Δευτέρα, 31 Ιουλίου 2017

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ ἐν Νέᾳ Ἐφέσῳ, Ὁσίου Νικηφόρου τοῦ Χίου

Ψαλλομένη τῇ 5η Ἀπριλίου

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσερα, δευτεροῦντες τά δύο πρῶτα.Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Ἔαρ νοητὸν ἀνέτειλε, τῇ Ἐκκλησίᾳ Χριστοῦ, Ἀθλοφόρε Γεώργιε, ἐν καιρῷ τοῦ ἔαρος, ἡ σὴ μνήμη ἡ πάντιμος, ταῖς ἡδυπνόοις ὀσμαῖς τῶν ἄθλων σου, ψυχὰς εὐφραίνον, τῶν ἀνυμνούντων σε· ὅθεν σε ἄνθεσιν, ἐγκωμίων στέφομεν ὡς νικητήν, τοῦ ἐχθροῦ στεῤῥόψυχε, καὶ ἀριστέα Χριστοῦ. (Δίς).
Σπείρας ἐν πόνοις καὶ δάκρυσι, Μάρτυς Γεώργιε πρίν, ἐν καιρῶ τῆς ἀθλήσεως, γεωργὸς ὡς ἄριστος, νῦν θερίζεις μακάριε, δράγματα θεῖα ἀγαλλιώμενος, τῶν σῶν ἀγώνων, ἐν Παραδείσου τρυφῆς· ἔχων οὗν ἔνδοξε, παῤῥησίαν πρέσβευε ὑπέρ ἡμῶν, τῶν τὴν θείαν μνήμην σου τελούντων ᾄσμασι. (Δίς).
Τό πῦρ ἐν σοὶ τό οὐράνιον, Μάρτυς ἀνήφθη λαμπρῶς, ὃ βαλεῖν ὡς προείρηκεν, ὁ Χριστός ἐλήλυθεν, ἐν τῷ κόσμῳ Γεώργιε, καὶ τὴν ψυχὴν σου, θείως ἀνέφλεξεν, εἰς θεῖον ὄντως, πόθον καὶ ἔρωτα· ὅθεν ἠλόγησας, σώματος πανθαύμαστε, ὑπενεγκών, θάνατον ἑκούσιον, ζωῆς παραίτιον.
Παῦσον ταῖς θείαις πρεσβείαις σου, τά καθ᾿ ἡμῶν τῶν οἰκτρῶν, οἱκετῶν σου φρυάγματα, Ἀθλητὰ Γεώργιε, πρός Χριστὸν τὸν φιλάνθρωπον, τῶν ἐκ τῆς Ἄγαρ, καὶ τὸν βαρύτατον, τῆς τυραννίδος, ζυγὸν ἐλάφρυνον, ἵνα διάγοντες, ἥρεμον καὶ ἥσυχον, βίον ᾠδαῖς, ἐτησίοις μέλπωμεν, τοὺς θείους ἄθλους σου.
Δόξα. Ἦχος πλ. β´.
Ἀνανήψας Γεώργιε, ἐκ τοῦ τῆς μέθης σκοτασμοῦ, καὶ ἀσεβείας τὴν ἀχλύν, σοῦ τὴν διάνοιαν κατεκάλυψε, μετανοίαις ταῖς ἀκτῖσι διασκεδάσας, Μάρτυς ἀνεδείχθης λαμπρότατος, καὶ κήρυξ τῆς εὐσεβοῦς ἡμῶν πίστεως διαπρύσιος· διό σε βάσιν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἄσειστον γεγονότα, καὶ τοῦ Εὐαγγελίου τελείωσιν ὀφθέντα, κατὰ χρέος εὐφημοῦμεν ἀοίδιμε, χαίροις ἀναβοῶντές σοι Ἐφέσου τό γέννημα καὶ πολιοῦχε, καὶ τοῦ οὐρανοῦ οἰκήτωρ, καὶ συμπολῖτα τῶν Ἀγγέλων. Χαίροις ὁ τοῖς σαυτοῦ τιμίοις αἵμασιν, ἅπαν ἁμαρτίας αἶσχος ἐκπλύνας, καὶ καθαρὸς προσαχθής τῷ Ποιητῇ καὶ Θεῷ τῶν ὅλων, ᾧ πρεσβεύων μὴ διαλείπῃς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τιμώντων σε.
Ἕτερον, διασκευασθέν, ψαλλόμενον ἐν Σάμῳ.
Ἀνανήψας Γεώργιε, ἐκ τοῦ τῆς μέθης σκοτασμοῦ, καὶ τῆς ἀρνήσεως τὴν ἀσέβειαν, ἀπεμπολῶν εἰς Χώρας Σάμου ὥδευσας· τῆς μετανοίας τοῖς δάκρυσι τὸν χιτῶνα ἀποπλύνας καὶ παῤῥησίᾳ Χριστὸν ὁμολογῶν, ἔναρξιν τῶν ἄθλων σου ποιησάμενος, Μάρτυς ἀνεδείχθης λαμπρότατος, καὶ κήρυξ τῆς εὐσεβοῦς ἡμῶν πίστεως διαπρύσιος· διό σε βάσιν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἄσειστον γεγονότα, καὶ τοῦ Εὐαγγελίου τελείωσιν ὀφθέντα, κατὰ χρέος εὐφημοῦμεν ἀοίδιμε. Χαίροις ἀναβοῶντές σοι Ἐφέσου τό γέννημα καὶ πολιοῦχε, καὶ τοῦ οὐρανοῦ οἰκήτωρ, καὶ συμπολῖτα τῶν Ἀγγέλων. Χαίροις ὁ τοῖς σαυτοῦ τιμίοις αἵμασιν, ἅπαν ἁμαρτίας αἶσχος ἐκπλύνας, καὶ καθαρὸς προσαχθής τῷ Ποιητῇ καὶ Θεῷ τῶν ὅλων, ᾧ πρεσβεύων μὴ διαλείπῃς ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι.  Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον.Ἦχος α´.
Τὸν γενναῖον ἐν Νεομάρτυσι Γεώργιον, ᾀσματικῶς εὐφημήσωμεν πιστοί· τῷ γὰρ θείῳ πόθῳ πυρποληθείς, και τῷ ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, πρὸς ὁρατοὺς καὶ ἀοράτους ἐχθροὺς ἀντιπαρετάξατο, καὶ τούτους ἄμφω δυνάμει θείᾳ καταβαλῶν, ὑπερύψωσε Χριστοῦ τὸ ὑπερύμνητον ὁνομα, ὑφ᾿ Οὖ άντεδοξάσθη, τὰ γέρα τῶν ἀγώνων αὐτοῦ κομισάμενος, καὶ τῇ χορείᾳ τῶν Μαρτύρων συνήφθη, σὺν αὐτοῖς ἱκετεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος ὁ αὐτός.
Δεῦτε φιλομάρτυρες πόθῳ, τὸν τοῦ Χριστοῦ ἀριστέα, τὸν νέον Γεώργιον, ἐν ὕμνοις τιμήσωμεν· γενναίως γὰρ πρὸς τοὺς μαρτυρικούς ἀγῶνας αὐτομολήσας, καὶ νομίμως ἀγωνισάμενος, τοὺς μὲν τῆς πλάνης προστάτας κατῄσχυνε· τὸν δὲ Χριστὸν Θεὸν ἀληθινὸν παῤῥησίᾳ κηρύξας ἐδόξασε, καὶ τοὺς πιστοὺς εἰς αἷνον τῶν τοῦ Θεοῦ ἀκαταλήπτων κριμάτων διήγειρεν, ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Δι᾿ ὃ καὶ ἡμεῖς οἱ ἐτησίως, τὴν μνήμην αὐτοῦ ἐκτελοῦντες, ἐπινί-κιον ὕμνον ᾅσωμεν, τῷ νικοποιῷ Χριστῷ τῷ Θεῷ, τῷ κηδεμόνι καὶ σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πρὸς ἀγῶνας Γεώργιε, πόθῳ θείῳ καὶ ἔρωτι, ἀνδρικῶς ἐχώρησας, καὶ ὑπήνεγκας, ποδῶν τὴν θλίψιν καὶ κάκωσιν, ἐν ξύλῳ μακάριε, καὶ ἁλύσεις καρτερῶς, ἐν τραχήλῳ, καὶ θάνατον, βιαιότατον, ἐκτμηθείς σου τὴν κάραν διὰ ξίφους, καὶ βαφαῖς ταῖς τῶν αἱμάτων, σαυτὸν φοινίξας ἐλάμπρυνας.
Στ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ῥωμαλαίῳ φρονήματι, ὡς ὁ πάλαι Γεώργιος, τῶν ἀνόμων ἤλεγξας τἠν ἀσέβειαν, τὴν δὲ εὐσέβειαν λόγοις σου, καὶ ἄθλοις ἐκήρυξας, καὶ ἐδόξασας Χριστόν, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, δι᾿ ὃ στέμματι, οὐρανίῳ ἐστέφθης Ἀθλοφόρε, ὡς νομίμως ἐνάθλησας, Μάρτυς Γεώργιε ἔνδοξε.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Παῤῥησίαν ὡς ἔσχηκας, πρὸς τὸν Κτίστην Γεώργιε, νεοάθλων καύχημα καὶ ἀγλάϊσμα, μὴ διαλείπῃς δεόμενος, Αὐτοῦ ὅπως ἅπαντες, οἱ τελοῦντές σου πιστῶς, τὴν πανίερον ἄθλησιν, καὶ γεραίροντες, τοὺς ἀγῶνας καὶ ἄθλους σου τους θείους, τῶν δεινῶν ἐκλυτρωθῶμεν, ταῖς σαῖς ἐνθέοις ἐντεύξεσι.
Δόξα. Ἦχος β´.
Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὸν στεῤῥὸν καὶ ἀήττητον ἐν Μάρτυσι, Γεώργιον τὸν νέον, ἐν ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Οὐ γὰρ θωπεῖαι ἀπατηλαί, οὐδὲ βασάνων ἐπιφορά, τῆς ψυχῆς αὐτοῦ τὸ γενναῖον καὶ εὔτονον, χαυνῶσαι ἴσχυσαν. Ἀλλὰ θείᾳ ῥωσθεὶς δυνάμει καὶ χάριτι, Ἀγαρηνῶν τὴν πλάνην ἐξεμυκτήρισε, ναί, τὴν Ὀρθόδοξον πίστιν θαρσαλλέως ἐκήρυξε, και σφαγιασθεὶς ὑπὲρ αὐτῆς, ὡς θῦμα λογικόν, καὶ ἱερεῖον ἅμωμον, τῷ Κυρίῳ προσήνεκται. ᾯ καὶ πρεσβεύει ἀδιαλείπτως, σωθῆναι τοὺς τελοῦντας τὴν θείαν αὐτοῦ καὶ πανίερον Ἄθλησιν.
Καί νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Προκαθάρας τοῖς ῥείθροις τῶν δακρύων Γεώργιε, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγκρατεύθης πανεύφημε· καὶ πόθῳ Χριστοῦ πυρποληθείς, ἐχώρησας γενναῖε πεποιθώς, πρὸς ἀγῶνάς τε καὶ ἄθλους μαρτυρικούς, καὶ νομίμως ἐνήθλησας. Δόξα τῷ παράσχοντί σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀφθαρσίᾳ εἰς αἰῶνας σὲ δοξάσαντι.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου, Σωτήρ.
Ἐξένηψας σοφέ, καὶ ἐπέγνως τὸ πτῶμα, ὃ πέπτωκας δεινῶς, καὶ Χριστοῦ βοηθείᾳ, ἠγέρθης Γεώργιε, καὶ ὑψώθης πρὸς ἕννοιαν, τοῦ ἀθλῆσαί σε, ὑπὲρ Χριστοῦ τὴς ἀγάπης, τοῦ σὲ πλάσαντος, ἣν καὶ ἐπλήρωσας, ἔργῳ, διό εὐφημοῦμέν σε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους Σου.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν ὁμώνυμον δεῦτε, πάντες πιστοὶ, τοῦ κλεινοῦ Γεωργίου καὶ θαυμαστοῦ, ἐν Μάρτυσι λάμποντος, ἐν ὠδαῖς εὐφημήσωμεν, Γεώργιον τὸν νέον, τὸν ἤδη ἀθλήσαντα, ἑκουσίᾳ γνώμῃ, φλεχθέντα τῷ ἔρωτι, τῷ τῆς εὐσεβείας ἣν ἀπώσατο πρώην, ἀπάτῃ τοῦ ὄφεως, τοῦ δεινοῦ πολεμήτορος, πρὸς αὐτὸν ἀνακράζοντες· χαίροις Μάρτυς ἔνδοξε Χριστοῦ, ἀπαρχὴ καὶ θεῖον ἀκροθίνιον, γενεᾶς τῆς ἐσχάτης, καὶ δόξα καὶ καύχημα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.  
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν Αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὡς ἔχων πρὸς Κύριον, τὴν παῤῥησίαν πολλήν, Γεώργιε ἔνδοξε, Νεομαρτύρων σεπτόν, καὶ θεῖον ἀγλάϊσμα, αἴτησαι δωρηθῆναι, τοῖς τιμῶσί σε πόθῳ, λύσιν τῶν ὀφλημάτων, καὶ πολλῶν ἐγκλημάτων, πρεσβείαις σου ἀπαύστοις πρὸς Αὐτόν, Ὅν ἐπεπόθησας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἁγνὴ Ἀπειρόγαμε, Χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρά, πενθούντων παράκλησις· ῥῦσαί με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις, ἴασαί με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα· πρὸς Σὲ γὰρ κατέφυγον, μόνη Πανάχραντε.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι´ 16-22).  
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Ὁ Ν´ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθληφόρου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…  
Προσόμοιον. Ἦχος β´. Ἀναστὰς ὁ Ἰησοῦς. Στ. Ἐλέησόν με, ὁ Θεός…  
Ἱκετεύων τὸν Χριστόν, μὴ διαλείπῃς ἔνδοξε Μάρτυς, δοῦναι ἱλασμόν, τοῖς τιμῶσί σε, ᾠδαῖς, καὶ εὐφημοῦσί σε.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καί τοῦ Ἁγίου.
ᾨδὴ α´. Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς παρεστῶσα τῷ θρόνῳ τῆς τριλαμποῦς, καὶ μιᾶς θεότητος, σὺν Μαρτύρων τοῖς χοροῖς, πρεσβειῶν σου θείων τῷ φωτί, ἱκετεύω σε τὸν νοῦν μου φωταγώγησον.
Ἀνευφημῆσαι ποθοῦντι τὴν ἱεράν, καὶ λαμπράν σου ἄθλησιν, Ἀθλοφόρων καλλονή, φωτισμόν μου θεῖον σαῖς εὐχαῖς, ἱκετεύω σε Γεώργιε κατάπεμψον.
Προκαθαρθεὶς τῶν δακρύων τοῖς ὀχετοῖς, ἱκανῶς Γεώργιε, τῆς ψυχῆς τὸ ὀπτικόν, θείαν ἔσχες ἔννοιαν σοφέ, δι᾿ ἀθλήσεως εὑρεῖν ὅπερ ἀπώλεσας.
Θεοτοκίον.
Τὴν ἀδιόδευτον πύλη τὸ καθαρόν, τῆς ἀγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν Ἁγίαν Δέσποινα, πιστοὶ μελῳδίαις ἱεραῖς δοξολογήσωμεν.

ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος.
Τὰς δι᾿ αἰῶνος Ἀθλητά, προορῶν ἀντιδόσεις, ἀπεδύσω προθύμως, πρὸς ἀγῶνας κατ’ ἐχθρῶν, καὶ ἀριστεύσας λαμπρῶς, ἃ ἐπόθεις, ἔνδοξε ἀπείληφας.
Ἐν τῇ τῆς πίστεως στεῤῥέ, ἐστερέωσας ὄντως, τοὺς πανσέπτους σου πόδας, ὡς ἐν πέτρᾳ τῆ Χριστοῦ, ὁμολογίᾳ λαμπρᾷ, καὶ οὐδέν σου τὸ στεῤῥὸν διέσεισεν.
Οἴα δὲ πύργος ἀῤῥαγής, καὶ ἀκλόνητος στύλος, καὶ ἀσάλευτος βάσις, ταῖς δεινῶν ἐπιφοραῖς, οὐ διεσείσθης στεῤῥέ, νεοάθλων καύχημα Γεώργιε.
Θεοτοκίον.
Ὡς πλατυτέρα οὐρανῶν, καὶ τῆς γῆς ἀνωτέρα, ὡς Ἁγία Ἁγίων, Χερουβὶμ καὶ Σεραφίμ, ὡς ὑπερτέρα Σεμνή, ἀσυγκρίτως τὸν Θεὸν ἐχώρησας.

Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Στίβον ὤφθη Ἅγιε, χάριτι θείᾳ, τὸ ἀθλητικώτατον, σῶμά σου Μάρτυς ἐν νυκτί, καὶ τὸ πανίερον αἷμά σου, ὃ προσκυνοῦντες, τὴν χάριν αἰτοῦμέν σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνοῦντων Σε Κόρη Πανύμνητε.

ᾨδὴ δ´. Χριστός μου δύναμις.
Δεινῶς οἱ ἄνομοι, κατετραυμάτισαν, τοὺς ὠραίους σου πόδας, Μάρτυς Χριστοῦ, ἔνδοξε Γεώργιε, ὑπερβολῇ τῶν αἰκισμῶν σὺ δὲ ἕφερες γηθόμενος.
Χριστός μου δύναμις, καὶ ῥώμη ἔκραζες, καὶ ἰσχὺς καὶ ἀνδρεία γνῶτε δεινοί, ἀσεβείας πρόμαχοι, πόθος καὶ ἔρως ὡς Θεός, ὑπὲρ οὗ θνήσκω γηθόμενος.
Ὢ τῆς ἀνδρείας σου, καὶ γενναιότητος! Ἀθλοφόρε Κυρίου, καὶ γὰρ ὁρῶν, στίλβουσαν τὴν μάχαιραν, οὐκ ἐδειλίασας στεῤῥέ, ἀλλὰ χαίρων τεθανάτωσαι.
Θεοτοκίον.
Ὁ Λόγος Ἄσπιλε, ἐν Σοὶ ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παθῶν, Δέσποινα λυτρούμενος, καὶ Βασιλείας οὐρανῶν, ἀξιῶν τοῦς ἀνυμνοῦντάς Σε.

ᾨδὴ ε´. Τῷ θείῳ φέγγει Σου.
Αὐτοκινήτοις χαίρων ὁρμαῖς, Μάρτυς Ἀθλοφόρε τοῦ Χριστοῦ, πρὸς τὰς βασάνους ἐχώρησας, καὶ διψᾶν ἐκ πόθου, μᾶλλον τοῦ ζῇν τὸ θανεῖν, ὑπὲρ Χριστοῦ ἐβόας τοῖς τυραννοῦσί σε.
Ὅτε παρέστης τοῖς δικασταῖς, καὶ Θεὸν τῶν ὅλων τὸν Χριστόν, Μάρτυς λαμπρῶς ἀνεκήρυξας. Ἄγγελοι ἐξ ὕψους τὴν σὴν ἐκρότησαν, στεῤῥὰν ὀμολογίαν, σατᾶν δὲ ἔφριξεν.
Εἱρκτῆς ὑπήνεγκας τὰ δεινά, θλίψιν καὶ ὀδύνην τῶν ποδῶν, τὴν ἐν τῷ ξύλῳ Γεώργιε, καὶ ἐν τραχήλῳ βαρεῖαν ἅλυσιν, καὶ ῥῆξιν τῶν κρυφίων, μελῶν ἀοίδιμε.
Θεοτοκίον.
Ὑπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν Ὑπεράγιον τέξασα, τοὺς Σὲ Θεοτόκον ᾀεὶ κηρύττοντας, ἁγίασον καὶ σῷσον τῇ μεσιτείᾳ Σου.

ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.
Διῆλθες τὸ πέλαγος, τῶν βασάνων Ἀθλητά, θεόθεν κυβερνούμενος, καὶ πρὸς λιμένα ἔφθασας γαληνόν, καὶ ὅλως ἀκύμαντον, καί  προσώρμησας χαίρων παναοίδιμε.
Ζῆλος εὐσεβείας σε, τῆς πατρῴας Ἀθλητά, διακαὴς ἀνέφλεξε, διό τῆς ἐπικήρου ταύτης σοφῶς, παμμάκαρ ἠλόγησας, καὶ ἀθλήσας ζωῆς ἀλήκτου ἔτυχες.
Στολὴν ἐξ αἱμάτων σου, ἐνδυσάμενος φαιδράν, τῷ Βασιλεῖ Γεώργιε, τῷ τῶν ὅλων παρίστασαι εὐκλεῶς, ὡς Μάρτυς ἀήττητος, τὰ βραβεῖα τῶν ἄθλων κομιζόμενος.
Θεοτοκίον.
Ἁγίων Ἀγγέλων Σε, τὴν εὐπρέπειαν ὑμνῶ, καὶ δυσωπῶ Πανάμωμε, τὰ ἀπρεπῆ ἀπέλασον ἀπ᾿ ἐμοῦ, δαιμόνων φαντάσματα, ἐν γαλήνῃ τηροῦσα τὴν καρδίαν μου.

Κοντάκιον. Ἦχος δ´. Ἑπεφάνης σήμερον.
Τῆς πατρῴας πίστεως ὑπεραθλήσας, τὸν Χριστὸν ἐδόξασας, ὑπὲρ Αὐτοῦ ἀποθανών, παμμάκαρ Μάρτυς Γεώργιε, καὶ Μαρτυρίου τὸν στέφανον εἴληφας.
Ὁ Οἶκος.
Ἐγκρατείᾳ καὶ νήψει θεραπεύσας, τὴν σαυτοῦ πρώην ἀκρασίαν τε καὶ οἰνοφλυγίαν, Νεομάρτυς Γεώργιε, καὶ δακρύων τοῖς σταλαγμοῖς, τὰ τῆς ἀρνήσεως ψυχικὰς ἀποσμήξας κηλίδας, θείαν χάριν ἐδέξω τρισόλβιε, ὑπὲρ Χριστοῦ παθεῖν καὶ θανεῖν, καὶ τὸ δι᾿ αἱμάτων λαβεῖν βάπτισμα, ὅπερ οὐ μολύνεται μολυσμοῖς καὶ ῥύποις δευτέροις, καὶ διὰ τοῦτο καθαρῶς ὅλως τῷ Ποιητῇ καὶ Θεῷ ἀνῆλθες, καὶ Μαρτυρίου τὸ στέφανον εἴληφας.

Συναξάριον.
Τῇ Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἀθλήσαντος ἐν Νέᾳ Ἐφέσῳ, ἐν ἔτει 1801.
Στίχοι.
Τομὴν ὑποίσας, ὦ Γεώργιε, ξίφους,
Χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Δροσοβόλον μὲν τὴν κάμινον.
Στεναγμοῖς τε καὶ ῥοαῖς ταῖς τῶν δακρύων σου, ἄνωθεν Ἀθλοφόρε καμφθείς, μαρτυρίου σε κατηξίωσεν ὡς ἀγαθός, Χριστὸς ὁ φιλάνθρωπος Θεός, καὶ θείας δόξης, κοινωνόν σε ἀπειργάσθη.
Τοῖς ἀγῶσί σου πανένδοξε Γεώργιε ἐδόξασας, Χριστὸν τὸν τοῦ παντὸς Ποιητήν, καὶ ἀπείληφας, μαρτυρίου στέφος Ἀθλητά, κραυγάζων ἀπαύστως ἐν χαρᾷ· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Τοὺς ὑμνοῦντάς σου τὴν ἄθλησιν Γεώργιε, καὶ πόθῳ εὐφημούντας αὐτήν, ἐκ κινδύνων τε καὶ παντοίων ῥύου συμφορῶν, πρεσβείαις σου θείαις πρὸς Θεόν, ὡς παῤῥησίαν Ἀθλητὰ σὺ κεκτημένος πολλήν.
Θεοτοκίον.
Ὑπερτέρα ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· Ὅν γὰρ ἐκεῖναι οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς Σαῖς, χαριστηρίοις Σε φωναῖς· ὅθεν δοξάζομεν.

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Οὐρανῶν ἀνοιγέντων, σοῦ τὸ πανίερον, εἰσελήλυθε πνεῦμα θεῖε Γεώργιε, καὶ τοῖς Ἀθλητῶν, συνεσκήνωσε Πνεύμασι, καὶ Δικαίων πάντων· δι᾿ ὅ σε ἀνυμνοῦμεν.
Ἐξ αἱμάτων σου θεῖων, τὴν σὴν ἐπέχρωσας, πορφυρίδα τρισμάκαρ, καὶ κατεφοίνιξας, καὶ στεφηφορῶν, μετὰ δόξης παρίστασαι, τῷ ἀστέκτῳ θρόνῳ, τοῦ πάντων Βασιλέως.
Ὢ χαρᾶς ἀνεκφράστου, καὶ θείας τέρψεως! Ἧς περ νῦν ἡξιώθης Μάρτυς Γεώργιε· ὢ τῆς ἡδονῆς, καὶ τρυφῆς ἧς γηθόμενος, καὶ τῆς θυμηδείας, ἧς Μάκαρ ἀπολαύεις.
Θεοτοκίον.
Σελασφόρον λαμπάδα, καὶ χρυσαυγίζουσαν, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον γλυκασμοῦ, καὶ ζωῆς ἄρτου τράπεζαν, ἔγνωμέν Σε Κόρη Ὑπερευλογημένη.

ᾨδὴ θ´. Θεὸν ἀνθρώποις.
Τῷ Ἀθλοθέτῃ Χριστῷ παρίστασαι, τὰ ἔπαθλα τῶν πόνων, παρ᾿ Αὐτοῦ κομιζόμενος· διό σου δεόμεθα ταῖς σαῖς πρὸς Αὐτὸν θείαις πρεσβείαις Μάρτυς Γεώργιε, ἔχων παῤῥησίαν, ὑπὲρ τῶν μακαριζόντων σε.
Φωτὸς ἀῤῥήτου ὅλος πληρούμενος, καὶ αἴγλης ἀπροσίτου ταῖς ἀκτῖσι λαμπόμενος, Ἀθλητὰ Γεώργιε ᾀεὶ παρεστώς, τῇ τῶν ἀπαυγασμά-ων πηγῇ μακάριε, τῇ Θείᾳ Τριάδι, καὶ ἡμᾶς εὐχαῖς σου φαίδρυνον.
Τῷ ἱεροῖς σου ὕμνοις κοσμήσαντι, μεθ᾿ ἱερᾶς καὶ θείας εὐλαβείας τὴν ἄθλησιν, Ἱερὲ Γεώργιε, ταῖς σαῖς πρὸς Χριστόν, δίδου θείαις πρεσβείαις πταισμάτων ἄφεσιν, καὶ τῆς οὐρανίου Βασιλείας κατηξίωσον.
Θεοτοκίον.
Χαριστηρίοις φωναῖς ὑμνοῦμέν Σε, οἱ διά Σοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως καὶ βοῶμέν Σοι· χαῖρε Πανύμνητε, χαῖρε εὐλογημένη, χαῖρε πυρίμορφε, θρόνε τοῦ Παντάνακτος, Μαρία χαῖρε Δέσποινα.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Εἰς οὐρανόν σου τὸ πνεῦμα, ἀνέδραμε τὸ ἱερόν, Γεώργιε καλλιμάρτυς, εἰς Παραδείσου τὴν τρυφήν· τὸ δὲ θειότατον σῶμα, ἐν γῇ πιστῶς προσκυνεῖται.
Θεοτοκίον.
Τὸν Σὸν Ὑιὸν μὴ ἐλλείπης, καταφυγὴ Χριστιανῶν, σὺν τῷ κλεινῷ Γεωργίῳ, ἐκδυσωπεῖν ὑπὲρ ἡμῶν, τῶν ἀναξίων Σου δούλων, τυχεῖν χαρᾶς αἰωνίου.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον.Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε παραστὰς τοῖς δικασταῖς, πρὸ δικαστηρίων ἀνόμων, Μάρτυς Γεώργιε, λόγοις θεοσόφοις σου, ἐξεμυκτήρισας, τὴν ἐκείνων δυσσέβειαν, καὶ βέβηλον πλάνην· τὴν δὲ Χριστεπώνυμον, πίστιν ἐκήρυξας, τότε οἱ οὐράνιοι δῆμοι, χαίροντες ἐκρότησαν πάντες, τῆς σῆς παῤῥησίας τὸ ἀπτόητον. (Δίς).
Νέος ἐξανέτειλας φωστήρ, ἐν τῷ τῆς Χριστοῦ Ἐκκλησίας, Μάρτυς Γεώργιε θείῳ στερεώματι, φωταγωγῶν νοητῶς, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τῶν ἄθλων τὸ κλέος, καὶ τῆς καρτερίας σου μάκαρ τὸ εὔτονον, καὶ τὴν τῆς ψυχῆς σου ἀνδρείαν, ἣν οὐκ ἠδυνήθη χαυνῶσαι, ἀλγεινῶν ἀπάντων ἡ ἐπίτασις.
Τέτρωταί σε ὁ τρώσας σε τὸ πρίν, πέπτωκεν ὁ πτῶμά σε δείξας, δακρύων ἄξιον, καὶ αἰσχρῶς νενίκηται, ὁ σὲ νικήσας ἐχθρός, Ἀθλοφόρε Γεώργιε, καὶ βυθῷ αἰσχύνης, ὅντως ὁ μεγάλαυχος νυνὶ βεβύθισται, σοῦ ἐνισχυκότος γενναίως, καὶ νικητικὰ ἀραμένου, τρόπαια δυνάμει τῇ τοῦ Πνεύματος.
Δόξα. Ἦχος πλ. δ´.
Ἡ Ἐκκλησία τῶν Πρωτοτόκων, τὸ πνεῦμά σου προσθήκην δεξαμένη, Νεομάρτυς Γεώργιε, χαίρει χαρᾷ ἀνεκλαλήτῳ, ἡ δὲ τῶν πιστῶν ὁμήγυρις, τὰ θεῖά σου Λείψανα προκείμενα ὁρῶσα, χαρμονικῶς ἐπιτελεῖ σου τὴν ἄθλησιν, καὶ μετ᾿ εὐλαβείας καὶ πόθου ταῦτα ἀσπαζομένη, τὴν ἐν αὐτοῖς τοῦ Πνεύματος χάριν κομίζεται, δοξάζουσα Χριστόν, τὸν σὲ στεφανώσαντα.
Ἕτερον, διασκευασθέν, ψαλλόμενον ἐν Σάμῳ.
Ἡ Ἐκκλησία τῶν Πρωτοτόκων, τὸ πνεῦμά σου προσθήκην δεξαμένη, Νεομάρτυς Γεώργιε, χαίρει χαρᾷ ἀνεκλαλήτῳ· ἡ δὲ τῶν πιστῶν ὁμήγυρις, χαρμονικῶς ἐπιτελεῖ σου τὴν ἄθλησιν, τὴν ἀρξαμένην ἐν Σάμῳ, καὶ μετ᾿ εὐλαβείας καὶ πόθου τὴν μνήμην σου ἑορτάζει, δοξάζουσα Χριστόν, τὸν σὲ στεφανώσαντα.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἅστρον ἐξ Ἐφέσου νεοφανές, Μάρτυς Ἀθλοφόρε, ἀνατέταλκας ἀληθῶς, ταῖς τοῦ Μαρτυρίου μαρμαρυγαῖς φωτίζον, ἡμῶν τὰς διανοίας τῶν προσκυνούντων σε.
Ἅπαν ἁμαρτίας αἶσχος τοῖς σοῖς, αἵμασιν ἐκπλύνας, καθαρὸς νῦν τῷ Ποιητῇ, καὶ Θεῷ τῶν ὅλων, Γεώργιε παρέστης, Ὅν ἡμῖν Ἀθλοφόρε, ἴλεων ἔργασαι.
Δόξῃ Ἀθλοφόρε μαρτυρικῇ, καὶ στέφει ἀφθάρτῳ, παριστάμενος τῷ Χριστῶ, Γεώργιε θεῖε, μετὰ τοῦ Πολυδώρου, καὶ Μάρκου τῶν συνάθλων, ἡμῶν μνημόνευε.


 

 

Χαιρετισμοί Ἱερομ. ΚΥΡΙΛΛΟΥ τοῦ Λουκάρεως, + Ῥόδου Κυρίλλου

      Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν Πατριάρχαις ἀθλητὴς ἀκαταγώνιστος, θανατωθεὶς Ἀγαρηνῶν χερσὶ φονόεσσαις, ἀναδέδειξαι, ὦ Κύριλλε, θεηγόρε· ὅθεν στέφος ἀφθαρσίας κομισάμενος, ἱκεσίαις σου μὴ παύσῃ προϊστάμενος, τῶν βοώντων σοι· Χαίροις, Πάτερ πολύαθλε.
 
Οἱ Οἴκοι.
Ἄνωθεν τῶν Ἀγγέλων αἱ δυνάμεις κροτοῦσιν, ἐπάξιόν σοι Πάτερ τὸν ὕμνον (ἐκ γ΄)· ἡμεῖς δὲ ἐπὶ γῆς οἱ πιστοί εὐσεβῶς τιμῶντες τοὺς λαμπροὺς ἄθλους σου, τοῖς ᾄσμασί σε στέφομεν, Κύριλλε, καὶ πιστῶς βοῶμεν·
Χαῖρε, ὁ ὅσιος Ποιμενάρχης·
χαῖρε,  ὁ ἔνδοξος Πατριάρχης.
Χαῖρε, Κρητονήσου βλαστὸς τιμιώτατος·
χαῖρε,  Ἀγκαράθου ἀκτὶς οὐρανόφωτος.
Χαῖρε, Μάρκου ὁ διάδοχος, τῆς Αἰγύπτου ὁ πυρσός·
χαῖρε,  Βυζαντίου Πρόεδρος, Ἐκκλησίας ὀφθαλμός.
Χαῖρε, ὅτι καθεῖλες πολεμίων τὸ θράσος·
χαῖρε,  ὅτι ὑπῆλθες μαρτυρίου τὸν δρόμον.
Χαῖρε, Ἁγίων πάντων συμμέτοχος·
χαῖρε,  Μαρτύρων θεῖος ἐφάμιλλος.
Χαῖρε, σεπτῶν δωρεῶν οἰκονόμος·
χαῖρε,  ζωῆς ἀληθοῦς κληρονόμος.
Χαίροις, Πάτερ πολύαθλε.
 
Βλάστημα ἀνεδείχθης, θεῖον Εὐαγγελίου, ἐκ ῥίζης εὐσεβοῦς ἐξανθήσας, καὶ ὡς καρποφορίαν καλήν, τῷ οὐρανίῳ γεωργῷ Κύριλλε, προσήνεγκας τὰς ἀρετάς, τοῦ βίου σου ἀνακραυγάζων·
Ἀλληλούϊα.
 
Γνώσεως τῆς κατ’ ἄμφω, θησαυρίσας τὸν πλοῦτον, ἀνὴρ ὡς ἀγαθὸς θεομάκαρ, διδαχῆς σου θείας ταῖς αὐγαῖς, τῶν Ὀρθοδόξων τῷ λαῷ Κύριλλε, ὥσπερ φωστὴρ ἀνέτειλας, ἀκούων παρὰ πάντων οὕτως·
Χαῖρε, ἀγάπης τὸ ἐκμαγεῖον·
χαῖρε,  ἐλπίδος τὸ πρυτανεῖον.
Χαῖρε, εὐσεβοῦς ῥιζουχίας ἀπάνθισμα·
χαῖρε,  μυστικῆς γεωργίας ἐκβλάστημα.
Χαῖρε, ὅτι ἠκολούθησας παιδιόθεν τῷ Χριστῷ·
χαῖρε,  ὅτι ἐμεγάλυνας ἀρεταῖς σου τὸν Θεόν.
Χαῖρε, ὁ εὐσεβείας ἀληθὴς μυστολέκτης·
χαῖρε,  ὁ ἀσεβείας δυνατὸς καθαιρέτης.
Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα·
χαῖρε,  πιστῶν ὑψώσας τὸ φρόνημα.
Χαῖρε, ψυχὴν πρὸς Θεὸν ἀνατείνας·
χαῖρε,  σαρκὸς τὰς ὁρμὰς ἀποκτείνας.
Χαίροις, Πάτερ πολύαθλε.
 
Δῶρον ὅλον προσῆξας, ἑαυτὸν τῷ Κυρίῳ, τρυφὰς τὰς ἐφημέρους μισήσας· καὶ τὸν σὸν ὡς πάνσοφος Σταυρόν, ἐπωμάδιον ἀναλαβὼν Κύριλλε, Χριστῷ κατηκολούθησας, ἐν βίῳ σου παντὶ κραυγάζων·
Ἀλληλούϊα.
 
Ἔνθους ὅλος ὑπάρχων, Ἀγκαράθου ἐν Μάνδρᾳ, τὸ σχῆμα μοναστῶν ἠμφιάσω, καὶ τὸν παναλάστορα ἐχθρόν, ἀγωνίσμασί σου τοῖς πολλοῖς Κύριλλε, εἰς τέλος ἀπεγύμνωσας· διὸ νῦν παρ’ ἡμῶν ἀκούεις·
Χαῖρε, φωστὴρ τῆς θεοσεβείας·
χαῖρε,  πρηστὴρ τῆς θεοεχθρίας.
Χαῖρε, Ὀρθοδόξων θεόπνους διδάσκαλος·
χαῖρε,  κακοδόξων στεῤῤόφρων πολέμιος.
Χαῖρε, γεωργὸς ἀκάματος ἀρετῶν θεουργικῶν·
χαῖρε,  φυτοκόμος ὅσιος ἐννοιῶν πνευματικῶν.
Χαῖρε, ὁ τῶν Λατίνων τὴν ὀφρὺν καταισχύνας·
χαῖρε,  ὁ τῶν τυράννων τὴν ἰσχὺν ταπεινώσας.
Χαῖρε, δι’ οὗ ἡ πίστις κεκήρυκται·
χαῖρε,  δι’ οὖ ἡ πλάνη πεπάτηται.
Χαῖρε, Θεοῦ τὴν δόξαν ποθήσας·
χαῖρε, ρυφὴν ματαίαν μισήσας.
Χαίροις, Πάτερ πολύαθλε.
 
Ζήλου ἐπουρανίου, πληρωθεὶς τὴν καρδίαν, προσκαίρων τῆς ἀπάτης ἀπέστης, καὶ ζυγῷ Κυρίου τῷ χρηστῷ, ὑποτάξας ὅλον σεαυτὸν Κύριλλε, τῆς βασιλείας οὐρανῶν, ἐν γῇ ὁδίτης ὤφθης κράζων·
Ἀλληλούϊα.
 
Ἦλθες εἰς γῆν Αἰγύπτου, Μελετίῳ ὑπείκων, τῷ σῷ ὡς νουνεχὴς διδασκάλῳ, καὶ καλῇ ἐν μιμήσει αὐτοῦ, ἐκοπίασας ἵνα λαὸν Κύριλλε, Θεοῦ τὸν περιούσιον, ἐπιστηρίξῃς κράζοντά σοι·
Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας·
χαῖρε,  ὁ κῆρυξ τῆς εὐσεβείας.
Χαῖρε, μοναζόντων ὑπόδειγμα ἄριστον·
χαῖρε,  Ὀρθοδόξων ἑδραίωμα ἄῤῥηκτον.
Χαῖρε, ὅτι κατανύξεως ἀναβλύζεις γλυκασμόν·
χαῖρε,  ὅτι παρακλήσεως ἐπιστάζεις σταλαγμόν.
Χαῖρε, Εὐαγγελίου ἐπουράνιος γλῶσσα·
χαῖρε,  Ὀρθοδοξίας θεοδίδακτον στόμα.
Χαῖρε, λαοῦ προστάτης ἀκοίμητος·
χαῖρε,  πιστῶν ὑπέρμαχος ἄριστος.
Χαῖρε, Χριστοῦ τὴν πίστιν κηρύξας·
χαῖρε,  ἐχθροῦ τὸ θράσος πατήσας.
Χαίροις, Πάτερ πολύαθλε.
 
Θρόνῳ ἐν περιβλέπτῳ, Μάρκου τοῦ Ἀποστόλου, ἀνῆλθες θεϊκῇ ἐπινεύσει, καὶ Εὐαγγελιστοῦ ἀληθῶς, ἐποίησας ἔργον ἐν αὐτῷ Κύριλλε, ἐμπρέψας τῇ σοφίᾳ σου, καὶ πάντας μελῳδεῖν διδάξας·
Ἀλληλούϊα.
 
Ἱεράρχης ἐδείχθης, θαυμαστὸς Ἐκκλησίας, δυνάμει τοῦ σεπτοῦ Παρακλήτου, καὶ Ποιμὴν κατὰ πάντα καλός, τῆς ποίμνης ἐγένου τοῦ Χριστοῦ Κύριλλε, ἐν ἀγραυλίᾳ πνεύματος· ὅθεν βοῶμέν σοι τοιαῦτα·
Χαῖρε, ὁ μέγας ἐν Ἱεράρχαις·
χαῖρε,  ὁ θεῖος ἐν Πατριάρχαις.
Χαῖρε, μαθητὴς Μελετίου παμφίλτατος·
χαῖρε,  μιμητὴς τοῦ Δεσπότου θεόληπτος.
Χαῖρε, σκήνωμα εὐρύχωρον οὐρανίων ἀρετῶν·
χαῖρε,  ἄρωμα μυρίπνοον θεοσδότων δωρεῶν.
Χαῖρε, ὅτι μετῆλθες θαυμαστὴν πολιτείαν·
χαῖρε,  ὅτι καθεῖλες δυσσεβῶν πανουργίαν.
Χαῖρε, Χριστοῦ τὸν πόθον δεξάμενος·
χαῖρε,  ἐχθροῦ τὰ στίφη τρεψάμενος.
Χαῖρε, ζωῆς ἀληθοῦς θιασώτης·
χαῖρε,  ἠθῶν ἁμαρτίας διώκτης.
Χαίροις, Πάτερ πολύαθλε.
 
Κῆρυξ Ὀρθοδοξίας, καὶ ὑπέρμαχος μέγας, ἐν χάριτι Θεοῦ ἐγνωρίσθης, ὡς Πατέρων Ἁγίων σεπτός, διάδοχος πέλων καὶ ἑσμὸν Κύριλλε, τῶν κακοδόξων ᾔσχυνας, ὡς μὴ εἰδότων ὀρθῶς ψάλλειν·
Ἀλληλούϊα.
 
Λάμψας ἐν τῇ Αἰγύπτῳ, ὡς φωστὴρ ἑωσφόρος, ὁσίας ποιμασίας τοῖς ἔργοις, ἐν Κωνσταντινουπόλει Θεοῦ, μετέθηκέ σε ἡ πρόνοια Κύριλλε, Χριστοῦ φῶς ἀνατέλλοντα, ἐκεῖθεν τοῖς ἀναβοῶσι·
Χαῖρε, ὁ ὕμνος τῶν οὐρανίων·
χαῖρε,  τὸ χάρμα τῶν ἐπιγείων.
Χαῖρε, τῶν Ἁγίων Πατέρων ὁμότροπος·
χαῖρε,  τῶν ἀΰλων Ἀγγέλων συνόμιλος.
Χαῖρε, σάλπιγξ ἱερώτατος σωτηρίων διδαχῶν·
χαῖρε,  λύρα εὐηχέστατος θεοφρόνων ἐννοιῶν.
Χαῖρε, ὅτι ἐδείχθης τοῦ λαοῦ παρακλήτωρ·
χαῖρε,  ὅτι ὑπάρχεις εὐσεβῶν ἀντιλήπτωρ.
Χαῖρε, Κρητῶν ἐξαίσιον καύχημα·
χαῖρε,  πιστῶν ἀτίνακτον στήριγμα.
Χαῖρε, ἑσμὸν κακοδόξων συντρίψας·
χαῖρε,  λαὸν Ὀρθοδόξων στηρίξας.
Χαίροις, Πάτερ πολύαθλε.
 
Μυστηρίων ἁγίων, λειτουργὸς θεοφόρος, ὡράθης τῷ ἀμέμπτῳ σου βίῳ, καὶ θυσίαν εὐώδη σαυτόν, εὐσεβῶς προσῆξας τῷ Θεῷ Κύριλλε, ᾧ ἐκβοῶμεν οἱ πιστοί, ὡς εὐκλεῶς δοξάσαντί σε·
Ἀλληλούϊα.
 
Νέας Ῥώμης τοῦ θρόνου, ἐκλογῇ θεοκρίτῳ, ἐν χρόνοις ἐπιβὰς δυσχειμέροις, παράκλησις καὶ ἀναψυχή, τῆς πικρᾶς δουλείας ἐν δεινοῖς Κύριλλε, στενάζουσιν ἐπέφανας, ἀκούων παρ’ αὐτῶν τοιαῦτα·
Χαῖρε, τῆς Κρήτης ἡ φωταυγία·
χαῖρε,  τοῦ κόσμου ἡ δᾳδουχία.
Χαῖρε, Ἀλεξάνδρου τοῦ ἄστεως κόσμημα·
χαῖρε,  Κωνσταντίνου τῆς πόλεως σέμνωμα.
Χαῖρε, θαυμαστὴ βοήθεια Ὀρθοδόξων τοῦ λαοῦ·
χαῖρε,  δυνατὴ κατάπτωσις κακοδόξων τοῦ ἑσμοῦ.
Χαῖρε, ὅτι Ἀγγέλων τὴν ζωὴν ἡμιλλήθης·
χαῖρε,  ὅτι Δικαίων ἐν σκηνῇ εἰσῳκίσθης.
Χαῖρε, παθῶν νεκρώσας κινήματα·
χαῖρε,  ζωῆς πλουτήσας δωρήματα.
Χαῖρε, φωτὸς οὐρανίου ἐπόπτης·
χαῖρε,  Λατίνων ἀπάτης διώκτης.
Χαίροις, Πάτερ πολύαθλε.
 
Ξένος ὢν τοῖς ἐν κόσμῳ, ᾠκειώθης Κυρίῳ, ταῖς εὐαγγελικαῖς ἀρεταῖς σου· διὸ καὶ ὑπέμεινας στεῤῥῶς, ἐξορίας, θλίψεις, καὶ δεσμὰ Κύριλλε, ἐν πᾶσι χαίρων ἔνδοξε, καὶ ψάλλων τῷ Σωτῆρι πόθῳ·
Ἀλληλούϊα.
 
Ὅλος ἱερωμένος, καὶ καθηγιασμένος, Θεῷ τῷ ἐν Τριάδι ὑπάρχων, χάριτος προέστης τοῦ λαοῦ, Μωσῆς ὥσπερ ἄλλος καὶ αὐτὸν Κύριλλε, τῇ πίστει διεφύλαξας, βοῶντά σοι ἐν εὐφροσύνῃ·
Χαῖρε, ὁ μέγιστος τῇ σοφίᾳ·
χαῖρε,  ὁ ἔνθεος τῇ φρονήσει.
Χαῖρε, Ἱεράρχης Χριστοῦ πανσεβάσμιος·
χαῖρε,  Πατριάρχης λαοῦ θεοπρόβλητος.
Χαῖρε, ὕψος θείας γνώσεως καὶ ἀγάπης θησαυρός·
χαῖρε,  βάθος ταπεινώσεως καὶ χρηστότητος κανών.
Χαῖρε, ὅτι μετῆλθες βιοτὴν θαυμασίαν·
χαῖρε,  ὅτι ὑπῆλθες ἀκραιφνῆ πολιτείαν.
Χαῖρε, εἰκὼν πραότητος ἔμψυχος·
χαῖρε,  λειμὼν συνέσεως εὔοσμος
Χαῖρε, Θεοῦ ὁ πιστὸς ὑπηρέτης·
χαῖρε,  λαοῦ ὁ καλὸς ποδηγέτης.
Χαίροις, Πάτερ πολύαθλε.
 
Πολυτρόπους ἀγῶνας, ἐπὶ γῆς ἐκτελέσας, ὑπὲρ τῆς θεολέκτου σου ποίμνης, Μαρτύρων κἂν ἐν γήρᾳ ὁδόν, ἐν φρονήματι νεανικῷ ἤνυσας, καὶ πρὸς ζωὴν ἀτέρμονα, μετέστης Κύριλλε κραυγάζων·
Ἀλληλούϊα.
 
Ῥώμῃ ἐπουρανίῳ, τὴν φονόεσσαν μῆνιν, οὐδόλως τῶν ἐχθρῶν ἐπτοήθης, ἀλλὰ γόνατα κλίνας τὰ σά, καὶ Θεῷ εὐχόμενος ἐκτενῶς Κύριλλε, ἐδέξω τὴν τελείωσιν, στραγγαλισθείς· ὅθεν βοῶμεν·
Χαῖρε, τὸ μύρον τῆς εὐλαβείας·
χαῖρε,  τὸ ῥόδον τῆς εὐανδρίας.
Χαῖρε, τῶν Ποιμένων Ποιμὴν ὁ ἀνύστακτος·
χαῖρε,  τῶν Πατέρων Πατὴρ ὁ φιλόστοργος.
Χαῖρε, ὅτι τὸ μαρτύριον καθυπέμεινας στεῤῥῶς·
χαῖρε,  ὅτι τῇ ἀθλήσει σου ἐξενεύρισας ἐχθρόν.
Χαῖρε, ὁ τῷ Δεσπότῃ εὐσεβῶς ἱερεύσας·
χαῖρε,  ὁ πολεμίων τὴν ὀφρὺν διαλύσας.
Χαῖρε, λαμπὰς ἀείφωτος πίστεως·
χαῖρε,  ἀστὴρ ἀνέσπερος χάριτος.
Χαῖρε, ζωῆς κοινωνήσας Μαρτύρων·
χαῖρε,  τρυφῆς ἀπολαύσας Δικαίων.
Χαίροις, Πάτερ πολύαθλε.
 
Στολισμῷ μαρτυρίου, τῆς ἀρχιερωσύνης, τὴν χλαῖναν εὐπρεπῶς ὡραΐσας, εἰς τὴν τοῦ Παραδείσου αὐλήν, εὐσταλὴς εἰσῆλθες καὶ φαιδρὸς Κύριλλε, παρὰ Χριστοῦ τὰ ἔπαθλα, δεχόμενος ᾧ μελῳδοῦμεν·
Ἀλληλούϊα.
 
Τῶν Μαρτύρων τῇ δόξῃ, κατακεκοσμημένος, παρίστασαι Χριστοῦ τῇ τραπέζῃ, ἐν τῶν Πρωτοτόκων τῇ σκηνῇ, τῆς ἱερουργίας μυστικῶς Κύριλλε, τῆς ἄνω ἀξιούμενος, καὶ μνημονεύων τῶν βοώντων·
Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας·
χαῖρε,  τὸ ῥεῖθρον τῆς συμπαθείας.
Χαῖρε, ποταμὸς εὐποιΐας πολύῤῥυτος·
χαῖρε,  χορηγὸς ἀγαθῶν πλουσιόδωρος.
Χαῖρε, ὅτι ἐχρημάτισας τῶν ἀφρόνων παιδευτής·
χαῖρε,  ὅτι ἀναδέδειξαι τῶν πιστῶν προασπιστής.
Χαῖρε, Ἀλεξανδρείας ὁ καλὸς Ποιμενάρχης·
χαῖρε,  τῆς οἰκουμένης ὁ σοφὸς Πατριάρχης.
Χαῖρε, Χριστοῦ ἐξαίσιον μίμημα·
χαῖρε,  Πατέρων θεῖον ὁμοίωμα.
Χαῖρε, δι’ οὗ ὁ Σατὰν ἐσοβήθη·
χαῖρε,  δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη.
Χαίροις, Πάτερ πολύαθλε.
 
Ὕμνον εὐγνωμοσύνης, τὸ Ὀρθόδοξον Γένος, προσᾴδει σοι πολύαθλε Πάτερ· σὲ γὰρ ἐν τοῖς μεγίστοις δεινοῖς, τῆς ἐχθρῶν δουλείας κραταιὸν πρόμαχον, παρὰ Θεοῦ ἐκτήσατο, Κύριλλε, ᾧ πιστῶς βοῶμεν·
Ἀλληλούϊα.
 
Φῶς ὁρῶν ἐν ὑψίστοις, τῆς ἀκτίστου Τριάδος, φωτὸς ὡς ἀληθὴς κληρονόμος, ἐξαίτει σαῖς πρεσβείαις ἀεί, φωτισμὸν τῆς ἄνωθεν σοφὲ χάριτος, ἡμῖν τοῖς ἀγαπῶσί σε, Κύριλλε Πάτερ, καὶ βοῶσι·
Χαῖρε, Πατέρων πάντιμον γέρας·
χαῖρε,  Ὁσίων πάμφωτον σέλας.
Χαῖρε, τῆς Λατίνων κακίας ὁ ἔλεγχος·
χαῖρε,  Ὀρθοδόξων λατρείας ὁ ἔπαινος.
Χαῖρε, πᾶσιν ἱλεούμενος τὸν φιλάνθρωπον Χριστόν·
χαῖρε,  πάντας ἐξαιρούμενος θλίψεων παντοδαπῶν.
Χαῖρε, ὁ ἀσθενούντων ἑτοιμότατος ῥύστης·
χαῖρε,  ὁ τοῦ λαοῦ σου δαψιλὴς εὐεργέτης.
Χαῖρε, Θεοῦ οὐράνιος ἄνθρωπος·
χαῖρε,  ἡμῶν ὁ ἄγρυπνος ἔφορος.
Χαῖρε, δι’ οὗ θεραπεύονται πάθη·
χαῖρε,  δι’ οὗ φυγαδεύονται νόσοι.
Χαίροις, Πάτερ πολύαθλε.
 
Χάριτος οὐρανόθεν, δεδεγμένος τὸν πλοῦτον, ὡς θεῖος Ἱεράρχης καὶ Μάρτυς, χαρισμάτων θείας δωρεάς, ἐκ λειψάνων σου τῶν ἱερῶν Κύριλλε, ἐκβλύζεις ὑπὲρ ἔννοιαν, εὐφραίνων τοὺς πιστῶς βοῶντας·
Ἀλληλούϊα.
 
Ψαλμικῶς ὁ Δεσπότης, τὰ ὀστᾶ σου φυλάξας, ταμεῖον ἰαμάτων ποικίλων, καὶ χάριτος πηγὴν δαψιλῆ, ταῦτα ἀνέδειξε θαυμαστὲ Κύριλλε, τοῖς προσιοῦσιν εὐλαβῶς, καὶ ἐκβοῶσί σοι συμφώνως·
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε,  δι’ οὗ ὁ ἐχθρὸς τροποῦται.
Χαῖρε, Ὀρθοδόξων ὑψώσας τὸ φρόνημα·
χαῖρε,  θεομάχων πατήσας τὸ φρύαγμα.
Χαῖρε, τεῖχος ἀπροσμάχητον Ἀγκαράθου τῆς Μονῆς·
χαῖρε,  πύργος ἀκατάσειστος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι παρέχεις ἐνεργείας θαυμάτων·
χαῖρε,  ὅτι ἀπείργεις πειρασμῶν ἐπιθέσεις.
Χαῖρε, πιστοῖς βραβεύων τὰ κρείττονα·
χαῖρε,  αὐτοῖς παρέχων τὰ πρόσφορα.
Χαῖρε, ἀχλὺν ἁμαρτίας σκεδάζων·
χαῖρε,  ἡμῶν τὰς καρδίας αὐγάζων.
Χαίροις, Πάτερ πολύαθλε.
 
θεσπέσιε Πάτερ, Κύριλλε θεομάκαρ, Χριστοῦ τῆς Ἐκκλησίας τὸ κλέος (ἐκ γ΄)· τὴν τῶν ὕμνων ταύτην προσφοράν, συμπαθείᾳ σου ἐν πατρικῇ πρόσδεξαι, ῥυόμενος παντὸς κακοῦ, τοὺς ψάλλοντας ἐν μετανοίᾳ·
Ἀλληλούϊα.
 
Δίστιχον.
Κύριλλος ὁ Ῥόδου σοι χαῖρε κραυγάζει,
Κύριλλε, θαυμάζων σου τὰς ἀριστείας.