Τρίτη, 1 Αυγούστου 2017

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Χίου, Ὁσίου Νικηφόρου τοῦ Χίου

Ψαλλομένη τῇ 26η Νοεμβρίου

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκάκραξα ἱστῶμεν στίχους στ΄ και ψάλλομεν Στιχηρά Προσόμοια τέσσερα, δευτεροῦντες τά δύο πρῶτα. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
      Ἡ Χίος σε βλάστημα τερπνόν, Ἀθλητὰ ἐξήγαγε, Κυδωνιῶν δέ ἡ πόλις σε, καλῶς ἐξέθρεψε, καὶ ὁ οὐρανός σε, μετὰ τέλος εἴληφε, Γεώργιε τρισμάκαρ ἀθλήσαντα, καὶ τὴν πανέντιμον, ἐκτμηθέντα ξίφει κάραν σου, ὡς ὡραῖον, καρπὸν καὶ ἀκήρατον. (Δίς).
     Γεώργιε Μάρτυς τοῦ Χριστοῦ, ἐν ᾠδαῖς τῶν ἄθλων σου, καὶ τῶν ἀγώνων γεραίρομεν, τὸ κλέος ἔνδοξε, οὕς ἀνδρειοφόνως, καὶ γενναίως ἤνεγκας, ὡς πρέσβυν πρὸς Θεὸν κεκτημένοι σε, Ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. (Δίς).
      Τοῦ ζῇν τὸ θανεῖν ὑπὲρ Χριστοῦ, νουνεχῶς προέκρινας, θεόφρον Μάρτυς Γεώργιε, διό γηθόμενος, πρὸς τοὺς ἐκζητοῦντας, συλλαβεῖν εἰς θάνατον, σαυτὸν ἐθελουσίως παρέδωκας, οἱ ὡς ἀρνίον σε, ὅλως ἄφωνον ἀπήγαγον, καὶ θανάτῳ, βιαίῳ κατέκριναν.
      Γεώργιε Μάρτυς του Χριστοῦ, τὴν ἐνεγκαμένην σε, Χίον εὐχαῖς σου περίσωζε, πάσης κακώσεως, καὶ ἥν τῶν αἱμάτων, σου ταῖς ῥοαῖς ἡγίασας, πόλιν ἀνεπηρέαστον φύλαττε, ἀνευφημοῦσάν σε, καὶ πιστῶν ἅπαν τὸ πλήρωμα, σαῖς πρεσβείαις, συντήρει ἀπήμαντον.
       Δόξα. Ἦχος πλ. δ΄.
      Τὴν ἑτήσιον μνήμην σήμερον, τοῦ Νεομάρτυρος Γεωργίου, πνευματικοῖς ᾄσμασιν εὐφημήσωμεν πιστοί· γενναίως γὰρ ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου δι’ αἵματος, Χριστῷ προσήχθη ὡς ἱερὸν ὁλοκάρπωμα, ᾧ καὶ νῦν ἐν δόξῃ μαρτυρικῇ παριστάμενος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
       Καὶ νῦν. Θεοτοκίον.
      Ὁ Βασιλεὺς τῶν Οὐρανῶν...

Εἴσοδος, Φῶς Ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον. Ἦχος α΄.
Φαιδρύνεται λαμπρῶς Χίος ἡ πατρίς σου, καὶ κώμη ἡ τῶν Κυδωνίων, ἐπὶ τῇ σῇ μνήμῃ, Νεομάρτυς Γεώργιε· τῆς μὲν γὰρ πολίτης ἐγένου, τῆς δὲ πολιοῦχος ἤδη κατέστης καὶ φρουρός· ἀλλὰ καὶ πᾶσα ἡ τῶν πιστῶν Ἐκκλησία ἀγάλλεται, νέον σε πρέσβυν πρὸς Θεὸν κτησαμένη, ἥν ἐν εἰρήνῃ καὶ εὐσεβείᾳ ταῖς πρὸς Αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου διαφύλαττε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλοθέων ὁμήγυρις, δεῦτε γηθοσύνως συνδράμωμεν, δεῦτε καὶ κοσμήσομεν ἄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ Γεωργίου τοῦ νεοφανοῦς Ἀθλητοῦ· σήμερον γὰρ οὐρανῶν ἀνοιγέντων, εἰσέρχεται ἐν δόξῃ, καὶ μετὰ παῤῥησίας τῷ ποθουμένῳ Χριστῶ παρίσταται· καὶ ὁ ἐν γῇ νομίμως ἀθλήσας, καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀκηράτῳ στέφει ἐν οὐρανῷ, παρὰ τοῦ Στεφοδότου καταστέφεται· καὶ τῶν ἀγώνων αὐτοῦ, μετ’ εὐλαβείας βοήσωμεν· μὴ ἐπιλάθῃ Ἅγιε, τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε...

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος!
Νέε Ἀθλητὰ Γεώργιε, σὺ ἀληθῶς εὐγενές, ἀνεδείχθης γεώργιον, τοῦ Ἁγίου Πνεύματος· τούς Αὐτοῦ γὰρ ἀοίδιμε, ἔφυσας ὄντως, καρποὺς τοῖς ἄθλοις σου, καὶ καταρδεύσας, ῥείθροις αἱμάτων σου, θείως διέθρεψας, καὶ ἀφθάρτοις ἔθηκας ἐν οὐρανῶ, θήκαις καὶ συνέκλεισας· δι’ ὅ ὑμνοῦμέν σε.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Γόνος τῆς Χίου καὶ βλάστημα, ὑπάρχων Μάρτυς Χριστοῦ, κατὰ σάρκα Γεώργιε, νῦν υἱὸς γεγένησαι, κατὰ χάριν ἀοίδιμε, τοῦ προανάρχου Πατρὸς καὶ σύγκληρος, τοῦ συνανάρχου Υἱοῦ ὡς μέτοχος, καὶ κοινωνὸς Αὐτοῦ, τῶν παθῶν καὶ σύμμορφος· ὅνπερ ἡμῖν, σὺν Πατρὶ καὶ Πνεύματι, ἵλεων ἔργασαι.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χριστῶ συνῶν καὶ συζὼν ἀεί, καὶ σὺν Αὐτῷ ὑπὲρ νοῦν, ἐν μεθέξει θεούμενος καὶ συνδοξαζόμενος, τῶν τιμώντων σε μέμνησο, καὶ ἐκτελούντων πόθῳ τὴν μνήμην σου, καὶ εὐφημούντων, τοὺς θείους ἄθλους σου, καὶ προσκυνούντων σου, πίστει τὸ ἐκτύπωμα τὸ τῆς μορφῆς, καὶ τὰ θεία λείψανα, Μάρτυς Γεώργιε.
Δόξα. Ἦχος γ΄.
Ἔδοξας ἐν ὀφθαλμοῖς ἀφρόνως τεθνᾶναι Γεώργιε, καὶ ἡ ἔξοδός σου ἐκ τῆς προσκαίρου ζωῆς, κάκωσις αὐτοῖς ἐλογίσθη· ἀλλὰ ζῇς ἐν Χριστῷ τὴν μακαρίαν καὶ εἰρηναίαν ζωήν, σὺν τοῖς Ἀγγέλοις καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις εὐφραινόμενος. Μεθ’ ὧν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὁ Μάρτυς Γεώργιε ξίφει τὴν κάραν τμηθείς, θεόθεν δεδόξασται, ἐν οὐρανῷ καὶ ἐν γῇ, τῆς τοῦ Χίου τὸ σέμνωμα· ἄνω γὰρ ἀφθαρσίας, στέφει θείῳ ἐστέφθη, κάτω δὲ θείοις ὕμνοις, παρ’ ἀνθρώπων ὑμνεῖται· αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  
Δόξα. Καί νῦν. Θεοτοκίον.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν νέον Ἀθλητήν, καὶ λαμπρὸν ἀριστέα, ὑμνήσωμεν πιστοί, ἐν ᾠδαῖς ἑτησίοις, Γεώργιον τὸν ἔνδοξον, τὸ τῆς Χίου καλλώπισμα, ὡς ἀθλήσαντα, καὶ τῶν δαιμόνων τὰ στίφη, ἐκνικήσαντα, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, καὶ ῥώμῃ καὶ χάριτι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν...

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐλαμπρύνθη ἄθλοις σου, καὶ ἡγιάσθη, τῇ ἐκχύσει Ἅγιε, αἱμάτων σου τῶν ἱερῶν, Κυδωνιέων ὁ σύλλογος, καὶ τὴν σὴν κόνιν, κατέχων δοξάζει σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με· ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα Ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ Ἰατῆρα, τοῦ κόσμου Θεόνυμφε.

