Τετάρτη, 31 Μαΐου 2017

Παρακλητικός Κανών Ὁσίου ΙΛΑΡΙΩΝΟΣ τοῦ Ἀθωνίτου, ἀρχιμ. Νικ. Ἀεράκη

     Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἱλαρίωνος ζωὴν εὐφημοῦντες, τὸν ἐνισχύσαντα αὐτὸν ἐν ἀγῶσι, Τριαδικὸν Θεὸν καθικετεύσωμεν· φύλαξον ἐν τῇ δυνάμει Σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν, κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπολαῦσαι, ζωῆς τῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐγκλείστῳ Ἱλαρίωνι ὁ πῦργος εὖχος. Νικ(οδήμου).
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον δέομαι Ἰησοῦ, καὶ πέμψον μοι χάριν, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, τοῦ  Ἄθωνος ὄντως μέγα κλέος, τὸν Ἱλαρίωνα, πύργῳ τὸν ἔγκλειστον.
Γονέων ὡς γόνος θεοσεβῶν, ἐγκλείστου Στεφάνου, μαθητής τε και συγγενής, ὄντως ἠξιώθης Ἱλαρίων, ἐν τῇ καρδίᾳ μορφῶσαι τὸν Κύριον.
Καρδίαν ἀρδεύσας τῇ προσευχῇ, καὶ τήξας τὸ σῶμα, ἐν νηστείᾳ ἀσκητικῇ, ἀνῆλθες εἰς ὕψος Ἱλαρίων, ἱερωσύνης ἀξίως θεόμορφε.
Θεοτοκίον.
Λιταῖς Σου Παρθένε πρὸς Σὸν Υἱόν, περισκέπεις πάντας, ἐκ παγίδων τοῦ πειρασμοῦ, καὶ χάριν παρέχεις τοῖς τιμῶσι, τὰ μεγαλεῖά Σου Κόρη Θεόνυμφε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Εἰρηνεύεις καρδίας ἐν συμφοραῖς ἔνθεε, τῶν τῆς Γεωργίας ἀνάκτων, χάριτι Πνεύματος, ὦ Ἱλαρίων σεπτέ, τῆς Ἐκκλησίας τὸ κλέος, καὶ τοῦ Ἄθω σέμνωμα, ἡμῶν δὲ πρόμαχε.
Ἱλασμὸν ἐκ Κυρίου ἐπιποθῶν ἔνδοξε, δόξας καὶ τιμὰς ἀπηρνήθης, καὶ τὰ βασίλεια, ὦ Ἱλαρίων σεπτέ, καὶ πρὸς ἐρήμους ἀπέπτης, καὶ ζωῇ ἀσκήσεως, κατηκολούθησας.
Σὺ τῆς βίας ἐδείχθης περιφανὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, τῶν δὲ ἐγκλείστων πυρσός, καὶ ἀσκητῶν ἡ ἀκρότης, καὶ δαιμόνων φόβητρον, Πάτερ τρισόλβιε.
Θεοτοκίον.
Ταπεινῶς ἀνυμνοῦμεν τὸν Σὸν Υἱὸν Δέσποινα, καὶ λατρευτικῶς προσκυνοῦμεν, Αὐτὸν ὡς Κύριον, καὶ Λυτρωτὴν τῶν βροτῶν, καὶ κεφαλὴν Ἐκκλησίας, Ὃν δυσώπει Ἄχραντε, ὑπὲρ τῶν δούλων Σου.

Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν βασίλεια κατέλιπες, καὶ ζήλῳ ζωῆς ἐρήμου πυρπολούμενος, ἐγκλεισμῷ καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὡραΐσας τὸν βίον σου, Ἱλαρίων χάριτι καὶ ἀσκήσεσι, ἐν νηστείαις καὶ δεήσεσι, τὸ φθαρτόν σου σῶμα ἀπεμάρανας.
Ἱκεσίαις πρὸς Κύριον, καὶ παννύχοις στάσεσι κατηξίωσαι, τοῦ νικῆσαι τὸν ἀντίδικον, Ἱλαρίων ἔγκλειστε ἐν Πνεύματι.
Λαμπρυνθεὶς θείᾳ χάριτι, Ἱλαρίων θαύματα ἐπετέλεσας, καὶ τὰ μέλλοντα προέβλεπες, ὡς Θεοῦ Πρεσβύτερος τρισόλβιε.
Θεοτοκίον.
Ἀειπάρθενε Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ Πανάχραντε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ῥήμασι Θεοῦ, Ἱλαρίων καθυπέταξας, τὴν σὴν καρδίαν Πάτερ θεοπρεπῶς· διὸ ἠρνήθης τοῦ κόσμου τὴν ματαιότητα.
Ἵνα τῶν παθῶν, Ἱλαρίων γένῃ κύριος, τὴν τῶν ἐγκλείστων βίαν Πάτερ ἐπιποθῶν, σφοδρῶς εἰς πύργον, εἰσῆλθες τῆς Νέας Σκήτεως.
Ὦ τῶν ὑπὲρ νοῦν, Ἱλαρίων παλαισμάτων σου, καὶ τῆς σκληρᾶς ἀσκήσεώς σου καὶ θαυμαστῆς, δι’ ἧς ἐτρώθη ἡ κάρα τοῦ πολεμήτορος.
Θεοτοκίον.
Νοῦν θεοειδῆ, τοῖς ἱκέταις Σου ὦ Πάναγνε, Παρθενομῆτορ δώρησαι Μαριάμ, ὡς τετοκυῖα, τὸν Λόγον ἐν γῇ ὡς ἄνθρωπον.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ἰάτρευσον, τῆς ψυχῆς τὰ πταίσματα, σαῖς πρεσβείαις Ἱλαρίων πρὸς Λόγον, καὶ ἐκ παθῶν καὶ πταισμάτων πληθύος, καὶ πειρασμῶν τοῦ σατᾶν διαφύλαξον, καὶ πάσης θλίψεως ἡμᾶς, ὡς πιστῶν πρεσβευτὴς θεοδώρητος.
Οὐράνιος, Ἱλαρίων γέγονας, καὶ Χριστῷ συμβασιλεύεις ἐν δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ σαββατίζεις πανένδοξε· ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Περίσῳζε, ἀσκητῶν συστήματα, Ἱλαρίων τῶν ἐγκλείστων τὸ κλέος, ταῖς πρὸς Χριστόν ἱκεσίαις σου Πάτερ, καὶ μοναχῶν τὰς καρδίας στερέωσον, ἐν πνεύματι ὑπακοῆς, ταπεινώσεώς τε καὶ ἀσκήσεως.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου, τὸν Υἱὸν Θεόνυμφε, καὶ αἰτούμεθα λιτάς Σου ἁγίας, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, Ἱλαρίωνος πάνυ θεόφρονος.

Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱλαρίων τῶν ἐγκλείστων γέγονας καύχημα, μοναχῶν δὲ σεπτὸν ἐν ἀθλήσει ὑπόδειγμα, τῇ ἀσκήσει καὶ προσευχῇ ἐν δάκρυσι θερμοῖς· διὸ ἔλαβες παρὰ Θεοῦ, σαββατισμὸν ἐν οὐρανοῖς, καὶ ζωὴν τὴν αἰώνιον· στήριξον σαῖς πρεσβείαις, μοναζόντων τὰ πλήθη, πρὸς τὸν Θεάνθρωπον Χριστόν, τοῦ Ἁγίου Ὄρος καύχημα.
Προκείμενον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός...
Δεῦτε Ἱλαρίωνα, ἐγκωμιάσωμεν ὕμνοις, Γεωργίας βλάστημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν ἐγκλείστων τὸ ὑπόδειγμα, τοῦ πύργου καύχημα, καὶ τῆς Νέας Σκήτεως κλέϊσμα· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων ἀθλουμένων, προπύργιον καὶ τεῖχος ἀῤῥαγές, Ἁγίου Ὄρους ἀγλάϊσμα, μοναχῶν τὸ στήριγμα.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥημάτων θεοπνεύστων, Ἱλαρίων ἀκούσας, ἐκ βασιλείων ποτέ, διέφυγες κρυφίως, ποθῶν ἐν ἐρημίᾳ, τοῦ ψαλμοῦ τὸ εὐφρόσυνον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαλήνευσον καρδίαν, Ἱλαρίων σοῦ δούλου, ἐπιποθοῦσα λαβεῖν, τῆς νήψεως τὴν χάριν, γλυκύτητα καρδίας, καὶ εὐχῆς ἀδιάλειπτον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁδήγησον τὸν νοῦν μου, Ἱλαρίων φυλάττειν, τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ δίδαξον καρδίαν, ἀεὶ ποθεῖν τὰ ἄνω, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ πᾶσαι αἱ παρθένοι, τὴν Μητέρα τοῦ Λόγου, παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ἐν κόσμῳ καὶ ἐρήμῳ, ἀνυμνοῦσαι τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ἐρημίαις, ὁ Ἱλαρίων καὶ πύργῳ, τὸν Χριστὸν σὺν Ἀγγέλοις γεραίρει, καὶ ὑμνεῖ ἐνθέως, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην, ὁ Ἱλαρίων τῆς Κόρης, ὑπομένει δαιμόνων μανίαν, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαῖρε τοῦ πύργου, τῆς Νέας Σκήτεως κόσμος, Ἱλαρίων ἐκλείστων ὁ τύπος, καὶ τῶν προσκυνούντων, Χριστὸν ὡς Θεὸν Λόγον.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Σὺ πέλεις Παρακλήτου, δοχεῖον τρισμάκαρ, καὶ κρήνη θείων θαυμάτων σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει, καὶ πόθῳ ζέοντι.
Ναὸς τοῦ Παρακλήτου, ἀσκήσει ἐγένου, καὶ ἀρετῶν Ἱλαρίων δοχεῖον μεστόν, καὶ τῶν ἐγκλείστων ἁπάντων τὸ ἐγκαλλώπισμα.
Ἰσχύϊ Θεανθρώπου, τὸν κόσμον ἠρνήθης, καὶ βασιλείων τὴν δόξαν Χριστοῦ μιμητά, Ἀρχιερέως δὲ ὕψος τιμὴν καὶ εὔκλειαν.
Θεοτοκίον.
Κυρία Θεοτόκε, τὸν Λόγον ὑμνοῦμεν, τὸν δι’ ἡμᾶς γεννηθέντα ἐν δούλου μορφῇ, καὶ σὺν Ἀγγέλοις τιμῶντες Σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Θεῖον Ἱλαρίωνα ἐν ᾠδαῖς, τιμήσωμεν πάντες, ὡς ὑπόδειγμα ἐγκλεισμοῦ, καὶ ἀδιαλείπτου, εὐχῆς τὸν ὑποφήτην, καὶ τῶν ἡσυχαζόντων, τὸ ἐγκαλλώπισμα.
Ὕμνοις Ἱλαρίωνα εὐλαβῶς, τιμήσωμεν πάντες, τὸν τοῦ πύργου μέγαν φρουρόν, τὸν ἐνασκηθέντα, ἐν Νέᾳ Σκήτῃ Ὄρους, τὸν τύπον τῶν ἐγκλείστων, τὸν θεοφώτιστον.
Δεῦτε Ἱλαρίωνα ἀδελφοί, δοξάσωμεν λόγοις, τὸν κοσμήτορα ἀσκητῶν, τὸν ἐν Νέᾳ Σκήτῃ, ἀθλήσαντα ἐγκλείστως, ἀσκήσει τε καὶ βίᾳ, καὶ θείοις θαύμασι.
Μέγαν ἡσυχίας ὑφηγητήν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑπογραμμόν, βίας ἐν ἐρήμῳ, διδάσκαλον καὶ τύπον, τιμήσωμεν ἐν ὕμνοις, τὸν Ἱλαρίωνα.
Κρήνην τῆς ἀγάπης καὶ ἀρετῆς, θυσίας ἐν ἔργοις, ἐρημίας τὸν ἐραστήν, τοῦ πύργου τὸ κλέος, ἐν Νέᾳ Σκήτῃ Ὄρους, ὑμνήσωμεν ἐμφρόνως, τὸν Ἱλαρίωνα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Γεωργίας τὸν βλαστόν, τοῦ Ἁγίου Ὄρους τὸ κλέος, καὶ μανικὸν ἐραστήν, Λόγου Ἱλαρίωνα, ἐν ὕμνοις μέλψωμεν, Νέας Σκήτεως καύχημα, ἐγκλείστων τὸ δέος, πύργου θεῖον ἔνοικον, Χριστοῦ τὸν κήρυκα, βίου σιωπῆς καὶ ἁγνείας, καὶ τῶν μοναχῶν ὑποφήτην, πάντων ἀσκητῶν τὸ ἐγκαλλώπισμα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

 

Ἀκολουθία Ὁσίου ΙΛΑΡΙΩΝΟΣ τοῦ Ἀθωνίτου, ἀρχιμ. Νικ. Ἀεράκη

Ψαλλομένη τῇ 14η Φεβρουαρίου
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἱλαρίωνα ὕμνοις ἀνευφημήσωμεν, τὸν γόνον Γεωργίας, καὶ τοῦ Ἄθω τὸ κλέος, πάντων τῶν Ὁσίων ὑπογραμμόν, καὶ ἐγκλείστων τὸ πρότυπον, καὶ τῆς ἀσκήσεως μέγαν ὑφηγητήν, ταπεινώσεως τὸ ἄγαλμα.
Τῶν μοναστῶν αἱ χορεῖαι λαμπρῶς εὐφραίνονται, τιμῶσαι ἐπαξίως, Ἱλαρίωνος μνήμην· ἄσκησιν ἐν βίᾳ καὶ ἀρετάς, καὶ σημεῖα καὶ θαύματα, διακηρύττουσι πᾶσι καὶ ἐγκλεισμόν, ἐν τῷ πύργῳ Νέας Σκήτεως.
Τοῦ Ἱλαρίωνος μνήμην ἐγκωμιάσωμεν, φιλεόρτων τὰ πλήθη, ἀσκητῶν τε οἱ δῆμοι· οὗτος γὰρ ἐν Ἄθῳ περιχαρῶς, ἐγκλεισμὸν ἀπεδέξατο, ἀντιπαλαίων γενναίως τῷ Σατανᾷ, τῇ δυνάμει θείου Πνεύματος.
Τῶν βιαστῶν τὸ ὑπόδειγμα ἐπαινέσωμεν, τὸν Γεωργίας γόνον, καὶ τοῦ Ἄθω φωστῆρα, πάντων ἀθλουμένων τὸν στολισμόν, μοναχῶν ἐγκαλλώπισμα, τὸν ἐγκλεισθέντα ἐν πύργῳ πανθαυμαστῶς, Νέας Σκήτεως τὸ κλέϊσμα.
Δόξα. Ἦχος β’.
Δεῦτε τῶν μοναστῶν οἱ δῆμοι, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος ἑόρτιον μνήμην, λαμπρῶς πανηγυρίσωμεν· οὗτος γὰρ τὰ τῆς γῆς ἐφήμερα καὶ μάταια καταλιπών, καὶ τὴν μοναχικὴν ζωὴν μανικῶς ἀγαπήσας, ἐν τῷ Ἁγίῳ Ὄρει ἠσκήτευσε, καὶ ἐγκλεισθεὶς ἐν τῷ τῆς Νέας Σκήτες πύργῳ, τῶν βιαστῶν τῆς φύσεως θεοειδὲς πρότυπον ἐγένετο. Αὐτοῦ ταῖς ἱκεσίαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε θεοπρεπῶς, ἐν ὕμνοις ἐγκωμίων, τιμήσωμεν τοῦ Ἄθω, τὸν βιαστὴν τῶν ἄνω, τὸν θεῖον Ἱλαρίωνα.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τὸν Γεωργιανόν, ἐνθέως εὐφημοῦμεν, τῶν λογικῶν προβάτων, ποιμένα θεοφόρον, καὶ ἔγκλειστον ἐν Πνεύματι.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Τὸν μέγαν ἀσκητήν, τὸν γόνον Γεωργίας, τοῦ Ἄθωνος τὸ κλέος, καὶ κρήνην τῶν θαυμάτων, λαμπρῶς ἐγκωμιάσωμεν.
Δόξα. Τριαδικόν.
Πάντες πανευλαβῶς, Τριάδα ἐν Μονάδι, Δημιουργὸν τοῦ κόσμου, καὶ Κύριον τῶν ὅλων, λατρευτικῶς τιμήσωμεν.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Μαριάμ, ὑπὲρ τῶν Σὲ τιμώντων, πρὸς τὸν Υἱόν Σου ὅπως, ῥυσθῶμεν τῆς γεέννης, καὶ σκότους τῆς κολάσεως.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου ὁ ἔρως, ἰσαγγέλων τὰ τάγματα, καὶ τῆς προσευχῆς ἡ γλυκύτης, Ἱλαρίων σέ ἔλαβεν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, ἐγγάμου βιοτὴν καταλιπών, ἀνεδείχθης μοναζόντων ἐρημιτῶν, ἐγκλείστων ἰσοστάσιος· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ δυναμώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν, πρότυπον ἔνθεον.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Πύργῳ τῆς Σκήτεως ἐν ἡσυχίᾳ πολλῇ, ἀσκήσας φλεγόμενος θείᾳ ἀγάπῃ Χριστοῦ, πληροῖς τὸ κεφάλαιον, Ὅσιε Ἱλαρίων, ἐντολῶν τοῦ Κυρίου, πρώην φυλακισμένους, συμπαθῶς βοηθήσας· Θεῷ σὺν Ἀγγέλοις ἄδοις δὲ νῦν· Ἅγιος, Ἅγιος, Ἅγιος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱλαρίωνα ᾄσμασιν, ἀνυμνήσωμεν ἅπαντες, συνελθόντες σήμερον, ὦ φιλέορτοι· ὅτι καὶ γάμον ἐτίμησε, καὶ βίον ἀσκήσεως, ἐγκλεισθεὶς θεοφιλῶς, ἐν τῷ πύργῳ τῆς Σκήτεως, καὶ ἰσάγγελος, γεγονὼς ὑποφήτης μοναζόντων, ὁδηγὸς τῶν ἐν ἀσκήσει, καὶ ἀρετῆς ἀκροθίνιον. (Δίς).
Γεωργίας τὸ βλάστημα, καὶ τοῦ Ἄθω τὸ κλέϊσμα, τῆς ἐρήμου μέγιστον ἐγκαλλώπισμα, τῶν ἀσκητῶν τὸ ὑπόδειγμα, ἐγκλείστων τὸ ἄγαλμα, ἀρετῆς ὑπογραμμόν, καὶ τῆς νήψεως πρότυπον, καὶ ἀγλάϊσμα, βιαστῶν τὸν κανόνα καὶ τοῦ πύργου, Νέας Σκήτεως τὸ κλέος, ἐγκωμιάσωμεν ᾄσμασιν. (Δίς).
Θεοδώρητον Γέροντα, βασιλέως θεόφρονος, Ἱερέων ἔνθεον ἐγκαλλώπισμα, τὸ τοῦ Χριστοῦ ἀφομοίωμα, λαμπρῶς ἑορτάσωμεν, τῶν ἀῤῥήτων ἐραστήν, ἐγκλεισμοῦ τὸ ὑπόδειγμα, καὶ τὸ κλέϊσμα, τῶν θαυμάτων τὴν κρήνην καὶ σημείων, τὸν κρουνὸν τῶν χαρισμάτων, Ἁγίου Ὄρους τὸ καύχημα. (Δίς).
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον οἱ τοῦ Ἄθωνος οἰκισταί, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος μνήμην, ἐν θεοτερπέσιν ᾠδαῖς πανηγυρίζοντες, ἐγκωμιαστικῶς βοῶσι πρὸς αὐτὸν λέγοντες· χαίροις τῶν ἐρημιτῶν ὁ μέγας ὑφηγητής, καὶ τῆς ἀγγελικῆς πολιτείας ὁ ἔνθεος καθηγητής· χαίροις, τῆς ἀσκήσεως τὸ ὑπόδειγμα, καὶ τοῦ ἐγκλεισμοῦ τὸ πανθαύμαστον ἄγαλμα· χαίροις, τὸ τῶν δαιμόνων νῖκος καὶ τὸ τῆς ἀσκήσεως τρόπαιον· χαίροις, τῶν πειρασμῶν ἡ ὑπέρλογος ὑπέρβασις, καὶ τῆς προσευχῆς ἡ θεοδώρητος ὑποτύπωσις. Πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ Ὅσιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′ 7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητὸς, ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ πλησθήσεσθε Πνεύματος.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Χαῖρε καὶ ἀγάλλου ἡ τοῦ Ἄθωνος πολιτεία, εὐφραίνου καὶ χόρευε ὁ τῶν ἀσκητῶν ἱερώτατος σύλλογος. Σήμερον ὁ τῆς Γεωργίας γόνος, καὶ τῶν βασιλέων πνευματικὸς ὁδηγός, ὁ τῆς ἐρήμου οἰκιστὴς, καὶ τῆς οὐρανίου Βασιλείας βιαστής, Ἱλαρίων ὁ ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ ἔγκλειστος, πάντας τοὺς τιμῶντας τὴν ἱερὰν αὐτοῦ μνήμην, εἰς πνευματικὴν ἑστίασιν συγκαλεῖ. Δεῦτε οὖν ἀδελφοί, ἐν χαρᾷ ἐμμελετῶντες τὰ αὐτοῦ ἀθλήματα, πνευματικῶς εὐωχηθῶμεν, αἰτούμενοι τὰς λιτὰς αὐτοῦ, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Ἦχος β΄.
Δεῦτε πιστοί, τὸ τῆς ἀγγελικῆς πολιτείας ἀγλάϊσμα, Ἱλαρίωνα, τὸ τῆς Γεωργίας ἐγκαλλώπισμα, καὶ τὸ τοῦ Ἄθω καύχημα, ἐν ᾠδαῖς ἐγκωμίων ἐνθεαστικῶς εὐφημήσωμεν. Οὗτος γάρ τὰ τῆς γῆς καταλιπῶν, τὰ τοῦ μένοντος αἰῶνος μανικῶς ἠγάπησεν· ἐκ βασιλικῶν δωμάτων ἀποπηδήσας, καὶ ἐν Ἄθῳ τῷ μονήρει βίῳ ἀκολουθήσας, ὡς ἔγκλειστος ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ, τὸν βελίαρ κατέβαλεν· ὅθεν, τῶν ἀῤῥήτων δωρεῶν ἐν τῇ τῶν οὐρανῶν Βασιλείᾳ καταξιωθείς, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἱλαρίωνα τὸν θεόφρονα, ἐν ἐγκωμίων ὕμνοις, θεοπρεπῶς μεγαλύνωμεν. Οὗτος γὰρ βασιλικὰς ἀνέσεις καὶ τιμὰς καταλιπών, καὶ τὰ ἀχειροποίητα Ἅγια ἐπιποθῶν, τὸν μονήρη βίον, καὶ τὴν τῶν σπηλαίων τραχύτητα, ἐν χαρᾷ καὶ καιομένῃ καρδίᾳ ἠσπάσατο. Τῇ τῶν ἐγκλείστων μακαρίᾳ ζωὴ κατηκολουθήσας, τὸν νοητὸν δράοντα νικηφόρως κατεπάλαισε, καὶ τῶν τῆς μοναχικῆς ζωῆς ἀῤῥήτων δωρημάτων, καὶ αἰωνίου σαββατισμοῦ καταξιωθείς, πρεσβεύει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ἦχος δ΄.
Τὸν θεοδώρητον ποιμένα καὶ ἀσκητήν, τὸν Γεωργιανὸν θεῖον Ἱλαρίωνα, ἐνθεαστικῶς ἀδελφοὶ εὐφημήσωμεν. Οὗτος γάρ, ἐν Πνεύματι πορευόμενος, τῶν τῆς χάριτος εὐχύμων καὶ πλουσιοδώρων καρπῶν ἐγεύσατο, καὶ τὰ τοῦ κόσμου τερπνά, καὶ τὴν ἐν βασιλείοις διαμονὴν καταλιπών, ὡς ἄσαρκος ἐν τῷ Ἄθῳ ἠρίστευσεν. Αὐτοῦ τὴν θαυμαστὴν καὶ ὑπέρλογον ἄσκησιν ἐμμελετῶντες, φύγωμεν τὰ τῆς ματαιότητος, καὶ τὰ τοῦ ἀντιδίκου ἔνεδρα.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἐρωδιοὶ τῆς ἐρήμου, δεῦτε μοναχῶν τὰ συστήματα, ἐν χαρᾷ χορείαν συστήσωμεν, ἐν τῇ ἐνδόξῳ πανηγύρει τοῦ ἐγκλείστου Ἱλαρίωνος, καὶ ἐνθεαστικῶς αὐτῷ προσείπωμεν· χαῖρε, τῆς ἀληθοῦς πρὸς τὸν Θεάνθρωπον Χριστὸν ἀγάπης τὸ ὑπόδειγμα, καὶ τῆς ἀγγελικῆς πολιτείας τὸ παντέλειον ἄγαλμα· χαῖρε, τῶν βιαστῶν ὁ ἀψευδὴς κανών, καὶ τῶν μοναχῶν ὁ πανάριστος ὑπογραμμός· χαῖρε, τὸ τῆς ἀσκήσεως ἄγαλμα, καὶ ἡ τῶν θαυμάτων ἀέναος πηγή· χαῖρε, τὸ τῆς Γεωργίας κόσμημα, καὶ τὸ τοῦ Ἄθω ἐγκαλλώπισμα. Σαῖς λιταῖς καὶ ἡμᾶς ἐκ τῶν ποικίλων παγίδων, καὶ πειρασμῶν περίσωζε Ὅσιε δεόμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ Ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς Γεωργίας βλαστός, τῶν Ἱερέων θαυμαστὸν ἀκροθίνιον, ἀσκήσεως ὁ ἐκφάντωρ, καὶ μοναστῶν ὁ φωστήρ, τῶν ἐνασκουμένων τὸ ὑπόδειγμα· τοῦ πύργου ὁ ἔγκλειστος, τῶν δαιμόνων ἀντίπαλος, καὶ τῶν θαυμάτων, ὁ κρουνὸς ὁ θεόσδοτος, ὁ ὑπέρλογος, ἀθλητής τελειώσεως. Ὅθεν Ὁσίων σύσκηνε, τιμῶντες τὴν μνήμην σου, ᾄσμασι θείοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα καὶ μέγα ἔλεος.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς Γεωργίας καρπός, καὶ ἀσκητὴς ἐν ὄρει Ἄθῳ πανάριστος, κρατὴρ τῆς Χριστοῦ ἀγάπης, καὶ ἀρετῆς ἀληθοῦς, σεαυτὸν τῷ Λόγῳ ἀναθέμενος· παθῶν τὸ χαμαίζηλον, καὶ γηΐνων ἐπίκηρον, τῷ ἐγκλεισμῷ, καὶ τῇ ἀσκήσει ἐνίκησας, καὶ ἀντίδικον, ἐταπείνωσας δράκοντα. Ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες θεσπέσιε, ὕμνοις ἐνθέοις καὶ λόγοις, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, καὶ μέγα ἔλεος.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν ὁ φρουρός, καὶ βιαστῶν τὸ θαυμαστὸν ἀκροθίνιον, ἐγκλείστων κανὼν καὶ τύπος, καὶ μοναχῶν χαρμονή, τῶν προσευχομένων τὸ ὑποδείγμα· πειραζομένων, τὸ πανάριστον ἔρεισμα, καὶ τὸ ἄγαλμα, τῆς Χριστοῦ ἀγαπήσεως. Ὅθεν τὴν σήν πανήγυριν, τελοῦντες πανένδοξε, λόγοις σεπτῶν ἐγκωμίων, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν Ἱλαρίων, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Οἱ τοῦ Ἄθωνος πολισταί, καὶ οἱ τῆς Γεωργίας πιστοὶ πολῖται, τὴν τοῦ θεοφόρου Πατρὸς ἡμῶν Ἱλαρίωνος, ἑόρτιον πανήγυριν ἐπιτελοῦντες, γηθοσύνως βοῶσι πρὸς αὐτόν· χαίροις, τῆς ἁγιοπατερικῆς βιοτῆς ὁ κανών, καὶ τῆς ἀσκητικῆς ζωῆς τὸ ἀκροθίνιον· χαίροις, τῶν μοναστῶν ἡ καλλονή, καὶ τῶν ἐρημιτῶν ἡ παράκλησις· χαίροις, Βασιλείας βιαστὴς τῆς οὐρανίου, καὶ τοῦ ὑπὲρ Χριστοῦ ἐγκλεισμοῦ τὸ πρότυπον· χαίροις, ὁ τοῦ ἀντιδίκου νικηφόρος ἀντίπαλος, καὶ τοῦ αἰωνίου σαββατισμοῦ ὁ μέτοχος. Πρέσβευε δεόμεθα Πάτερ Ἱλαρίων τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων ἐνθέως τὴν θείαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου ὁ ἔρως, ἰσαγγέλων τὰ τάγματα, καὶ τῆς προσευχῆς ἡ γλυκύτης, Ἱλαρίων σέ ἔλαβεν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, ἐγγάμου βιοτὴν καταλιπών, ἀνεδείχθης μοναζόντων ἐρημιτῶν, ἐγκλείστων ἰσοστάσιος· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ δυναμώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν, πρότυπον ἔνθεον.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐν Πύργῳ τῆς Σκήτεως ἐν ἡσυχίᾳ πολλῇ, ἀσκήσας φλεγόμενος θείᾳ ἀγάπῃ Χριστοῦ, πληροῖς τὸ κεφάλαιον, Ὅσιε Ἱλαρίων, ἐντολῶν τοῦ Κυρίου, πρώην φυλακισμένους, συμπαθῶς βοηθήσας· Θεῷ σὺν Ἀγγέλοις ἄδοις δὲ νῦν· Ἅγιος, Ἅγιος, Ἅγιος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
Τὸν ἔγκλειστον πιστοί, Ἱλαρίωνα θεῖον, νικήσαντα δεινόν, πολεμήτορα πάντων, τιμήσωμεν ἐν ᾄσμασι, Γεωργίας τὸ καύχημα, καὶ τοῦ Ἄθωνος, τῶν μοναζόντων τὸ κλέος, ταπεινώσεως, καὶ ἀρετῆς ὑποφήτην, Ὁσίων ἐφάμιλλον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ζωὴν τὴν μένουσαν, καὶ ἀτελεύτητον, ἀγγελομίμητον, καὶ θεοδόξαστον, τῆς ἁγιότητος ποθῶν, πανένδοξε ἀπηρνήθης, κόσμου ματαιότητα, καὶ ἐπίκηρα ἅπαντα, ἄνεσιν ἐφήμερον, καὶ σαρκὸς τὴν εὐπάθειαν· διὸ σὺν τοῖς Ἀγγέλοις ἀγάλλῃ, Ὅσιε Πάτερ Ἱλαρίων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί Σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ Σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν ἐν σοί, τῶν μοναζόντων οἱ χοροί, καθορῶντες ἐν χαρᾷ, ὦ Ἱλαρίων σὴν ζωήν, τὴν ἐν ἀσκήσει, νηστείᾳ καὶ ἀγρυπνίᾳ, ἔγκλειστον σκληρὰν καὶ ὑπέρλογον, ὄντως θεϊκὴν καὶ πανθαύμαστον· δι’ ἧς σατὰν ἡττήθη καὶ ἐκραύγαζε, κατετροπώθην ὁ δείλαιος. Ὁσίων κλέος, Ἄθωνος δόξα, σκέπε τοὺς σὲ τιμῶντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν (ζῆτει αὐτό τῇ 5η Δεκεμβρίου, ἐν τῷ Ὄρθρῳ τῆς ἑορτῆς τοῦ ἁγ. Σάββα).
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ. Ἐλέησόν με ὁ Θεός...
Σήμερον, τῶν μοναχῶν αἱ χορεῖαι, ἐν χαρᾷ καὶ ἀγαλλιάσει, τὸν τῆς ταπεινώσεως ἐραστήν, καὶ τῆς ἀσκητικῆς ζωῆς ἔμπρακτον διδάσκαλον, Ἱλαρίωνα τὸν Γεωργιανόν, ἐν ἐγκωμίων ὕμνοις, ἐνθεαστικῶς ἐπευφημοῦσιν. Οὗτος γὰρ ὡς ἄσαρκος, ἐν τῷ πύργῳ τῆς Νέας Σκήτεως ἐγκλεισθείς, καὶ ὡς ἰσάγγελος πολιτευσάμενος, τὸν ἀντίδικον ἐχθρὸν ἐταπείνωσε, καὶ ὡς οἱ πάλαι τῆς ἐρήμου ἀσκηταί, τὰ οὐράνια δώματα κατέλαβε. Ταῖς αὐτοῦ ἱκεσίαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἐγκλείστῳ Ἱλαρίωνι ὁ πύργος εὖχος. Νικ(οδήμου).
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον δέομαι Ἰησοῦ, καὶ πέμψον μοι χάριν, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, τοῦ  Ἄθωνος ὄντως μέγα κλέος, τὸν Ἱλαρίωνα, πύργῳ τὸν ἔγκλειστον.
Γονέων ὡς γόνος θεοσεβῶν, ἐγκλείστου Στεφάνου, μαθητής τε και συγγενής, ὄντως ἠξιώθης Ἱλαρίων, ἐν τῇ καρδίᾳ μορφῶσαι τὸν Κύριον.
Καρδίαν ἀρδεύσας τῇ προσευχῇ, καὶ τήξας τὸ σῶμα, ἐν νηστείᾳ ἀσκητικῇ, ἀνῆλθες εἰς ὕψος Ἱλαρίων, ἱερωσύνης ἀξίως θεόμορφε.
Θεοτοκίον.
Λιταῖς Σου Παρθένε πρὸς Σὸν Υἱόν, περισκέπεις πάντας, ἐκ παγίδων τοῦ πειρασμοῦ, καὶ χάριν παρέχεις τοῖς τιμῶσι, τὰ μεγαλεῖά Σου Κόρη Θεόνυμφε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Εἰρηνεύεις καρδίας ἐν συμφοραῖς ἔνθεε, τῶν τῆς Γεωργίας ἀνάκτων, χάριτι Πνεύματος, ὦ Ἱλαρίων σεπτέ, τῆς Ἐκκλησίας τὸ κλέος, καὶ τοῦ Ἄθω σέμνωμα, ἡμῶν δὲ πρόμαχε.
Ἱλασμὸν ἐκ Κυρίου ἐπιποθῶν ἔνδοξε, δόξας καὶ τιμὰς ἀπηρνήθης, καὶ τὰ βασίλεια, ὦ Ἱλαρίων σεπτέ, καὶ πρὸς ἐρήμους ἀπέπτης, καὶ ζωῇ ἀσκήσεως, κατηκολούθησας.
Σὺ τῆς βίας ἐδείχθης περιφανὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, τῶν δὲ ἐγκλείστων πυρσός, καὶ ἀσκητῶν ἡ ἀκρότης, καὶ δαιμόνων φόβητρον, Πάτερ τρισόλβιε.
Θεοτοκίον.
Ταπεινῶς ἀνυμνοῦμεν τὸν Σὸν Υἱὸν Δέσποινα, καὶ λατρευτικῶς προσκυνοῦμεν, Αὐτὸν ὡς Κύριον, καὶ Λυτρωτὴν τῶν βροτῶν, καὶ κεφαλὴν Ἐκκλησίας, Ὃν δυσώπει Ἄχραντε, ὑπὲρ τῶν δούλων Σου.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σεπτὸν Ἱλαρίωνα τὸν ἀληθῆ ἀσκητήν, ἐν ὕμνοις τιμήσωμεν τὸν Γεωργίας βλαστόν, καὶ  Ἄθωνος καύχημα, ἄγαλμα ἐρημίας, ἐγκλεισμοῦ δὲ τὸν τύπον, φόβητρον τῶν δαιμόνων, μοναχῶν τὸν ἀλείπτην, ἱκέτην ὑπὲρ τοῦ κόσμου, πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ Τόκῳ Σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ὡραΐσας τὸν βίον σου, Ἱλαρίων χάριτι καὶ ἀσκήσεσι, ἐν νηστείαις καὶ δεήσεσι, τὸ φθαρτόν σου σῶμα ἀπεμάρανας.
Ἱκεσίαις πρὸς Κύριον, καὶ παννύχοις στάσεσι κατηξίωσαι, τοῦ νικῆσαι τὸν ἀντίδικον, Ἱλαρίων ἔγκλειστε ἐν Πνεύματι.
Λαμπρυνθεὶς θείᾳ χάριτι, Ἱλαρίων θαύματα ἐπετέλεσας, καὶ τὰ μέλλοντα προέβλεπες, ὡς Θεοῦ Πρεσβύτερος τρισόλβιε.
Θεοτοκίον.
Ἀειπάρθενε Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ Πανάχραντε.

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ῥήμασι Θεοῦ, Ἱλαρίων καθυπέταξας, τὴν σὴν καρδίαν Πάτερ θεοπρεπῶς· διὸ ἠρνήθης τοῦ κόσμου τὴν ματαιότητα.
Ἵνα τῶν παθῶν, Ἱλαρίων γένῃ κύριος, τὴν τῶν ἐγκλείστων βίαν ἐπιποθῶν, σφοδρῶς εἰς πύργον, εἰσῆλθες τῆς Νέας Σκήτεως.
Ὦ τῶν ὑπὲρ νοῦν, Ἱλαρίων παλαισμάτων σου, καὶ τῆς σκληρᾶς ἀσκήσεώς καί θαυμαστῆς, δι’ ἧς ἐτρώθη ἡ κάρα τοῦ πολεμήτορος.
Θεοτοκίον.
Νοῦν θεοειδῆ, τοῖς ἱκέταις Σου ὦ Πάναγνε, Παρθενομῆτορ δώρησαι Μαριάμ, ὡς τετοκυῖα, τὸν Λόγον ἐν γῇ ὡς ἄνθρωπον.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ἰάτρευσον, τῆς ψυχῆς τὰ πταίσματα, σαῖς πρεσβείαις Ἱλαρίων πρὸς Λόγον, καὶ ἐκ παθῶν καὶ πταισμάτων πληθύος, καὶ πειρασμῶν τοῦ σατᾶν διαφύλαξον, καὶ πάσης θλίψεως ἡμᾶς, ὡς πιστῶν πρεσβευτὴς θεοδώρητος.
Οὐράνιος, Ἱλαρίων γέγονας, καὶ Χριστῷ συμβασιλεύεις ἐν δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ σαββατίζεις πανένδοξε· ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Περίσῳζε, ἀσκητῶν συστήματα, Ἱλαρίων τῶν ἐγκλείστων τὸ κλέος, ταῖς πρὸς Χριστόν ἱκεσίαις σου Πάτερ, καὶ μοναχῶν τὰς καρδίας στερέωσον, ἐν πνεύματι ὑπακοῆς, ταπεινώσεώς τε καὶ ἀσκήσεως.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου, τὸν Υἱὸν Θεόνυμφε, καὶ αἰτούμεθα λιτάς Σου ἁγίας, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, Ἱλαρίωνος τοῦ πάνυ θεόφρονος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Γεωργίας τὸν βλαστὸν τὸν θεοτίμητον, καὶ τὸν τοῦ Ἄθω ἐρημίτην θεοφώτιστον, εὐφημοῦμεν οἱ πιστοὶ θείοις ἐγκωμίοις· ἀγαπήσας Ἱλαρίων βίαν ἔνθεον, ἐνεκλείσθη ἐν τῷ πύργῳ εὐφραινόμενος· τούτῳ κράζομεν· χαῖρε Πάτερ ἰσάγγελε.
Ὁ Οἶκος.
Τὸν τῆς Γεωργίας βλαστόν καὶ τὸ τοῦ Ἄθωνος ὑπερήδιστον νέκταρ, τὸ τῆς Νέας Σκήτεως κλέϊσμα, καὶ τὸ τοῦ πύργου ταύτης ἔγκλειστον σεμνολόγημα, Ἱλαρίωνα τὸν ἐν Πρεσβυτέροις ἔνθεον καὶ ἐν μοναχοῖς περίβλεπτον, τὸ τῶν ἀσκητῶν σύστημα, ἑορτίως ἐν ὕμνοις καὶ ᾠδαῖς, λαμπρῶς ἐγκωμιάζει. Οὗτος γὰρ τῇ θεοδιδάκτῳ βίᾳ, καὶ τῷ ὑπὲρ λόγον ἐγκλεισμῷ, τῷ Κυρίῳ εὐαρεστήσας, ἐν οὐρανίοις δώμασι σαββατίζει, καὶ σὺν τοῖς Ἀγγέλοις καὶ Ὁσίοις, τὴν καινὴν ᾠδὴν τῷ ἐσφαγμένῳ Ἀρνίῳ ἀκαταπαύστως ψάλλει· ὅθεν γέγονε θεοδώρητος ὁδηγὸς, τῶν τῆς ἐρήμου βιαστῶν, καὶ θεοτίμητος ἐμπνευστὴς, τῶν διὰ Χριστὸν ἐγκλείστων. Πάντες οὖν ἐν χαρᾷ, τιμῶντες τὴν ἀεισέβαστον μνήμην αὐτοῦ κράζομεν· χαῖρε Πάτερ ἰσάγγελε.

Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Στίχοι·
Ἱλαρίωνι ὁ Πύργος εὖχος·
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.
Ναίει Σιὼν δεκάτῃ Ἱλαρίων ἠδὲ τετάρτῃ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεὸς, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥημάτων θεοπνεύστων, Ἱλαρίων ἀκούσας, ἐκ βασιλείων ποτέ, διέφυγε κρυφίως, ποθῶν ἐν ἐρημίᾳ, τοῦ ψαλμοῦ τὸ εὐφρόσυνον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαλήνευσον καρδίαν, Ἱλαρίων σοῦ δούλου, ἐπιποθοῦσα λαβεῖν, τῆς νήψεως τὴν χάριν, γλυκύτητα καρδίας, καὶ εὐχῆς ἀδιάλειπτον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁδήγησον τὸν νοῦν μου, Ἱλαρίων φυλάττειν, τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ δίδαξον καρδίαν, ἀεὶ ποθεῖν τὰ ἄνω, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὲ πᾶσαι αἱ παρθένοι, τὴν Μητέρα τοῦ Λόγου, παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ἐν κόσμῳ καὶ ἐρήμῳ, ἀνυμνοῦσαι τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ἐρημίαις, ὁ Ἱλαρίων καὶ πύργῳ, τὸν Χριστὸν σὺν Ἀγγέλοις γεραίρει, καὶ ὑμνεῖ ἐνθέως, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὸ τὴν σκέπην, ὁ Ἱλαρίων τῆς Κόρης, ὑπομένει δαιμόνων μανίαν, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Χαῖρε τοῦ πύργου, τῆς Νέας Σκήτεως κόσμος, Ἱλαρίων ἐκλείστων ὁ τύπος, καὶ τῶν προσκυνούντων, Χριστὸν ὡς Θεὸν Λόγον.
Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Σὺ πέλεις Παρακλήτου, δοχεῖον τρισμάκαρ, καὶ κρήνη θείων θαυμάτων σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει καὶ πόθῳ ζέοντι.
Ναὸς τοῦ Παρακλήτου, ἀσκήσει ἐγένου, καὶ ἀρετῶν Ἱλαρίων δοχεῖον μεστόν, καὶ τῶν ἐγκλείστων ἁπάντων τὸ ἐγκαλλώπισμα.
Ἰσχύϊ Θεανθρώπου, τὸν κόσμον ἠρνήθης, καὶ βασιλείων τὴν δόξαν Χριστοῦ μιμητά, Ἀρχιερέως δὲ ὕψος τιμὴν καὶ εὔκλειαν.
Θεοτοκίον.
Κυρία Θεοτόκε, τὸν Λόγον ὑμνοῦμεν, τὸν δι’ ἡμᾶς γεννηθέντα ἐν δούλου μορφῇ, καὶ σὺν Ἀγγέλοις τιμῶντες Σὲ μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Λαμπρῶς ἀνευφημήσωμεν, Ἁγίου Ὄρους κλέϊσμα, γόνον λαμπρὸν Γεωργίας, τὸν Ἱλαρίωνα  ὕμνοις, κόσμημα τῆς ἀσκήσεως, ἐν μοναχοῖς τὸν ἔγκλειστον, πάντων τῶν ἀσκουμένων τε, προστάτην μέγαν καὶ πλοῦτον, πηγὴν θαυμάτων ἀῤῥήτων.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ, τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε Ἱλαρίωνα, ἐγκωμιάσωμεν ὕμνοις, Γεωργίας βλάστημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως· προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν ἐγκλείστων τὸ ὑπόδειγμα, τοῦ πύργου καύχημα, καὶ τῆς Νέας Σκήτεως κλέϊσμα· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων ἀθλουμένων, προπύργιον καὶ τεῖχος ἀῤῥαγές, Ἁγίου Ὄρους ἀγλάϊσμα, μοναχῶν τὸ στήριγμα. (Δίς).
Ὕμνοις Ἱλαρίωνα, ἐπευφημήσωμεν πάντες, καὶ λαμπρῶς τιμήσωμεν, Γεωργίας σέμνωμα καὶ καλλώπισμα· ἐν χαρᾷ ἤνεγκε, τὸν σταυρὸν ἐπ’ ὤμων, ἐγκλεισμοῦ μέγα ἀγώνισμα, δαιμόνων πόλεμον, καὶ ἡσυχαστῶν τὰ παλαίσματα, ἐμφρόνως κατενίκησεν, ἄνεσιν σαρκὸς καὶ εὐπάθειαν· ὅθεν ἐπαξίως, ἠξίωσεν αὐτὸν ὁ Ἰησοῦς, τῶν χαρισμάτων τοῦ Πνεύματος, καὶ ζωῆς τῆς κρείττονος.
Λόγοις Ἱλαρίωνα, καὶ ἐγκωμίοις τιμῶμεν, ὡς Χριστοῦ Πρεσβύτερον, ἀσκητῶν τε ἔνθεον ἐγκαλλώπισμα, προσευχῆς πρόβολον, βιαστῶν τὸν μύστην, Νέας Σκήτεως τὸ κλέϊσμα, τοῦ πύργου ἔγκλειστον, καὶ τῆς ἡσυχίας τὸ πρότυπον, τοῦ Ἄθωνος τὸ καύχημα, καὶ τῶν μοναχῶν τὸ ὑπόδειγμα· ὅθεν θαυμασίως, κεκόσμηται στολῇ ὁσιακῇ, καὶ οὐρανοῦ θεῖα δώματα, ἐνδόξως κατέλαβεν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πάντες ἀδελφοί, ἐν κατανύξει καὶ ἀγαλλιάσει, τὴν τοῦ Ὁσίου Ἱλαρίωνος πανεύφημον ἑορτὴν ἐπιτελέσωμεν· οὗτος γὰρ τὴν ἐν βασιλείοις ζωὴν καταλιπών, καὶ τὴν τῶν ἐρημιτῶν πολιτείαν ἐπιποθῶν, ὡς οὐράνιος ἄνθρωπος, τὴν ὑπερκόσμιον τῶν ἐγκλείστων ζωήν, θαυμαστῶς ἐν τῷ τῆς Νέας Σκήτεως πύργῳ ἐβίωσεν· ὅθεν νικητικῶς παλαίσας μετὰ τοῦ ἀντιδίκου, πλήθη μοναχῶν ἐν τῇ ἰσαγγέλῳ βιοτῇ ἐνθεαστικῶς ἐστήριξε, καὶ διὰ τῆς τῶν θαυμάτων χάριτος, τὰς τῆς νήψεως δωρεὰς πᾶσι κατέδειξε. Διὸ καὶ ἡμεῖς πρὸς αὐτὸν βοήσωμεν· Ὅσιε Ἱλαρίων, σαῖς λιταῖς πρὸς Κύριον, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν ἐγκλείστων ἡ καλλονή, καὶ ἡσυχαζόντων, Ἱλαρίων ὁ ὁδηγός, τῶν ἐν ἐρημίαις, σκληρῶς ἐνασκουμένων, δαιμόνων καθαιρέτης, Ἀγγέλων σύσκηνος.

 

Ἀκολουθία ΑΠΕΛΕΥΘΕΡΩΣΕΩΣ ΑΓΙΟΥ ΟΡΟΥΣ, Ἱερ. Ἰω. Δημητριάδου

Ψαλλομένη τῇ 1η Κυριακῇ τοῦ Νοεμβρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν μοναζόντων τὰ πλήθη πάντα συνδράμετε, ἐν τοῖς ναοῖς Κυρίου, τῶν ἐν Ὄρει Ἁγίῳ, καὶ στήσατε χορείαν τοῦ ᾆσαι τρανῶς, εὐχαριστήρια ἄσματα, τῇ ῥησαμένῃ δουλείας δεινῆς ἡμᾶς, Μαριὰμ τῇ Θεομήτορι.
Εὐχαριστοῦμέν Σοι πάντες, Κόρη θεόκλητε, οἱ ἐν τῷ Ὄρει τούτῳ, μονασταὶ καὶ μιγάδες, δι’ ἧν εὐεργεσίαν παρέσχες ἡμῖν, ἐλευθερώσασα ἅπαντας, ἐκ τῶν ἀθέων τυράννων Ἀγαρηνῶν, καὶ αὐτοὺς ἐξολοθρεύσασα.
Τὴν κυριότητα πάντες καὶ δυναστείαν Σου, δι’ ὧν κατασυντρίβεις, τοὺς ἐχθροὺς τοῦ Υἱοῦ Σου, γεραίρομεν Παρθένε καὶ Σὲ εὐλαβῶς, συμπροσκυνοῦμεν ὡς Ἄνασσαν, τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν μοναστῶν, προστασίαν καὶ ὑπέρμαχον.
Λαμπροφορήσατε πᾶσαι τοῦ Ὄρους Ἄθω Μοναί, αἱ Σκῆται τὰ Κελλία, καὶ πᾶς οἶκος Κυρίου, τὸν πένθιμον χιτῶνα ζυγοῦ ἐκποδών, ποιησάμενοι ᾄσατε, τῇ Θεοτόκῳ χαρμόσυνα Ἣ ἡμῖν, τὴν χαρὰν ἐπιδαψύλευσε.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Τῆς ὑπερκοσμίου φύσεως τῶν Ἀγγέλων τὸ ἀγαλλίαμα, καὶ τῶν ἀπ’ αἰῶνος Ἁγίων, ἡ δόξα καὶ τὸ καύχημα, ἡμῶν δὲ τῶν Ὀρθοδόξων ἡ ὑπέρμαχος καὶ σώτειρα, ἡ πανύμνητος Παρθένος ὑμνείσθω εὐφροσύνως, ἐν ᾀσμάτων τοῖς ἄνθεσι. Αὕτη γὰρ καθάπερ ὁ Υἱὸς Αὐτῆς, ἔσκεπε τὸν πάλαι Ἰσραὴλ διὰ τῆς νεφέλης, καὶ ὡδήγησεν αὐτὸν διὰ ταύτης ἐν τῇ ἐρήμῳ, οὕτως ἔσκεπε τὸν φιλόχριστον στρατόν, καὶ ὡδήγησεν αὐτὸν ἐν τῷδε τῷ Ἁγιωνύμῳ Ὄρει, πρὸς χαρὰν ἡμῶν καὶ δόξαν τοῦ Υἱοῦ Αὐτῆς.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πᾶσα πιστῶν πληθύς, εὐχαριστίας ὕμνον, προσφέρειν Σοι Παρθένε, δι’ ἣν ἡμῖν παρέσχες, ἐλευθερίαν Ἄχραντε.
Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Δέδωκας τῷ πιστῷ, στρατεύματι Ἑλλήνων, τὸ κράτος καὶ ἀπίστων, ἐχθρῶν καὶ ἀλαζόνων, Παντάνασσα Θεόνυμφε.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Τούτου οὖν καὶ ἡμεῖς, ἕνεκεν Θεοτόκε, εἰς ἓν συναθροισθέντες, ὑμνοῦμεν τὴν ἰσχύν Σου, τὴν χάριν τὴν προμήθειαν.
Δόξα. Καὶ νῦν.
Ἤλωσας τὸν ἐχθρόν, ἐλύτρωσας τὸ Ὄρος, τῆς τούτου δυσωδίας, τοὺς μοναστὰς δουλείας, διὸ εὐχαριστοῦμέν Σοι.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Θεοῦ τοῦ σαρκωθέντος τὴν Μητέρα τὴν ἄφθορον, καὶ τῶν Ὀρθοδόξων τοιαύτην, κατὰ χάριν ὑπάρχουσαν, τοῦ Ἄθω πληθὺς τῶν μοναστῶν, ὑμνήσωμεν Αὐτὴν χαρμονικῶς, καὶ γὰρ Αὕτη ἐλυτρώσατο νῦν ἡμᾶς, καὶ Ὄρος ἐκ τῶν βαρβάρων· δόξα τῇ δυναστείᾳ Σου Σεμνή, δόξα τῇ προμηθείᾳ Σου, δόξα τῇ παρθενίᾳ Σου, Θεοτόκε Πανάχραντε.
Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ πανάγνῳ Παρθένῳ τὰ νικητήρια, οἱ ἐν τῷ Ὄρει τοῦ Ἄθω Πατέρες σήμερον, ἐν εὐφήμοις ταῖς  ᾠδαῖς προσαγάγωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, τοῦ ζυγοῦ τῶν ἀσεβῶν, καὶ δούσα ἐλευθερίαν, ἱκετεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολύσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια δ΄ τοῦ ἤχου καὶ στ΄  τῆς ἑορτῆς. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Τῆς Παρθένου Κόρης, τὰ πολλὰ τεράστια, ἃ δείκνυται προφανῶς, ἐν Ἄθῳ πάντοτε, ἐξαίρει τὸν νοῦν ἡμῶν, καὶ χαριστήριον ᾆσαι μελώδημα, ἐπείγει δεῦτε λοιπόν, ὁ ταύτης κλήρος καὶ πόθῳ βοήσατε· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ λυτρώσας ἀπίστων, διὰ Σοῦ τὸν Σὸν περίβολον.
Βαβαὶ τῆς Σῆς προμηθείας Ἁγνή!  Καὶ στοργῆς ἀπλέτου, ἧς πρὸς πάντας κέκτησαι, τοῖς ὦδε ἐν τῷ σεμνῷ, Ὄρει μονάζουσιν, εὐφραίνεις ᾀεὶ αὐτούς, τοῖς Σοῖς ποικίλοις χαρίσμασιν Ἄχραντε, ἀπήλλαξας δὲ καὶ νῦν, τῆς Ἰσμὰηλ τυραννίδος καὶ μήνιδος· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Δεῦτε οἱ τοῦ Ὄρους ἅπαντες, μονασταὶ μιγάδες, Ἱερέων ὅμιλος, τὴν ξένως ὅλως ἡμᾶς, λυτρωσαμένην ἐχθρῶν ἐχθίστων αἱμοχαρῶν, τὴν Παναγίαν, τοῦ Ὄρους τὴν πρόμαχον, ἐν φόβῳ τε καὶ χαρᾷ, εὐχαριστήσωμεν ἅμα κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οὐρανῶν τὰ στρατεύματα, καὶ τοῦ Ἄθω οἱ Ἅγιοι, νῦν κοινὴν πανήγυριν συγκροτήσατε, καὶ σὺν ἡμῖν ἀνυμνήσατε, τὴν δόξαν τὴν ἄφραστον, καὶ τὴν νίκην πρὸς ἐχθρούς, τῆς Ἁγνῆς ἥνπερ εἴργαστο, διὰ ἔλεος, Θεοτόκε βοῶντες χαῖρε μόνη, ἡ Παράδεισον τὴν τῆνδε, ἐκ τῶν ἀπίστων καθάρασα.
Τὴν ὑπέρμαχον ἅπαντες, καὶ φρουρὸν καὶ προστάτιδα, τῶν Μονῶν καὶ Σκήτεων καὶ Κελλίων τε, τὴν ἀρωγὸν καὶ ἀντίληψιν, καὶ σκέπην καὶ πρόμαχον, τῶν ἁπάντων μοναστῶν, τῶν οἰκούντων το Ἅγιον, τοῦτο Ὄρος νῦν, εὐφημήσωμεν ὕμνοις ἐκβοῶντες· Παναγία χαῖρε μόνη, Ἀγαρηνοὺς ἡ συντρίψασα.
Ἡ χαρμόσυνος λύτρωσις, ἣν ἡμῶν προξένησας, ἐξ ἐχθροῦ ἀλάστορος νῦν συνήγαγεν, ἡμᾶς τὸ χρέος ὑμνῆσαί σοι, Παρθένε ἐν ἄσμασι, καὶ ᾦδαῖς πνευματικαῖς, κᾂν ἀξίως οὐκ ἔχομεν, ὅμως πρόσδεξαι, ὥσπερ Μήτηρ φιλόπαις Παναγία, ψελλισμοὺς τοὺς ἡμετέρους, οὓς ἐκ καρδίας προσάγομεν.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πάντες οἱ τοῦ Ὄρους μονασταὶ καὶ μιγάδες, ἀθροισθῶμεν ὁμοῦ, πόῤῥῳ ἀποθέμενοι, τὰς βιωτικὰς μερίμνας. Συγκαλεῖται γὰρ ἡμᾶς ἡ χαρμόσυνος καὶ ἰδιάζουσα αὕτη τῆς ἐλευθερίας ἡμέρα, ἀποδοῦναι τὰ σῶστρα τῇ Βασιλίσσῃ τῆς κτίσεως, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ ὑπερενδόξῳ προστάτιδι καὶ ἐφόρῳ τοῦ ἱεροῦ ἡμῶν τόπου. Σήμερον γάρ, τὸν μισόχριστον στρατὸν τῶν Ἀγαρηνῶν ἐντεῦθεν ἀπήλασε, καὶ τὴν τοῦ ἔθνους ἡμῶν τιμίαν σημαίαν, ἐπὶ πᾶσιν ἀνήρτησε. Διὰ ταῦτα οὖν εὐχαριστήσωμεν Αὐτῇ, καὶ βοήσωμεν λέγοντες· ὦ Δέσποινα, μὴ ἐάσῃς τὴν Σὲ γεραίρουσαν, καὶ εἰς Σὲ ἐλπίζουσαν ποίμνην ἀπροστάτευτον, ἀλλ’ ἀεὶ ἀπήμαντον φύλαττε.
Καὶ νῦν. Τὸ Θεοτοκίον τοῦ ἤχου.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
Ἀγαλλιάσεται ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με· ὡς νυμφίῳ περέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ καὶ εἰς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύς· οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσω καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου· καὶ οὐκ ἐκ κληθήση καταλελειμμένη καὶ ἡ γῆ σου οὐκ ἐκ κληθήσεται ἔρημος. Σοὶ γὰρ κληθήσεται θέλημα τὸ ἐμόν καὶ τῇ γῇ σου οἰκουμένῃ, ἣν εὐδοκήσοι Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου κατοικηθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένων, οὕτω κατοικήσουσιν οἱ υἱοί σου μετὰ σου καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐν σοί.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ΄ 10).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαῤῥάν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ, ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καί  ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν, ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς· καὶ εἶπεν. Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν καὶ Λίβα καὶ Βοῤῥᾶν καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 27).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τό θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με. ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τὴν ὑπέρλαμπρον Κόρην, τῶν Ἀγγέλων τὸ θαῦμα, Χριστιανῶν τὸ μέγα καύχημα, τὴν πρόμαχον καὶ ἔφορον τοῦ Ἁγιωνύμου Ὄρους, τὴν μετὰ Θεὸν ἐλπίδα ἡμῶν τῶν μοναστῶν, καὶ μεσίτην ἀκοίμητον, Μαρίαν τὴν Ὑπέραγνον, ἐν ᾠδαῖς ἐγκωμίων εὐφημήσωμεν σήμερον. Ἰδοὺ γὰρ τράπεζαν μυστικὴν προὔθηκεν ἡμῖν, τὰ θαυμάσια καὶ τὰς εὐεργεσίας, καὶ τὴν ἔναγχον ἡμῖν παρασχεθεῖσαν ὑπ’ αὐτῆς ἐλευθερίαν, ἐκ τῆς δουλείας τῶν ἀλλοθρήσκων· τρυφάτω οὖν ἕκαστος πνευματικῶς, εἴτι ἂν βούλοιτο· ὁ μὲν αὐτῆς τὰ θαυμάσια, ὁ δὲ τὴν πρὸς ἡμᾶς κηδεμονίαν, ἄλλος τὸ εὔσπλαγχνον καὶ ἱλαρόν, καὶ ἕτερος τὴν πρὸς πάντας ἀγαθότητα· καὶ πάντες ὁμοφώνως βοήσωμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ὁ αὐτός.
Ἐπιγνῶμεν ἀδελφοί, τῆς δωρεᾶς τὸ μέγεθος· οὐδὲν γὰρ ἡδύτερον, οὐδὲν τερπνότερον τοῦ δώρου τῆς ἐλευθερίας· ὁ γὰρ ζυγὸς τῆς δουλείας τὸ αὐτεξούσιον παραλόγως περιστέλλει. Δῶμεν οὖν δόξαν τῷ Θεῷ, τῷ εὐδοκήσαντι ἐν ταῖς ἡμέραις ἡμῶν, πληρωθῆναι τὸ προσδοκώμενον ὄνειρον. Εὐχαριστίαν δὲ προσήκουσαν, προσοίσωμεν τῇ Θεοτόκῳ ἐν ἀγαλλιάσει βοῶντες· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Ἦχος β΄.
Θαῦμα θαυμάτων τετέλεσται σήμερον· ἤδη γὰρ τὸ θράσος τῶν βαρβάρων ἐξέλιπε· τὸ γαῦρον καὶ ἀγέρωχον καὶ ἀλιτήριον γένος τῶν Ἀγαρηνῶν ἀπελήλαται, ὑπὸ τῆς Ἐφόρου καὶ Ὑπερμάχου τοῦ ἱεροῦ τούτου περιβόλου, καὶ ἐξόχου προστάτιδος τῶν μοναζόντων ἐν αὐτῷ, Μαρίας τῆς Θεόπαιδος. Ἐξεχύθη δὲ ἡ χαρὰ καὶ ἀγαλλίασις ἀφθόνως ὑπὸ ταύτης, κατακλύζουσαι τὰς καρδίας τοῦ κλήρου Αὐτῆς καὶ διεγείρουσαι ἀναβοᾷν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ἦχος δ΄.
Σήμερον ἱερὰν καὶ καινὴν πανήγυριν ἐπιτελοῦντες, ὦ ἱερώτατον ἄθροισμα, ἐκ τῶν ᾀσμάτων τὰ ἄνθη συλλέξωμεν, καὶ εἰς ἓν συναρμόσωμεν, καὶ ἀντὶ δώρων νικητηρίων, τῇ πανυμνήτῳ Θεομήτορι, ταῦτα προσάξωμεν ἐν φωναῖς ἀλαλαγμοῦ· ἐν τούτοις γὰρ τέρπεται, καὶ ἀξιοῖ τοὺς μέλποντας Ταύτην, τῆς οὐρανίου μακαριότητος, ταῖς ἱκεσίαις Αὐτῆς.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Δεῦτε πάντες ἀδελφοί, ὅσοι τὸ τοῦ μονήρους βίου τριβώνιον περιεβλήθημεν. Δεῦτε εὐφρανθῶμεν τῷ πνεύματι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι. Σήμερον γάρ ἡ πανάμωμος Δέσποινα, κατέβαλε τὸ φρύαγμα καὶ τὴν ὀφρὺν τῶν ἀσεβῶν, καὶ ἐξέωσε τούτους τοῦ ἱεροῦ ἡμῶν τόπου. Σήμερον ἀνυψώθη τὸ κέρας τοῦ Σταυροῦ, καὶ καταπέπτωκε τὸ σῆμα τοῦ Ἰσμαήλ. Σήμερον προσηρμώσατο τῷ ἔθνει ἡμῶν, ἡ θεόκλητος Κόρη, τὸν φάρον τῆς Ὀρθοδοξίας, τὸ Ἁγιώνυμον Ὄρος. Γηθοσύνως οὖν βοήσωμεν Αὐτῇ· Παντάνασσα, εὐχαριστοῦμέν Σοι, ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν, ὧν ἐδωρήσω ἡμῖν. Ἀλλὰ μὴ διαλίπῃς πρεσβεύειν, καὶ τῆς Οὐρανῶν Βασιλείας, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς Σε.

Εἰς τὸν Στίχον, Στιχηρά τῆς Ὀκτωήχου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Πάντες οἱ τῆς οὐρανίου μακαριότητος ἐρασταί, οἱ τὸν πλοῦτον, τὴν δόξαν καὶ τὰς ἡδονάς, σκύβαλα λογισάμενοι, καὶ τὸν ἐλαφρὸν ζυγὸν τοῦ Κυρίου προθύμως ἀράμενοι, ἵνα Χριστὸν κερδήσητε, κύμβαλα εὔηχα καταστῶμεν, ἄδοντες γηθοσύνως τὰ ἐξαίσια θαύματα, τῆς πανάγνου Μαρίας· καὶ σάλπιγγες πνευματικαί, σαλπίζοντες τὴν δόξαν καὶ τὸ μεγαλεῖον Αὐτῆς. Αἰνέσωμεν τὴν ὑπ’ Αὐτῆς πρὸς ἡμᾶς γενομένην εὐεργεσίαν· ἐχθρὸν γὰρ ἔχθιστον καὶ ἀσεβῆ καὶ μυσαρότατον, ἄρδην ἀνέτρεψε καὶ τελικῶς νῦν ἐκ τοῦ Ὄρους Αὐτῆς ἀπήλασε. Δόξαν γὰρ καὶ δυναστείαν, οἷα Θεοῦ Μήτηρ κεκτημένη, ποιεῖ ὅσα βούληται.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Θεοῦ τοῦ σαρκωθέντος τὴν Μητέρα τὴν ἄφθορον, καὶ τῶν Ὀρθοδόξων τοιαύτην, κατά χάριν ὑπάρχουσαν, τοῦ Ἄθω πληθὺς τῶν μοναστῶν, ὑμνήσωμεν Αὐτὴν χαρμονικῶς· καὶ γὰρ Αὕτη ἐλυτρώσατο νῦν ἡμᾶς, καὶ Ὄρος ἐκ τῶν βαρβάρων· δόξα τῇ δυναστείᾳ Σου Σεμνή, δόξα τῇ προμηθείᾳ Σου, δόξα τῇ παρθενίᾳ Σου, Θεοτόκε Πανάχραντε.
Δόξα. Καὶ νῦν. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῇ πανάγνῳ Παρθένῳ τὰ νικητήρια, οἱ ἐν τῷ Ὄρει τοῦ Ἄθω Πατέρες σήμερον, ἐν εὐφήμοις ταῖς  ᾠδαῖς προσαγάγωμεν, ὅτι ἐῤῥύσατο ἡμᾶς, τοῦ ζυγοῦ τῶν ἀσεβῶν, καὶ δούσα ἐλευθερίαν, ἱκετεύει ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολύσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα τοῦ ἤχου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κλῖνον Κόρη Μαριάμ, κλῖνον τὸ οὖς Σου εὐμενῶς, καὶ ἐπάκουσον ἡμῶν, τῶν δεομένων ἐκτενῶς, καὶ ὡς ὑπέσχου μὴ λίπῃς τοῦ προστατεύειν, τὸν κλῆρον ὃν ὁ Σός, Υἱὸς καὶ πάντων Θεός, δεδώρηται ποτέ, εἰς σωτηρίαν ἡμῶν, καὶ τοὺς ἐχθροὺς τοῦ Ὄρους τοῦ Σοῦ ἐλαύνειν, καὶ χάριν νέμειν τοῖς δούλοις Σου· εἰς Σὲ γὰρ πᾶσαν, τὴν προσδοκίαν καὶ ἐλπίδα τιθέμεθα.
Δόξα. Καὶ νῦν.
Ἀκατάληπτα τὰ Σά, καὶ ἀνερμήνευτα Ἁγνή, πῶς παρθένος ἀληθής, ἅμα καὶ μήτηρ ἀψευδής! Θαύμα θαυμάτων τετέλεσται ἐν Σοὶ Κόρη· ὁ γὰρ ἐκ μηδενός, δημιουργήσας τὸ πᾶν, ἐκ Σοῦ θεοπρεπῶς, ἄνευ σπορᾶς γεννηθείς, τὸ προλεχθὲν τεράστιον τὸ θεῖον, ὡς εἶδεν Οὗτος εἰργάσαντο· ἀλλ’ ὦ Παρθένε, τοὺς Σὲ ὑμνοῦντας, πάντας φρούρει καὶ φύλαττε.

Τὰ Εὐλογητάρια, ἡ Ὑπακοὴ τοῦ ἤχου καὶ οἱ Ἀναβαθμοὶ αὐτοῦ.

Εἶτα οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τῆς Θεοτόκου δύο.
Ὁ α΄ Κανών τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Σώτειρα(ν) Γένους Μαρίαν ὑμνῶ. Ἰωάν. Ἱερομ.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀνοίξω τὸ στόμα μου.
Σοφίαν παράσχου μοι, αὐτοσοφία ὢν Κύριε, καὶ λόγον ἐν χάριτι, τῇ Σῇ Μητρὶ γεγηθώς, ὑμνολόγημα, τερπνὸν ὡς ἂν προσοίσω· ἰδοὺ γὰρ ἐχθρῶν ἡμῶν, δεινῶν ἀπήλλαξεν.
Ὡράϊσας Ἄχραντε, Ὄρος τὸ Σὸν ὑπὲρ ἔννοιαν· ναῶν γὰρ ἐπλήρωσας, ἐν οἷς ὑμνῆται πιστῶς, ἡ Τριὰς ὁμοῦ, καὶ Σὺ τῶν μοναζόντων, καὶ Ὄρους ἡ Σώτειρα· χαῖρε Πανάμωμε.
Τιμῶμεν τὴν χάριν Σου, ἣν ἐδαψίλευσας Δέσποινα, ἡμῶν τοῖς μονάζουσιν, ἐνταῦθα Κόρη Σεμνή, καὶ τὴν δύναμιν, δι’ ἧς κατασυντρίβεις, ἐχθροὺς τοὺς τῆς πίστεως· χαῖρε Πανάμωμε.
Ἐπλήρωσας ἅπαντα, τῶν μοναζόντων συστήματα, χαρᾶς Ὑπερένδοξε, καὶ εὐφροσύνης ὁμοῦ, ἀπαλλάξασα, ἐχθρῶν τῶν μισοχρίστων, διό Σοι κραυγάζομεν· χαῖρε Πανάμωμε.

Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Οἱ ἄζυγοι καὶ σῷστρα, Σοὶ τῇ Ἁγνῇ. Ἰωάν. Ἱερ(ο)μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁ μέγας Ταξίαρχος Γαβριήλ, Σοὶ τὸ χαῖρε Κόρη, προσεκόμισεν ἐκ Θεοῦ· ὁ Ἰσραηλίτης δὲ ὁ νέος, ἀπὸ καρδίας προσφέρει Σοι ᾄσματα.
Ἰσχὺν ἀλαζόνων Ἀγαρηνῶν, καὶ θράσος Παρθένε, ἐταπείνωσας θαυμαστῶς, ἐλευθερίαν δὲ παρέσχες, τοῖς μονασταῖς ἀνυμνοῦσι τὸ κράτος Σου.
Ἀγάλλου καὶ χόρευε ἡ πληθύς, τῶν Ἱερέων, τῶν μιγάδων καὶ μοναστῶν, ὅτι ἐλυτρώσατο τὸ Ὄρος, ἡ Θεοτόκος Ἥν πίστει δοξάσωμεν.
Ζυγοῦ βαρυτάτου τε καὶ δεινοῦ, σώσασα τὸ Ὄρος, τῶν ἀθέων Ἀγαρηνῶν, τὴν εὐχαριστίαν Σοι Παρθένε, καὶ τὴν προσκύνησιν πόθῳ προσφέρομεν.

ᾨδὴ γ΄. Κανών α΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἱκάνωσον πάντας τοὺς ἐν Ὄρει, μιγάδας ὁμοῦ καὶ μοναστάς, ἐλευθερίαν κτήσασθαι, ἐκ τῶν παθῶν καὶ ὕψωσον, καὶ νοῦν πρὸς τὰ οὐράνια, ὡς ἂν τὸ χαῖρέ Σοι ᾄδωμεν.
Ῥυσθέντες ἐχθροῦ δυσμενεστάτου, τῇ νεύσει πατέρες τῆς Ἁγνῆς, ἐν ὕμνοις ἀνυμνήσωμεν, Αὐτὴν καὶ εὐφημήσωμεν· χαῖρε Παρθένε κράζοντες, ἡμῶν ἡ σκέπη καὶ σώτειρα.
Ἀγάλλου καὶ χόρευε καὶ σκίρτα, ἐν πνεύματι πᾶσα ἡ πληθύς, τῶν μοναστῶν καὶ κρότησον, ᾄσματα ἐπινίκια, καὶ τῇ Πανάγνῳ πρόσφερε, ἥτις ἐχθρούς σου ἀπήλασε.
Γαυρίαμα βάναυσον καὶ θράσος, καὶ σμῆνος ὁμοῦ Ἀγαρηνῶν, ἐξέλιπεν ἠφάνισται, ἐξωστρακίσθη Δέσποινα, Σῇ ἐπινεύσει ὅθεν Σοι, χορὸς ἀζύγων γεραίρει Σε.

Κανών β΄. Οὐρανία ἁψίδος.
Ὑπὲρ φύσιν Παρθένε, καὶ ὑπὲρ νοῦν ἅπαντα, ἃ τοῖς μονασταῖς ἀπεργάζει, τοῖς διαμένουσιν, ἐν περιβόλῳ τῷ Σῷ, καὶ τὴν ἐλπίδα θεμένους, πρὸς τὴν Σὴν προμήθειαν· χαῖρε Πανύμνητε.
Γεγυθυΐα προφρόνως, εὐχαριστεῖ Ἄσπιλε, ἡ τῶν μοναστῶν καὶ μιγάδων, θεία συνάθροισις, ἣν δι’ ἀγάπην τὴν Σήν, καὶ τοῦ Υἱοῦ Σου Παρθένε, τὸ Σὸν Ὄρος ᾤκησε· χαῖρε Πανάχραντε.
Οὐρανῶν αἱ δυνάμεις, θαμβητικῶς ἵστανται, πρὸ τῆς ἀγλαΐας Θεόπαις, τῆς Σῆς καὶ χαῖρέ Σοι, ἀναβοῶσι θερμῶς, μεθ’ ὧν αὐτοὶ συμμιγνύντες, τὰ τερπνά Σοι ᾄσματα, Κόρη προσάδομεν.
Ἱερεῖς καὶ μιγάδες, καὶ μονασταὶ ἅπαντες, καὶ οἱ τοῦ λαοῦ ὅσοι ᾦδε, τοῦτον τὸν θίασον, ἀποτελείτε φαιδρῶς, τὴν Θεοτόκον Μαρίαν, τὴν τοῦ Ὄρους σώτειραν, πάντες ὑμνήσωμεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν προστάτιν καὶ ἔφορον τὴν ἡμῶν, καὶ τοῦ Ὄρους ὑπέρμαχον κραταιάν, ἐχθρὸν ἀσεβέστατον, αἱμοβόρον καὶ μάχιμον, τὴν ἐντεῦθεν πόῤῥῳ τελείως διώξασαν, ἐλευθερίαν πάλιν, παντοῦ τὴν σκορπίσασαν, ἄσπιλον Παρθένον, τὴν Θεόκλητον Κόρην, Μαρίαν ὑμνήσωμεν, πρός Αὐτήν ἀνακράζοντες· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον Τόκον Σου.

ᾨδὴ δ΄. Κανών α΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐπαγάλλεσθε κοιλάδες, καὶ λοφίσκοι τοῦ Ἄθω νῦν, καὶ λοιπὰ τοπία, ὅτι ἡ Παρθένος ἐκάθηρε, τῶν ἀσεβῶν ὑμᾶς πάντας καὶ διέσωσε, τοὺς προσάδοντας· χαῖρε Μαρία Μητρόθεε.
Νεουργεῖς μετὰ αἰώνας, ὑπερτέσσαρας Δέσποινα, ἐν τῷ Ὄρει τούτῳ, τὴν ἐλευθερίαν ὑπέροχον, καὶ διὰ τοῦτο εὐφήμως, οἱ μονάζοντες, προσφωνοῦμέν Σοι· χαῖρε Μαρία Θεόνυμφε.
Οἱ λευῖται, οἱ μιγάδες, Ἱερεῖς καὶ μονάζοντες, νῦν τῇ Πανυμνήτῳ, τὰ εὐχαριστήρια ἄσωμεν· Ἀγαρηνῶν γὰρ ἀθέων κατεκράτησεν, ἀνακράζοντες· χαῖρε Μαρία Παντάνασσα.
Ὑπερένδοξος ὁ τόκος, ὑπὲρ νοῦν ἡ λοχεία Σου, ὑπὲρ λόγον ὄντως, πᾶσα πρὸς ἡμᾶς Σου ἡ πρόνοια, ἥνπερ δεικνύεις Παρθένε, τοῖς κραυγάζουσι· χαῖρε Μαρία Θεόκλητε.

Κανών β΄. Σύ μου ἰσχὺς Κύριε.
Τὸν τοῦ Θεοῦ ἔρωτα, ἄναψον Πάναγνε, εἰς καρδίας, τῶν ὑμνολογούντων Σε, καὶ τῶν παθῶν λύτρωσαι ἡμᾶς, ὅπως ἐπαξίως ἐχθροῦ τὴν ἀποσκοράκισιν, νοήσαντας βοῶμεν, σὺν Ἀγγέλῳ τῷ πάνυ, χαρμοσύνως Σοι· χαῖρε Πανάσπιλε.
Τριαδικὴν σύνοδον, πάντες προσοίσωμεν τῷ Δεσπότῃ, ἄσπιλον καὶ πρόθυμον, νοὸς καρδίας τε καὶ ψυχῆς, ἐν εὐχαῖς καὶ ὕμνοις· δουλείας γὰρ ἐλυτρώσαντο, τὸ Ὄρος μεσιτείᾳ, Μαριὰμ τῆς Παρθένου, ᾟ κραυγάσωμεν· χαῖρε Ἀκήρατε.
Σύ μου ἰσχὺς Ἄχραντε, Σύ μου καὶ δύναμις, Σὺ ἐλπίς μου, Σύ μου ἀγαλλίαμα, οἱ μονασταὶ κράζομεν πιστῶς, καὶ ἐν Σοὶ θαῤῥοῦντες, οὐδέποτε ἀπογνώσωμεν· διὸ σὺν τῷ Ἀγγέλῳ, Γαβριὴλ γηθοσύνως, ἐκβοῶμέν Σοι· χαῖρε Ὑπέραγνε.
Ὡς οἱ Θεοῦ Ἄγγελοι, ἀνευφημοῦσί Σε, καὶ τοῦ Ὄρους, οὕτω νῦν ὁ θίασος, ὁ ἱερὸς ὁ τῶν μοναστῶν, ἀνυμνολογεῖ Σου, τὸ ὑπερύμνητον ὄνομα, καὶ τὴν εὐχαριστίαν, ὡς χρεών Σοι προσφέρει, καὶ κραυγάζει· χαῖρε Πανάμωμε.

ᾨδὴ ε΄. Κανών α΄. Ἐξέστη τὰ σύμπαντα.
Στρατὸν τὸν μισόχριστον, Ἀγαρηνῶν τὸν ἀτίθασσον, ἄρδην ἐξηφάνισας Παρθένε σώσασα, κλῆρον τὸν προσκυνοῦντα πιστῶς, Τριάδα τὸν ἄναρχον Θεόν, Σοὶ δὲ εὐχαριστήριον, ὑμνῳδίαν προσάδοντα.
Μαρία τὸ ὄνομα, τὸ ὑπὲρ μέλι γλυκύτερον, πάντων τῶν ἐνταῦθα μοναζόντων· Σὺ γὰρ ὑπάρχεις φρουρὸς ἡμῶν, καὶ ἐλπίς καὶ ἔφορος, πρέσβυς πρὸς Θεόν, ὅθεν ἀπαξάπαντες, εὐσεβῶς προσκυνοῦμέν Σε.
Ἀγάλλεσθε ἅπασαι, Μοναὶ τοῦ Ὄρους Ἄθω νῦν, πάντα τὰ Κελλία καὶ αἱ Σκῆται· ἡ Βασιλὶς γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, δουλείας ἐῤῥύσατο ἡμᾶς, ὅθεν ἀνακράξωμεν· χαῖρε Νύμφη Ἀνύμφευτε.
Ῥημάτων ἐκλόγια, ἐκ καρδιῶν φιλούντων Σε, πρόσδεξαι Παρθένε Παναγία, καὶ σῶσον πάντας, τοῦ αἰωνίου πυρός, ὡς ἔσωσας ἄρτι τὸν ἐχθρόν, ὅπως ἀνυμνῶμέν Σε, σὺν Ἀγγέλοις ᾀείποτε.

Κανών β΄. Ἵνα τί με ἀπώσω.
Σοῦ τὸ Ὄρος προσφέρει, νῦν τὰ χαριστήρια ἐνθέοις ἄσμασι, καὶ εὐχαριστίας, Σοὶ Παρθένε ἐχθρῶν γὰρ διέσωσας· ὅμως μὴ ἐάσῃς, ἡμᾶς ποτὲ ἀπροστατεύτους, εἰς τὸ μέλλον λιτάζομεν Δέσποινα.
Τυραννὶς τῶν βαρβάρων, καὶ ἡ μυσαρότης νῦν αὐτῶν ἐξέλιπε, καὶ περιεχύθη, εἰς τὸ Ὄρος τὸ φῶς τὸ ὑπέρλαμπρον, τῆς ἐλευθερίας τῇ ἐπινεύσει τῆς Παρθένου, Ἥν ὑμνοῦμεν πιστῶς καὶ δοξάζομεν.
Ῥευματίζει ὁ πρός Σε, πόθος τὰς καρδίας ἡμῶν Πανύμνητε, καὶ ἐγείρει ταύτας, πρὸς τὴν Σὴν ὑμνωδίαν καὶ αἴνεσιν· Σὺ γὰρ πολυτρόπως, εὐεργετεῖς ἀδιαλείπτως, τοὺς μονάζοντας ᾦδε ὦ Δέσποινα.
Ἀγλαῶς ἐν ὑψίστοις, Ἀγγέλων τὰ τάγματα ὑμνεῖ Σε Πάναγνε· πάντα δὲ τὰ στίφη, μοναστῶν τῶν τοῦ Ὄρους Σοι ᾄδομεν, ὕμνον εὐχαριστίας, χαρμονικῶς καὶ ἐκβοῶμεν· χαῖρε Μήτηρ Θεοῦ Ἀειπάρθενε.

ᾨδὴ στ΄. Κανών α΄. Τὴν θείαν ταύτην.
Ἰδοὺ ἡμέρα ἐπέλαμψε, χαρᾶς καὶ εὐφροσύνης ἀνάπλεως, ἡ Θεομήτωρ γάρ, πάντας ἐχθροὺς ἐξεδίωξε, τοῦ Ὄρους ὅθεν πάντες, Αὐτὴν δοξάσωμεν.
Ἁγνὴ τὸ κράτος κραταίωσον, τοῦ ἄνακτος ἡμῶν καὶ ἀνύψωσον, τοῖς εὐσεβέσι δέ, δὸς τὴν ἀγάπην καὶ σύμπνοιαν, ἡμῶν δὲ τῶν ἐν Ὄρει δέχου τὴν ὕμνησιν.
Νοῦν καὶ ψυχὴν καὶ διάνοιαν, ὑψώσωμεν Πατέρες σεβάσμιοι, πρὸς τὴν Πανάχραντον, καὶ Ταύτῃ χαῖρε κραυγάσωμεν, ἡ ἔφορος τοῦ Ὄρους, ἡμῶν δὲ Σώτειρα.
Ὑμνεῖν οὐδέποτε παύσωμεν, τὸ ὄνομα τὸ Σὸν Ὑπερύμνητε· Σὺ γὰρ ἀείποτε, σώζεις ἡμᾶς ἐκ τῶν θλίψεων, ὡς νῦν καὶ τῆς δουλείας ἐχθροῦ ἀπήλλαξας.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Σοὶ τὰς ᾠδὰς εὐλαβῶς, ὁ ἱερὸς οὗτος θίασος, τοῦ Ὄρους τῶν μοναστῶν, Μαρία Μητρόθεε, καὶ τὴν εὐχαρίστησιν, ἐκδηλῶν κραυγάζει, σὺν Ἀγγέλοις· χαῖρε Δέσποινα.
Ὁ Σὸς Υἱὸς καὶ Θεός, Βασίλισσαν ἀνηγόρευσε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς· τοῦ Ὄρους δὲ ἔφορον, ἡμῶν τε προστάτιδα, καὶ τῶν Ὀρθοδόξων μεσιτείαν· χαῖρε Ἄφθορε.
Τὰ πάντα ἀγαλλιᾷ, τὰ πάντα τέρπεται σήμερον· Ἀγαρηνὸν γὰρ δεινόν, τοῦ Ὄρους ἐξήλασε, Μαρία ἡ πάνσεμνος, καὶ ἐλευθερίαν, νῦν ἐσκόρπισεν ὡς Ἄνασσα.
Ἡμέρα λαμπροφαῆ, ἀκτινοβόλον χαρίεσσαν, ἀνέδειξεν ἡ Ἁγνή, Πατέρες τὴν σήμερον, ἐν ᾗ ἀπονέμει φῶς, καὶ τὴν θείαν χάριν, τοῖς βοῶσι· χαῖρε Ἄχραντε.

Κοντάκιον. Ἦχος πλ. δ΄ . Τῇ Ὑπερμάχῳ.
Τῇ Ὑπερμάχῳ Μαριὰμ τοῦ Ὄρους ἅπαντες, οἱ μονασταὶ χαρμονικῶς τὰ ἐπινίκια, προσαγάγωμεν προφρόνως ἀπὸ καρδίας· καὶ γὰρ Αὕτη τοὺς ἐχθροὺς κατετροπώσατο, καὶ κινδύνων ἡμᾶς παντοίων ἐλευθέρωσεν, ὅθεν κράξωμεν· χαῖρε πάντων ἡ Ἄνασσα.
Ὁ Οἶκος
Ἅπαντες οἱ τοῦ Ὄρους, μονασταὶ καὶ μιγάδες, ὑμνοῦμέν Σου τὴν χάριν Παρθένε, ἣν πάντοτε ἐκχέεις ἡμῖν, περιέπουσα μητρικῶς, καὶ σώζουσα κινδύνων καὶ δουλείας, ὅθεν πιστῶς βοῶμέν Σοι·
Χαῖρε, Χριστοῦ τοῦ Λόγου ἡ Μήτηρ·
χαῖρε,  ἁπάντων πιστῶν ἡ δόξα.
Χαῖρε, ἡ δουλείας τῆς Ἄγαρ λυτρώσασα·
χαῖρε,  ἐναντίους ἐχθροὺς ἡ τροπώσασα.
Χαῖρε, ὅτι ἐξωστράκισας τὸν ἀλλόφυλον στρατόν·
χαῖρε,  ὅτι ἐφυγάδευσας τὸν μισόχριστον λαόν.
Χαῖρε, ὅτι τοῦ Ὄρους πέλεις τεῖχος καὶ σκέπη·
χαῖρε,  ὅτι τοῦ κόσμου τοὺς πιστοὺς περιέπεις.
Χαῖρε, δι’ ἧς ἡ λύπη κατέπαυσε·
χαῖρε,  δι’ ἧς ἡ χαρὰ ὑπερέλαμψε.
Χαῖρε Ἁγνή, εὐσεβῶν σωτηρία·
χαῖρε  Σεμνή, μοναστῶν προστασία.
Χαῖρε πάντων ἡ Ἄνασσα.

Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀπελευθερώσεως τοῦ Ἁγιωνύμου Ὄρους ἐκ τῆς κατοχῆς τῶν Ἀγαρηνῶν καὶ τῆς ἐξ αὐτοῦ ἀπελάσεως αὐτῶν ὑπὸ τοῦ γενναίου Ἑλληνικοῦ Στρατοῦ, τῇ ἐπινεύσει καὶ ὑπερμαχήσει τῆς ἐξόχου Ἐφόρου καὶ Προστάτιδος ἡμῶν, Θεοτόκου Μαρίας.
Στίχοι·
Στέφανον νίκης, ὑμνόπλοκον ἀνάδω,
κούρης κεφαλήν, ἐχθρῶν ἐξώσας Ἄγαρ.
Δευτερίῃ Ὄρους, θεοκύμων ἐξήλεισεν Ἄγαρ.
Ταῖς τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπάρθενου Μαρίας πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Κανών α΄. Οὐκ ἐλάτρευσαν.
Μεγαλύνομεν, τὴν δόξαν Σου Πανάσπιλε, καὶ προσκυνοῦμέν Σε, εὐχαριστοῦντες θερμῶς, ἐχθρὸν ὅτι ἤλωσας, βαρβάρων ἔχθιστον, Ὑπερύμνητε, τῶν μοναστῶν ἡ ἔφορος, καὶ τοῦ Ὄρους ἡ Κυρία.
Νίκην Δέσποινα, πρυτάνευσον τῷ ἄνακτι, κατὰ ἐχθρῶν δυσεμνῶν, τοὺς δὲ Σοι προσάδουσί τρανῶς ἐπινίκια, ἅπασι δώρησαι, Ὑπερύμνητε, ἁμαρτιῶν τὴν ἄφεσιν, ὅπως χαῖρέ Σοι βοῶμεν.
Ὡραΐζεται, τὸ Ὄρος νῦν καὶ γάνυται, Σταυροῦ τὸ σῆμα νῦν, ἀνηρτημένον ὁρῶν, πάντου καὶ γηθόμενον, ψάλλειν ἐν πνεύματι· Ὑπερύμνητε, ἡ Βασιλὶς καὶ Σώτειρα, καὶ ἐλπίς μου Σὺ ὑπάρχεις.
Ἴα δάφνας τε, μυρσίνας καὶ τὰ εὔοσμα, ῥόδα συλλέξαντες, μιγάδες καὶ μονασταί, καὶ στέφανον πλέξαντες, στέψατε Ἄνασσαν, τὴν Πανύμνητον, τὴν τοὺς ἐχθροὺς συντρίψασαν, καὶ τὸ Ὄρος ῥυσαμένην.

Κανών β΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ ἔφορος τοῦ Ὄρους, ἡ Θεόπαις Μαρία, ἀνευφημήσθω τρανῶς, ᾠδαῖς εὐχαριστίας, καὶ ὕμνοις ἐγκωμίων, ἀναπέμποντες ἅπαντες· Ἀγαρηνοὺς γὰρ ἐχθροὺς, ἡμῶν ἤλασε ξένως.
Ἀγάπην δὸς Παρθένε, μονασταῖς καὶ μιγάσι, τοῖς ἐν Ὄρει τῷ Σῷ, ὁμόνοιαν εἰρήνην, πραότητα, ἁγνείαν, καὶ βοήθειαν ψάλλουσιν· ἡ προστασία ἡμῶν, Σὺ εἶ Εὐλογημένη.
Γεραίρομεν ἐκθύμως, οἱ μονασταὶ τοῦ Ὄρους, τὴν Σὴν κυρίαν Ἁγνή, τὴν δόξαν καὶ τὸ σθένος, τὴν ἄκραν παρθενίαν, καὶ ὑμνοῦντες κραυγάζομεν· ἡ σωτηρία ἡμῶν, Σὺ εἶ Εὐλογημένη.
Ναὸς Θεοῦ ὑπάρχεις, τῶν Ἀγγέλων λαμπρότης, τῶν μοναστῶν ἡ ἐλπίς, ἡ ἔφορος, ἡ σκέπη, ἡ σώτειρα τοῦ Ἄθω, καὶ ἐχθρῶν ἡ ἀπώλεια, Θεοχαρίτωτε Δέσποινα εὐλογημένη.
 
ᾨδὴ η΄.Κανών α΄. Παῖδας εὐαγεῖς.
Ὥσπερ ἐξιστάμενοι ὁρῶμεν, τὸ μέγα νῦν πρὸς ἡμᾶς Σου εὐεργέτημα, πάντες οἱ μονάζοντες, Μῆτερ Ἀπειρόγαμε, Ἀγαρηνοὺς γὰρ ἔθραυσας, ἡμᾶς δὲ ἔσωσας, τῆς τούτων τυραννίδος· διό Σέ νῦν ἀπὸ καρδίας ὑμνοῦμέν Σε, Θεόπαις.
Ἅπας οὐρανὸς καὶ γῆ ὑμνεῖ Σε, ἁπάντων γὰρ εὐεργέτης ἀναδέδειξαι, αὕτη δὲ ἡ ἄθροισις, ἡ ἱερὰ Πανάχραντε, πανηγυρίζει σήμερον, τὰ νικητήρια, προφέρει δὲ προφρόνως ᾠδάς Σοι, εὐχαριστήριους ὑπέρμαχε Μαρία.
Νέμεις δωρεὰς τοὺς ἐν τῷ Ἄθῳ, μονάζουσι Θεοτόκε Ἀειπάρθενε, σώζεις ἐκ τῶν θλίψεων, καὶ τῶν περιστάσεων, διὸ ἐκ πόθου ἅπαντες εὐχαριστοῦμέν Σοι, ὑμνοῦντές Σου τὸ ἔλεος αἵμα, καὶ δοξολογοῦντες τὴν πρὸς ἡμᾶς Σου χάριν.
Ἴθι οὐρανόθεν τῶν ἐν Ἄθῳ, Ἁγίων διαλαμψάντων ἡ συνάθροισις, καὶ μετὰ τῶν τέκνων Σου, νῦν τὴν εὐχαρίστησιν, τῇ Θεοτόκῳ πρόσφερε, καὶ γὰρ ἐῤῥύσατο, ζυγοῦ τυραννικοῦ ἡμᾶς πάντας, καὶ τὸν τόπον ἔνθα, τὰ ἄθλα ἐτελεῖτε.

Κανών β΄. Ἑπταπλασίως κάμινον.
Ἡ λαμπηδὼν τῆς χάριτος, τῆς Παρθένου ἐπίφανσε, τοὺς ἐν τῷδε Ὄρει μονασταῖς ἀλλ’ ἔφλεξεν, ἐχθρὸν τὸν μισόχριστον, Ἀγαρηνὸν ἄχθος τὸ δεινόν· μιγάδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Αὐτῆς τὰ μεγαλεῖα.
Ἵνα θερμῶς γεραίρωμεν, τὸ ἀμέτρητον ἔλεος, καὶ τὴν εὐσπλαγχνίαν, ἣν δεικνύεις πάντοτε, ἡμῖν τοῖς μονάζουσιν, ἐν Ὄρει Ἄθῳ Ἁγνή, ἔμπλησον ἡμᾶς τῶν οὐρανίων χαρίτων· μονάζοντες ὑμνεῖτε, Ἱερεῖς εὐλογεῖτε, πιστοὶ ὑπερυψοῦτε τὴν μόνην Θεοτόκον.
Ὤλεσας πάντα βάρβαρον, καὶ ἐντεῦθεν ἀπήλασας, καὶ δουλείας πάσης, τοὺς εἰς Σὲ ἐλπίζοντας, μονάζοντας ἔσωσας· οἱ λατρευθέντες ὅθεν τῷ Σῷ σθένει Μαριάμ, θεοχαρίτωτε Κόρη, ὑμνοῦμεν προσκυνοῦμεν, τὴν Ἁγίαν Τριάδα, καὶ Σοὶ εὐχαριστοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνευ παθῶν ἀξίωσον, εὑρεθῆναι τοὺς ᾄδοντας, τὰς ἐπινικίους νῦν ᾤδάς Σοι Ἄχραντε, ἐν ὥρᾳ ὦ Δέσποινα, τῇ τοῦ θανάτου τῇ φοβερᾶ, ὡς περὶ Θεόν, ἀξιωθέντας συνεῖναι· ὑμνῶμεν προσκυνῶμεν, τὴν Ἁγίαν Τριάδα, καὶ Σοὶ εὐχαριστῶμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κανών α΄. Ἅπας γηγενής.
Ἵδρυσαν ναούς, σεμνοὺς οἱ μονάζοντες, ἐν τῷ Σῷ Ὄρει Ἁγνή, Σοὶ τῇ Θεομήτορι, ἀΰλων ἔνθα τὰ τάγματα, καὶ μοναστῶν συστήματα, καὶ τῶν Ἁγίων ὁμοῦ, καὶ βοῶσι· χαῖρε Παμμακάριστε, ἡ τὸν Ἄγαρ ἐντεῦθεν ἐλαύσασα.
Ἔλαμψεν ἡμῖν, τὸ φῶς τῶν χαρίτων Σου καὶ αὖθις Δέσποινα, ὅτι ἠλευθέρωσας, ἐχθρῶν ἀπίστων ἡμᾶς τὰ τέκνα Σου, ἅπερ εὐχαριστοῦντά Σοι, ὑμνολογοῦμέν Σε, καὶ βοῶμεν· χαίροις Ἀειπάρθενε, ἡ προστάτις ἡμῶν καὶ ὑπέρμαχος.
Ῥύθμισον Ἁγνή, τὰ πάντα ὡς βούλει Σοι, ἐν Περιβόλῳ τῷ Σῷ, καὶ εἰρηνοποίησον, Μονὰς καὶ Σκήτας Κελλία ἅπαντα, ὡς ἄν ᾀεὶ ἐν Πνεύματι, ἁγνῆς ἀγάπης ὁμοῦ, Σοὶ βοῶμεν· χαίροις Παντευλόγητε, ἡ προστάτις τοῦ Ὄρους καὶ ἔφορος.
Μεῖνον μεθ’ ἡμῶν, ᾀεὶ τῶν ὑμνούντων Σε, Θεοχαρίτωτε, σκέπουσα καὶ σώζουσα, κινδύνων ἅμα καὶ περιστάσεων, καὶ προπολέμει ἔνσαρκον καὶ νοητὸν Φαραώ, ὡς ὑπέσχου· χαῖρε ὅπως ᾄδωμεν, μοναστῶν τῶν τοῦ Ὄρους ἡ Σώτειρα.

Κανών β΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νικήτρια τοῦ ᾅδου πέλεις Ἁγνή, νικητὴν Βασιλέα γενήσασα, τὸν Ἰησοῦν, νίκην δὲ καὶ σήμερον κατ’ ἐχθρῶν, Σὺ ἀπεργάσω Δέσποινα, τούτους πόῤῥῳ ῥίψασα ἀφ’ ἡμῶν, διὸ εὐχαριστίαν, προσφέρει Σοι προφρόνως, τῶν μοναστῶν ὁ θεῖος θίασος.
Ἱμείρομεν Παρθένε τῆς ἀρετῆς, οἱ μονάζοντες πάντες τὴν ἄσκησιν, ἐπιτελεῖν, ὅμως ἡ προαίρεσις ἀσθενής, ἀλλὰ Σὺ ταύτην νεύρωσον, ὡς κυριαρχήσει κατὰ παθῶν, καὶ χαῖρέ Σοι βοῶμεν· ἡ ἔφορος τοῦ Ὄρους, καὶ μοναστῶν ἐλπὶς καὶ σώτειρα.
Ἐξήλασας τοῦ Ὄρους Ἀγαρηνῶν, μυσαρότατα στίφη καὶ ἔχθιστα, καὶ στρατιάν, ξένως ἀντεισείγαγες εὐσεβῆ, ἣ μεθ’ ἡμῶν γεραίρει Σε, ἀγαλλιωμένη καὶ ἐκφωνεῖ· Παντάνασσα Μαρία, τὸ κράτος ἡ ἰσχύς μου, Σύ μου ὑπάρχεις, χαῖρε Δέσποινα.
Ῥυάκια θάμνοι καὶ οἱ δρυμοί, οἱ τοῦ Ἄθω ἱερῶς νῦν ἠχήσατε, καὶ σεῖς βουνοί, λόφοι καὶ κοιλάδες αὐτοῦ τερπνῶς, σκιρτήσατε σὺν ἅπασι, τοῖς Κελλίοις Σκήταις τε καὶ Μοναῖς, ἰδοὺ γὰρ ἡ Παρθένος, ἐλαύσασα βαρβάρους, τὴν ἀγαλλίασιν παρέσχετο.
Δόξα. Τριαδικόν.
Μονάδα Θεότητος προσκυνῶ, ἐν Τρισὶ τοῖς προσώποις ὑπάρχουσαν, καὶ τοῦ Υἱοῦ, ξένην συγκατάβασιν ἀνυμνῶ, τὴν ἐκ Παρθένου σάρκωσιν, δι’ ἥς με ἐῤῥύσατο τῆς ἀρᾶς, καὶ φόβῳ ἀνακράζω· Τριὰς Ἁγία σῶσον, τοὺς μεγαλύνοντας τὸ κράτος Σου.
Καὶ νῦν.
Παρθένε Παναγία Μῆτερ Ἁγνή, τὰ ἡμῶν εὐχαριστήρια ᾄσματα, νῦν προσηνῶς, πρόσδεξαι ὡς χήρας ὁ Σὸς Υἱός, δυὸ λεπτὰ ἐδέξατο, καὶ ἀντιπαράσχου ἁμαρτιῶν, τὴν ἄφεσιν καὶ σκέπε, ᾀεὶ ἡμᾶς καὶ τήρει, ἵνα ὑμνῶμέν Σε Πανάχραντε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἁγνὴ Παρθένε Δέσποινα, Τριάδος τὸ παλάτιον, τοῦ Ἰησοῦ μου ἡ Μήτηρ, καὶ τῶν Ἀγγέλων Κυρία, τοῦ Ὄρους ἡ Ὑπέρμαχος, καὶ μοναστῶν ἡ Σώτειρα, τοὺς τὴν πανήγυριν ταύτην, ἐπιτελοῦντες προφρόνως, διάσωζε ἐκ κινδύνων.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτεροῦντες τό πρῶτον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαῖρε μοναστῶν ὁ σύλλογος, καὶ πανηγύριζε νῦν, γηθοσύνως καὶ ᾄσματα, μέλψον ἐπινίκια, ἐπὶ τῇ ἐκλυτρώσει Σου, τῇ Βασιλίδι καὶ Θεομήτορι, τῇ Σοὶ ἐφόρῳ, καὶ Ὄρους φύλακι, καὶ χαῖρε βόησον, ἡ ἐμὴ ἀντίληψις καὶ ἡ ἐλπίς, Δέσποινα Πανάχραντε, καὶ σωτηρία μου. (Δίς).
Πάντων αἱ καρδίαι ἅλλονται, πληροῦνται θείου φωτός, καὶ ἐλλάμπει αὖθις δέ, νοῦς καὶ ἡ διάνοια, μοναστῶν τῶν ᾀδόντων Σοι, τὰ μεγαλεῖα, τὴν δυναστείαν Σου, Ἀγαρηνῶν τε τὴν ἐξολόθρευσον, πόθῳ δὲ κράζομεν· χαῖρε Μῆτερ ἄφθορε, καταφυγή, σκέπη καὶ ἀντίληψις, τῶν ἀνυμνούντων Σε.
Πόῤῥῳ φυγάδευε Δέσποινα, ἀπὸ τοῦ Ὄρους τοῦ Σοῦ, τοὺς ἐχθροὺς τοὺς τῆς Πίστεως, πᾶν ὀθνεῖον φρόνημα, τὰς αἱρέσεις καὶ σχίσματα, καὶ τὴν εἰρήνην πᾶσι τὴν ἔνθεον, δώρησαι Κόρη καὶ τὴν ὁμόνοιαν· Σὺ γὰρ Παντάνασσα, τοῦ παντὸς προΐστασαι ἐξόχως δέ, πέλεις ἡμῶν ἔφορος, καὶ προμηθεὺς συμπαθής.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.
Ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, ἐπέλαμψε σήμερον, Πατέρες σεβάσμιοι. Ἰδοὺ γὰρ πάλιν ἡ ἀμίαντος Ἀμνάς· ἡ αὐλοειδὴς Νεφέλη, ἡ τὸν νέον Ἰσραὴλ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ καθοδηγοῦσα, τὸ φρικτὸν συναπτήριον, δι’ οὗ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἥνωται, ἡ ἁγία Θεοτόκος, τὴν πρὸς τὸν ἱερὸν ἡμῶν τόπον ἐξαίρετον Αὐτῆς προμήθειαν παρεμφαίνουσα, ἐχαρίσατο αὐτῷ τὴν ἐλευθερίαν, ἀπελάσασα τὸν βάρβαρον καὶ μισόχριστον ἐχθρόν. Ὑμνήσωμεν οὖν πάντες Αὐτὴν ἀπὸ καρδίας κράζοντες· χαῖρε Κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ Σοῦ.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.