Τετάρτη, 29 Μαρτίου 2017

Ἀκολουθία Ἁγίας ΑΔΕΛΑΪΔΟΣ τῆς Βασιλίσσης, Δρ. Χαρ. Μπούσια

Ψαλλομένη τῇ 16η Δεκεμβρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἀδελαΐδα τὴν θείαν ἐγκωμιάσωμεν, καὶ τὴν αὐτῆς ἐκθύμως, μελῳδήσωμεν πίστιν, δι’ ἧς ἐδείχθη κέρας Βασιλισσῶν, φιλοθέων καὶ πρόβολος, πρὸς τοὺς πτωχοὺς συμπαθείας καὶ ἀρετῆς, ψυχοτρόφου ὕμνοις πρέπουσι.
Δεῦτε χριστώνυμοι πάντες καὶ φιλακόλουθοι, οἱ γῆν τῆς Ἑσπερίας, εὐλαβῶς κατοικοῦντες, σεπτὴν Ἀδελαΐδα τὴν θεαυγῆ, εὐφημήσωμεν κράζοντες· χαῖρε κοσμῆτορ ὁσίων Βασιλισσῶν, καὶ συνέσεως διάκοσμε.
Τὴν διαπρέψασαν λόγοις σεπτοῖς καὶ πράξεσιν, ὁσίαν Βασιλίδα, ἀρωγὸν τρυχομένων, καμνόντων βακτηρίαν καὶ βοηθόν, τοῖς ἐν βίῳ στενάζουσιν, Ἀδελαΐδα τιμήσωμεν ἐκτενῶς, καὶ τοῖς ἴοις ὕμνων στέψωμεν.
Τὴν ὑπομείνασαν θλίψεις ἐκ τῆς νεότητος, τῶν χρόνων καὶ χηρείαν, θείᾳ παραχωρήσει, ὁμόζηλον ὡς πόνων δυστήνου Ἰώβ, τὴν θανάτου ποτήριον, πικρὸν γευθεῖσαν φιλτάτων αὐτῆς υἱῶν, Βασιλίδα εὐφημήσωμεν.
Δόξα. Ἦχος β΄.
Τὴν ἐκ νεότητος ὀφθεῖσαν σκεῦος πολύτιμον, τοῦ γλωσσοπυρομόρφου Παρακλήτου Πνεύματος, καὶ φιλοσοφήσασαν τὸν πόνον τῆς ἱερᾶς καὶ θεοποιοῦ ἀγάπης, Ἀδελαΐδα τὴν Ἄνασσαν ἐγκωμιάσωμεν ἐν κατανύξει κραυγάζοντες· ἡ στερηθεῖσα, κρίμασιν ἃ οἶδε Κύριος, τῶν τέκνων καὶ τοῦ σοῦ συνεύνου Ἄνακτος, καὶ ὑπερβᾶσα συντόνῳ προσευχῇ καὶ ἀσκήσει, τὴν ἀσθένειαν τῆς φύσεως, ἀξίωσον πάντας ἡμᾶς ὑπερβῆναι τὴν μετὰ τῆς ὕλης συνάφειαν, ἵνα σὺν ἀΰλοις Ἀγγέλοις ἀπολαύσωμεν, τῆς ἐν πόλῳ ἀγαλλιάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ἡ Βασιλίς, Ἀδελαΐς Ἁγία, τῶν θλίψεων ῥανίδας, ἡ πίστεως τῷ μάκτρῳ, τῷ θείῳ ἀποσμήξασα.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαῖρε τῆς προσευχῆς, καὶ ἀγαθοδωρίας, ἐκτύπωμα τὸ μέγα, Ἀδελαΐς Ὁσία, Βασιλισσῶν ἀγλάϊσμα.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Ἔδωκας δαψιλῶς, ἐσκόρπισας ἀφθόνως, τὸν πλοῦτον σῆς καρδίας, ἐμπεριστάτοις πᾶσιν, Ἀδελαΐς καὶ πένησιν.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς Ὑπεραγία, ὑπομονῆς δοχεῖον, σεπτὴν Ἀδελαΐδα, ἡ δείξασα ἐν θλίψεσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, Κυρία Θεοτόκε, λιταῖς Ἀδελαΐδος, τῆς Βασιλίσσης παῦσον, παθῶν ἡμῶν σκιρτήματα.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βασιλίδα Ὁσίαν ἀνευφημήσωμεν, Ἀδελαΐδα τὴν θείαν, ὑπομονῆς ἀκραιφνοῦς, ὡς πυξίον καὶ παθῶν Ἰὼβ τὸν ὁμόζηλον, τὴν διαλάμψασαν αὐγαῖς, συμπαθείας πρὸς πτωχούς, ἀγάπης καὶ εὐγενείας, ψυχῆς αὐτῆς ἱκεσίας, πρὸς τὸν Παντάνακτα αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καί ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἑσπερίας ἐκβλάστημα, θεαυγὲς καὶ περίδοξον, ἀρετῶν ἐνθέων ταμεῖον ἄσυλον, Βασιλισσῶν ἐγκαλλώπισμα, συνέσεως μάργαρον, καὶ εἰκὼν τῆς ἀκραιφνοῦς, συμπαθείας πρὸς κάμνοντας, χάριν ἄφθονον, οὐρανόθεν ὑπὲρ ἡμῶν πρεσβεύειν, τῷ οἰκτίρμονι Κυρίῳ, Ἀδελαΐς εὗρες πάντιμε.
Πειρασμοὺς ὑπομείνασαν, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ δοκιμασίας ἐγκωμιάσωμεν, ὀδυνηρὰς ἐκ νεότητος, τῶν χρόνων πανεύφημον, Βασιλίδα ὡς εὐχῆς, νοερᾶς ἐργαστήριον, καὶ διάκοσμον, τῆς Χριστοῦ Ἐκκλησίας ὁλοθύμως, εὐκλεῆ Ἀδελαΐδα, τῆς ἀρετῆς ἐνδιαίτημα.
Τῆς σεμνότητος σκήνωμα, ταπεινώσεως ἄγαλμα, καὶ Θεοῦ σοφίας τὸ ἀνακτόριον, παιδαγωγὸν τὴν κατέχουσαν, ἐκ βρέφους εἰς Κύριον, καὶ διδάσκαλον σεπτήν, ἀρετῆς πρὸς ἀπόκτησιν, καὶ τελείωσιν, τὴν μητέρα αὐτῆς ἀξιοχρέως, θαυμαστὴν Ἀδελαΐδα, τὴν Βασιλίδα τιμήσωμεν.
Ἐν ἀκμῇ τῆς νεότητος, πολεμίων ἐπίθεσιν, τὴν δεχθεῖσαν φθόνον τὴν ὑπομείνασαν, καὶ κατιδοῦσαν τὴν ἔξωσιν, καὶ ἄδικον θάνατον, Βασιλέως καὶ αὐτῆς, ὁμοζύγου ὑμνήσωμεν, πόθῳ κράζοντες· ὑπομεῖναι ἡμᾶς τοῦ πολεμίου, τὴν ἐπήρειαν θεόφρον, Ἀδελαΐς καταξίωσον.
Ὁ φιλεύσπλαγχνος Κύριος, τῆς φωνῆς σῆς δεήσεως, ἤκουσε καὶ τάχος σε ἠλευθέρωσεν, ἐξ ἐπιβούλων κρατούντων σε, πανεύφημε Ἄνασσα, ἐν εἱρκτῇ Ἀδελαΐς, καὶ ὡς λύχνον σε ἔθηκε, Πνευματέμφορε, Βασιλὶς θεία ἐπὶ τὴν λυχνίαν, Γερμανίας ἵνα φαίνῃ, Εὐρώπῃ σῇ ἀγαθότητι.
Τῆς εἰρήνης ὡς Ἄγγελος, τῆς συγγνώμης Ἀπόστολος, καὶ σοφὸς διδάσκαλος πᾶσιν ἔλλαμψας, καταλλαγῆς θείου Πνεύματος, τὴν αὔραν τὴν ἔνδροσον, περιφέρων τοῖς χοροῖς, τῶν πιστῶν ὑπηκόων σου, οὓς κατηύφρανες, πρακτικῇ ἀρωγῇ σου καὶ πλουσίᾳ, ἀγαπήσει σου πρὸς πάντας, Ἀδελαΐς ἀξιάγαστε.
Δόξα. Ἦχος πλ. β΄.
Ταπεινῷ φρονήματι τὴν ἐξοστρακίσασαν, τὴν ματαιοδοξίαν τῆς βασιλικῆς ἐξουσίας, καὶ σωφρόνως πολιτευσαμένην ἄχρη γήρως, Ἀδελαΐδα τὴν ἀξιέραστον Ἄνασσαν, εὐλαβῶς ἀνυμνήσωμεν. Αὕτη γὰρ ἐκ βρέφους Χριστὸν ἀγαπήσασα, καὶ τῇ νοερᾷ ἐπαναπαυομένῃ προσευχῇ καὶ δεήσει, τὰς ἀντιξόους περιστάσεις τοῦ βίου ἀντιπαρῆλθεν, ὑπομονῇ ἀληθῶς Ἰωβείῳ. Καὶ νῦν χαρᾶς οὐρανῶν ἀτελευτήτου ἀξιωθεῖσα, καὶ ἀφθίτου σὺν Χριστῷ ἀγαλλιάσεως, ἀσιγήτως πρεσβεύει καὶ ἡμᾶς αὐτῆς ἀξιῶσαι ἀπολαῦσαι, τοὺς ἐκτελοῦντας ἐκθύμως αὐτῆς τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, Ὅνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις Αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα΄ 10-31).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως  καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1-10).
Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε Αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ’ Αὐτόν, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφράνθητε σήμερον φιλεόρτων οἱ δῆμοι, ἐπὶ τῇ θείᾳ μνήμῃ τῆς θεαυγοῦς Βασιλίδος Ἀδελαΐδος. Αὕτη γὰρ ἐκ νεότητος χρόνων, ὁμόζηλος τοῦ πολυπάθου Ἰὼβ γενομένη, ὑπομονῆς ἐδείχθη κανὼν ἀδαμάντινος. Καὶ νῦν Ἀγγέλοις συναυλιζομένη, καὶ τὸ κάλλος τῆς μορφῆς τοῦ Κυρίου θεωμένη, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῶν συμφορῶν καὶ θλίψεων σύνοικος ὀφθεῖσα ἐκ νεότητος, εἰ καὶ βασιλείας σκῆπτρα σταθηρῶς ἐβάσταζε, πάνσεπτον Ἀδελαΐδα τιμήσωμεν ἀξιοχρέως οἱ εὐσεβόφρονες. Φιλοσοφήσασα γὰρ τὸν πρόσκαιρον βίον, καὶ σκληραγωγίᾳ ἀῤῥήτῳ τὴν σάρκα κατατήξασα, Θεῷ καὶ τοῖς ὑπηκόοις αὐτῆς εὐηρέστησε, καὶ κατὰ μέθεξιν ἐθεώθη. Παῤῥησίαν ὅθεν ἔχουσα πρὸς τὸν Κύριον τῆς δόξης, ἐκτενῶς Αὐτὸν δυσωπεῖ ὑπὲρ ὑγείας τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἀρετῆς τῆς οὐρανίου ταμεῖον ἀσύλητόν σε ἔδειξε, Ἀδελαΐς μακαρία, ὁ πάντας χαρίτων Κύριος. Αὐτὸς γὰρ ἀμείβων τοὺς ἐπὶ γῆς νυχθημέρους καμάτους σου, καὶ τὴν ὑπὲρ ἄνθρωπον ὑπομονήν σου ἐν συμφοραῖς τοῦ βίου, Βασιλείας Αὐτοῦ κληρονόμον σε ἠξίωσε γενέσθαι. Ἀγγέλοις οὖν νῦν συναγαλλομένη, ἀξίωσον καὶ ἡμᾶς κληρονομῆσαι ἀγαθὰ τὰ ἀπ’ αἰῶνος, ἃ ἡτοίμασε Κύριος τοῖς Αὐτὸν ἀγαπῶσι καὶ σέβουσι.
Δόξα. Ἦχος δ΄.
Θριαμβεύσασα τοὺς πολεμίους σου, τῇ σῇ ἀρετῇ καὶ ἀγαθότητι, νίκης στέφος Ἀδελαΐς ἀμάραντον εἴληφας, ἐκ χειρῶν τοῦ ἀγωνοθέτου Κυρίου· ὅθεν νικηφόρος εἰσελθοῦσα εἰς τὴν οὐράνιον πάσταδα, χάριν εὗρες περιφρουρεῖν καὶ ἐποπτεύειν τοὺς τιμῶντάς σε, Βασιλὶς θεοστήρικτε περίδοξε καὶ πανεύφημε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἀδελαΐς ἐκλεκτή, ἡ ἐκ νεότητος Χριστὸν ἀγαπήσασα, καὶ θλίψεις ἀξιωθεῖσα, καθυπομεῖναι στεῤῥῶς, τῆς πολυκυμάντου, βασιλείας σου· ἀμνὰς θεοτίμητε, ἀηδὼν καλλικέλαδε, χρηστοηθείας καὶ τρυγὼν ἀγαθότητος, ταπεινώσεως καὶ ἀγάπης φιλόστοργε, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν πάνσεπτον, καὶ δαψιλῶς πέμψον πᾶσιν, ὑψόθεν βίου τὰ πρόσφορα, τοῖς δοξολογοῦσι, σὸν οὐράνιον Νυμφίον, καὶ πάντων Ἄνακτα.
Στ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, τῆς Ἑσπερίας βλαστός, ἀστὴρ ἀγάπης ἀνατείλας λαμπρότατος, εἰς ἔθνη τὰ τῆς Εὐρώπης, καὶ καταυγάσας βολαῖς, ταπεινώσεώς σου, καὶ χρηστότητος, λαὸν τὸν χριστώνυμον, σὲ τὸν ἔχοντα πρότυπον, ἠθῶν ἀρίστων, καὶ ἀμέμπτου βιώσεως, παναοίδιμε, Βασιλὶς καὶ πανένδοξε· ὅθεν σὴν μνήμην σέβοντες, τὴν θείαν καὶ πάντιμον, πρὸς τὸν φιλάνθρωπον Κτίστην, Ἀδελαΐς ἐκδεχόμεθα, τὰς θεοπειθεῖς σου, παρακλήσεις οἱ ἱκέται, σῆς ὁσιότητος.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Δεῦτε, χαρμονικῶς οἱ πιστοί, τὴν εὐκλεῆ καὶ ταπεινόφρονα Ἄνασσαν, θεόπνουν Ἀδελαΐδα, ὡς θείων βασιλισσῶν, καύχημα τὸ μέγα, εὐφημήσωμεν, βοῶντες ἐκ πίστεως· εὐσυμπάθητε ἄσπιλε, παντελεῆμον, καὶ οἰκτῖρμον Βασίλισσα, ὑπηκόους σου, πρακτικῆς ἀγαπήσεως, τρόποις σου κατηγλάϊσας, καὶ πόνοις συντόνοις σου, πρὸς ἀρετῆς κτῆσιν Μῆτερ, τῷ Λυτρωτῇ εὐηρέστησας, ἀφθίτου ἐν πόλῳ, στεφανώσαντί σε στέφει, μακαριότητος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ ἁγιωτάτη Ἐκκλησία, προβάλλουσα τὰ σκάμματα καὶ τὴν φιλόθεον πολιτείαν, Ἀδελαΐδος τῆς σώφρονος Βασιλίδος. Αὕτη γὰρ ἐν εὐλαβείᾳ τὰ τέκνα αὐτῆς ἀναθρέψασα, καὶ τῶν πτωχῶν καὶ καμνόντων, τὰς χρείας θεραπεύσασα, τὴν ἐν αὐτῇ οἰκοῦσαν ψυχικὴν εὐγένειαν, καὶ πίστιν πᾶσι κατέδειξε. Καὶ νῦν Χριστῷ τῷ ποθεινῷ αὐτῆς, οὐρανίῳ Νυμφίῳ συγχαίρουσα, ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν· Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος. 

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βασιλίδα Ὁσίαν ἀνευφημήσωμεν, Ἀδελαΐδα τὴν θείαν, ὑπομονῆς ἀκραιφνοῦς, ὡς πυξίον καὶ παθῶν Ἰὼβ τὸν ὁμόζηλον, τὴν διαλάμψασαν αὐγαῖς, συμπαθείας πρὸς πτωχούς, ἀγάπης καὶ εὐγενείας, ψυχῆς αὐτῆς ἱκεσίας, πρὸς τὸν Παντάνακτα αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Πλησθεῖσαν θεϊκοῦ, ἐκ νεότητος ζήλου, ἐδείχθης ἀνασσῶν, θεοφόρον πυξίον, καὶ τύπον συνέσεως, συμπαθείας καὶ νήψεως· ὅθεν ηὔφρανας, τῶν ὑπηκόων σου πλῆθος, τῇ ἐμπράκτῳ σου, Ἀδελαΐς εὐσπλαγχνίᾳ, Χριστοῦ νύμφη πάγκαλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀπάλλαξον ἡμᾶς, ἐπηρείας τοῦ πλάνου, παθῶν φθοροποιῶν, καὶ δεινῶν νοσημάτων, ἡ μόνη κυήσασα, ὑπὲρ λόγον καὶ ἔννοιαν, τὸν Θεάνθρωπον, καὶ μὴ φθαρεῖσα Παρθένε, Παντευλόγητε, τῆς ἀφθαρσίας αἰτία, τοῦ κόσμου καὶ πρόξενε.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φθονήσας ὁ δόλιος σὴν ἀκραιφνῆ βιοτήν, καὶ ἔμπρακτον τήρησιν τῶν ἐνταλμάτων Θεοῦ, σαφῶς ἐδοκίμασε, πίστιν σου τὴν ἁγίαν, διὰ θλίψεων πλήθους, ἐξ ὧν σαφῶς ἐξῆλθες, ἀβλαβὴς μῆτερ θεία, σεπτὴ Ἀδελαΐς τοῦ Ἰώβ, πόνων ὁμόζηλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀῤῥήτως κυήσασα τὸν Ποιητὴν τοῦ παντός, καὶ Πλάστην καὶ Κύριον ἁγιωτέρα πασῶν, τῶν ἄνω Δυνάμεων, πέφηνας Θεοτόκε, ἀσυγκρίτως· διό Σε, μέλποντες καθ’ ἑκάστην, ἀνυμνοῦμεν Σὴν δόξαν, καὶ χάριν ἣν ὡς Μήτηρ Θεοῦ, ἔχεις φιλόστοργος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν διαπρέψασαν, ὁσίαις πράξεσι, συντόνοις πόνοις σου, φιλανθρωπίᾳ σου, καὶ ἀκραιφνεῖ ὑπομονῇ, ἐν θλίψεσι ταῖς τοῦ βίου, μέλψωμεν Βασίλισσαν, τὴν κλεινὴν καὶ φιλόθεον, ὡς Χριστοῦ τῆς πίστεως, μαργαρίτην πολύτιμον, ψυχῆς ἐν κατανύξει βοῶντες· χαῖρε Ἀδελαΐς θεόφρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23).
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῆς Βασιλίδος...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Τὴν δι’ ἀγώνων εὐαγῶν Χριστῷ ἀκολουθήσασαν, καὶ Αὐτοῦ τρόπαιον στήσασαν, ἐμπράκτως διὰ βασιλικῆς πολιτείας, Ἀδελαΐδα τὴν πανθαύμαστον, ἐγκωμίων στέψωμεν ἄνθεσιν. Αὕτη γὰρ ὡς ἥλιος ἔλαμψε ἐν τῇ Εὐρώπῃ, παμφαέστατος ἀρετῆς καὶ σωφροσύνης, φωτίζων τοὺς αὐτῆς ὑπηκόους καὶ κτίσεως πέρατα. Καὶ νῦν τῶν παμφώτων σκηνωμάτων, κληρονόμος γενομένη, Χριστὸν ἐκδυσωπεῖ σκεδᾶσαι, τὴν ζόφωσιν τῆς ῥαστώνης, τῶν αὐτῆς μελῳδούντων πολιτείαν τὴν θεάρεστον.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ἀδελαΐδα, τὴν ἔνθεον Βασίλιδα μέλπω. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ᾈσμένως τιμήσωμεν, Ἀδελαΐδα τὴν ἔμφρονα, Βασίλισσαν πάνσεπτον, δοκιμασθεῖσαν πικρῶς, καὶ μηδέποτε, γογγύσασαν ἀξίως, Ἰὼβ ὡς ὁμόζηλον, πάντες χριστώνυμοι.
Διάκοσμε πάνσεπτε, Ἀδελαΐς πολυτίμητε, Χριστοῦ θείας πίστεως, ὑπομονῆς ἐν δεινοῖς, ὤφθης μέλαθρον, χρυσότευκτον καὶ θρόνος, πτωχῶν ἀντιλήψεως, χρυσοειδέστατος.
Ἐνθέου φρονήματος, τοῦ σοῦ πυρφόροις πυρσεύμασι, καὶ σῆς ταπεινώσεως, καὶ συμπαθείας βολαῖς, κατεφώτισας, Ἀδελαΐς Ἁγία, πιστῶν τὰ συστήματα, σὲ μακαρίζοντα.
Θεοτοκίον.
Λυχνία ὑπέρφωτε, Θεογεννῆτορ ἁγνότητος, καὶ φάρε συνέσεως, τὴν σκοτομήνην παθῶν, ἀποδίωξον, τῶν Σὲ μεγαλυνόντων, ἑκάστοτε Δέσποινα, ὕμνοις καὶ ᾄσμασι.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἀπαύγασμα βίου ἐναρέτου, καὶ κόσμος σεμνῶν Βασιλισσῶν, Ἀδελαΐς παντάνακτι, Κυρίῳ εὐηρέστησας, διαγωγῇ ἀρίστῃ σου, καὶ ἄκρᾳ φιλανθρωπίᾳ σου.
Ἱλέωσαι τὸν Παμβασιλέα, Χριστὸν τοῖς γεραίρουσι λαμπρῶς, τὴν φωτοφόρον μνήμην σου, θεοειδὴς Βασίλισσα, Ἀδελαΐς ἀοίδιμε, ἠθῶν χρηστῶν ἀνακτόριον.
Δυνάμεως θείας ἐμπλησθεῖσα, ἐκ χρόνων νεότητος τῆς σῆς, τὰς θλίψεις καθυπέμεινας, τὰς συνεχεῖς τοῦ βίου σου, Ἀδελαΐς καὶ γέγονας, τῶν ὑπηκόων σου στήριγμα.
Θεοτοκίον.
Ἀξίωσον πάντας Σοὺς ἱκέτας, τυχεῖν Βασιλείας Οὐρανῶν, ἁγνὴ Θεογεννήτρια, τοὺς ὕμνοις Σε γεραίροντας, ὡς ἀπλανῆ ἰθύντειραν, πιστῶν πρὸς ἄληκτον βίωσιν.

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Τὴν βασίλισσαν, Ἀδελαΐδα, τὴν κοσμήσασαν, χρηστοηθείᾳ, σωφροσύνῃ εὐλαβείᾳ καὶ χάριτι, τὴν πολιτείαν αὐτῆς εὐφημήσωμεν, ἐν κατανύξει ψυχῆς ἀνακράζοντες· τὸν παντάνακτα Χριστὸν ἀκλινῶς ἱκέτευε, ὑπὲρ τῶν σὲ τιμώντων μῆτερ πάντιμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητροπάρθενε, Θεοκυῆτορ, παρακλήσεσιν, Ἀδελαΐδος, τῆς ἐνδόξου Βασιλίδος ἀξίωσον, τοὺς ἀνυμνοῦντας πληθὺν θαυμασίων Σου, ἐν οὐρανοῖς θείας ἀγαλλιάσεως, καὶ λαμπρότητος, ἀῤῥήτου τοῦ πόλου δούλους Σου, τοὺς πόθῳ καταφεύγοντας Σῇ χάριτι.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τοῦ Κυρίου τὴν ἀγάπην, καὶ ἑτοίμην ἀντίληψιν, πίστει βαθυτάτῃ, τοὺς μικροὺς υἱούς σου ἐδίδασκες, Ἀδελαΐς μακαρία βάθρον πίστεως, καὶ ἀσάλευτον, ἀγαθωσύνης θεμέλιον.
Ἡ τοῦ θείου Παρακλήτου, χάρις ἐπισκιάσασα, σὲ ἐν τῇ ἀσκήσει, τῆς θεοφιλοῦς βασιλείας σου, ἀνέδειξέ σε πυξίον θείας γνώσεως, καὶ περίλαμπρον, τῶν ἀρετῶν καταφύγιον.
Νέκταρ τῆς φιλανθρωπίας, οἰκτιρμῶν καὶ ἐλέους σου, ἅπασιν ἐκίρνας, ὑπηκόοις σῆς ὁσιότητος, Ἀδελαΐς θεοφόρε ἡ ἡδύνασα, λόγοις θείοις σου, καὶ ἔργοις πᾶσαν ὑφήλιον.
Θεοτοκίον.
Εὐσυμπάθητε Παρθένε, τοὺς νοσοῦντας καὶ κάμνοντας, ῥῦσαι ἀλγηδόνων, καὶ κινδύνων Θεογεννήτρια, Ἀδελαΐδος Ἀνάσσης παρακλήσεσι, τοὺς δοξάζοντας, τὸν παντευλόγητον Τόκον Σου.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Νικήσασα ἔπαρσιν, Θεοφανοῦς τῆς νύμφης σου, σῇ ἀφάτῳ Μῆτερ ταπεινώσει, γέγονας τύπος, Ἀδελαΐς τῶν πιστῶν, πρὸς μίμησιν θείων ἀρετῶν, ἀναβῆναι κλίμακα, τῶν ποθούντων οὐράνιον.
Θεὸς ἐν καρδίᾳ σου, οἰκήσας ἐκ νεότητος, ἤλασεν ἐκ ταύτης πᾶν γεῶδες· διὸ καὶ οἶκον, τὸν σὸν ἐτήρεις χλιδῆς, μακρὰν ταπεινὴ Ἀδελαΐς, ἡ σοφῶς προκρίνασα, πορφυρίδος τριβώνιον.
Ἐξῆλθεν ἡ φήμη σου, τῶν θεαρέστων πράξεων, εἰς βοῤῥὰν καὶ λίβαν καὶ ἑώαν, καὶ νότον μῆτερ, θεόφρον Ἀδελαΐς, Εὐρώπης στεῤῥὰ τῆς γηραιᾶς, νῦν τιμώσης μνήμην σου, τὴν λαμπρὰν καὶ περίδοξον.
Θεοτοκίον.
Ὀμβρίζεις ἀείποτε, τοῖς εὐσεβέσιν Ἄχραντε, πᾶσιν ὑετὸν σωτηριώδη, τοῖς μελῳδοῦσιν, Ἀδελαΐδος σεμνῆς, καμάτους πρὸς κτῆσιν ἀρετῆς, Βασιλίδος Δέσποινα, τῆς φιλούσης τὸν Τόκον Σου.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ναόν Θεοῦ εὐπρεπέστατον, σεμνὴ Ἀδελαΐς τὴν καρδίαν σου, ποιήσας πόνοις σου, συντόνοις ὄντως ἡγίασαι, καὶ ἠξιώθης δόξης, τῆς ὑπὲρ ἔννοιαν.
Βυθοῦ ἐξάρπασε Κύριος, σὲ θλίψεων καὶ πόνων ὁ εὔσπλαγχνος, καὶ ἀνεβίβασεν, εἰς εὐφροσύνης σκηνώματα, Ἀδελαΐς καὶ πόλου, παστάδα πάμφωτον.
Ἀδελαΐς τρισμακάριστε, θεώσεως τὴν τρίβον διώδευσας, δι’ ἐξασκήσεως, βασιλικῶν διακονημάτων σου, καὶ ἀρετῆς σου ἔργον, καὶ συμπαθείας σου.
Θεοτοκίον.
Σοὺς δούλους λύτρωσαι θλίψεων, καὶ πόνων κατωδύνων Μητρόθεε, τοὺς ἀνυμνοῦντάς Σε, καὶ μελῳδοῦντας τὰ σκάμματα, κλεινῆς Ἀδελαΐδος, Ἀνάσσης σώφρονος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν Βασιλίδα τὴν κλεινὴν ἐγκωμιάσωμεν, ἁπαλῶν ὀνύχων Κτίστην ἀγαπήσασαν, καὶ τηρήσασαν τοῦ θείου Εὐαγγελίου εὐλαβῶς, Ἀδελαΐδα τὰ ἐντάλματα, συμπαθείας καὶ συνέσεως ὡς μέλαθρον, πόθῳ κράζοντες· χαίροις Μῆτερ πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελος συμπαθείας καὶ ἀγάπης πρὸς πέλας, σεμνὴ Ἀδελαΐς ἀνεδείχθης· ὅθεν κλέϊσμα Βασιλισσῶν, τῶν εὐσεβοφρόνων οἱ χοροὶ μέλποντες, ὑπομονῆς σου σκάμματα καὶ πίστεως τρανῶς βοῶμεν·
Χαῖρε, ὁ γόνος τῆς Ἑσπερίας·
χαῖρε,  τὸ εὖχος τῆ εὐποιΐας.
Χαῖρε, πειρασμοὺς ἀκλινῶς ὑπομείνασα·
χαῖρε,  ἡ δεσμοὺς ὀλεθρίους μισήσασα.
Χαῖρε, μέλαθρον σεμνότητος καὶ ἀμέμπτου ἀγωγῆς·
χαῖρε,  βάθρον ταπεινώσεως καὶ εὐχῆς καρδιακῆς.
Χαῖρε, χρηστοηθείας πολυτίμητον σκεῦος·
χαῖρε,  τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.
Χαῖρε, βαλβὶς καμνόντων στηρίξεως·
χαῖρε,  πυξὶς Χριστοῦ ἀγαπήσεως.
Χαῖρε, στεῤῥῶς ὑπομείνασα θλῖψιν·
χαῖρε,  σοφῶς ἡ κλεΐσασα πίστιν.
Χαίροις, Μῆτερ πανεύφημε.

Συναξάριον.
Τῇ ΙΣΤ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Ἀδελαΐδος, Βασιλίσσης ἐν Γερμανίᾳ.
Στίχοι·
Πολλὰ παθοῦσα Ἀδελαίς, ἐν βίῳ,
Πολλῶν χαρίτων ἠξιώθης ἐν πόλῳ.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἴον ἥδιστον, Χριστοῦ τῆς ἀγαπήσεως πιστοὺς κατηύφρανας, ὀδμαῖς τῆς σῆς ἀγωγῆς, καὶ τῆς πολιτείας σου, κλυτὴ τῆς ἔμφρονος, θεοδόξαστε, Ἀδελαΐς ὡράϊσμα, ἐναρέτων Βασιλίδων.
Λόγον τίμιον, ἐν στόματί σου ἔχουσα ἀεὶ Βασίλισσα, Ἀδελαΐς τοὺς χορούς, πιστῶν ὑπηκόων σου, θεόφρον ηὔφρανες, καὶ ἐδίδασκες, Εὐαγγελίου ἅπασι, τὰς τρυφὰς τὰς σωτηρίους.
Ἱκετεύομεν, Ἀδελαΐς θεόφιλε σὲ τὰ συστήματα, τῶν Ὀρθοδόξων πιστῶν, πρεσβείαις σου λύτρωσαι, ἡμᾶς κακώσεως, πάσης θλίψεως, ἀνάγκης καὶ στενώσεως, κατωδύνου ἐν τῷ βίῳ.
Θεοτοκίον.
Δὸς τοῖς δούλοις Σου, ἰσχὺν τροπῶσαι δράκοντα τὸν πολυμήχανον, Ἀδελαΐδος λιταῖς, παντάνασσα Δέσποινα, ἰσχὺς καὶ στήριγμα, ἀδιάσειστον, πιστῶν ἐν περιστάσεσι, καὶ ἀνάγκαις Θεοτόκε.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἄγγελος ἐπώφθης σαρκοφόρος, καὶ ἄνθρωπος ἰσουράνιος Βασίλισσα· ὅθεν πάντες σέβοντες, τὴν φωσφόρον μνήμην σου, ὑμνοῦμέν σου τὰ σκάμματα, πρὸς ἐπικράτησιν, δικαίου ἐν τῷ σῷ βασιλείῳ, ἀξιοκρατίας, καὶ γνώσεως τῆς θείας.
Μέμνησο τῶν πίστει τε καὶ πόθῳ, ὑμνούντων Ἀδελαΐς τὴν θείαν μνήμην σου, καὶ ᾠδαῖς εὐσχήμοσι, μελῳδούντων πόνους σου, ὑπομονῆς Βασίλισσα, ἐν βίου θλίψεσι, δι’ ὧν κατεκοσμήθης πλουσίως, καὶ ἐδοκιμάσθης.
Ἔμψυχος εἰκὼν Θεοῦ τοῦ ζῶντος, καὶ πάσης ῥαδιουργίας καὶ αἱρέσεως, καὶ πλεκτάνης πέφηνας, θαυμαστῶς ὀλέτηρα, Ἀδελαΐς πανένδοξε· διὸ ὡς χάριτος, τοῦ θείου ἀρωγὸν Παρακλήτου, καὶ ἀγαθωσύνης, σὲ ἀνυμνοῦμεν στήλην.
Θεοτοκίον.
Λάμψον τοῖς Σοῖς δούλοις Θεοτόκε, τὸ φῶς τοῦ Μονογενοῦς Σου τὸ ἀπρόσιτον, ἐν σκιᾷ τοῖς στένουσι, κατωδύνων θλίψεων, καὶ πόνων Μητροπάρθενε, ὡς ἂν γεραίρομεν, ἐκθύμω Σε εἰς πάντας αἰῶνας, καὶ δοξολογοῦμεν, τὸν πάνσεπτον Σου Τόκον.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Πέμψον δαψιλῶς, ἐξ ὕψους εὐκλείας σου, τοῖς ἀνυμνοῦσί σε, χάριν τὴν οὐράνιον, καὶ σοῦ Νυμφίου, καὶ Παντοκράτορος, ἰσχὺν χαρὰν καὶ δύναμιν, ἀειμακάριστε, εὐσεβείας ῥεῖθρον καὶ κυάθιον, σῶφρον Ἀδελαΐς ἀγαθότητος.
Ὡς Βασιλισσῶν, ἐνθέων ἀπαύγασμα, καὶ φέγγος ἄῤῥητον, πολιτείας κρείττονος, σὲ ἀνυμνοῦμεν, λαμπρῶς ἀείποτε, καὶ πόθῳ ἐκδεχόμεθα, τὰς ἱκεσίαις σου, πρὸς τὸν μόνον, τοὺς βροτοὺς δυνάμενον, σώζειν Ἀδελαΐς πανσεβάσμιε.
Χαῖρε ἀνασσῶν, ἁπάντων θησαύρισμα, καὶ σεμνολόγημα, τῶν ποθούντων θέωσιν, καὶ ἐφαπλούντων, εἰρήνην ἅπασι, τοῦ εἰρηνάρχου Κτίσαντος,καὶ Παντοκράτορος, Οὗ τὴν δόξαν, ἐπὶ γῆς ἐτράνωσας, πάνυ Ἀδελαΐς τοῖς σοῖς πράξεσι.
Θεοτοκίον.
Μῆτερ ἀγαθή, τοῦ πάντων δεσπόζοντος, περάτων κτίσεως, Θεοτόκε ἄχραντε, Ἀδελαΐδος, σεπταῖς ἐντεύξεσιν, ἐλέησον Σοὺς πρόσφυγας, τοὺς μεγαλύνοντας, θαυμασίων, τὴν πληθύν Σου Δέσποινα, χριστωνύμων ἁπάντων διάσωσμα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὑπομονῆς ἀρχέτυπον, ἐν συμφοραῖς καὶ θλίψεσι, καὶ τῶν ἠθῶν τῶν ἀρίστων, σφραγίδα σε ἀνυμνοῦμεν, Ἀδελαΐς πανθαύμαστε, τῆς Γερμανίας Ἄνασσα· διὸ τὴν θείαν μνήμην σου, φωναῖς ὁσίαις τιμῶμεν, οἱ εὐσεβεῖς κατὰ χρέος.
Θεοτοκίον.
Ἡ κλῖμαξ ἡ ἀνάγουσα, ἐκ τῆς φθορᾶς πρὸς ἄφθιτον, ζωὴν μερόπων τὸ γένος, Θεογεννῆτορ Μαρία, ἀνύψωσον Σοὺς πρόσφυγας, ἐκ τοῦ βοθύνου θλίψεων, πρὸς τὰς ἐπάλξεις Δέσποινα, τῆς ἐν Χριστῷ εὐφοσύνης, καὶ χαρμονῆς τῆς ἀλήκτου.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Κλέος ἀνασσῶν περίβλεπτον, Ὁσία Ἀδελαΐς, σωφροσύνης ἀρχέτυπον, εὐποιΐας πρόβολε, καὶ ἀγγεῖον σεμνότητος· ἀμέμπτῳ βίῳ ἡ διαπρέψασα, καὶ βασιλείας, σοφῶς κρατήσασα, Μῆτερ τοὺς οἴακας, ὡς εὐαρεστήσασα σῇ ἀρωγῇ, δήμους ὑπηκόων σου, ὄντως δεδόξασαι.
Χαῖρε θεαυγὴς βασίλισσα, Ἀδελαΐς ἐκλεκτή, ἡ ἐκ χρόνων νεότητος, συμφορῶν καὶ θλίψεων, ὡς ἀδάμας στεῤῥότατος, πληθὺν ἐν πίστει, καθυπομείνασα, βεβαίᾳ· ὅθεν, πιστῶν οἱ σύλλογοι, σὲ μεγαλύνοντες, τὴν ἁγίαν μνήμην σου πανευλαβῶς, πάντες ἑορτάζομεν, ᾠδαῖς εὐσχήμοσι.
Ὅλῃ τῆς ψυχῆς ἐφέσει σου, ἐπιποθοῦσα Χριστόν, ἐκ νεότητος χρόνων σου, μετὰ τὴν τῶν τέκνων σου, καὶ συζύγου σου κοίμησιν, τῆς βασιλείας, τερπνὰ κατέλιπες, καὶ μοναζόντων, ὁδοὺς ἐβάδισας· ὅθεν κατήντησας, ἀρετῆς εἰς ἄῤῥητον, Ἀδελαΐς, ὕψος ὃ ἐθαύμασαν, Ἀγγέλων τάγματα.
Νύμφη τοῦ Χριστοῦ περίδοξε, Ἀδελαΐς τοῦ Ἰώβ, ἀνεδείχθης ὁμόζηλος, τῶν παθῶν καὶ ἤνυσας, συμφορῶν μέγα στάδιον, ψυχῆς ἀνδρείᾳ, καὶ γενναιότητι, καὶ θείᾳ πίστει, καὶ καρτερότητι· ὅθεν τιμῶντές σε, ἀκλινῶς αἰτούμεθα, τὰς σὰς λιτάς, ἵνα ὑπομείνωμεν, πάθη ὡς ἄκμονες.
Δόξα. Ἦχος πλ. α΄.
Τὴν ἀξιέραστον ἀσκήτριαν Βασίλισσαν, καὶ λίκνον ὑπομονῆς καὶ ταπεινώσεως, Ἀδελαΐδα τὴν πάνσεπτον μακαρίσωμεν. Αὕτη γὰρ εἰς ὕψος ἀρθεῖσα κοσμικῆς δόξης, ταπεινῶς τὴν ψυχὴν πρὸς τὰς ἐπάλξεις τοῦ οὐρανοῦ ἀνέτεινε, καὶ Χριστὸν ἐδοξολόγει καὶ ἐν χαραῖς καὶ ἐν θλίψεσιν· ὅθεν εὐκλείας τυχοῦσα θείας, τῆς τρυφῆς τοῦ Ξύλου τῆς Ζωῆς ἀπολαύει, καὶ ἀσιγήτως πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτῆς τὴν μνήμην τῆν πάνσεπτον.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου την νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην άνυμνήσωμεν λέγοντες· χαῖρε Κεχαριτωμένη, μετὰ Σοῦ ὁ Κύριος, καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν ὁσίων Βασιλισσῶν, καύχημα τὸ μέγα, θεοφόρε Ἀδελαΐς· χαίροις συμπαθείας, ὑπομονῆς ἀφάτου, ἐν θλίψεσι καὶ πόνοις, βάθρον ἀσάλευτον.

 

 

 

Τρίτη, 28 Μαρτίου 2017

Ἀκολουθία Ἁγίου ΑΘΑΝΑΣΙΟΥ Ἐπισκόπου Μεθώνης

Ψαλλομένη τῇ 10η Δεκεμβρίου
 
Ποίημα Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου,
ἀρχιμ. Νικοδήμου Ἀεράκη
καί ἀγνώστου παλαιοῦ Ὑμνογράφου
 
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.
Τὸν Ἀθανάσιον ὕμνοις σεπτῶς τιμήσωμεν, Μεθώνης τὸν ποιμένα, καὶ πιστῶν τὸν προστάτην, στῦλον Ἐκκλησίας, καὶ ἀρετῆς, θεοτίμητον ἄγαλμα, τῆς ἡσυχίας τὸν ἔνδοξον ἐραστήν, Ἐπισκόπων ἐγκαλλώπισμα.
Τὸν φρυκτωρὸν τῆς Μεθώνης ἀνευφημήσωμεν, Ἀθανάσιον θεῖον, τὸν λαμπρὸν Ἱεράρχην, πρότυπον τῆς πίστεως, καὶ φρουρόν, ἀντιδίκου πολέμιον, ἀληθειῶν Ἐκκλησίας μυσταγωγόν, Ὀρθοδόξων τὸ προπύργιον.
Ἀθανασίας ἐπώνυμον ἀνυμνήσωμεν, Ἀθανάσιον μύστην, ἀθανάτου τε δόξης, μέτοχον καὶ κλέος, τοῦ οὐρανοῦ, Ἐπισκόπων ἀγλάϊσμα τῆς εὐσεβείας ὑπέρμαχον ἀθλητήν, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.
Τὸν τῆς Μεθώνης Ἐπίσκοπον καταστέψωμεν, Ἀθανάσιον ὕμνοις, καὶ ἀνθέων στεφάνοις· οὗτος γὰρ ἐποίμανεν εὐσεβῶς, ἐκλογάδα τὴν ἔμφρονα, διά τε λόγων καὶ ἤθους θεοπρεποῦς, καὶ τὸ ποίμνιον ἐστήριξεν.
Δόξα. Ἦχος β'.
Σήμερον τῶν φιλεόρτων ἡ σεπτὴ χορεία, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὸν ἔνθεον φρυκτωρὸν τῆς Μεθώνης, τὸν ἐν ἀθανασίᾳ Ἀθανάσιον, ἑορταστικῶς ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὁσιακῶς ἐνασκηθείς, τοὺς τῆς Μεθώνης Ἐκκλησίας οἴακας ἐδέξατο, καὶ εἰς νομὰς σωτηρίους τὸ ποίμνιον ὡδήγησεν. Λιταῖς αὐτοῦ Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὸν ἀρετῆς, πανένδοξον ποιμένα, Μεθώνης τὸν προστάτην, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον Ἀθανάσιον.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίρει ὁ οὐρανός, ἐν κόλποις νῦν κατέχων, Μεθώνης Ἱεράρχην, τὸν τῆς ἀθανασίας, ἐπώνυμον καὶ μέτοχον.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ὕμνοις τε καὶ ᾠδαῖς, Ἐπίσκοπον Μεθώνης, τιμήσωμεν ἐνθέως, δοξάσαντα ἐν ἔργοις Τριάδος θεῖον ὄνομα.
Δόξα. Τριαδικόν. Ὅμοιον.
Μόνε Δημιουργέ τῆς κτίσεως ἁπάσης Πάτερ, Υἱὲ καὶ Πνεῦμα, περίσῳζε καὶ σκέπε, τοὺς πίστει Σοι λατρεύοντας.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, γεννήσασα τὸν Κτίστην, ἱκέτευε τοῦ σῶσαι, τοὺς πίστει ἀνυμνοῦντας, τὸ θεῖον Αὐτοῦ ὄνομα.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Κανόνα πίστεως. Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου.
Χριστὸν τὸν Κύριον, ἱερὲ Ἀθανάσιε, ἀγαπήσας ἐλάτρευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ τῷ κόσμῳ ἐδίδαξας, πίστιν Αὐτῷ ἐκτρέφειν, ἁγιότητος κλῆσιν, ζῆν δὲ δεικνύεις πᾶσι κατ’ εἰκόνα Ἐκείνου. Διὸ ταῖς σαῖς πρεσβείαις ἡμῖν Αὐτὸν καθικέτευε.
Δόξα. Ἕτερον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Ἀθανάσιον ὕμνοις, ἀνευφημήσωμεν, τὸν Μεθώνης προστάτην καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν ἐραστήν, καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς Ἐπισκόπου τῶν πιστῶν, καὶ χάριτος τῶν θαυμάτων· ἱκετεύει δὲ τῷ Κυρίῳ, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε, ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα εν σαρκὶ τὸν Ποιητήν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπης, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον Σου.
Ἀπόλυσις.
 
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’, δευτεροῦντες αὐτά. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρου εἰς ὀσμὴν τοῦ νοητοῦ, τοῦ ἐκκενωθέντος ἀφάτῳ, πλούτῳ χρηστότητος, χαίρων Ἀθανάσιε συντόνως ἔδραμες, καὶ πλησθεὶς θείας χάριτος, ἡδύπνοον σκεῦος, ὅλος ἐχρημάτισας, τὴν εὐωδίαν Χριστοῦ, πᾶσιν Ἱεράρχα προχέων· ὅθεν καὶ ἡ θεία σου λάρναξ, μύρα ἰαμάτων βλύζει πάντοτε.
Δεῦτε φιλεόρτων ὁ χορός, συγκροτησαμένων χορείαν, πνευματοκίνητον, ὕμνοις εὐφημήσωμεν, καὶ μελῳδήμασι, τὸν σοφὸν Ἀθανάσιον, τὸν ἱερομύστην, Ἄγγελον ἐπίγειον, βροτὸν οὐράνιον, κόσμον μοναστῶν, Ἱερέων καύχημα τερπνὸν δεδειγμένον, τὸ τῶν Μεθωνέων ἐγκαλλώπισμα.
Δεῦρο οὐρανόθεν καταπτάς, πάρεσο μακάριε πάτερ, συμπανηγύριζε, τοῖς ἐπιτελοῦσί σου, τὴν ἱερὰν ἑορτήν, τοῦ χοροῦ προηγούμενος, τῶν σῶν ὑμνηπόλων, καὶ ἀνακρουόμενος, τὸ ὑμνητήριον μέλος, καὶ τὴν ἄφθονον χάριν, σοί τὴν ἐκ Θεοῦ δεδομένην, ἀγαθοπρεπῶς μεταβιβάζων ἡμῖν.
Δόξα. Ἦχος πλ. β'.
Δίκαιος ὡς φοῖνιξ ἀνθῶν, ψαλμικῶς καρπὸν, ὡραῖον τῶν ἀρετῶν, φέρων τε καλὸν ὡράθης, Ἀθανάσιε πατὴρ ἡμῶν, τῶν σῶν δέ φύλλων, ἡ φρουροῦσα θεία χάρις, ὄντως οὐκ ἀπεῤῥύη· ὑφ’ ἧς κατευθυνόμενος εὐωδῶς διανύεις πάντα σου τὸν βίον ἐν ᾧ μοναζόντων σύστημα ἐῤῥύθμισας, περιουσίου καθηγήσω θείου λαοῦ, καὶ πρὸς τὴν γῆν τὴν ἐπηγγελμένην, πρᾳέσι πάντας καθωδήγησας, εἰς Χριστοῦ βασιλείαν, μισθὸν τῶν πόνων ἀπείληφας· ἐν ᾗ μὴ ἐλλίπῃς μνημονεύων ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι' 7 καί  γ' 13).
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι' 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ· οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ' 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α'.
Ἀθανάσιον τὸν τῆς Μεθώνης πανένδοξον ῾Ιεράρχην, πανηγυρικῶς καὶ πνευματικῶς, ἡ τῶν Ὀρθοδόξων ὁμήγυρις, ἐν ἐγκωμίων ἄνθεσι καταστέψωμεν, βοῶντες ἐνθεαστικῶς πρὸς αὐτόν· χαίροις, ὁ τῆς ἀρετῆς μανικὸς ἐραστής, καὶ τῆς εὐλαβείας θεοτίμητος διδάσκαλος· χαίροις, ὁ τῆς ἀθανασίας κάτοχος, καὶ ὁ τῶν ἀῤῥήτων ἐν οὐρανοῖς ἀγαθῶν μέτοχος. Ὡς σαββατίζων ἐν τῇ ἄνω Σιών, ἀδιαλείπτως πρέσβευε Ἅγιε τῷ αἰωνίῳ Τριαδικῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β'.
Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὸν τῆς Μεθώνης θεοδώρητον Ἐπίσκοπον Ἀθανάσιον, ἐνθεαστικοῖς ὕμνοις ἀνευφημήσωμεν λέγοντες· χαῖρε ἀσκητὰ Ἱεράρχα, τῇ προσευχῇ προσεδρεύων, καὶ τῇ ἀσκήσει τελειούμενος· χαῖρε τὸ τῆς ἁγιότητος δοχεῖον, τὸ ἀναβλύζον τοῖς πιστοῖς, τὸ τῆς τελειότητος πανευῶδες ἄρωμα· χαῖρε ὁ τῆς Ἐκκλησίας στολισμός, καὶ τῶν πιστῶν ἐν πνεύματι ἀπλανὴς ὁδηγός. Εὐλαβῶς σε καθικετεύομεν, τῆς ἀθανασίας μέτοχε, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.
Ἕτερον. Ἦχος β΄.
Κατέλιπες τὰ ἐν κόσμῳ, καὶ τῷ Χριστῷ ἠκολούθησας ἐκ νεότητος, Ὅσιε, ὑποταξάμενος πᾶσι τοῖς μένουσι, καὶ συνταξάμενος πᾶσι τοῖς μέλλουσι· πάτερ Ἀθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ'.
Τὸν τῆς Ἀθανασίας ἐπώνυμον, κλέος τῆς Μεθώνης Ἀθανάσιον, πανευφροσύνως πιστοὶ τιμήσωμεν. Οὖτος γὰρ ἐν ἀγρυπνίᾳ, νηστείᾳ τε καὶ προσευχῇ, τῇ τῆς ἀσκήσεως ἀκολουθήσας τρίβῳ, τῆς τοῦ ἁγιασμοῦ καὶ τελειότητος χάριτος κατηξιώθη. Διὸ Πνεύματι Ἁγίῳ ποιμὴν καὶ διδάσκαλος τῆς ἐν Μεθώνῃ Ἐκκλησίας ἐπαξίως κατέστη. Ὅθεν καὶ ἡμεῖς θεοπρεπῶς, τὴν αὐτοῦ ὑπερήδιστον χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν καὶ ἐν ἁγιασμῷ τελείωσιν.
Ἦχος δ'.
Ἐν πνευματικῇ ἀγαλλιάσει, τὸν τῆς Μεθώνης ἔνδοξον Ἱεράρχην Ἀθανάσιον, ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸ σῶμα ὑποπιάσας καὶ δουλαγωγῶν, καὶ ἀδιαλείπτως τὸν καλὸν τῆς ἀρετῆς ἀγῶνα ἀγωνιζόμενος, τὴν τῆς ἁγιότητος κλίμακα ἀνῆλθε, καὶ τὴν κορυφὴν τῆς ἁγιότητος, τὸν ἀθεώρητον Κύριον, χάριτι Αὐτοῦ θεωρῶν, καὶ ὑπ’ Αὐτοῦ ἀεὶ δυναμούμενος, ἱεροπρεπῶς καὶ ἁγιοπατερικῶς, τὴν Τούτου ἐκλογάδα ἐποίμανε. Διὸ πιστοὶ οἱ τὴν λύτρωσιν ποθοῦντες, ἐν ταπεινώσει τὸν ἡγιασμένον Ἱεράρχην καθικετεύσωμεν, πρεσβεύειν ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α'.
Δεῦτε χριστοφόροι λαοί, λόγοις καὶ ἐγκωμίοις, τὸν τῆς Μεθώνης Ποιμένα ἱεροπρεπῆ Ἀθανάσιον, ἐνθεαστικοῖς ὕμνοις τιμήσωμεν λέγοντες· χαίροις ὁ τῆς ἀθανασίας ἐπώνυμος καὶ μέτοχος, ὁ ἐν οὐρανίοις δώμασι, μετὰ τῶν ἡγιασμένων ἀεὶ ἀναπαυόμενος· χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής τε καὶ μιμητής, τῶν πιστῶν δὲ θεοδώρητος τῆς πίστεως καὶ τῆς ἀρετῆς ὁδηγός. Πρέσβευε ἐκτενῶς, σοῦ δεόμεθα, ἀθάνατε Ἀθανάσιε, τῷ θεανθρώπῳ Χριστῷ, ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
 
Εἰς τὸν Στίχον, Προσόμοια. Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου. ῏Ηχος δ'. ῎Εδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, τῷ ταπεινῷ σου θεράποντι, ἁγιότητος χάρισμα, φωτίσματι θείῳ σου, καὶ πολλοῖς ἀγῶσι, βίου πολιτείαν, διαδραμόντι εὐλαβῶς, καὶ τῷ ναῷ σου φοιτῶντι πάντοτε· ὅθεν εὐηρέστησε, καὶ εἰς ζωὴν τὴν αἰώνιον, ἐπορεύθη ὁ δοῦλός σου, ἱερὸς Ἀθανάσιος.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καἱ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Κόποις καὶ παλαίσμασι, πολιτευθεὶς ὁ θεσπέσιος, τῷ Χριστῷ εὐηρέστησε, σεπτὸς Ἀθανάσιος, καὶ ἀθανασίᾳ, τοῦ Παραδείσου ἀφορῶν, κατηξιώθη αὐτῆς ὡς ἔνζηλος· διὸ αὐτὸν γεραίρομεν, καὶ ἐν ᾠδαῖς μακαρίζομεν, ὡς ἡμέτερον πρόμαχον, καὶ Ἐπίσκοπον ἔνδοξον.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Θώρακα τῆς πίστεως, ὁ ἱερὸς ἐνδυσάμενος, τῆς Μεθώνης ἀγλάϊσμα, σεπτὸς Ἀθανάσιος, ὡς ἱεροφάντωρ. Χαίρων δ’ ἐν Κυρίῳ, οὐρανομύστης γεγονώς, τοῖς οὐρανίοις Αὐτοῦ καλέσμασιν, ἡμᾶς προσαναβαίνοντας, καλεῖ εἰς θείαν συνέντευξιν, καὶ ζωὴν τὴν αἰώνιον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Σήμερον τὸν τῆς ἀθανασίας ἐπώνυμον, καὶ τὸν τῆς Μεθώνης μέγαν Ἱεράρχην ἀθάνατον Ἀθανάσιον, ἐν ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν λέγοντες· χαίροις, τῆς ἐν ἡσυχίᾳ ἀρετῆς, καὶ τῆς καρπογόνου ἀσκήσεως, πανθαύμαστε ἐραστά· χαίροις, τῆς ἐν Μεθώνῃ Ἐκκλησίας θεόσοφε Πρόεδρε και τῆς λογικῆς ποίμνης τοῦ Χριστοῦ, ἀξιάγαστε διδάσκαλε· χαίροις τῶν Ἁγίων ἰσοστάσιε, καὶ τῶν Πατέρων ὁμότροπε. Ὡς ἐν Παραδείσῳ οἰκῶν, καὶ πρὸς Χριστὸν τὸν Θεόν παῤῥησίαν ἔχων, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ. Κανόνα πίστεως. Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου.
Χριστὸν τὸν Κύριον, ἱερὲ Ἀθανάσιε, ἀγαπήσας ἐλάτρευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ τῷ κόσμῳ ἐδίδαξας, πίστιν Αὐτῷ ἐκτρέφειν, ἁγιότητος κλῆσιν, ζῆν δὲ δεικνύεις πᾶσι κατ’εἰκόνα Ἐκείνου. Διὸ ταῖς σαῖς πρεσβείαις ἡμῖν Αὐτὸν καθικέτευε.
Δόξα. Ἕτερον. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Ἀθανάσιον ὕμνοις, ἀνευφημήσωμεν, τὸν Μεθώνης προστάτην καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν ἐραστήν, καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς, Ἐπισκόπου τῶν πιστῶν, καὶ χάριτος τῶν θαυμάτων· ἱκετεύει δὲ τῷ Κυρίῳ, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε, ἀχείμαστε λιμήν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ, τὸν ποιητήν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
 
Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἁγιότητος ἄνθος, καρπὸν ἀσκήσεως, τῆς προσευχῆς εὐωδίαν καὶ τῆς νηστείας βλαστόν, ἀνυμνήσωμεν λαμπρῶς τὸν Ἀθανάσιον, μέγαν Μεθώνης φρυκτωρόν, καὶ πιστῶν μυσταγωγόν, διδάσκαλον ἀληθείας, ἐπαξίως δὲ εἰληφότα, τὸ θεῖον στέφος ἐκ χειρὸς τοῦ Χριστοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχοντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν πΠητήν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
 
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.
Μεθώνης φρυκτωρόν, ἁγιότητος τύπον, πιστῶν ὑπογραμμόν, Ἐπισκόπων τὸ κλέος, σεπτὸν Ἀθανάσιον, ἐπαξίως τιμήσωμεν, τὸν στηρίξαντα, τῶν Ὀρθοδόξων τὰ πλήθη, καὶ κοσμήσαντα, Σιὼν τὴν ἄνω ὡς δοῦλος, Χριστοῦ καὶ ὁμοίωμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.
 
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Τῆς Μεθώνης ὁ Ποιμήν, Χριστιανῶν δὲ φωτιστής, ἀρετῆς ὁ ὁδηγός καὶ Ἐκκλησίας ὁ Ποιμήν, εἰς ἑορτὴν καὶ πανήγυριν εὐφροσύνης, πάντας τοὺς πιστοὺς συνεκάλεσε, δεῦτε οὖν λαμπρῶς ἑορτάσωμεν, καὶ γεγηθότες ψάλωμεν ἐνθέως, τὰ ἐπινίκια λέγοντες· τῶν μοναζόντων, τιμὴ καὶ δόξα, Ἀθανάσιε χαῖρε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
 
Οἱ Ἀναβαθμοί· τὸ α' Ἀντίφωνον τοῦ δ΄ Ἦχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην (τό τοῦ Ὄρθρου τῆς ΙΓ' Νοεμβρίου· Ἰωάν. ι' 1-10).
Ὁ Ν' Ψαλμός.
Δόξα. Ταῖς τοῦ ῾Ιεράρχου…  
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἡ τῶν θριαμβευόντων ἐν οὐρανοῖς Ἐκκλησία, τὸν τῆς Μεθώνης Ἱεράρχην ἔνδοξον Ἀθανάσιον, ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει πνευματικῇ ὑποδεχθεῖσα, τῷ ἐσφαγμένῳ Ἀρνίῳ ἐνθέως λέγει· τόν Σὲ δοξάσαντα Κύριε δόξασον· τὸν Σὲ τιμήσαντα τίμησον· τὸν ἐπαξίως φέροντα τὸ τῆς ἀθανασίας ὄνομα, ἐν τῇ αἰωνίᾳ ζωῇ Σὺ ἀντιδόξασον. Πρεσβείαις Κύριε τοῦ Ἁγίου Σου, σῶσον τοὺς ἐν τῇ στρατευομένῃ Σου Ἐκκλησίᾳ, τιμῶντας τὴν μνήμην αὐτοῦ.
 
Οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Τόν δεύτερον σοι Πάτερ ὕμνον προσφέρω. 
ᾨδὴ α'. ῏Ηχος β΄. Δεῦτε λαοί.
Τῷ τριφεγγεῖ, τῆς ἀρχιφώτου θεότητος, πρῶτος φωτὶ πυρσούμενος, τὸν νοῦν μου φώτισον, Ἀθανάσιε πάτερ, φωτὶ δευτεροδότῳ, τοῦ ἀνυμνῆσαί σε.
Θαυμαστὸς, ἐν τοῖς Ἁγίοις Σου Κύριε, ὁ θαυμαστώσας χάρισι, τὸν Ἀθανάσιον, ταῖς ὄντως θεοσδότοις, κἀμοὶ τὰ Σὰ ἐλέη, Σῶτερ, θαυμάστωσον.
Νέος ἡμῖν, τρυφῆς Παράδεισος ἤνοικται, τὸ μύρον προβαλλόμενος, φύσιν ἀείζωον, τοῦ Ὁσίου ὁ τάφος· δρεψώμεθα καὶ πόθῳ, κατατρυφήσωμεν.
Θεοτοκίον.
Δαβιτικῆς, ῥάβδος ἐκ ῥίζης βλαστήσασα, τὸν Φυτουργὸν τῆς κτίσεως, ἐκαρποφόρησας, Θεοτόκε Παρθένε, φυτὰ τῆς ἁμαρτίας, ἀποξηράνασα.
 
ᾨδὴ γ'. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ἐν πέτρᾳ τῇ τῆς πίστεως σὺ τὰς βάσεις, πηξάμενος, παμμάκαρ οὐκ ἀπετράπης, προσπνεύσεσι ποικίλαις τῶν τῆς κακίας, πνευμάτων Ὅσιε, Χριστῷ δὲ ἔψαλλες, ὡς οὐκ ἔστι δίκαιος πλήν Σου Κύριε.
Ὑπῆλθες Ἀθανάσιε τοῦ Κυρίου, ζυγὸν τὸν ἐλαφρότατον ἀποῤῥίψας, τὸν κόσμον καὶ τοῦ κόσμου τερπνὰ καὶ χαίρων, δρόμον διήνυσας, τὸν τῆς ἀσκήσεως, καὶ πρὸς νύσσαν ἔφθασας τὴν οὐράνιον.
Τὸν πλοῦτον τὸν οὐράνιον χαρισμάτων, ἰδὼν ὁ Ποιμενάρχης καθηγητήν σε, προβάλλεται συστήματος μονοτρόπου, οὓς κατεπλούτισας, ταῖς μεταδόσεσι, τῶν ἐμπράκτων Ὅσιε διδαγμάτων σου.
Θεοτοκίον.
Ἐγέννησας Ἀνύμφευτε τὸν προόντα, ἐβάστασας ἀγκάλαις τὸν συνοχέα, τῶν ὅλων ἐγαλούχησας τὸν τροφέα· πάντα παράδοξα, τὰ Σὰ μυστήρια, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν Σου Δέσποινα.
 
Κάθισμα. Ἦχος πλ. α'. Τόν   συνάναρχον Λόγον.
Τὸ Μεθώνης καλλώπισμα καὶ στερέωμα, τῶν Ἱερέων τὸ ἔνθεον σεμνολόγημα, τὸν Ἱεράρχην ὑμνήσωμεν Ἀθανάσιον, ἐκβοῶντες θερμῶς καὶ ἀνακράζοντες, πρὸς τὸν ὕψιστον Κύριον· θαυμαστὸς εἶ ὁ Θεός, ὁ ἐν θαύμασι θαυμαστῶν τοὺς Ἁγίους Σου.
Δόξα. Ἕτερον. Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Λαμπρῶς εὐφημήσωμεν, ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν, Ποιμένα θεοσεβῆ, Μεθώνης τὸν Πρόεδρον· οὗτος γὰρ θεαρέστως, ἀσκηθεὶς ἐν ἐρήμῳ, ἄσκησιν καὶ νηστείαν, διὰ βίου κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός· ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ Τόκῳ Σου Ἄχραντε· ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ· στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων· Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
 
ᾨδὴ δ'. Τὴν ἐκ Παρθένου.
Ῥήμασι θείοις τρεφόμενος, τῇ τροφῇ τῶν Ἀγγέλων, τὴν ἰσάγγελον ἐν γῇ σὺ πολιτείαν κατώρθωσας, ὅσιε Πάτερ· ὅθεν καὶ προκόπτων ἀπὸ δόξης εἰς δόξαν, μέγας ὄντως ἐπεκλήθης θαυμαστῶς.
Ὁ τῆς ἀσκήσεως ἄριστος, καὶ εὐθύτητος γνώμων, τῶν Ὁσίων ἡ κρηπίς, τῶν Ἱερέων τὸ καύχημα καὶ Διδασκάλων, πάντων ἡ σεμνότης, τῶν θαυμάτων ἡ βρύσις, ἀνυμνείσθω Ἀθανάσιος ᾠδαῖς.
Νεανικοῖς ἀγωνίσμασι, καὶ συντόνῳ τῷ πόθῳ, καὶ ἀκμαίᾳ τῇ σπουδῆ, δι’ οὗ γὰρ ἐπειγόμενος πρὸς τὸ βραβεῖον, κλήσεως τῆς ἄνω οὐ διέλιπες Πάτερ, ἕως τούτου ἠξιώθης ἀληθῶς.
Θεοτοκίον.
Σὺ τῶν πεσόντων ἀνάστασις, Σὺ τῶν κατεῤῥαγμένων, ἡ ἀνόρθωσις Ἁγνή, Σὺ τῆς κατάρας, ἡ λύτρωσις τῆς ἀρχεγόνου, Σὺ τῆς εὐλογίας ἡ ἀντίδοσις Κόρη· Σὲ ὑμνοῦμεν καταχρέως οἱ πιστοί.
 
ᾨδὴ ε'. Ὁ τοῦ φωτός.
Ὁ τῶν δικαίων ἐχθρός, ὥσπερ τὸ πρὶν κατὰ Χριστοῦ ἤθροισε, τὸ πονηρόν, συνέδριον, μάκαρ, οὕτω σοι δυσμενεῖς, τοὺς παρανομοῦντας ἐχθροὺς ἐπανέστησεν.
Ἰταμωτάτῃ φρενί, γλῶσσαν καὶ χεῖρα κατὰ σοῦ Ὅσιε, ἡ παντουργός, κακῶς κινηθέντας, ἐπέδησε δίκη, θεράποντα Ὅσιε, σαφῶς τε κηρύττοντα.
Πιστὸς καὶ φρόνιμος, τῆς διδομένης σοι σοφὲ χάριτος, ἀναφανείς, Χριστοῦ οἰκονόμος, πλειόνων παρ’ Αὐτοῦ, θείων χαρισμάτων κατέστης ἀνάπλεως.
Θεοτοκίον.
Ἁγία Δέσποινα, ἡ τὸν Πανάγιον Θεὸν τέξασα, σωματικῶς ἡμῖν ὁμιλῆσαι, θελήσαντα ἐκ Σοῦ, τούς Σὲ ἀνυμνοῦντας πιστῶς καθαγίασον.
 
ᾨδὴ ς'. Πρὸς Κύριον ἐκ κήτους.
Τοῖς ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Δεσπότου σου, τοῦ ταπεινώσαντος ἑαυτόν, πλούτῳ χρηστότητος, ἐν ὕψει ἀρετῶν, ἐσχάτην ταπείνωσιν κατορθῶν, ἀνυψώθης θείᾳ χάριτι.
Ἐζήλωσας ὡς πάλαι Φινεὲς ἐνδικώτατα, καὶ τὸν νομίσαντα, συγκαλύψαι τὸ ἁμάρτημα, τῇ ξένῃ τῶν τριχῶν, ψιλώσει διήλεγξας, καὶ τὸ μύσος σαφῶς ἐθριάμβευσας.
Ῥωννύμενος δυνάμει τῇ πανσθενεῖ τοῦ Πνεύματος, τῷ κοσμοκράτορι, ἀντετάξω ἐξουσίας τε, τὰς τούτου καὶ ἀρχάς, κατέβαλες Ὅσιε, καὶ στεφάνων τῆς νίκης ἠξίωσαι.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Πανύμνητε, τὴν μόνην κυήσασαν, καὶ διαμείνασαν μετὰ τόκον ἀδιάφθορον, παρθένον ὡς τὸ πρίν· Θεὸν γὰρ ἐγέννησας σάρκα, φορέσαντα, τὰς φύσεις καινίζοντα.
 
Κοντάκιον. Ἦχος β'.
Ὡς ἀστὴρ διαλάμπων ὦ Ἱεράρχα ἐκ σπαργάνων φωτὶ συνανεκράθης τῷ θεουργῷ, καὶ φῶς ὅλος γενόμενος, ταῖς διδαχαῖς σου τῶν ἔργων ἐφώτισας, τῶν πιστῶν τὸ πλήρωμα, τὸ μέγα Μεθώνης ἐγκαλλώπισμα.
Ὁ Οἶκος .
Ὁ δοξάζων, ὡς προέφης, τοὺς δοξάζοντας, Λόγε, καὶ τὸν μέγαν σήμερον ἐν ἱερουργοῖς Ἀθανάσιον, ἀναθεμένην ἀπὸ γῆς, εἰς μέθεξιν, τῆς βασιλείας Σου, Αὐτὸς τὴν ἐμὴν καταφωτίσας διάνοιαν, ἀξίως τὸν Σὸν ἀνευφημῆσαι θεράποντα, τοῦτον ἀξίωσον μιμητήν Σου, καὶ δόξης συμμέτοχον.
 
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀθανασίου Ἐπισκόπου Μεθώνης.
Στίχοι·
Ἀθανάσιον γεραίρει ἑορτίως Μεθώνη
Τῷ Δεσπότῃ τὸν ὕμνον ἀναφέρουσα πόθῳ.
Δεκάτῃ λήγοντος ἐτησίου μηναίου
ἄληκτον δείκνυσι τὸ οὐράνιον κάλλος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς.
Μυρίζει σοφέ, ἡ τιμία σου σορὸς καὶ τὰς ἐκβάσεις, ἀναπηγάζει καὶ κηρύττει σου τὴν παῤῥησίαν, τὴν ἔνθεον ἣν ὁ καθαρώτατος βίος προξενή σοι κραυγάζοντι· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Νεκρώσας σαρκὸς τὰς ὁρμάς, καὶ τὴν ψυχὴν Πάτερ ζωώσας, τῇ ἀπαθείᾳ οἶκος ἔμψυχος, τῆς ἀειζώου θεότητος, ὤφθης Ἀθανάσιε μάκαρ, ᾗ καὶ ψάλλων ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ μύστης Χριστοῦ, ὁ ποιμὴν ὁ ἀληθής, ὁ τοῦ ποιμνίου προκινδυνεύων, ὁ περίδοξος, θαυματουργὸς Ἀθανάσιος, σήμερον ἡμᾶς συγκαλεῖται, καὶ κραυγάζειν προτρέπεται· εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νομίμων ἐκτὸς τῶν τῆς φύσεως, ἁγνὴ Θεογεννῆτορ, ὡς Θεομήτωρ Σὺ γεγέννηκας, βρέφος ὀφθέντα ἀπάτορα· ὅθεν Θεοτόκον κυρίως ὁμολογοῦντές Σοι ψάλλομεν· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
 
ᾨδὴ η'. Τῷ δόγματι τῷ τυραννικῶ.
Προσέλθωμεν πιστοὶ τῇ σεπτῆ, σορῷ τοῦ θεοφόρου Ἱεράρχου, Ἀθανασίου καὶ ῥεῖθρα ζωῆς, ἀντλήσωμεν ψάλλοντες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ῥυσθείημεν Πάτερ σαῖς εὐχαῖς, κινδύνων τε καὶ θλίψεων καὶ πάσης, ἐπιφορᾶς ἀδοκήτων δεινῶν, οἱ πόθῳ τιμῶντές σε, καὶ βοῶντες· ὑμνεῖτε, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.
Οὐκ ἔλιπες Πάτερ ὀρφανούς, υἱοὺς τοὺς ἐν Χριστῷ σοι γεννηθέντας, εἰ καὶ μεσίτης ἐκ γῆς πρὸς Θεὸν παρών, ἀοράτως δὲ διασῴζεις τοὺς πίστει, καὶ πόθῳ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας εἰς πάντας τούς αἰῶνας.
Θεοτοκίον.
Συνέλαβες ἄνευ ἀνδρός, καὶ τέτοκας Ἄφθορε τὸν προόντα, βροτὸν ὀφθέντα καὶ σῶσαι φθορᾶς, βροτοὺς εὐδοκήσαντα, Ὃν ὑμνεῖ πᾶσα κτίσις, ὡς Κτίστην καὶ Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.
 
ᾨδὴ θ'. Ἡ τὸν ἀχώρητον Θεόν.
Φωνὴν ἱκέσιον καὶ νῦν τὴν ἡμῶν δεχόμενος, ὡς τῆς χήρας Πάτερ τὸ πρότερον, προστατεύων, σῷζε τὸ ποίμνιόν σου.
Ἐκ πειρασμῶν παντοδαπῶν, κινδύνων καὶ θλίψεων, ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων τε, ἐπηρείας ἡμᾶς λύτρωσαι Πάτερ.
Ῥαθύμως ἔχοντας ὁρῶν, ὁ ἐχθρὸς ἐπέρχεται, καὶ συλᾷ τὸν κλῆρόν σου Ὅσιε· ἀλλὰ φρούρει σαῖς ἡμᾶς προστασίαις.
Θεοτοκίον.
Ὡς τὸν ἀχώρητον παντί, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, χαῖρε μόνη τῶν πιστῶν προστασία.
 
Ἐξαποστειλάριον. Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ.
Τὸν μέγαν Ἀθανάσιον, τῆς Μεθώνης τὸ κλέος, τὸν στῦλον τὸν ὁλόφωτον, τῶν θαυμάτων τὴν βρύσιν, τῶν νόσων τὸν ἀκέστορα, οἱ πιστοὶ ἐν ᾄσμασι, συνέλθωμεν εὐφημοῦντες· βρύει γὰρ παντοδαπῶν, νοσημάτων ἴασιν, λειψάνων τούτου ἡ θήκη.
Ἕτερον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε. Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη.
Ἐπίσκοπον τιμήσωμεν, Μεθώνης τὸ ἀγλάϊσμα, τῆς ἁγιότητος τύπον πιστῶν ὑπόδειγνα θεῖον, ἄγαλμα τῆς ἀσκήσεως, τὸν κλεινὸν Ἀθανάσιον, χάριτος τὸν ἐκφάντορα, χαρᾶς τῆς θείας τὸν μύστην, καὶ Ἐκκλησίας τὸν στῦλον.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
 
Εἰς τοὺς Αἴνους. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Δεῦτε εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Μεθώνης Ἐπίσκοπον, κλεινὸν Ἀθανάσιον, τὸν τῆς εὐλαβείας, καὶ τῆς ἡσυχίας, γλυκὺν θεόσδοτον καρπόν, καὶ Ἐκκλησίας τὸ ἐγκαλλώπισμα, τὸν φύλακα τῆς πίστεως, καὶ τῶν πιστῶν καταφύγιον, ἀρετῆς τὸ ἐκτύπωμα, καὶ Ἁγίων ἀντίγραφον. (Δίς).
Ὕμνοις καταστέψωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, τὸν κλεινὸν Ἀθανάσιον, Μεθώνης τὸν Πρόεδρον, ἀρετῆς τὸν τύπον, καὶ τῆς ἡσυχίας, ὄντως τὸν μέγαν ἐραστήν, καὶ εὐλαβείας θεῖον κοσμήτορα, πιστῶν τὸ περιτείχισμα, καὶ Ἐκκλησίας ἀγλάϊσμα, τῆς Τριάδος τὸν κήρυκα, καὶ τῆς πίστεως ἔρεισμα.
ᾌσμασιν ὑμνήσωμεν, καὶ εὐλαβῶς ἐπαινέσωμεν, Ἀθανάσιον ἔνδοξον, ἀθάνατον μένοντα, ἐν ζωῇ ἀγήρῳ, τῇ τοῦ Παραδείσου, μετὰ λοιπῶν Ἱεραρχῶν, θείας μετέχων μακαριότητος· αὐτὸν καθικετεύσωμεν, ἀεί πρεσβεύειν πρὸς Κύριον, ὅπως λάβωμεν ἅπαντες, τὸ Αὐτοῦ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ'.
Ἔλαμψεν ἡ χάρις σου Ἅγιε· ἔγνωμεν σὴν παῤῥησίαν μακάριε, ἣν παρὰ Θεῷ ἔσχηκας, ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃς δεόμενος ὑπὲρ ἡμῶν, τῶν ἐν πολλοῖς καὶ πολλάκις ἐκπεσόντων τῆς χάριτος, ἧς παρ’ Αὐτοῦ τυγχάνομεν. Καὶ πρέσβευε, Χριστοκήρυξ Ἀθανάσιε, τῆς Μεθώνης ὁ φωστήρ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
Μεγαλυνάρια.
Χαίροις τῆς Μεθώνης ὁ φρυκτωρός, πιστῶν ὁ προστάτης, Ἀθανάσιε θαυμαστέ· χαίροις τῆς νηστείας, ἀσκήσεως καὶ βίας, ὑπόδειγμα καὶ πλοῦτος, ἁγίας νήψεως.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Μεθώνης ποιμένα, Ἀθανάσιον ἐν ᾠδαῖς, τὸν ἁγιασθέντα, ἀγῶσι καὶ ἀσκήσει, λαμπρῶς τε δοξασθέντα, τῇ θείᾳ χάριτι.