Μετὰ τὴν γ΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Λαμπρῶς τὸ πνεῦμά σου, Χριστὸς ἐδέξατο, Μάρτυς Γεώργιε, Ὅνπερ τοῖς ἄθλοις σου, ἐδόξασας ἐπὶ τῆς γῆς, κηρύξας Θεὸν τῶν ὅλων, δυσσεβῶν ἐνώπιον, σαρκωθέντα βουλήματι, καὶ λαμπρῶς ἐδόξασεν, ἐν τοῖς θείοις σκηνώμασιν, ἐν δόξῃ ἀφράστῳ καὶ ἀλήκτῳ, συντάξας Μαρτύρων τῇ χορείᾳ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα...

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι´ 16-22).  
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Ὁ Ν´ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθληφόρου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Προσόμοιον. Ἦχος β´. Ἀναστὰς ὁ Ἰησοῦς. Στ. Ἐλέησόν με, ὁ Θεός…  
Ἱκετεύων τὸν Χριστόν, μὴ διαλείπῃς ἔνδοξε Μάρτυς, δοῦναι ἱλασμόν, τοῖς τιμῶσί σε, ᾠδαῖς, καὶ εὐφημοῦσί σε.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου.
Ὠδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Φωτὶ παριστάμενος τῷ ἀνεσπέρῳ, τὸ σκότος ἀπέλασον, τὸ τῆς διανοίας μου, λαμπρότατε Ἀθλητά, τοῦ ἀνυμνῆσαι, ἐν ᾠδαῖς τὴν θείαν μνήμην σου.
Ἡ Χίος σε βλάστημα καὶ θεῖον ἄνθος, τερπνὸν καὶ πανεύοσμον, Ἀθλητὰ Γεώργιε, ἐξήνεγκεν εὐκλεῶς, ἀλλ’ ἐναθλήσας ἐκ τῆς γῆς, Χριστὸς ἐδρέψατο.
Ἐχθρὸς ὁ ἀρχέκακος ὑποσκελίσας, εἰς βόθρον κατέῤῥαξεν, ὄντα νηπιόφρονα, ἀλλ’ ἀνδρειωθεὶς ταῖς φρεσὶν εἰς ὕψος ᾔρθης, Ἀθλητὰ θείας ἀθλήσεως.
Θεοτοκίον.
Ἀκτῖσι Θεόνυμφε τῶν πρεσβειῶν Σου, ἀχλὺν διασκέδασον, τοῦ νοός μου Ἄχραντε, τοῦ ἄσμασιν ἱεροῖς, ἀνευφημεῖν διηνεκῶς, τὰ μεγαλεῖά σου.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τὴν τῶν ἠθῶν σου σεμνοπρέπειαν, λόγου τε καὶ ἔργου παντὸς Ἀθλητά, Κυδωνιέων ὁ λαός, εὐφημεῖ ὁ χριστώνυμος, καὶ ψυχῆς τὴν γενναιότητα ὑμνεῖ καὶ δοξάζει σε.
Νομίμως ἤθλησας Γεώργιε, καὶ στεφάνῳ δόξης ἐστέφθης λαμπρῶς· ἀκούσας γὰρ τὴν κατά σοῦ, γενομένην μακάριε, προδοσίαν τὴν πρὸς θάνατον, οὐδόλως ἐμάκρυνας.
Ἐθελουσίως δὲ στεῤῥόψυχε, φέρων τοῖς ζητοῦσι παρέσχες σαυτόν, καὶ ἀπαχθεὶς τῷ δικαστῇ, θαρσαλαίως ἐκήρυξας, τὴν πίστιν τὴν ἔνθεον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Θεοτοκίον.
Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ἄνθρωπος ἐκ Σοῦ τῆς Ἁγνῆς ὁ Θεός, γέγονεν· Ὅν ὁ εὐκλεὴς Ἀθλοφόρος ἐδόξασε, καὶ Σὲ πᾶσιν ἀνεκήρυξε Μητέρα ἀπείρανδρον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ εὔσημος μνήμη σου, Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἔνδοξε, εἰς εὐφημίαν τῶν σῶν, ἀγώνων συνήγαγεν, ἅπαν πιστῶν τὸ πλῆθος, οὕς φρουρῶν μὴ ἐλλείπης, ῥῦου παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρὸς τὸν Θεὸν ἱεραῖς παρακλήσεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ προκατάλαβε...

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Ἀπτόητος παρέστης ἀνόμῳ δικαστῇ, και τὴν σὴν ἐκήρυξας εὐσέβειαν τρανῶς, καὶ μὴ θωπείαις, ὑπείξας ταῖς παρ’ ἐκείνου, εἰρκτῇ παμμάκαρ, ἐμβληθῆναι κατεκρίθης, ἐν ᾗ τὸν Θεὸν ἐμεγάλυνας.
Ἡμέραις ἐπὶ πλείσταις ἐμμένων τῇ εἰρκτῇ, τὸν Θεὸν ἐδόξαζες ἐξ ὅλης τῆς ψυχῆς, καὶ τῆς καρδίας τρισμάκαρ καὶ διανοίας, καὶ μετὰ πόθου ἀσιγήτως ἀνεβόας· δόξα τῇ δυνάμει Σου Κύριε.
Σατᾶν τοὺς ψυχοφθόρους θεόφρον λογισμούς, μακρὰν ἀπεσόβησεν ἡ Θεία ἀπὸ σοῦ, Εὐχαριστία Γεώργιε τῶν πανσέπτων, καὶ οὐρανίων Μυστηρίων τοῦ Σωτῆρος, τούτων εὐλαβῶς μετασχόντων σου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε Θεόνυμφε Ἁγνή, ὡς Θεογεννήτριαν καὶ τεῖχος τῶν πιστῶν· Σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνανέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ ᾈδάμ.

ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην δὸς ἡμῖν.
Ἰσχὺν ἐξ ὕψους κατελθεῖν πιστῶν ὁ λαός, ᾔτει καθ’ ἑκάστην εὐχαῖς καὶ δεήσεσι, τῇ σῇ καρδίᾳ παναοίδιμε, ἥν καὶ λαβὼν θεόθεν, ἐνήθλησας γενναίως.
Ἰσχύν σε Μάρτυς ἄνωθεν Χριστὸς ὁ Θεός, κραταιὰν ἀθλοῦντα ἀξίως ἐνέδυσεν, ὁ τῆς σαρκὸς εἰδὼς τὸ ἄτονον· ὅθεν ἐναθλήσας, ᾖρας τρόπαια νίκης.
Τὴν σὴν ἀνδρείαν ἔνδοξε Ἀγγέλων πληθύς, ἄνωθεν ὁρῶσα ἐτέρπετο ἅπασα, καὶ δῆμος κάτω ὁ χριστώνυμος, τῶν Κυδωνιέων ἐκρότει σοι τὰς χεῖρας.
Θεοτοκίον.
Σὲ μόνην καταφύγιον πλουτοῦμεν Ἁγνή, πάντες οἱ Θεὸν κακῶς παροργίσαντες, καὶ ἁμαρτίας βαρυνόμενοι, ὅπως ταῖς Σαῖς πρεσβείαις Αὐτῷ ἱλεωθῶμεν.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Τῇ μαχαίρᾳ ἐν χαρᾷ, Ἀθλητὰ πνευματικῇ, τὴν τιμίαν κεφαλήν, καὶ αὐχένα τὸν σεπτόν, ὑπέκλινας· ἀποτμηθεὶς δὲ Χριστῷ προσήνεξαι.
Ὥσπερ ἄμωμος ἀμνός, ὥσπερ θῦμα λογικόν, ἱερεῖον ὡς τερπνόν, προσηνέχθης τῇ Χριστοῦ, Γεώργιε, ἐπουρανίῳ τραπέζῃ ἔνδοξε.
Ἀλγηδόνας τὰς φρικτάς, ὑπομείνας ἀνδρικῶς, τοῦ δημίου ἀπηνῶς, τέμνοντός σου Ἀθλητά, τὸν πάνσεπτον, αὐχένα θῦμα Θεῶ προσήνεξαι.
Θεοτοκίον.
Μετὰ τόκον Σε Ἁγνή, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ Σοῦ, σαρκωθέντος Ἰησοῦ, Γεώργιος, ὁ Νεομάρτυς, τρανῶς ἐκήρυξεν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὡς φίλον σε Χριστοῦ, καὶ Μάρτυρα δοξάζομεν, αἰτούμενοι θερμῶς, τὴν θείαν σου ἀντίληψιν, Ἀθλητὰ Γεώργιε, ἥν παράσχοις ἡμῖν τοῖς οἰκέταις σου, τοῖς καταφεύγουσι πρὸς σέ, ῥυόμενος δεινῶν τῶν συνεχόντων ἡμᾶς.
Ὁ Οἶκος.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τοῦ Νεομάρτυρος καὶ γενναιόφρονος Γεωργίου τοῦ Χιοπολίτου, καὶ τῷ νικοποιῷ Χριστῷ ὕμνον ἐπινίκιον ᾄσωμεν, τῷ ἐνισχύσαντι αὐτὸν ἀθλῆσαι, καὶ νικητὴν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἀναδείξαντι, καὶ ὡς φίλον Ἑαυτοῦ καὶ Μάρτυρα δοξάσαντι, καὶ τῇ αὐτοῦ μαρτυρικῆ μεσιτείᾳ ῥυομένῳ δεινῶν τῶν συνεχόντων ἡμᾶς.

Συναξάριον.
Τῇ κστ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐκ Χίου, ἐν Κυδωνίαις ἀθλήσαντος ἐν ἔτει 1807.
Στίχοι·
Γεωργίῳ μαχαίρα πρόξενον τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Γεωργίου ἑκκαιεικάδι τάμεν αὐχένα χαλκός.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Τὸν μαρτυρίου δρόμον διήνυσας, γενναίως Ἀθλοφόρε Γεώργιε, ἀποτμηθεὶς ἐν χαρᾷ, τὴν ἱερὰν κεφαλήν.
Πορφύραν ἐξ οἰκείων ἐνδέδυσαι αἱμάτων Νεομάρτυς Γεώργιε, μεθ’ ᾗς παρέστης λαμπρῶς, ἐν οὐρανῷ τῷ Χριστῷ.
Μαρτύρων ἡ χορεία ἐδέξατο, προσθήκην σε λαμπρὰν ἀξιάγαστε, μεθ’ ἧς Χριστῷ μελωδεῖς, εὐλογητὸς ὁ Θεός.
Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, τοὺς ὡς Θεοῦ Μητέρα τιμῶντάς Σε, ἱκέτευε ῥυσθῆναι, ἀπὸ παντοίων δεινῶν.

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.
Ἐχθρὸν τὸν ἀλάστορα, δυνάμει τοῦ Χριστοῦ, νικήσας Γεώργιε, καὶ τρόπαια λαμπρά, κατ’ αὐτοῦ ἐγείρας, ὡς λαμπρὸς ἀριστεύς, θεόθεν ἐκομίσω, διάδημα τοῦ κάλους.
Τῆς Χίου τὸν ὄρπηκα τὸ πλάτος οὐρανοῦ, καὶ γῆ τῶν πρᾳέων νῦν, ἐδέξατο λαμπρῶς, καὶ ἡ θεία δρόσος εὐθαλῆ συντηρεῖ, τὸν ἐν Ἀθλοφόροις Γεώργιον τὸν Νέον.
Τρυφῆς ὁ χειμάῤῥους σε, ὠς δένδρον οὐρανοῦ, παμμάκαρ Γεώργιε ποτίζει νοητῶς, καὶ οἱ ἐν τῷ κόσμῳ, τῶν χαρίτων τῶν σῶν, τῆς ὀσμῆς πληροῦνται τελοῦντες τὴν μνήμην.
Θεοτοκίον.
Τὸ μέγα μυστήριον τοῦ τόκου Σου Ἁγνή, ὁ Χῖος Γεώργιος ἐκήρυξε τρανῶς, καὶ τῆς ἀληθείας, τῶν αἱμάτων αὐτοῦ, τῇ βαφῇ εὐθίκτως ὑπέγραψε τὸ κῦρος.

Ὠδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Κυδωνιέων ἡ πόλις, θεοστεφῆ ἀριστέα, ἰδοῦσα ὄμμασιν αὐτῆς, σὲ Γεώργιε μάκαρ, ἀγωνισάμενον στεῤῥῶς, καὶ νίκην ἀράμενον ἠγάσατο, καὶ τελεῖ ἐξ ἐκείνου τὴν σὴν μνήμην, ἐτησίως ἐν ᾠδαῖς.
Μετὰ τῶν ἄνω Ταγμάτων, Μάρτυς Γεώργιε θεῖε, μετὰ Μαρτύρων ἱερῶν, Προφητῶν Ἀποστόλων, Ὁσίων καὶ Ἱεραρχῶν, Θεῷ παριστάμενος ἱκέτευε, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς τιμῶντάς σε πιστῶς.
Τῷ ἐν ᾠδαῖς ἐφυμνίοις, κατακοσμήσαντι πόθῳ, τὴν μνήμην σου τὴν ἱεράν, καὶ φαιδρὰν Ἀθλοφόρε, ὅλος χαρίης καὶ φαιδρὸς προστάτης παράσταθι Γεώργιε, ἐν καιρῷ τῆς ἐξόδου καὶ τῆς δίκης, τῆς ἐσχάτης καὶ φρικτῆς.
Θεοτοκίον.
Σὺν τῇ Ἀχράντῳ Παρθένῳ, τῇ φωτοφόρῳ νεφέλῃ, αἴγλῃ φωτὸς τοῦ νοητοῦ, τὰς ψυχὰς ἐλαμφθῆναι, τῶν ἀνυμνούντων σου πιστῶς, τοὺς ἄθλους καὶ χύσιν τῶν αἰμάτων σου, Ἀθλοφόρε Γεώργιε δυσώπει, τὸν τῶν ὅλων Ποιητήν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ Χίος ἡ φιλόχριστος, τὰ σπάργανα κατέχουσα, τὰ σὰ Γεώργιε χαίρει, καὶ ἐκτελεῖ σου τὴν μνήμην· τὰ δὲ σεπτά σου λείψανα, λαὸς ὁ χριστεπώνυμος, Κυδωνιῶν κραυγάζει σοι, σύ μου φρουρός τε καὶ φύλαξ, καὶ πρὸς Θεὸν πρέσβυς θεῖος.
Θεοτοκίον.
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν Σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθομολόγησαν, Θεὸν τὸν ὅλων Πάναγνε, μεθ’ ὧν καὶ ὁ ἡμέτερος, Γεώργιος ὁ γενναῖος, ἐδόξασεν ἐναθλήσας.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες το πρῶτον. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Συνωνυμήσας τῷ πάλαι, Μεγαλομάρτυρι, Γεώργιε τρισμάκαρ, Ἀθλητὰ γενναιόφρον, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐκ ψυχῆς γενναιότητι, ἀποσκοπῶν τῶν βασάνων τὰς ἀμοιβάς, καὶ τὰ γέρα τῆς ἀθλήσεως. (Δίς).
Τῆς ἀρχιφώτου Τριάδος, νῦν ἐλλαμπόμενος, ταῖς νοηταῖς ἀκτίσι, Νεομάρτυς Κυρίου, Γεώργιε δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων σου, τὴν ἀεισέβαστον μνήμην καὶ ἐν ᾠδαῖς, εὐφημούντων τοὺς ἀγῶνάς σου.
Τὸν τῆς ἀθλήσεως δρόμον, καλῶς διήνυσας, ἀποτμηθεὶς τὴν κάραν, Ἀθλοφόρε Κυρίου, λοιπὸν ἀπόκειταί σοι ἐν οὐρανῷ, ὁ ἀκήρατος στέφανος, ὅν σοι παρέξει Γεώργιε ὁ Χριστός, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.
Δόξα. Ἦχος β΄.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, Μάρτυς Χιοπολίτα Γεώργιε, σὺν ταῖς τῶν Ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται· λαμπρῶς δὲ καὶ τὰ πανίερά σου λείψανα, ἐν τῇ Κυδωνιῶν κώμῃ διατηρούμενα τιμᾶται, καὶ πανταχοῦ τὸ σεπτόν σου ὄνομα ὑμνεῖται, καὶ δοξάζεται Χριστός, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἔνδοξος ἐν Μάρτυσιν ὁ κλεινὸς, Γεώργιος ὤφθη, τοῖς ἀρχαίοις, σὺ δ’ ἐν τοῖς νῦν, Γεώργιε νέε, ὁμώνυμε ἐκείνῳ, καὶ σύσκηνε· δι’ ὅ σε τιμῶμεν ἅπαντες.
Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις, φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος, θεῖε Γεώργιε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου