Τρίτη, 1 Αυγούστου 2017

Παρακλητικός Κανών εἰς Πάντας τούς Ἁγίους ΓΕΩΡΓΙΟΥΣ, Γ. Ἀποστολάκη

Μάρτυρας, Νεομάρτυρας,  Ἀρχιερεῖς, Ἱερεῖς, Ὁσίους, Ἀσκητάς,
Ὁμολογητάς, τῆς Μίας καί Μεγάλης Ἐκκλησίας τοῦ Χριστοῦ
Ἀνατολῆς καί Δύσεως,
ἤτοι εἰς·
Γεώργιον, Μεγαλομάρτυρα τόν Τροπαιοφόρον  (23.4).
Γεώργιον, Πατριάρχην Κωνσταντινουπόλεως  (18.8).
Γεώργιον, Ἐπίσκοπον Δεβελτοῦ  (22.1).
Γεώργιον, Ὁσιομάρτυρα τόν Βηθλεεμίτην  (27.7).
Γεώργιον, Νεομάρτυρα τόν Σέρβον  (11.2).
Γεώργιον, Νεομάρτυρα τόν Μυτιληναῖον  (14.2).
Γεώργιον, Νεομάρτυρα τόν Κύπριον  (23.4).
Γεώργιον, Νεομάρτυρα τόν ἐκ Φιλαδελφείας  (2.10).
Γεώργιον, Νεομάρτυρα τόν ἐξ Ἰβήρων  (2.1).
Γεώργιον, Νεομάρτυρα τόν ἐν Μαγνησίᾳ  (24.4).
Γεώργιον, Ἱερομάρτυρα τόν Νεαπολίτην   (3.11).
Γεώργιον, Νεομάρτυρα τόν ἐκ Ῥαψάνης  (5.3).
Γεώργιον, Νεομάρτυρα τόν ἐξ Ἐφέσου  (5.4).
Γεώργιον, Νεομάρτυρα τόν Χιοπολίτην  (26.11).
Γεώργιον, Νεομάρτυρα τόν ἐξ Ἀτταλείας  (25.6).
Γεώργιον, Νεομάρτυρα τόν ἐκ Μελάμπων  (28.10).
Γεώργιον, Νεομάρτυρα ἐκ Σαμοθράκης τόν Πρεσβύτερον (6.4).
Γεώργιον, Νεομάρτυρα ἐκ Σαμοθράκης τόν Νεώτερον  (6.4).
Γεώργιον, Νεομάρτυρα τόν ἐν Ἰωαννίνοις  (17.1).
Γεώργιον, Νεομάρτυρα τόν ἐκ Κρήτης  (7.2).
Γεώργιον, τόν Θαυματουργόν, τόν «Μαχαιρωμένον»  (31.12).
Γεώργιον, Ὅσιον τόν Σιναΐτην  (11.3).
Γεώργιον, Ὁσιομάρτυρα τόν Πέρσην  (6.1).
Γεώργιον, Ὁσιομάρτυρα τόν Λιμνιώτην  (24.8).
Γεώργιον, Ὅσιον τόν Χοζεβίτην  (8.1).
Γεώργιον, Ἐπίσκοπον Ἀμάστριδος  (21.2).
Γεώργιον, Ἐπίσκοπον Μυτιλήνης Α΄  (7.4).
Γεώργιον, Ἐπίσκοπον Μυτιλήνης Β΄  (1.2).
Γεώργιον, Ἐπίσκοπον Νικομηδείας  (29.12).
Γεώργιον, Ὅσιον τόν Θαυματουργόν  (11.3).
Γεώργιον, Ὅσιον τόν Ἴβηρα καί  Ἀθωνίτην  (13.5).
Γεώργιον, Ὅσιον ἐκ Κύπρου  (26.4).
Γεώργιον, Ὅσιον τόν ἐν Μαλαιῷ  (4.4).
Γεώργιον, Ὁμολογητήν, Ἐπίσκοπον Δεφέλτου (29.2).
Γεώργιον, Ὁμολογητήν, Ἐπίσκοπον Πισιδίας  (18.4).
Γεώργιον τόν Ῥωμαῖον, Ἀπόστολον ἐν Γαλλίᾳ  (25.10).
Γεώργιον, Ὅσιον τόν Ῥωμαῖον, Ἐπίσκοπον Βιέννης  (2.11).
Γεώργιον, Ὅσιον τῆς Λοδέβης, τόν Βενεδεκτῖνον  (19.2).
Γεωργίαν, Ὁσίαν τήν Ῥωμαίαν, μονάσασα παρά Κλερμόντ (15.2).

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. ῏Ηχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οἱ πολυάριθμοι Γεώργιοι πάντες, ἡ θεοφόρος τοῦ Χριστοῦ συνοδεία, ὑπέρ ἡμῶν πρεσβεύσατε θερμῶς τῷ Θεῷ· ἄλλοι μέν ἐφάνητε κορυφαῖοι ἀθλήσει, ἄλλοι δέ εἰς ἄσκησιν, ὑπερέβητε μέτρον· διό καί πάντας τούς Χριστιανούς, νῦν εὐλογεῖτε, ἁγία ὁμήγυρις!
Δόξα. Τό αὐτό.
Καί νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Εἶτα ὁ Κανών.
ᾨδή α΄. ῏Ηχος πλ. δ΄. ῾Υγράν διοδεύσας.
Γεώργιοι Μάρτυρες τοῦ Χριστοῦ, πυρσοί Ἐκκλησίας, καί πιστῶν ἡ καταφυγή, προσεύξασθε πάντες τῷ Κυρίῳ, ἳνα στερροί ἐν τῇ πίστει ἱστώμεθα.
Τήν ῥώμην θαυμάζοντες τῆς ψυχῆς, ὑμῶν τῶν Μαρτύρων, Γεωργίων τῶν Ἀθλητῶν, αἰτούμενοι σθένωσιν ἐν πίστει, καί γεωργίαν ψυχῆς τε καί σώματος.
Γεώργιε πρώταρχε τῶν λοιπῶν, καί Μεγαλομάρτυς, τῶν τροπαίων κατακτητά, σύν ἃπασι ἄλλοις ὁμωνύμοις, Ὀρθοδοξίᾳ ἡμᾶς στερεώσατε.
Θεοτοκίον.
Γεννήσασα Πάναγνε τόν Θεόν, τόν τήν σωτηρίαν, χορηγοῦντα εἰς τούς βροτούς, κατέχεις μεγάλην παρρησίαν· ὃθεν κακῶν καί δεινῶν ἡμᾶς λύτρωσον.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Θεοφόροι Πατέρες, Χριστιανῶν καύχημα, ἐκ τῶν Γεωργίων τοῦ δήμου, ἔνσαρκοι Ἄγγελοι, ὦ Σιναΐτα Ἀββᾶ καί Χοζεβῖτα τρισμάκαρ, τοῖς πιστοῖς ἀνάψατε, πόθον ἀσκήσεως.
Νῆψιν πνεύματος θείαν, καί τῶν χρηστῶν  ἔφεσιν, προσέτι κηρύγματος ζῆλον, ἡμῖν ἐμφύτευσον, Ἀθωνιτῶν ἡ ἰσχύς καί τῶν Ἰβήρων ἡ δόξα, ἱερέ Γεώργιε, Πάτερ πανεύφημε.
Γεωργίων  ὁ δῆμος, σέ ποιητήν κέκτηται, ἐνθέων κανόνων καί ὓμνων, θεῖε Ἐπίσκοπε, ἀρχιποιμένων τό φῶς, Νικομηδείας τό κλέος, τούς ποιμένας δίδαξον, ποίμανσιν ἄριστον.
Θεοτοκίον.
Ὄρος ἃγιον ὤφθης, καί ἐκλεκτός θάλαμος, καί τῆς σωτηρίας ἡ κλῖμαξ, Πάναγνε Δέσποινα· ὃθεν ἡμῶν τῶν πιστῶν, παρά Κυρίου ἐξαίτει, τῶν πταισμάτων ἄφεσιν, μόνη Πανύμνητε.

Διάσωσον, τῶν Γεωργίων Ἁγίων πάνσεπτε δῆμε, πάσης βλάβης καί πειρασμῶν, ψυχῆς τε καί σώματος, τούς ᾄδοντας ὓμνον ὑμῖν ἐν πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλε-πήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. ῏Ηχος β΄. Τά ἄνω ζητῶν.
Προστάται στερροί καί φύλακες ἀκοίμητοι, θερμοί πρεσβευταί, καί βέβαιοι ἀκέστορες, τῷ λαῷ ἐδείχθητε Γεωργίων σύνταγμα ἃγιον· ὃθεν ἀεί πρεσβεύετε Θεῷ, λυτροῦσθαι ἁπάσης περιστάσεως.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Φωτισθέντες τῇ χάριτι, καί ὁμολογίας λαβόντες δύναμιν, τόν Χριστόν ὡμολογήσατε, Ὁμολογητῶν δυάς πανάρεστος.          
Οἱ Κυρίῳ εὐάρεστοι, καί τοῖς κακοδόξοις βροτῶν δυσάρεστοι, ἐκδιδάξατε Γεώργιοι, τῆς Ὀρθοδοξίας ὑπεράσπισιν.
Γεωργίων οἱ Μάρτυρες, τῶν πειρατηρίων τοῦ βίου ῥύσασθε, λογισμῶν τε ἀποκάθαρσιν, ἀσκουμένοις πᾶσι χορηγήσατε.
Θεοτοκίον.
Ταῖς λιταῖς Σου Πανάσπιλε, τῶν ἁμαρτωλῶν ἐθισμῶν ἀπάλλαξον, καί τηρεῖν ἡμᾶς προστάγματα, τοῦ Κυρίου πάντα ἐξαιτούμεθα.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Μάρτυρες σεπτοί, Γεωργίων ἡ κορύφωσις, τῆς Σερβίας καί τῆς Χίου οἱ βλαστοί, τήν ὑγείαν ὁμωνύμων συντηρήσατε.
Ἔσχατοι καιροί, τό μαρτύριον ἐθαύμασαν, Γεωργίου ἐξ        Ἠπείρου τοῦ λαμπροῦ· ὃθεν πάντες τήν εὐχήν αὐτοῦ αἰτούμεθα.
Νόσων ζοφερῶν, ἀσινεῖς ἡμᾶς  φυλάξατε, Γεωργίων Νεομάρτυρες σεπτοί, Σαμοθράκης καί τῆς Κρήτης ζεύγη ἃγια.
Θεοτοκίον.
Πρέσβευε Ἁγνή, τῷ Πατρί Υἱῷ καί Πνεύματι, τοῦ καθαίρειν τάς κηλῖδας τοῦ νοός, καί σωθῆναι τάς ψυχάς ἡμῶν, Πανάμωμε.

ᾨδή στ΄. Τήν δέησιν.
Ἰσχύϊ, τῇ θεϊκῇ νεκρώσαντες, ἀνθρωπεῖαν διά βίας τήν φύσιν, θείαν πολλήν ἐκομίσατε χάριν, τῶν Γεωργίων φιλέρημοι Γέροντες· διό ἁπάσας καθαράς, τάς αἰσθήσεις ἡμῶν ἀσφαλίσατε.
Σαρκίου, τούς πειρασμούς Γεώργιε, καί νοός τάς πονηράς ἐνθυμήσεις, ἃπερ ἀσκήσει κατήργησας Πάτερ, ἀποβαλών τά τοιαῦτα νοήματα, βιώσας ἐν τῷ Μαλαιῷ, τοῦ διώκειν μαθήματα δίδαξον.
Μεγίστης, ἀξιωθέντες χάριτος, Ἐπισκόπων Γεωργίων χορεία, τῆς Μυτιλήνης δυάς ἡ ὁσία, καί σύ ταγέ τῆς Ἀμάστριδος ἄριστε, τηρεῖν παράδοσιν ὀρθῶς, Ἐκκλησίας Ποιμένας φωτίσατε.
Θεοτοκίον.
Δυνάμωσον, Ἐκκλησίαν Ἄσπιλε, τάς αἱρέσεις καί τά σχίσματα φεύγειν, καί τούς πιστούς διατήρησον πάντας, ἀναμαρτήτους Υἱῷ Σου ἀρέσκοντας, ἳνα δοξάζωμεν Αὐτόν, παραδόσει καλῶς ὡς ἐμάθομεν.

Διάσωσον, τῶν Γεωργίων Ἁγίων πάνσεπτε δῆμε, πάσης βλάβης καί πειρασμῶν, ψυχῆς τε καί σώματος, τούς ᾄδοντας ὓμνον ὑμῖν ἐν πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν  ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κοντάκιον. ῏Ηχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τήν θαυμαστήν Γεωργίων συνέλευσιν, ἀθλήσει τε καί ἀσκήσει ἐκλάμψασαν, τιμῶντες πιστοί μελῳδήσωμεν, ἐπικαλούμενοι πᾶσαν ἀντίληψιν, λαοῦ γάρ εἰσιν τό κραταίωμα.

Προκείμενον. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. ιβ΄ 1-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ....
Δόξα. Ταῖς τῶν Σῶν Ἁγίων…  
Καί νῦν. Ταῖς τῆς Θεοτόκου ....
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με  ὁ Θεός…
Σύνταγμα θεόλεκτον, τῶν Ἁγίων Γεωργίων, Ἐκκλησίας καύχημα, καί πιστῶν τό ἔρεισμα, τό ἀκλόνητον· πᾶσαν γάρ δύναμιν, κέκτησθε Ἅγιοι, τῷ Θεῷ εὐαρεστήσαντες· ὃθεν δεήθητε, Χριστοῦ τοῦ Δεσπότου τρισόλβιοι, σύμπαντες εἰς ὁμήγυριν, ὃπως τά τῆς πίστεως δόγματα, πάντοτε φυλάττειν, μή παύσωμεν ὡς κόρας ὀφθαλμῶν, ἃ οἱ Πατέρες ἡρμήνευσαν, ἐν Συνόδοις ἄριστα.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Οἱ κρουνοί σῶν αἱμάτων, Θετταλίας Ῥαψάνην, καλῶς κατήρδευσαν, Γεώργιε τρισμάκαρ, διό καί νῦν ἀγάλλῃ, μελῳδῶν πρός πρός τόν  Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Μεγαλύνοντες ἆθλα, καί τιμῶντες τήν μνήμην, ὑμῶν πανένδοξοι, Γεώργιε Ἐφέσου, σύν τῷ ἐξ Ἀτταλείας, πρός τόν  Κύριον κράζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ἡ ἁγία χορεία, Ἐκκλησίας τῆς Μίας, βλαστοί  τετράριθμοι, Γεώργιοι Ῥωμαίων, πρεσβεύσατε Δεσπότῃ, τάς αἰτίας τοῦ σχίσματος, Ἀνατολῆς καί Δυσμῶν, ταχέως ἐξαλεῖψαι.
Θεοτοκίον.
Γεώργησον Κυρία, εὐσεβείας ἀγρόν μου, καί μετανοίας μου, ἠθῶν τε εὐκοσμίαν, ἐν Πνεύματι Ἁγίῳ, καλλιέργησον Δέσποινα, ἳνα δοξάζω Χριστόν, καί Ἄναρχον Πατέρα.

ᾨδή η΄. Τόν Βασιλέα.
Λόγοις καί ἔργοις, εὐχαριστεῖν τῷ Δεσπότῃ, ἱκετεύομεν δοῦναι δυνάμεις, Μάρτυρες Κυρίου, ἐκ δήμου Γεωργίων.
Χαίρονται πάντα, τῆς Ἐκκλησίας τά μέλη, καί αἰτοῦνται ὑμῶν προστασίαν, σύστημα Ἁγίων, λαμπρῶν Νεομαρτύρων.
Ῥύσατε πάντας, ἐκ λογισμῶν ἀκαθάρτων, στερεοῦντες ἐν φόβῳ Κυρίου, ἔνθεος χορεία, Ἁγίων Γεωργίων.
Θεοτοκίον.
Ἄχραντε Κόρη, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, ὁ Δεσπότης ἐφόρεσεν σάρκα, ᾧ οἰκείωσαί με, γνησίᾳ μετανοίᾳ.

ᾨδή θ’. Κυρίως Θεοτόκον.
Βοῶμεν Γεωργίων, σμήνει ἐκ Μαρτύρων, τούς ἀσθενεῖς ἐξ ἡμῶν θεραπεύσατε, καί τήν κατ’ ἄμφω ὑγείαν ἡμῖν χαρίσατε.
Μαρτύρων τῶν ἀρχαίων, δόξης κοινωνοῦντες, ὦ Νεομάρτυρες θείου συντάγματος, ἀπολυτρῶσαι κακίας ἡμᾶς δεόμεθα.
Χορεία Ἐπισκόπων, σύν τῷ Πατριάρχῃ, τούς συνωνύμους ὑμῖν  εὐλογήσατε,  ἳνα θεάρεστον βίον πάντες διάγωμεν.
Θεοτοκίον.
Πανάχραντε Μαρία, Κεχαριτωμένη, χαῖρε πιστῶν ἀσφαλές καταφύγιον, καί σωτηρία του κόσμου καί ἀγαλλίαμα.

Μεγαλυνάρια.
Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε τήν Θεοτόκον, τήν  ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.
Χαίροις Γεωργίων ἡ ἐκλεκτή, Σύνοδος Μαρτύρων, τῶν Ὁσίων καί Ἀσκητῶν, τῷ Δεσπότῃ πάντες, πρεσβεύετε ἀπαύστως, ὑπέρ τῆς Ἐκκλησίας, φεύγειν τά σκάνδαλα.
Χαίροις Γεωργίων ὁ ἀρχηγός, ὁ Μεγαλομάρτυς, καί πτωχῶν ὑπερασπιστής, σύν τῷ νεωτέρῳ, βλαστῷ ᾿Ιωαννίνων· ἐφάνητε Κυρίῳ, σφάγια ἃγια.
Σέρβων καί τῆς Κύπρου οἱ θησαυροί, Μαγνησίας Χίου, καί Ἰβήρων τέκνα λαμπρά, Κρήτης Σαμοθράκης, Ἐφέσου τε ἡ δόξα, ἀκλόνητον τήν πίστιν, ἡμῶν στηρίξατε.
Χαίροις τῶν Ὁσίων σεπτή ὁμάς, Ἅγιοι Πατέρες, τῆς ἀσκήσεως ὁ κανών, Χοζεβῖτα θεῖε, καί σύ ὦ Σιναΐτα, λοιποί τε Γεωργίων, δῆμε ὑπέρτιμε.
Χαίροις ἡ δυάς Ὁμολογητῶν, τῶν ὀρθῶν δογμάτων, σθεναροί ὑπερασπισταί· χαίροις καί Ῥωμαίων, τετράριθμος χορεία· ἀεί τούς προσκυνοῦντας, ὑμᾶς φυλάττετε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστά-σεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῶν Ἁγίων καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, Γεωργίων ὁ χορός, Μάρτυρες ἀρχαῖοι καί νέοι, σύν τοῖς Ὁσίοις  ὑμῶν, ἔρεισμα αἰώνιον, τῆς Ἐκκλησίας Χριστοῦ, τάς αἱρέσεις διώξατε, καί  Ὀρθοδοξίας, δόγματα στηρίξατε, θεοποιά καί σεπτά, ἃ καί ἐποτίσατε πάντες, αἳμασι καί δάκρυσι· ὃθεν, νῦν τιμῶμεν ἃπαντας εἰς Σύναξιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ἀπολυτίκιον. ῏Ηχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Θεοσύλλεκτον δῆμον πιστοί ὑμνήσωμεν· τῶν μέν Μαρτύρων τήν πίστιν τήν σθεναράν, ἀδελφοί, προσευχῇ παρά Κυρίου ἐκζητήσωμεν· ἄσκησιν δέ τῶν ἀρετῶν, ὁμοιάσωμεν καλῶς, Ὁσίοις ἡμῶν Πατράσι, καί Γεωργίων ἁπάντων, τά κλέη ᾄσωμεν αἰσίαις φωναῖς .

Δίστιχον.
Πληρώσατε πίστεως ἐμοῦ τήν καρδίαν
Γεώργιοι Μάρτυρες, Χριστοῦ ἡ χορεία.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου