύφημε.
Ἦχος δ΄.
Τὸν ἔνδοξον τοῦ Χριστοῦ Μάρτυρα, τὸν προθύμως ἀθλήσαντα, ὑπὲρ τῆς ἀληθείας Μερκούριον,φιλομαρτύρων οἱ δῆμοι, μαρτυρικοῖς ἐπαίνοις εὐφημήσωμεν· ἐν γάρ καρτερίᾳ ὑπῆλθεν τὸ στάδιον, καὶ ἐπαξίως ἀμοιβῶν, κληρονόμος γέγονε. Καὶ νῦν τῆς τοῦ Δεσπότου χαρᾶς ἀπολαμβάνων, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὁ αὐτός.
Δεῦτε πάντες οἱ πιστοί, τὴν μνήμην τελέσωμεν τοῦ Μερκουρίου. Οὗτος γὰρ τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβών, ἐν τῷ σταδίῳ προσῆλθεν, μὴ πτοηθεὶς τῶν βασάνων, τοῦ πυρὸς τοῦ φλέγοντος, καὶ τῇ τῶν μαχαιρῶν ἐκέντησιν, τοῦ βαρέως λίθου ἐπὶ τῷ αὐτοῦ τραχήλῳ, καὶ τοῦ φραγγελίου τοῦ χαλκοῦ, ἀλλὰ καρτερικῶς πάντα ὑπέμεινε· καὶ τὴν κεφαλὴν ἀποτμηθείς, πρὸς οὐρανοὺς ἀνέδραμε, πρεσβεύων τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ’ ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Μεγαλομάρτυς Χριστοῦ, ὁ λαμπρυνθεὶς τῇ ἀγάπῃ τῇ ἄνωθεν, ὁ πίστει καταπατήσας, τὰς προσβολὰς τοῦ ἐχθροῦ, συνεργείᾳ θείᾳ τοῦ Δεσπότου σου· ὁπλῖτα πανένδοξε, Ἀθλητὰ καρτερώτατε, πίστεως κλέος, δυσσεβῶν ἡ κατάπτωσις, καὶ θεμέλιον, Ἐκκλησίας στεῤῥότατον· πρόσχες σεπτέ Μερκούριε, Μαρτύρων ὑπόδειγμα, θείου ἐλέους ῥανίδα, ὁ πλουσιόδωρος Κύριος, ἡμῖν ἐπιστάξαι, τῇ πρεσβείᾳ σου δυσώπει, ἀφθόνως πάντοτε.
Στ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσετε.
Χαίροις, Μεγαλομάρτυς Χριστοῦ, Οὗ ἐν σταδίῳ ἁγιάσας τὸ ὄνομα, ἀξίως δὲ οὐρανόθεν, λαβὼν τὴν θείαν ἰσχύν, τῶν Μαρτύρων ὤφθης σὺ ἀγλάϊσμα· καὶ πόνοις ἀθλήσεως, καταισχύνας τὸν τύραννον, τὸν ἐν μαχαίρᾳ, καὶ πυρὸς πικρὸν θάνατον, χαίρων δέδεξαι, ἀνενδότῳ φρονήματι· ὅθεν πρὸς τὴν ἀθάνατον, ζωὴν μεταβέβηκας, Μερκούριε θεοφόρε, χαρᾶς ἀῤῥήτου πληρούμενος, καὶ πᾶσιν πρεσβεύων,   σωτηρίαν δοθῆναι, καὶ θεῖον ἔλεος.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Χαίροις, Μεγαλομάρτυς Χριστοῦ, τῶν Ὀρθοδόξων τὸ σεπτὸν ἐγκαλλώπισμα, ὁ καθελῶν ἔνδοξε, δυσσεβῶν τὴν παράταξιν, ἐν ὁμολογίᾳ καὶ στεῤῥότητι· ἐντεῦθεν ὑπέμεινας, ἀλγηδόνας τοῦ σώματος, καὶ τὰς ὀδύνας, ἀνενδότῳ φρονήματι, τῇ τῆς χάριτος, ἐνεργείᾳ Μερκούριε· ὅθεν καὶ τὸν αὐχένα σου, τμηθεὶς ἀνελήλυθας, τροπαιοφόρος παμμάκαρ, πρὸς οὐρανῶν τὰ σκηνώματα· Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Μάρτυς γενναιότατος, μέχρι τέλους ἐχρημάτισας, θεόφρον Μερκούριε· ὑπομένων τὰς βασάνους καρτερικῶς, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐσπρόσδεκτον Αὐτῷ γεγένησαι. Διὸ παῤῥησίαν ἔχων πρὸς Αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. β΄.
Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν Θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων. Παρθένοι λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον. Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.  
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οὐράνιον Ἄγγελον χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσωζε.
Ἕτερον. Ὅμοιον.
Ὡς Μάρτυς ἀήττητος τοῦ Βασιλέως Χριστοῦ, ἀθλήσας στεῤῥότατα, τὰς παρατάξεις ἐχθροῦ, καθεῖλες Μερκούριε· πόνους γὰρ τῆς σαρκός σου, καὶ μαστίγων τὸ ἄλγος, ἤνεγκας ἀνενδότως, ὡς φωτὸς θείου πλήρης, καὶ νῦν παντὸς κινδύνου καὶ πόνου, ἡμᾶς λύτρωσαι.
Δόξα. Ἕτερον. Ὅμοιον.
Τὸ πῦρ τὸ οὐράνιον ἐν τῇ ψυχῇ ἐσχηκῶς, πυρὸς κατεφρόνησας τοῦ ὑλικοῦ καὶ φθαρτοῦ, Μερκούριε ἔνδοξε· μάχαιραν καὶ τὸν λίθον, καὶ φραγγέλιον Μάρτυς, κάρας σου δὲ τὴν τμῆσιν, καθυπέμεινας χαίρων· διὸ πρέσβευε Χριστῷ, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς ἥλιος λαμπρός, ὡς ἀστὴρ ἑωσφόρος, Μερκούριε σοφέ, ἡ ἁγία σου μνήμη, ἐπέλαμψε τοῖς πέρασι, καὶ πιστῶν κατεφώτισε, τὴν διάνοιαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι, καὶ κατηύφρανε, τῶν σὲ τιμώντων ἐκ πόθου, καρδίας ἀοίδιμε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας· Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει πάντα νοῦν, τῆς σῆς ἀνδρείας τὸ στεῤῥόν, Μάρτυς ἔνδοξε Χριστοῦ, σεπτέ Μερκούριε, γενναιοφρόνως κατήσχυνας τὸν βελίαρ, ἐτέλεσας καλῶς τὸ θεῖον στάδιον, διὸ πιστῶς τελοῦμέν σου τὴν μνήμην, τὴν ἱεράν, ἀξιαγάστε· Χριστὸν δυσώπει, ὑπὲρ τῶν πόθῳ, εὐφημούντων τὰ ἄθλα σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν Αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν· τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος ὄντως Ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδός Σου, μόνη Θεόνυμφε καὶ Ἀειπάρθενε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθὲν μυστικῶς.
Φιλομαρτύρων ὁ χορὸς ὑμνεῖ ἐμφρόνως, τὸ τῶν Μαρτύρων ἀκροθίνιον τὸ μέγα, καὶ γεραίρει αὐτοῦ τὰ ἀγωνίσματα, ἃ ὑπέστη γενναίως διὰ Χριστόν, καὶ πάντες χαρμονικῶς βοῶσιν αὐτῷ, ὦ Μερκούριε πολύαθλε, εἰς οὐρανοὺς ἀνελθών, τῷ Δεσπότῃ ἱκέτευε, ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· χαῖρε θαῦμα παγκόσμιον.
Οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον Μαρτυρικόν  (ζήτει τῇ 26η Ὀκτωβρίου, ἐν τῇ ἑορτῇ τοῦ Ἁγ. Δημητρίου).
Ὁ Ν’ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἐνδυναμωθεὶς ἐν Χριστῷ, τοῦ μαρτυρίου τὸν δρόμον ἠκολούθησας, ὡς καλὸς Ἀθλητής, Μεγαλομάρτυς Μερκούριε· καὶ νίκην περιφανῆ ἀράμενος, κατὰ τοῦ δολίου ἐχθροῦ, τροπαιοφόρος εἰσῆλθες, πεποικιλμένος ἐν δόξῃ, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, Ἀθλητὰ μακάριε, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου.
Εἶτα οἱ Κανόνες· τῆς ἑορτῆς ὁ πρῶτος (Σοφίας Πανάχραντε…, ποίημα Κυρίου Γεωργίου) καί τοῦ Ἁγίου δύο.
Ὁ α΄ Κανὼν, οὗ ἡ ἀκροστιχίς· Μερκουρίου με τὸ σθένος φυλαττέτω. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἡ κεκομμένη.
Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τῇ πηγῇ, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθῳ τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῷ Κυρίῳ ᾄδοντας· ἐνδόξως γὰρ δεδόξασται.
Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας σοφέ, σθένει κραται-ούμενος, Χριστοῦ τοῦ δι’ ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομεί-ναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογίᾳ Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῷ σὲ ἐνδυναμώσαντι· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον.
Κόρης Παρθένου ὡράθη σαρκούμενος, ὁ δι’ ἡμᾶς, ἄνθρωπος γενόμενος, καὶ Μάρτυρα πιστόν, παθῶν οἰκείων δείκνυσι, Μερκούριον γενναῖον Ἀθλητήν, Αὐτῷ συντόνως ψάλλοντα· τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.
Ὁ β΄ Κανὼν, οὗ ἡ ἀκροστιχίς· Γεράσιμος ὑμνεῖ Μερκουρίου τοὺς ἄθλους. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Γέγονας σὺ μέτοχος, τῆς οὐρανίου δόξης τῆς κρείττονος, δοξάσας τὸν Χριστόν, ἱερὲ Μερκούριε· διό μοι δίδου φωτισμόν, ὑμνολογοῦντί σε.
Ἔλλαμψας ἀθλήσεως, πόνοις θεόφρον, δόξαν ἀρνησάμενος, τῷ θείῳ φωτὶ τοῦ Ζωοδότου δεχθείς, Μερκούριε θείου φωτός, ταμεῖον γέγονας.
Ῥανίδας σῶν αἱμάτων, γῆν κατήρδευσας, καὶ τὸ θεῖον σῶμά σου, ὡς δένδρον ἤνεγκας, Μερκούριε θεόφρον, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, πιστοὺς ἐκτρέφοντας.
Θεοτοκίον.
Ἀπάλλαξον Σῷ φωτί, τῆς ἐμπαθείας, καὶ δίδου κατάνυξιν, Παρθένε Ἄχραντε, τῇ ταπεινῇ μου ψυχῇ, ἵνα ἔργοις ἀγαθοῖς εὐαρεστήσω Χριστῷ.
ᾨδὴ γ΄. Ὁ α΄ Κανών. Σὺ εἶ τὸ στερέωμα.
Ὅλος πυρακτούμενος, τῇ θεϊκῇ στοργῇ ἔνδοξε, πῦρ καὶ δεσμά, ξίφη καὶ βασάνους, ὥσπερ ὄναρ λελόγισαι.
Ὕμνοις τὸν ποιήσαντα, προσομιλῶν δειναῖς μάστιξι, Μάρτυς σοφέ, καὶ τὴν θεραπείαν τῶν μωλώπων δεχόμενος.
Ῥάβδῳ δυναμούμενος, τῇ θεϊκῇ ἐχθροῦ φρύαγμα, ὡς ἀθλητής, Μάρτυς γενναιόφρον, εὐσθενῶς ἐταπείνωσας.
Θεοτοκίον.
Ἵνα προτυπώσῃ Σου, τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, βάτος πυρί, ὤφθη καιομένη, οὐδαμῶς φλεγομένη δέ.
Ὁ β΄ Κανών. Στερεωθήτω ἡ καρδία μου.
Σὲ Ναὸν τοῦ Ἁγίου Πνεύματος, Μάρτυς τοῖς παλαίσμασιν ἔγνωμεν, τὸν Δεσπότην ἐκήρυξας ἐν μέσῳ τῶν παρανόμων, καὶ τῶν ἄνω κατηξιώθης, πρεσβεύων ὑπὲρ ἡμῶν.
Ἰδοὺ λαμπρὸς καθάπερ ἥλιος, ἐν τῇ Ἐκκλησίᾳ ἀνέτειλας, καὶ φωτίζεις Μερκούριε, τῷ σεπτῷ σου μαρτυρίῳ, εὐσεβούντων τὰ πληρώματα, ὡς Μάρτυς πανεύφημος.
Μερκούριε ἤθλησας νομίμως, καὶ τὴν ἀνομίαν κατήσχυνας, διὸ δεδόξασαι λαμπρῶς, τοῦ Δεσπότου τῇ χάριτι, ὡς στρατιώτης ἄξιος καὶ Μαρτύρων ἀγλάϊσμα.
Θεοτοκίον.
Ὁ τὸ εἶναι πᾶσι δωρούμενος, σωματωθεὶς ἐκ τῶν αἱμάτων Σου, τὴν πεπτωκυῖαν τοῦ Ἀδὰμ φύσιν, Κόρη ἀνέπλασε· διὰ τοῦτο ὡς μητέρα Σε, τοῦ Κτίστου δοξάζομεν.
Κοντάκιον τῆς ἑορτῆς. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος.
Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον, πῶς ἐκλελεγμένη ἡ Ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό ἀνευφημεῖν βουλόμενος Ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς Μερκούριος ἀγωνισάμενος, τὸν δόλιον ᾔσχυνε καὶ στεφανίτης στεῤῥός, Χριστοῦ ἐχρημάτισεν· ὅθεν ταῖς οὐρανίαις, νῦν συνήφθη χορείαις, δόξης ἀδιαδόχου, ἐπαξίως μετέχων· διὸ τὴν ἱερὰν αὐτοῦ, μνήμην τελοῦμεν πιστῶς.
Δόξα. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, τῶν παρανόμων ἡ πληθύς, καὶ εὐφράνθη εὐπρεπῶς, φιλομαρτύρων ὁ χορός, ἐν τῇ στεῤῥᾷ ὁμολογίᾳ σου Ἅγιε· σὺ γὰρ τὸν Χριστόν, πᾶσιν ἐκήρυξας, στόματι σοφῷ, καὶ γλώσσῃ ἀληθεῖ, καὶ τοῦ πυρὸς ἐνεγκὼν τὴν κατάφλεξιν, μαρτυρικῆς δόξης ἔτυχες, Χριστῷ πρεσβεύων, ἡμῖν δοθῆναι, Μερκούριε θεῖον ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Ἡ ἀμίαντος Ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μετ’ εὐφροσύνης εἰσάγεται παραδόξως· Ἥν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι Ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ· ἡμῶν ἡ δόξα, καὶ σωτηρία, Σὺ ὑπάρχεις Πανάχραντε.
ᾨδὴ δ΄.   α΄  Κανών. Εἰσακήκοα Κύριε.
Οἰκειώθης τῷ Κτίστῃ σου, θείου μαρτυρίου θεόφρον πάθεσι, καὶ λαμπροὺς στεφάνους ἔνδοξε, παρ’ Αὐτοῦ ἐδέξω ὡς ἀήττητος.
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος ἱμάτιον νῦν ἐνδέδυσαι, τῆς φθορᾶς καὶ τῆς νεκρώσεως, τοὺς χιτῶνας Μάρτυς ἐκδυσάμενος.
Μέχρις αἵματος ἔνδοξε, πρὸς τὴν ἁμαρτίαν ἀγωνισάμενος, νικηφόρος ἀναδέδειξαι, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Θεοτοκίον.
Ἐπὶ Σὲ ὁ σωτήριος, Λόγος καταβέβηκεν Ἀειπάρθενε, ὥσπερ ὄμβρος καὶ ἐξήρανε, τῆς πολυθεΐας τὰ ὀμβρήματα.
Ὁ β΄  Κανών. Ἐν Πνεύματι προβλέπων.
Σὺ οὐκ ἐπτοήθης ἀνόμων τῶν δυσμενῶν, κηρύττων παῤῥησίᾳ Χριστὸν τὸν Λυτρωτήν, καὶ ἐν βασάνοις ὡς χρυσὸς ἐν τῇ καμίνῳ, δοκιμασθεὶς πρὸς θείαν δόξαν μετετέθης, Μάρτυς θεοφόρε Μερκούριε.
Ὑπὸ Κυρίου ἐδέξω θείαν χάριν, Ἀθλητὴς ἐδείχθης ἀήττητος, καὶ Μάρτυς στεῤῥότατος· λαμπρὰν πανήγυριν δὲ κάτω συναγείρεις, ἐπὶ τῇ θείᾳ καὶ πανευφήμῳ μνήμῃ σου, ἐν ᾗ συνελθόντες τιμῶμέν σε.
Μετὰ τῶν Ἀσωμάτων, συναγάλλη ἐν τῷ οὐρανίῳ θαλάμῳ, Μερκούριε Μάρτυς, τὸν ἐν Ὑψίστοις καθικέτευε Δεσπότην, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν ἀοίδιμον καὶ θείαν σου ἄθλησιν.
Θεοτοκίον.
Ἔκπλυνον Παναγία, ἀμόλυντε σκηνὴ, μολυνθέντα πταίσμασι, καὶ καθάρισόν με, τῶν οἰκτιρμῶν Σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω· δόξα Σοι Ἁγνὴ Θεοδόξαστε.
ᾨδὴ ε΄. Ὁ α΄ Κανών. Ὀρθρίζοντες βοῶμέν Σοι.
Τεινόμενος καὶ λόγχῃ Μερκούριε, ἀνενδότως, τεμνόμενος ἔφερες, θείαις ἐλπίσι νευρούμενος.
Ὁ πέτρᾳ νοητῇ στερεώσας σου, τὴν καρδίαν, λίθῳ βαρυνόμενος, οὐ παρετράπης Μερκούριε.
Συμμέτοχος παθῶν τοῦ Δεσπότου σου, χρηματίσας, δόξης ἐκοινώ-νησας, Τούτου καὶ θείας λαμπρότητος.
Θεοτοκίον.
Θανάτωσον Παρθένε τὴν ζῶσάν μου, ἁμαρτίαν, ζωὴν ἡ κυήσασα, τὴν θανατώσασαν θάνατον.
Ὁ β΄ Κανών. Τὸ φαεινὸν ἡμῖν.
Ἰδοὺ εὐφράνθητε πάντες φιλέορτοι σήμερον, ὁ Ἀθλοφόρος Κυρίου κατήσχυνε τῶν παρανόμον φρύαγμα τὸ ἄθεον, θυσία γενόμενος.
Μάρτυς περίδοξος τοῦ Κυρίου ἡμῶν ἐδείχθη, Μερκούριος ὁ ἔνθεος, κληρωσάμενος ἀξίως τῶν Πρωτοτόκων τὰς σκηνάς, πρεσβεύων ὑπὲρ ἡμῶν.
Ἔχοντες μεσίτην πρὸς Κύριον Μάρτυς Μερκούριε, λύτρωσαι ἡμᾶς ἐκ τυραννίδος τοῦ ἐχθροῦ, ὅπως ἀεὶ φαιδρῶς σε μακαρίζομεν, εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῶσίν Σε εὕροιμεν, καὶ ἀπόρθητον τεῖχος, κεκτήμεθα ἐν περιστάσει, τῇ πρεσβείᾳ Σου Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.
ᾨδὴ στ΄. Ὁ α΄ Κανών. Τὴν δέησιν.  
Ἐνεύρου σε, ὁ ἀΐδιος Λόγος, δι’ Αὐτὸν πᾶσαν ἰδέαν βασάνων, Μάρτυς σοφέ, ὑπομένοντα βλέπων, καὶ δι’ Ἀγγέλου θαῤῥεῖν σοι προσέττατε, Μερκούριε καὶ μηδαμῶς, τῶν τυράννων πτοεῖσθαι τὴν ἔνστασιν.
Νενέκρωται, ὁ πολύμορφος ὄφις, καὶ ποσὶ καταπατεῖται ὡραίοις, τοῦ Ἀθλητοῦ καὶ γενναίου ὁπλίτου· ἐθελουσίοις ὁρμαῖς γὰρ ἐχώρησε, πρὸς βάσανα πρὸς αἰκισμούς, καὶ πρὸς θάνατον δόξης ἀνάπλεων.
Ὁλόκληρον, τῷ Δεσπότῃ προσῆξας, τῆς καρδίας τὴν προαίρεσιν μάκαρ, καὶ δι’ Αὐτόν, ὑπομείνας στρεβλώσεις, ὡς νικητὴς παρ’ Αὐτοῦ ἐστεφάνωσαι· καὶ Τούτῳ νῦν ἐν οὐρανοῖς, μετὰ πάντων Μαρτύρων παρίστασαι.
Θεοτοκίον.
Συνέλαβες, τῇ φωνῇ τοῦ Ἀγγέλου, τὸν βουλῆς μεγάλης Ἄγγελον Κόρη, καὶ ἐκ τῶν Σῶν, παναγίων αἱμάτων, σεσαρκωμένον Πανάμωμε τέτοκας, τὸν δείξαντα πᾶσι ζωῆς, τὰς εἰσόδους δι’ ἄφατον ἔλεος.
Ὁ β΄ Κανών. Τὸν Προφήτην Ἰωνᾶν.
Κυρίου ὤφθης Μάρτυς, ἐνισχυθεὶς παρ’ Αὐτοῦ, μιμησάμενος καλῶς, Αὐτοῦ τὸ θεῖον πάθος, πρεσβεύεις ὑπὲρ πάντων ἡμῶν, μάκαρ Μερκούριε.
Ὁδὸν τοῦ μαρτυρίου, διανύσας ἀκλινῶς, ἐν μέσῳ τοῦ σταδίου, στρατιώτης εὐκλεὴς Μερκούριε, Χριστοῦ ἐδείχθης, ἀθλήσας ἄριστα.
Ὑπὲρ Χριστοῦ ἀθλήσας, καθυπέμεινας στεῤῥῶς, μαχαιρῶν τὴν κέντησιν, πυρὸς δὲ κατάφλεξιν Μερκούριε, κάρας ἐκκοπήν, ὤφθης πρεσβευτὴς ἡμῶν.
Θεοτοκίον.
Ῥῦσαι Παναμώμητε, σαρκωθεὶς ὁ Κύριος, καὶ παντέλειος Θεός, τῆς κατάρας τοῦ Ἀδάμ, πάντας ἡμᾶς τοὺς Σὲ Παρθένε, ὀρθῶς δοξάζοντας.
Κοντάκιον.Ἦχος πλ. β΄. Τὴν ὑπὲρ ἡμῶν.
Τοῦ ἀειφανοῦς ἀστέρος τῆς Ἐκκλησίας, καὶ πυρσοφαοῦς φωστῆρος τῆς οἰκουμένης, ἐν ᾠδαῖς καταστέψωμεν, καὶ ὕμνοις τὴν μνήμην τὴν πανεύφημον, αὐτοῦ πιστῶς τιμήσωμεν ἀξιοχρέως, πρὸς ὃν συμφώνως βοήσωμεν· Μερκούριε Ἀθλητά, σῶσον πάντας ἡμᾶς.
Ὁ Οἶκος.
Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος  καὶ φωταυγὴς θεία μνήμη τοῦ στεῤῥοῦ Ἀθλητοῦ Μερκουρίου, Ἐκκλησίας τοῦ θεμελίου, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα, φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς οὖν φιλέορτοι, δεῦτε συνδράμωμεν τὴν θείαν τούτου ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον τοῖς ἄσμασι, καταστέψωμεν εὐλογοῦντες, ὑμνοῦντες τὸν Κύριον, τὸν τὴν μνήμην αὐτοῦ δοξάσαντα τοῖς πέρασιν. Σώζοντα δὲ ἐκ συμφορῶν καὶ θλίψεων παντοίων, τοὺς μετ’ εὐλαβείας πρὸς τὸν Αὐτοῦ ἐκβοῶντες Ἀθλητήν· Μερκούριε Ἀθλητά, σῶσον πάντας ἡμᾶς.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Στίχοι·
Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.
Αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ α΄ Κανών. Παῖδες Ἑβραίων.  
Φέγγει τῆς ἄνω φρυκτωρίας, αὐγαζόμενος γενναῖε στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν φωτίζεις μελῳδοῦντας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ὕμνεις τὸν πάντων Εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ Τούτου μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ μέλπων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Λίθοις προσάγοντες τὸ σέβας, οἱ τὴν αἴσθησιν λιθώδη κεκτημένοι, λίθῳ Μάρτυς τὸν σόν, βαρύνουσιν αὐχένα, κραυγάζοντος Μερκούριε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Αἵματι αἷμα συγκεράσας, σοῦ τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν Αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶν Μερκούριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τάξεις Ἀγγέλων καταπλήττει, μυστηρίου Σου τὸ βάθος Θεοτόκε· ὁ Θεὸς γὰρ ἐκ Σοῦ, σαρκούμενος ὡράθη· ᾧ μελωδοῦμεν Πάναγνε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὁ β΄ Κανών. Ἡ κάμινος Σωτήρ.
Ἵσταντο θεῖοι Ἄγγελοι ἄνωθεν χορεύοντες, θεόφρον Μερκούριε, ὅτε προθυμώτατα, τὰς κολάσεις ὑπέμεινας.
Ὁ Μάρτυς Μερκούριος, ἐκραύγαζον οἱ ἐν οὐρανοῖς, νῦν ἀνέρχεται, ἄρατε οὖν τὰς πύλας, καὶ τοῦτον πάντες δεξώμεθα.
Ὑπὲρ Χριστοῦ ἐτμήθης Μερκούριε, καὶ ἄτμητος τῷ Πνεύματι ἔμεινας, ἐν τῇ ἑνώσει Αὐτοῦ, τοῦ σὲ δοξάσαντος.
Θεοτοκίον.
Τὴν γαλήνην τὴν ἄνωθεν παράσχου μοι, τῷ νῷ καὶ τῇ ψυχῇ Θεονύμφευτε, ταραττομένῳ ἀεί, περισπασμοῖς ὑλικοῖς.
ᾨδὴ η΄. Ὁ α΄ Κανών. Ὁ αὐτὸς.
Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας· καὶ νῦν βοᾷς ἀπαύστως, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εὐσεβοφρόνως ἔνδοξε, τὸν ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον, ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ’ ὧν βοᾷς ἀπαύστως, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τελειωθεὶς πανόλβιε, διὰ ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα, λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὡς τῆς ἡμῶν ὑπάρχουσαν, ἀναπλάσεως Ἄχραντε, ἅπαντες αἰτίαν, οἱ πιστοὶ ὑμνοῦμέν Σε· Θεὸν γὰρ παναίτιον, ὑπὲρ αἰτίαν τέτοκας, τὸν τὴν συντριβεῖσαν, τῇ κακίᾳ εἰκόνα, οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀναπλάσαντα μόνη, Ὑπερευλογημένη, καὶ Κεχαριτωμένη.
Ὁ β΄ Κανών. Ὕμνον Σοι προσφέρομεν.
Ὅλος λάμψας Μερκούριε, σοῖς ἄθλοις, καὶ καταυγάζεις τὴν Ἐκκλησίαν, πάντων τῶν Ὀρθοδόξων, τῷ φωτὶ τῆς ἀγάπης, Χριστοῦ τοῦ Παντάνακτος.
Ὑπέρμαχος γέγονας τοῦ Δεσπότου, ἐν ἀσθενείᾳ σαρκὸς καθεῖλες, τυράννους Μερκούριε, εὐλογεῖτε πάντα τὰ ἔργα, κραυγάζων τὸν Κύριον.
Σκάμματα διήνυσας πανεύφημε, μέγας Ἀθλοφόρος γεγένησαι, ὡς ἐπόθεις Ἅγιε, τῆς οὐρανίου δόξης, μετέχεις εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, τὸν καύσωνα τῆς ταλαιπώρου μου ψυχῆς σβέσον, τῇ θείᾳ Σου χάριτι, καὶ παράσχου μοι Κόρη, γνησίαν ἐν πᾶσι μετάνοιαν.
ᾨδὴ θ΄. Τῆς ἑορτῆς. Ἧς ἡ ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
Μεγαλυνάριον.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμός
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὡς ὑπέρλαμπρον Θεοτόκε Ἁγνή, ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· χάριτος Θεοῦ δ’ ἐμπιπλαμένη οὐρανόθεν, φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὑπερίπταται Θεοτόκε Ἁγνή, τὸ θαῦμά Σου τὴν δύναμιν τῶν λόγων· σῶμα γὰρ ἐν Σοὶ κατανοῶ ὑπὲρ λόγον, ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ Σοι· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος Σε σκηνὴν καὶ θείαν στάμνον, ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· ὅθεν ἐκδιδάσκει Σοι κράζειν· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν Σοι προεκελάδει Δαυΐδ, λαλῶν Σε θυγατέρα Βασιλέως, κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην Σε· ὅθεν προφητεύων ἐβόα· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.
Θεοδόχον προθεωρῶν Σολομῶν, ἠνοίξατο Σε πύλην Βασιλέως, ζῶσάν τε πηγὴν ἐσφραγισμένην, ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνομεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Διανέμοις τῶν χαρισμάτων τὴν Σήν, γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς Σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν Σοι· ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε Ἁγνή.
α΄. Κανών. Ἔφριξε πᾶσα ἀκοή.
Ἰχῶρες νῦν μαρτυρικοί, εὐωδίαν ἀναπέμπουσι χάριτος, καὶ τὰ δυσώδη ἡμῶν, ἀῤῥήτῳ λόγῳ, πάθη διώκουσιν, ἀναπηγάζει τὰ ὀστᾶ, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνούντων τὰ αὐτῶν προτερήματα.
Ὡς μέγαν πύργον τῆς Χριστοῦ, Ἐκκλησίας ἱερῶς σε γεραίρομεν, ὡς στῦλον ἄσειστον, ὡς τεῖχος Μάρτυς, ὄντως ἀπόρθητον, ὡς στρατιώτην δυνατόν, Θεοῦ τοῦ Παντάνακτος, ὡς καθαιρέτην ἐχθρῶν, ὡς φωστῆρα νοητὸν καὶ παγκόσμιον.
Σύνδρομον Ἄγγελον φωτός, πρὸς τὴν ἄθλησιν θεόφρον κεκλήρωσο· ὅθεν στρεβλούμενος, καὶ ταῖς λαμπάσιν ὑποκαιόμενος, καὶ συγκοπτόμενος δεινῶς, καὶ ξίφει τεμνόμενος, οὐκ ἐδειλίασας, Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε.
Ἡμέρα πλήρης φωτισμοῦ, εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, Μάρτυς Μερκούριε· ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, καὶ χαλεπῶν πειρασμῶν, καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω Σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ὁ β΄ Κανών. Τὴν Ζωοδόχον Πηγήν.
Θεία ἰσχύς σοι ἐδόθη Μερκούριε παρὰ Χριστοῦ, ἐν καιρῷ τῶν ἀγώνων σου· ὅθεν κατενίκησας, τοῦ ἐχθροῦ τὴν δύναμιν, καὶ τῶν μελῶν ταῖς τομαῖς ἐγκαρτερήσας, τροπαιοφόρος Χριστῷ ἀνελήλυθας.
Λαμπρῷ στεφάνῳ θεόφρον κοσμούμενος, καὶ τοῖς Ἀσωμάτοις συναυλιζόμενος, σὺν αὐτοῖς ἱκέτευε, Μερκούριε ἔνδοξε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἀνυμνούντων, τὴν ἱερὰν καὶ πανένδοξον μνήμην σου.
Ὁ ἐκ Θεοῦ δεξάμενος τὴν ἔλλαμψιν, καὶ τὸν ζῆλον παρ’ Αὐτοῦ κομισάμενος, τῶν Μαρτύρων τὸ κλέος, καὶ Ἀγγέλων ἡ δόξα, Μερκούριος ὁ κλεινὸς Μεγαλομάρτυς, ἀνευφημείσθω ἐνθέοις ἐν ᾄσμασιν.
Ὑπὲρ Χριστοῦ μέχρις αἵματος Ἅγιε, ἀντικατέστης ἐχθροῖς τοῖς διώκουσιν· ὅθεν ἀεὶ πρέσβευε, δοῦναί μοι τὴν ἄφεσιν, τῶν ἀμετρήτων Μερκούριε σφαλμάτων, καὶ τὴν παροῦσάν μου αἴνεσιν πρόσδεξαι.
Θεοτοκίον.
Σαρκὶ Ἁγνὴ τὸν Θεὸν ἐσωμάτωσας, ἐκ τῆς ἀρᾶς τὸν Ἀδὰμ ἐκλυτρούμενον, μόνη Παντευλόγητε· ὅθεν κἀμὲ λύτρωσαι, ἐκ τῆς πικρᾶς τοῦ βελίαρ τυραννίδος, ἵνα ὑμνῶ Σε ἀεὶ Ὑπερύμνητε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Ἐκκλησία Ἅγιε, πανηγυρίζει χαίρουσα, τὴν φωτοφόρον σου μνήμην, ᾀσματικῶς σε τιμῶσα, ὡς Ἀθλητὴν λαμπρότατον, καὶ Μάρτυρα ἀήττητον, Χριστοῦ τοῦ Παντοκράτορος, Ὃν δυσώπει Μερκούριε, διδόναι κόσμῳ εἰρήνην.
Ἕτερον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.
Τῆς ἑορτῆς, ὅμοιον.
Τοῦ Ἱεροῦ Σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.
Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τῆς ἑορτῆς β΄ καί τοῦ Ἁγίου β΄.
Τῆς ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναὸν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.
Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· Ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
Καὶ τοῦ Ἁγίου, ὅμοια.
Τὸν Ἀθλοφόρον τὸν θεῖον, Μάρτυν Μερκούριον, τὸν μιμητὴν τοῦ πάθους, τοῦ Δεσπότου τῶν ὅλων, τὸ μέγα Ἐκκλησίας τῆς τοῦ Θεοῦ, ἀνυμνήσωμεν στήριγμα· ἵνα πρεσβεύει ἀπαύστως δοῦναι ἡμῖν, σωτηρίας τὰ αἰτήματα.
Ἀξίως Μάρτυς ἀθλήσας, Χριστοῦ τῷ ἔρωτι, ὀφρὺν τὴν μαινομένην, τῆς ἀπάτης καθεῖλες, Μερκούριε τρισμάκαρ μαρτυρικῇ, καὶ γενναίᾳ ἐνστάσει σου, καὶ τῶν στεφάνων τῆς δόξης ἐν οὐρανοῖς, ἠξιώθης ἀγαλλόμενος.
Δόξα. Ἦχος β΄.
Δεῦτε φίλαθλοι, τῶν Ἀθλητῶν τὸ καύχημα, Μερκούριον τὸν θεῖον ὕμνοις τιμήσωμεν. Οὗτος γὰρ τῇ πυρᾷ παραδοθείς, καὶ στεῤῥῶς ἐγκαρτερήσας, τῆς κεφαλῆς τὴν ἀποτομήν, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε, καὶ διαμένον στέφος ἐκληρώσατο· ὅθεν δυσωπεῖ ὁ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, τελοῦντας τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτὸς.
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν Ἀθλοφόρων κλέος ὄντως περιφανές· χαίροις Ἐκκλησίας, τὸ στήριγμα τὸ μέγα, Μερκούριε προστάτα, τῶν ἀνυμνούντων σε.
 
 
 
 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου