Πέμπτη, 29 Δεκεμβρίου 2016

Ἀκολουθία Ὁσίας ΣΥΓΚΛΗΤΙΚΗΣ, Μητροπ. Ἐδέσσης Ἰωήλ

Ψαλλομένη τῇ 5η Ἰανουαρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.
Τὸ εὐκλεὲς τῶν Πατέρων, ὄντως ποθήσασα, εὐκλείας τῆς ἀφθάρτου, ἐπεθύμησας· ὅθεν, ἐκστᾶσα τῶν ἡδέων, σῶμα τὸ σόν, πόνοις πᾶσιν ἐξέδωκας, καὶ νῦν τῶν πόνων λαμβάνεις τάς ἀμοιβάς, τῷ Χριστῷ συμβασιλεύουσα.
Ὁ τὸν Ἰὼβ συγχωρήσας, τῷ ἐξαιτήσαντι, καὶ σὲ πυρῶσαι θέλων, ὡς χρυσίον ἀφῆκε, τὸ σῶμα πάσχειν βίᾳ τοῦ πονηροῦ· ὅθεν σὺ καταισχύνασα, τῇ καρτερίᾳ τῶν νόσων τὸν πειραστήν, τῷ τῆς νίκης στέφει ἔστεψαι.
Τὸ τοῦ νυμφίου ὡραῖον, κάλλος ποθήσασα, Χριστοῦ καὶ νυμφευθῆναι, Τούτῳ σὺ βουληθεῖσα, πάσαις ταῖς ἰδέαις τῶν ἀγαθῶν, διὰ πόνων ἀσκήσεως, σαυτὴν ἐκόσμησας· ὅθεν, νῦν σὺν αὐτῷ, βασιλεύεις εἰς νυμφῶνα αὐτοῦ. 
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μακεδόνων ὁμόφυλος, καὶ Αἰγύπτου τὸ ἔκθρεμμα, τῶν ἀΰλων νόων ἡ ὁμοδίαιτος, τῶν διδασκάλων ἡ σύνδρομος, Πατέρων ἡ ἔμπνευσις, κοινοβίων ὁ κανών, ἐγκρατείας ὑπόδειγμα, ἀνεπίσχετος, ποταμὸς τῆς ἀγάπης ἀνεδείχθης, τῇ τοῦ Πνεύματος δυνάμει, Συγκλητικὴ ἀξιάγαστε.
Ὥσπερ ἄνθος πανεύοσμον, ἐν ἐρήμῳ ἐξήνθησας, εὐσεβείας ἄρωμα ἀποπνέουσα, μοναστριῶν δὲ συστήματα, ἐφώτισας πάντιμε, διδαχαῖς σου ἱεραῖς, καὶ σεπταῖς ὑφηγήσεσι, διὰ τοῦτό σε, ὁ Χριστὸς μεταθέσας ἐκ τῶν κάτων, εἰς τὰ ἄνω κληρουχίας, Συγκλητικὴ ἐπεβράβευσε.
Κραταιὰν ἐν καρδίᾳ σου, ὡς ὁ θάνατος ἔχουσα, τὴν ἀγάπην ἔνδοθεν τοῦ Νυμφίου σου, τὰς ἐπικήρους ἐμίσησας, παστάδας καὶ ἔρωτας, τῶν ματαίων ἡδονῶν, ἀρνηθεῖσα τὴν σύζευξιν, καὶ χωρήσασα, πρὸς τὸν ἄζυγον βίον μοναζόντων, τῆς θεώσεως τὸ ὄρος, Συγκλητικὴ ἀνελήλυθας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὁ ποιμένων ἐν τοῖς κρίνοις, καθὼς γέγραπται, κρίνον ἡμῖν εὐῶδες, ἐν μέσῳ τοῦ χειμῶνος ἐξήνθησε, τὴν πανίερον μνήμην, τῆς Ὁσίας παρθένου Συγκλητικῆς. Δεῦτε οὖν φιλέορτοι, μονασταὶ καὶ μιγάδες, ὕμνοις ἑορτίοις ἐν ἀγαλλιάσει ψυχῆς, πρὸς αὐτὴν εἴπωμεν· χαίροις, τῶν ἀρχαίων μοναζουσῶν ἡ δόξα, καὶ τῆς Ἐκκλησίας ἁπάσης, ὡράϊσμα καὶ κλέος· χαίροις, τῆς πενίας τοῦ φθειρομένου πλούτου ἡ σύζυγος, καὶ τῆς εὐκλείας τοῦ οὐρανοῦ ἡ συμμέτοχος· χαίροις, τοῦ Εὐαγγελίου ἡ μεγαλόφωνος σάλπιγξ, ἐξαγγέλουσα τοῦ Χριστοῦ τὰ διδάγματα. Ὃν ἱκέτευε μῆτερ Ὁσία, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἑτοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλάς, συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς· ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὄρη σκιρτήσατε εὐφροσύνῃ· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἑτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ, εὐθείας ἀπεργάσασθε. 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λα΄ 10 -20, 25).
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,  κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν  ἐνεδύσατο,   καὶ  εὐφράνθη   ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε' 15 & ς' 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν· λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,  ὀξυνεῖ  δὲ ἀπότομον  ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ' 7 - 11).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν  ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τί ἐκαλλιώθησαν σήμερον τῶν μοναζουσῶν τὰ τάγματα; Τί πανηγυρίζει κραυγάζων ᾄσματα, τῶν παρθένων ὁ σύλλογος; Σήμερον γάρ, ὡς νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον, καὶ ὡς βλαστὸς ἠρινός, ἡ πανεύφημος μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Συγκλητικῆς ἀνέθαλλε· ὡς πηγὴ γὰρ κήπου, καὶ φρέαρ ὕδατος ζῶντος, ῥοιζοῦντος ἀπὸ Μακεδονίας, ταῖς διδαχαῖς αὐτῆς πᾶσαν τὴν Αἴγυπτον κατήρδευσε· διὸ τὴν ποθεινὴν αὐτῆς πρεσβείαν πάντες ἐξαιτούμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὁσία Μῆτερ Συγκλητική, τῆς σιωπῆς ἐν γνώσει τὸ ἐγκαλλώπισμα, τῆς ἡσυχίας τὸ κειμήλιον καὶ τῆς προσευχῆς τὸ ἐργαστήριον, ἐν τῷ μελλισῶνι τοῦ κοινοβίου γέγονας. Ταφεῖσα γὰρ ἐν μνήματι ταπεινώσεως τελείας, ὑπερύψωσέ σε θαυμαστῶς ὁ Χριστὸς παναοίδιμε, εἰς ὄρος τῆς ἀπαθείας τὸ δυσπρόσιτον· ὅθεν περιτείχισον ταῖς ἱκεσίαις σου, τὰς ἀκοὰς ἡμῶν, τοῦ μὴ ἀκούειν τῶν ματαίων λογισμῶν τὰ ὑποψιθυρίσματα, καὶ ἀκηλίδωτον βίον, διάγειν πανσεβάσμιε.
Ἦχος γ΄.
Ὁσία μῆτερ Συγκλητική, ἐνοπτριζομένη τὸ φῶς τῆς Τρισηλίου Θεότητος, τὰ δεινὰ τοῦ σώματος, τὰς ἀλγηδόνας τοῦ στόματος, καὶ τοὺς δυσώδεις ἰχῶρας, ὡς ἄλλος Ἰὼβ ὑπήνεγκας· ὅθεν ταῖς σαῖς λιταῖς ἱκάνωσον ἡμᾶς, ἐν ὑπομονῇ φέρειν πάντα πειρασμὸν καὶ λύπην τὴν τοῦ βίου, γενναίῳ φρονήματι καὶ ἀτρέπτῳ γνώμῃ.
Ἦχος δ΄.
Ὁσία μῆτερ Συγκλητική, τὸν ἀρχέκακον πτερνιστὴν ἐτροπώσω τῇ πτωχείᾳ τοῦ πλούτου, καὶ ἀτυφίᾳ τοῦ σοῦ φρονήματος· βαστάζουσα γὰρ ἀνδρείως τὸν ζυγὸν τοῦ Κυρίου, ἀθληφόρος ἐφάνης ἐν τῷ μαρτυρίῳ τῆς συνειδήσεως· διὸ δὸς ὑμῖν χεῖρα βοηθείας, δὸς ἡμῖν ταῖς εὐχαῖς σου μετανοίας δάκρυα, τὰ καθαίροντα τὸν ζόφον τοῦ νοὸς ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Πᾶσα γλῶσσα μοναστῶν, πλουσίων καὶ πενήτων, μοναχῶν καὶ μιγάδων, κοσμικῶν καὶ ἀρχόντων, εὐφημείσθω σήμερον, τὴν Ὁσίαν τοῦ Θεοῦ· πάντα γὰρ καταλιποῦσα, τὴν ὥραν τῆς ἡλικίας, τοῦ βίου τὴν τερπνότητα, καὶ τὰς κοσμικὰς συγχύσεις, πρὸς τὸν δίαυλον τῶν ἀσκουσῶν ὡς νύμφη Χριστοῦ ἐχώρησε. Διὸ θεοειδὴς ὅλη χρηματίσασα, τοῦ θείου Πνεύματος γέγονε, ἀξιοπρεπὲς καὶ μόνιμον ἐνδιαίτημα, δοξάζουσα ἀπαύστως Χριστὸν τὸν Θεόν, Ὃν ἱκετεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἐν Ἰορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ Αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. 

Εἰς τόν Στίχον, Προεόρτια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.
Ἡ γῆ καὶ τὰ ἐπίγεια, σκιρτήσατε ἀγάλλεσθε, ὁ χειμάρρους, τῆς τρυφῆς ἐν ποταμῷ, βαπτίζεται τὴν χύσιν, ξηραίνων τῆς κακίας, καὶ ἀναβλύζει θείαν ἄφεσιν.
Στ. Διὰ τοῦτο μνησθήσομαί Σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ.
Φωτὸς ὢν χορηγὸς Ἰησοῦς, μὴ χρῄζων βαπτισθῆναι σαρκί, ἐπιβαίνει, Ἰορδάνου ταῖς ῥοαῖς, φωτίσαι τοὺς ἐν σκότει, βουλόμενος ἐν πίστει· Τούτῳ προθύμως ὑπαντήσωμεν.
Στ. Εἴδοσάν Σε ὕδατα ὁ Θεός, εἴδοσάν Σε ὕδατα καὶ ἐφοβήθησαν.
Φορέσας τὴν τοῦ δούλου μορφήν, προέρχῃ βαπτισθῆναι Χριστέ, ὑπὸ δούλου, Ἰορδάνου ταῖς ῥοαῖς, λυτρούμενος δουλείας, τῆς πάλαι ἁμαρτίας, καὶ ἁγιάζων καὶ φωτίζων ἡμᾶς. 
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς χαλινώσασα τὸν νοῦν, τὰς ἐξεργέσεις ἐνέκρωσας τῆς σαρκός, Ὁσία Μῆτερ Συγκλητική. Τὴν ἀπόῤῥητον γὰρ θλῖψιν, τοῦ αἰωνίζοντος σκότους ἐννοήσασα, καὶ μνήμην θανάτου διηνεκῆ ἔχουσα, ἐμακρύνθης εἰς ἔρημον, μετὰ χαρᾶς δραμοῦσα, ὡς θεῖον ἀνάθημα σεαυτὴν τῷ Δεσπότῃ ὁλικῶς προσενέγκασα. Ὃν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα Σοι.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Σοφίᾳ καὶ χάριτι κεκοσμημένη σεμνή, ἀκλόνητος ἔμεινας ὡς ὁ Ἰὼβ ὁ κλεινός, ἐχθροῦ ἐπίθεσιν· ὅθεν Συγκλητική σε, ἡ οὐράνιος δόξα, δέδεκται μετὰ τέλος, ὡς παρθένον φρονίμην· ἐν ᾗ τῶν μεμνημένων σου ἀεὶ μνημόνευε.
Δόξα. Ἕτερον. Ὅμοιον.
Ὁσίων ἡ σύναθλος, μοναζουσῶν ἡ τροφός, παρθένων τὸ πρότυπον, Συγκλητικὴ τὸ σεμνόν, ἀσκήσει γεγένησαι· σὺ γὰρ ἐν ταῖς ἐρήμοις, τῶν παθῶν τὰς ἐνέδρας, ἔφυγες νικηφόρως, ἐγκρατείας τοῖς πόνοις· διὸ ἀπαύστως δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον. Ἦχος δ'.
Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν· καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι’ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν· Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα τῆς Ὁσίας. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Τὴν θέαν τὴν τερπνήν, τοῦ προσώπου Σου Σῶτερ, σφοδρῶς Συγκλητική, ἡ ἁγία παρθένος, ἐζήτει θεάσασθαι, θρηνῳδοῦσα καὶ στένουσα· Σὺ γὰρ Δέσποτα, τοῖς καθαροῖς τῇ καρδίᾳ, προεπήγγειλας, ἀποκαλύψαι τὴν δόξαν, τοῦ κάλλους Σου Κύριε.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ὅμοιον.
  Εὐφραίνου ποταμέ, Ἰορδάνη· ἐν σοὶ γάρ, ὁ πάντων Ποιητής, παραγίνεται θέλων, τὸ Βάπτισμα εἰσδέξασθαι, ὑπὸ δούλου ὡς εὔσπλαγχνος· τέρπου χόρευε, Ἀδὰμ καὶ Εὒα Προμῆτορ· ἐπεδήμησεν, ἡ ἀπολύτρωσις πάντων, Θεὸς ὁ Ὑπεραγαθός.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα Προεόρτιον. Ἦχος α'. Χορὸς Ἀγγελικός.
Χειμάρρους τῆς τρυφῆς, ὁ Δεσπότης ὑπάρχων, προέρχεται ῥοαῖς, ποταμοῦ βαπτισθῆναι, ποτίσαι βουλόμενος, ἀφθαρσίας με νάματα, ὃν θεώμενος, ὁ Ἰωάννης ἐβόα· πῶς τὴν χεῖρα μου, τῇ κορυφῇ Σου ἐκτείνω, ἣν τρέμει τὰ σύμπαντα; 
Δόξα. Καί νῦν. Τό αὐτό.

Μετὰ τὸν Πολυέλεον, Καθίσματα  Προεόρτια. Ἦχος γ'. Τὴν ὡραιότητα.
Τὸν ἀκατάληπτον, σάρκα πτωχεύσαντα, καὶ πρὸς τὸ Βάπτισμα, παραγενόμενον, καὶ τὴν ἀνάπλασιν ἡμῶν, ἐν Αὐτῷ ἐργαζόμενον, ἅπαντες ὑμνήσωμεν, ὡς Θεὸν πολυέλεον, καὶ τὴν συγκατάβασιν, τὴν Αὐτοῦ μεγαλύνωμεν, βοῶντες εὐχαρίστῳ καρδίᾳ. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ Σου.
Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ἀδὰμ τὴν γύμνωσιν, ἐνδύων Εὔσπλαγχνε, καταστολὴν δόξης, μέλλεις γυμνοῦσθαι σαρκί, ἐν Ἰορδάνῃ ποταμῷ, ὢ θαύματος παραδόξου! πῶς, Σε ὑποδέξεται, ὕδωρ Δεσπότα Κύριε, ὕδασι στεγάζοντα, ὑπερῷα ὡς γέγραπται; Ὑμνοῦμεν Ἰησοῦ εὐεργέτα, πάντες τὴν Σὴν ἐπιφάνειαν.
Οἱ Ἀναβαθμοί· τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στ. Καὶ ἔστησεν ἐπὶ πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν (τὸ ἐν τῇ Λειτουργίᾳ τοῦ Ἁγίου Σάββα).
Ὁ Ν' Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β'. Στ. Ἐλέησόν με ὁ Θεός...
Πρὸς τὰ ὄρη μυστικῶν θεοψιῶν, τῆς δόξης τοῦ Θεοῦ τῆς ἀποῤῥήτου, δι’ ἐγκρατείας πολλῆς, καὶ συντόνου ἀναβέβηκας, Ὁσία Μῆτερ Συγκλητική, δι’ ἧς οἱ ταύτην βλέποντες, τῶν γεηρῶν καταφρονοῦσι, καὶ τῶν αἰσθητῶν ἀμνηνονοῦσι πάντων· ὅθεν οὖν παῤῥησίαν κεκτημένη, μὴ παύσῃ καθικετεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες, ὁ Προεόρτιος καὶ τῆς Ὁσίας δύο.
Ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς. Ποίημα Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος α'. Ὁ Εἱρμός.
Πικρᾶς δουλείας ῥυσθείς, Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον· ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον ἐν εὐφροσύνῃ, ᾄδει Θεῷ, τῷ τερατουργοῦντι βραχίονι ὑψηλῷ· ὅτι δεδόξασται.
Χριστὸς μολεῖ πρὸς τὸ βάπτισμα. Χριστὸς πρός Ἰορδάνην ἐφίσταται. Χριστὸς τάς ἡμῶν ἐν ὕδασι, θάπτει νῦν ἁμαρτίας, ὡς ἀγαθός, ἐν ἀγαλλιάσει, ἀνυμνήσωμεν Αὐτόν· ὅτι δεδόξασται.
Ῥανάτωσαν εὐφραινόμεναι, νεφέλαι εὐφροσύνην αἰώνιον, Χριστὸς Ἰησοῦς προέρχεται, νάμασιν Ἰορδάνου, τοὺς ποταμούς, τῶν ἁμαρτημάτων, κατακλύσαι φωτισμὸν πᾶσι δωρούμενος.
Ἰδοὺ τὸ φῶς ἐπιφαίνεται, ἰδοὺ ὁ ἱλασμὸς ἀναδείκνυται, ἰδοὺ ὁ Σωτὴρ ἐφίσταται, λάμψαι τοῖς ἐν τῷ σκότει, θείας αὐγάς· Τοῦτον διανοίαις, καθαραῖς χαρμονικῶς ὑποδεξώμεθα.

ᾨδὴ α' τῆς Ὁσίας. Ἦχος β'. Δεῦτε λαοί.
Στέψαι τὴν σήν, ᾄσμασι μνήμην προῄρημαι, σοὶ πεποιθὼς ὁ ἄμουσος, καὶ ὅλος ἄναγνος, ἀλλὰ δίδου μοι λόγον, σοφίας καὶ ἁγνείας, σαῖς παρακλήσεσιν.
Ὅλον τὸν νοῦν, πρὸς θεῖον ὕψος ἐπάρασα, καὶ τῶν χρηστῶν τὴν ἄβυσσον, καὶ ἀπολαύσεων, ἐπιγνοῦσα τὸ χρῆμα, ἁπάντων ἀπανέστης, τῶν προσηκόντων σοι.
Νοῦν πρὸς Θεόν, ἀναπτεροῦσα τὸν Ὕψιστον, σῶμα τὸ σὸν ἡλούμενον, εἰς τὰ χαμαίζηλα, ἐγκρατείᾳ καὶ πόνοις, ἐκούφιζες ποθοῦσα, βαρεῖαν εὔκλειαν.
Θεοτοκίον.
Μείνας ὃ ἦν, καὶ σαρκωθεὶς ἐκ νηδύος Σου, ὃ ἦμεν ἐδωρήσατο, ἡμῖν τὸ πρότερον, ἐκ χοὸς γεγονόσι, ῥυσάμενος πταισμάτων, Θεογεννήτρια. 

Ὁ β’ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Συγκλητικῆς, μέλπω τὰς ἀρετὰς ἀσμένως.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σωτῆρος τὸ Βάπτισμα, ἐν Ἰορδάνῃ τιμήσωμεν· Χριστὸς γὰρ ὡς ἄνθρωπος, ῥείθροις καλύπτεται, καὶ τὰ νάματα, ὀπίσω συνεστάλη, σκεπᾶσαι φοβούμενα, αὐτὸν τὸν Κύριον.
Ὑμνοῦμεν τὴν ἄφατον, φιλανθρωπίαν Σου Δέσποτα, ὁμοῦ καὶ τὴν εὔσημον, μνήμην τῆς δούλης Σου, ἥτις σήμερον, ὑψοῦται ἐν τῷ μέσῳ, ἡμῶν ὡς ὑπόδειγμα, βίου πανάριστον.
Γεώργιον γέγονας, Συγκλητικὴ λιπαρώτατον, αὐξάνον τὰ λήϊα, τῆς θείας χάριτος· διὸ εἴληφας, ἑκατονταπλασίως, καρπὸν τὸν οὐράνιον, μῆτερ πανένδοξε.
Θεοτοκίον.
Κηλῖδας ἀφάνισον, Παρθενομήτωρ καὶ στίγματα, παθῶν τῶν ἀστάτων μου, τῇ μεσιτείᾳ Σου, πρὸς τὸν Πλάστην Σου, ὁμοῦ δὲ καὶ Υἱόν Σου, Μητέρα γὰρ εὔσπλαγχνον, πάντες Σὲ ἔχομεν.

ᾨδὴ γ' Προεόρτιος.
Μὴ ἐν τῇ σοφίᾳ, καὶ τῷ πλούτῳ καυχάσθω θνητὸς τῷ αὐτοῦ, ἀλλὰ ἐν τῇ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῷ Θεῷ καὶ μέλπων ἀεί· ἐπὶ τὴν πέτραν τῶν Σῶν ἐντολῶν, στήριξόν με Δέσποτα.
Ὁ πρὸ τῶν αἰώνων, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθεὶς καθὼς οἶδε, Χριστὸς μολεῖ πρὸς τὸ Βάπτισμα, ἀθανασίαν τῷ θείῳ λουτρῷ, πᾶσι παρεχόμενος.
Ὕδατι ἐνθάψαι, τάς ἡμῶν ἁμαρτίας βουλόμενος, τοῦ Ἰορδάνου ἐν τοῖς ῥείθροις, διὰ σπλάγχνα ἐλέους, Χριστὸς ὁ Θεὸς προέρχεται, καὶ ἀναπλάττει φθαρέντας ἡμᾶς, διὰ τοῦ Βαπτίσματος.
Γύμνωσιν αἰσχίστην, περιστέλλων Ἀδὰμ τοῦ Προπάτορος, ἀπογυμνοῦσαι ἑκουσίως, καὶ ῥοαῖς Ἰορδάνου, σαυτὸν περιστέλλεις ὕδασι, τὰ ὑπερῷα στεγάζων Χριστέ, μόνε Πολυέλεε.

Τῆς Ὁσίας. Στερέωσον ἡμᾶς ἐν Σοί.
Ἐφείσω τῆς σαρκὸς πολλοῖς ἐν τραύμασιν, οὐδόλως ἀσχέτως πιεζομένης, πρὸς τοὺς πόνους τῆς ἀσκήσεως, ὁ πειράζων ἐν οἷς ἐναπεκρούετο.
Πορείαν τὴν στενὴν ζωῆς τὴν πρόξενον, ἀφθάρτου καὶ θείας σὺ ᾑρετίσω, τὴν πλατεῖαν καταπτύσασα, ἧς οὐδὲν χεῖρον ὄντως τῷ νοῦν ἔχοντι.
Ζεούσης παρειὰς τὸ ἄνθος ἔφυγες, τῇ τήξει καὶ πόνοις τῆς ἐγκρατείας, καὶ τὸ φλέγον τῶν ὀμμάτων σου, τῶν δακρύων κρουνοῖς ἐναπεσβέννυτο.
Θεοτοκίον.
Ὁ Λόγος σαρκωθεὶς ἐκ Σοῦ Πανάμωμε, τὴν σάρκα τοῦ ῥύπου θέλων ἐκπλῦναι, ὑποδείγματι καθάρσεως, ἀρρυπώτου τοῖς ὕδασι βαπτίζεται. 

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Λαοὶ συγχαιρέτωσαν ὁρῶντες, Χριστὸν τὸν φωτίζοντα ἡμᾶς, εἰς ἔρημον τὸν ἄγονον, πρὸς ῥεῖθρα Ἰορδάνεια, σαρκὶ παραγενόμενον, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.
Ἡ νύμφη ἡ πάγκαλος ἐκ παίδων, Νυμφίον ποθήσασα Χριστόν, τὸ κάλλος τὸ ἐπίκηρον, μισήσασα ἠγάπησε, παστάδα ἀναλλοίωτον, ἀσκητικῶς βιοτεύσασα.
Ταμεῖον ἐδείχθης δωρήματων, φωτὶ ἐλλαμφθεῖσα τοῦ Χριστοῦ, Συγκλητικὴ πανεύφημε· διὸ καὶ κατεπράϋνας, τῶν λογισμῶν τὰ κύματα, ταῖς σαῖς εὐχαῖς καὶ δεήσεσι.
Θεοτοκίον.
Ἰδόντες βροτοὶ τὰ Σὰ ἐλέη, Παρθένε βοῶμέν Σοι πιστῶς, σπλαγχνίσθητι τοὺς δούλους Σου, τὰ πάθη θεραπεύουσα, τὰ τῆς ψυχῆς καὶ σώματος, ἵνα ῥυσθέντες ὑμνοῦμέν Σε.

Κάθισμα τῆς Ὁσίας. Ἦχος πλ. α'. Τὸν συνάναρχον.
Ἀσκητῶν ὑπερβᾶσα σὺ τὸ φερέπονον, ἐν οὐρανοῖς ἀπολαύεις διαφερούσης μονῆς, καὶ τῆς κρείττονος αἴγλης ἀναπεπλήρωσαι, ὅτι κατ' ἄνδρας τὴν σκληράν, διοδεύσασα ὁδόν, νενίκηκας τὰ παρόντα, καὶ Ἀγγέλοις καθωμοιώθης, καὶ νῦν τῆς δόξης συμμετέχεις αὐτῶν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας, πρὸς Ὅν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· πῶς βαπτίσω Σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;

ᾨδὴ δ' Προεόρτιος.  
Ἀκήκοε πάλαι Ἀββακούμ, Χριστέ Σου ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβῳ ἔκραζεν. Ἀπὸ Θαιμὰν ὁ Θεός, ἥξει καὶ ὁ Ἅγιος, ὂρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι Σοῦ τοὺς χριστούς· δόξα τῇ δυνάμει Σου Κύριε.
Ὕδωρ ἀπαντλήσατε ζωῆς· ἰδοὺ νῦν παραγέγονεν, ὁ τῆς εἰρήνης Ποταμὸς ἀληθῶς, ξηρᾶναι τὰ θολερά, ἀπιστίας ὕδατα, καὶ τὸν φωτισμὸν ἀναπηγάσαι, τοῖς μελῳδοῦσιν Αὐτῷ· δόξα τῇ δυνάμει Σου Κύριε.
Εὐφράνθητι ἔρημος τὸ πρίν, διψῶσα φύσις ἅπασα, ἡ τῶν ἀνθρώπων, νῦν ἐπέφανε, χειμάρρους ὁ τῆς τρυφῆς, Ἰορδάνου νάμασι, λύων τὸν αὐχμὸν τῆς ἁμαρτίας, ᾧ μελῳδοῦμεν πιστῶς· δόξα τῇ δυνάμει Σου Κύριε.
Βοῶντος φωνὴ προφητικῶς, ἐρήμοις περιήχησε, ταῖς διανοίαις. Ἑτοιμάσατε, ὁδοὺς εὐθείας Χριστῷ, ἐρχομένῳ λέγουσα, ὅπως βαπτισμῷ ἀναχωνεύσῃ, παλαιωθέντας ἡμᾶς, λύων τὴν ἀρχαίαν ἀπόφασιν.

Τῆς Ὁσίας. Ἐλήλυθας, ἐκ Παρθένου.
Σὺ σώματος, διαφέρουσα κάλλεσι γέγονας, τοῖς πολλοῖς παραίτιος, οὐκ εὐτυχούσης ὁράσεως· ὅθεν ἀφανίσασα σαυτήν, μετέσχες θείας ὡραιότητος.
Ὑπέμεινας, ὡς Ἰὼβ τὴν τοῦ σώματος κάκωσιν, οὐ προῆκας λόγιον, τὴν τελευτὴν ἐπισπώμενον, χρόνῳ καὶ τῇ φύσει δέ, εἴξασα, θείαν ἀπῆρας πρὸς κατοίκησιν.
Μεμόνωσαι, συγγενῶν καὶ γονέων καὶ κτήσεως, τὸν Χριστὸν μονώτατον, ἐπαγομένη τὸν ἄσυλον, πλοῦτον καὶ ἀδάπανον, μεθ᾽ οὗ τῆς ἄνωθεν δόξης ὤφθης μέτοχος.
Θεοτοκίον.
Ὁ τόκος Σου, τὸν Ἀδὰμ τῆς φθορᾶς ἐλυτρώσατο, φθορᾶς βροτεργάτιδος, ἄνευ καὶ γὰρ ὑπὲρ ἄνθρωπον, γέγονεν ἡ σύλληψις· διὸ φθορᾶς τῶν κακῶν με, Κόρη λύτρωσαι.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Καταλύσας τοῦ θανάτου, τὸ μεσότειχον Κύριε, τῆς Ἐδὲμ τὴν πύλην ἤνοιξας τὴν ἔκπαλαι ἄβατον, ταῦτα προβλέπων ὁ Πρόδρομος ἐφώνησε· οὐκ εἰμὶ ἐγώ, ἱκανὸς Σῶτερ βαπτίσαι Σε.
Ἡδυμόλποις ῥητορείαις, μοναζούσας διέθρεψας, ἐν τῷ κοινοβίῳ, ἔχουσα τῆς γνώσεως χάρισμα, χειραγωγοῦσα αὐτὰς πρὸς τὰ οὐράνια, καὶ τὰ ἀνέκφραστα, τοῦ Παραδείσου μυστήρια.
Σωστικαῖς διδασκαλίαις, ἠρτυμέναις ἐν χάριτι, ἀπὸ τῆς πορνείας καὶ μνησικακίας τὰ ῥεύματα, τὰ ψυχοφθόρα πολλοὺς διεφύλαξας· ὅθεν ἅπαντες, Συγκλητικὴ ἀνυμνοῦμέν σε.
Θεοτοκίον.
Μακαρία ἡ κοιλία, ἡ βαστάσασα Κύριε, Σὲ τὸν πάντων Κτίστην, πάλαι Σοι γυνὴ ὡμολόγησε, τὴν Σὲ τεκοῦσαν παρθένον μακαρίζουσα, ἣν τὰ βρότεια, ὑμνολογοῦσι συστήματα.

ᾨδὴ ε' Προεόρτιος.
Τὸ φῶς τὸ ἄδυτον, λάμψον Χριστέ, ταῖς καρδίαις τῶν πίστει ὑμνούντων Σε, εἰρήνην Σου δωρούμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν· ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, τῶν ἐντολῶν Σου τρέχοντες, δοξολογῶμέν Σε Φιλάνθρωπε.
Εἰρήνης ὑπάρχων, Χριστὲ Βασιλεύς, τὸ τῆς ἔχθρας μεσότοιχον ἔλυσας, σαρκὸς ἐν ὁμοιώματι, φανεὶς ἐπὶ τῆς γῆς· ὅθεν τὴν ἔλευσίν Σου, ἰδὼν ὁ Ἰωάννης, κατεπλήττετο φόβῳ, χειροθετεῖν Σε κελευόμενος.
Δρακόντων τάς κάρας, συντρίψαι Χριστός, ἐπειγόμενος νῦν παραγίνεται, τοῖς ὕδασι καὶ τρέμοντι, βοᾷ τῷ Βαπτιστῇ. Ἔκτεινόν Σου τὴν χεῖρα, καὶ ἅψαι κορυφῆς μου, καὶ δειλίαν ἀπόθου, ἐπιτελῶν τὸ προσταττόμενον.
Ἐδήλου Προφήτης, τὴν χάριν ποτέ, τοῦ Βαπτίσματος θείῳ ἐν Πνεύματι πατάξας Ἰορδάνια, τὰ ῥεῖθρα μηλωτῇ, ἅτινα διῃρέθη, ἡμῖν ὀδοποιοῦντας, ἀναγέννησιν θείαν, τοῦ ἐν αὐτοῖς ἐπιφανέντος Χριστοῦ.
Τῆς Ὁσίας. Ὁ τοῦ φωτὸς χορηγός.
Ναὸς γεγένησαι, τοῦ ἐνοικοῦντος ἐν ἁγνοῖς πνεύμασι, Λόγου σοφή· ἐφαίδρυνας σὺ γάρ, ἀσκήσεως πολλοῖς, ἐν πόνοις ψυχῆς σου, τὸ κάλλος πανένδοξε.
Σάρκα ἐνέκρωσας, φοινισσομένην φυσικῇ χάριτι, πόνοις πολλοῖς φαιδρύνουσα μᾶλλον φωτὶ τῶν ἀρετῶν, ψυχῆς τὴν εἰκόνα, φαιδρῶς καταλάμπουσαν.
Ὕλην τοῦ σώματος, τῷ τῆς ψυχῆς σου πρὸς Χριστὸν ἔρωτι, φλέξασα σύ, τανῦν τοῖς ἀΰλοις, ἀΰλως ἀληθῶς, Ἀγγέλοις συγχαίρεις, Θεὸν κατοπτεύουσα.
Θεοτοκίον.
Κάρας συνέθλασεν, ἡ κεφαλὴ τῶν εὐσεβῶν Πάναγνε, ῥείθροις τανῦν, τῶν ἐμφωλευόντων, δρακόντων ὁ τεχθείς, ἐκ τῆς Σῆς νηδύος, σπορᾶς ὄντως ἂνευθεν. 

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ ταπεινώσει σου, Σὺ γὰρ ὁ Δεσπότης τῶν ἁπάντων, ὁ Παντοκράτωρ, καὶ προαιώνων Θεός, βάπτισμα λαμβάνεις δουλικόν, ἵνα τοῦ Προπάτορος, ἀναπλάσῃ τὸ φύραμα.
Ληστὴν τὸν ἀρχέκακον, τὸν ἐν Ἐδὲμ συλήσαντα, ζεῦγος Πρωτοπλάστων τῇ ἀπάτῃ, ὥσπερ στρουθίον, Συγκλητικὴ τῇ εὐχῇ, ταεινοφροσύνῃ ἀληθεῖ, καὶ δακρύων χεύμασι, ἐξωστράκισας πάνσεμνε.
Προθύμως κατέλιπες, τὸν ὄλβον τὸν φθειρόμενον, δόξαν τὴν φθαρτὴν καὶ τὴν μνηστείαν, γάμου ἡδέα, Συγκλητικὴ ἡδονάς, πρόσκαιρον τοῦ κόσμου χαρμονήν, ῥέουσαν ἀπόλαυσιν, καὶ σαρκὸς τὴν τερπνότητα.
Θεοτοκίον.
Ὡς Νύμφην ἀνύμφευτον, ὡς βάτον ἀκατάφλεκτον, ὄρος τε νεφέλην καὶ λυχνίαν, πύλην τοῦ Λόγου, τὴν κεκλεισμένη Ἁγνή, ἅπας ὁ χορὸς τῶν Προφητῶν, πάλαι Σε ἐδήλωσε, Μητροπάρθενε ἄσπιλε.

ᾨδὴ ς' Προεόρτιος.
Ὅλος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπομαι· ἀλλ’ ἀνάγαγε ἐκ φθορᾶς ὁ Θεὸς με ὡς πρὶν Ἰωνᾶν, καὶ πίστει τὴν ἀπάθειάν μοι δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω Σοι.
Σπλάγχνα οἰκτιρμῶν, Χριστὸς ἐνδεικνύμενος, ἐν δούλου μορφῇ ὁ ἀναλλοίωτος, παραγίνεται, πρὸς τὸν δοῦλον αἰτούμενος Βάπτισμα, τῆς δουλείας ἀφαρπάζων τὸ ἀνθρώπινον, οὗπερ ἐκπλαγεὶς τὴν ἔλευσιν, δειλιᾷ καὶ τῷ φόβῳ συστέλλεται.
Πῶς Σε ποταμοῦ, ῥοαὶ ὑποδέξωνται, τὸ ἄστεκτον πῦρ νῦν ἀφικόμενον; πῶς τὴν γύμνωσιν, ἐπουράνιοι βλέψωσιν Ἄγγελοι; πῶς τὴν χεῖρα Ἰωάννης ἐπεκτείνῃ Σοι, Λόγε τοῦ Θεοῦ προάναρχε, τῷ αὐτὸν ἀπὸ γῆς διαπλάσαντι;
Θάλασσα διχῇ, φυγοῦσα ἐδήλωσε, τοῦ νέου λαοῦ θείαν διάβασιν, ἣν εἰργάσατο, ποταμῷ τῇ σαρκὶ ἀφικόμενος, ὁ ἐκ πέτρας παραδόξως βλύσας νάματα, Τοῦτον ὡς Θεὸν δοξάσωμεν, τὴν ἡμῶν συντριβὴν ἀναπλάσαντα.
Τῆς Ὁσίας. Ἐν ἀβύσσῳ πταισμάτων.
Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Πνεύματος, πᾶσαν τὴν ἀπόλαυσιν ἀπεσκοράκισας, τῶν σαρκικῶν ὀρέξεων· τῶν καλῶν γὰρ ἐτρώθης τῷ ἔρωτι.
Ἤστραψέ σου φωσφόρου τὴν σήμερον, μνήμη τηλαυγέστερον καταφωτίζουσα, τὴν τῶν ψυχῶν σκοτόμαιναν, Μοναχῶν Ἀσκουσῶν ἐγκαλλώπισμα.
Τὸ σεμνὸν τῆς ἁγνείας ἐτήρησας, στέργουσα, τὸν θάλαμον τὸν ἀδιάφθορον· τοῦ γὰρ Χριστοῦ τῷ ἔρωτι, ἐπυρώθης τοῦ ξένου νυμφίου σου.
Θεοτοκίον.
Ἵνα δόξης πλησθῶμεν ἐλήλυθεν, ἄδοξον εἰς ἄνθρωπον δόξης ὁ Κύριος· ὡς γὰρ βροτὸς ῥυπτόμενος, Σὸς Υἱὸς τοὺς ἀνθρώπους ἐδόξασεν. 

Ἕτερος. Τὴν θείαν ταύτην.
Τὴν κάραν ὄντως τοῦ δράκοντος, συνθλᾶσαι ὁ Χριστὸς ἐπειγόμενος, πρὸς τὰ ποτάμια, ῥεῖθρα σαρκὶ παραγίνεται, καὶ τῶν Ἀγγέλων δῆμος κατεξανίσταται.
Ἀσάρκως μῆτερ βιώσασα, νοὸς Συγκλητικὴ διελήλυθας, τὰ κινδυνεύματα, τοὺς λογισμοὺς κατακόπτουσα, καὶ τὰς ἐννοίας πρόῤῥιζον τῆς ἐπάρσεως.
Σαρκὸς τὰ ἕλκη ὑπήνεγκας, Ἰὼβ μιμησαμένη πολύαθλον· ὅθεν ἀνέλαβες, τοῦ μαρτυρίου τὸν στέφανον, τὸν λαμπροφόρον μῆτερ, τῆς συνειδήσεως.
Θεοτοκίον.
Ἀφράστου γάμου μυστήριον, ἐν Σοὶ θεοπρεπῶς τετελείωται· ξένον γὰρ ἄκουσμα, πῶς ἡ κοιλία Σου γέγονε, παστὰς ἀσπόρου ὄντως, Κόρη νυμφεύσεως.

Κοντάκιον Προεόρτιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν Πρωτόπλαστον. 
Ὁ Οἶκος.
Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· εἰπέ μοι, ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τούτων ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω, ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ᾽ ἐν τύποις καὶ ἐν σκιαῖς καὶ ἐνυπνίοις· σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν Πρωτόπλαστον.

Κοντάκιον τῆς Ὁσίας. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν παρθένων ἀδιάσειστον προπύργιον, μοναζουσῶν δὲ ἐνδιαίτημα πανόλβιον, εὐφημοῦμέν σε ἐν ὕμνοις Ὁσία πάντες, ἀλλ’ ὡς ἔχουσα πρεσβείας τὰ δωρήματα, μὴ παρίδῃς ἱκετῶν σου τὰ αἰτήματα, κραυγαζόντων σοι· χαίροις Μῆτερ πανεύφημε.
Ὁ Οἶκος.
Ἄγγελος τῇ ἀσκήσει, ἐν σαρκὶ καθωράθης, πιστῶν Συγκλητικὴ τὸ κλέος, καὶ ταῖς τοῦ Παρακλήτου πνοαῖς, τῶν μοναζουσῶν τὰ πυκνὰ συστήματα, ἑλκύεις πρὸς τὴν ἄνωθεν, μυσταγωγίαν προσφωνοῦντα·
Χαῖρε, δι’ ἧς ὁ Χριστὸς ὑψώθη·
χαῖρε,  δι’ ἧς ὁ σατὰν ἐτρώθη.
Χαῖρε, τῶν ὁσίων ἀνδρῶν ὁ ὁμόγνωμος·
χαῖρε,  γυναικῶν τῶν ἐνθέων ὁμότιμος.
Χαῖρε, ἄνθος τὸ ἀμάραντον, ἀρετῶν παρθενικῶν·
χαῖρε,  νάρδος πολυτίμητος, διδαχῶν θεοφιλῶν.
Χαῖρε, ὅτι ῥαδίως γεηρὰ ἐβδελύξω·
χαῖρε,  ὅτι στεφάνων θεϊκῶν ἐκομίσω.
Χαῖρε, πολλῶν χαρίτων ἡ κάτοχος·
χαῖρε,  φωτὸς ἀκτίστου ἡ μέτοχος.
Χαῖρε, δι’ ἧς Μακεδόνες καυχῶνται·
χαῖρε,  δι’ ἧς οἱ πιστοὶ εὐθυμοῦνται.
Χαίροις, Μῆτερ πανεύφημε.

Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Συγκλητικῆς.
Στίχοι·
Συγκλητικὴ λιποῦσα δουλείαν βίου,
Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Προεόρτιος.
Ὑπῆλθον ὡς νυμφῶνα τῆς καμίνου, τὴν φλόγα τὴν ἄσβεστον, οἱ δι᾽ εὐσέβειάν ποτε, Παῖδες Ἅγιοι δειχθέντες Θεῷ, καὶ συμφώνως μελῳδοῦντες, ὕμνον ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Χριστὸς ἡ σωτηρία, ἐπεφάνη φωτισμὸν δωρούμενος, ἀγαλλιάσθω οὐρανός, αἱ νεφέλαι δὲ ῥανάτωσαν, ἀληθῶς δικαιοσύνην τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ὁ πόκος ὃν προεῖδε, Γεδεὼν πλήρη λεκάνην ὕδατος, ἐναποστάξαντα σαφῶς, τὸ σὸν Βάπτισμα ἐδήλου Χριστέ, ὃ παρέξεις βαπτισθεὶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἁλσὶ τὰ ἀτεκνοῦντα, Ἐλισαῖος θεραπεύσας ὕδατα, τὴν εὐτεκνίαν τῆς σεπτῆς, κολυμβήθρας προεικόνισεν, ἐσομένην μυστικῶς τοῖς ἀναμέλπουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τῆς Ὁσίας. Ἀντίθεον πρόσταγμα.
Κακῶς προμηθούμενος ὁ ἐνάντιος, ψυχῆς σου, τὸ εὔτονον, μαλάξαι νόσοις ᾤετο· Ἰὼβ δὲ ἐνέτυχε μαρτυρικῷ καὶ σοφῷ, πόνον ἀπεκρούσθη οὖν τῶν σῶν, ὑπομονῇ σοφῇ τιτρωσκόμενος.
Ἡ σὴ νῦν προσώκειλεν ἐκ τρικυμίας, τοῦ βίου πρὸς εὔδιον, ψυχὴ λιμένα βρίθουσα, καλλίστων ἐνθέων τε, τῶν ἀγωγίμων σοφή, ἔνθα προητοίμασται τῶν σῶν, τληπαθειῶν πολλῶν ἡ ἀνάπαυλα.
Σοφῶς καθωδήγησας ἐν κοινοβίῳ, τὸν τόπον τυγχάνουσα, μὴ μεταλλάττειν πώποτε· μεγάλης γὰρ πρόξενος ἡ ἀμοιβὴ πημονῆς, λόγοις τε καὶ πράξεσιν ὀνεῖν, τάς μοναζούσας ὄντως οὐκ ὤκνησας.
Θεοτοκίον.
Ὑδάτων ἡ φύσις με τῆς ἁμαρτίας, ἐκπλύνει τοῦ τόκου Σου τῷ ὑπὲρ λόγον νεύματι· Θεοῦ γὰρ ἡ κάθαρσις, τοῦ Ποιητοῦ τοῦ φωτός, ῥύπτει Θεονύμφευτε πολλοῖς, τοὺς ῥυπωθέντας Κόρη ἐν πταίσμασι. 

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ῥητορεύουσα ἡ γλῶσσά μου Φιλάνθρωπε, φράσαι οὐ δύναται, τὰ μεγαλεῖα τὰ Σά, τὴν Σὴν εἰς τὰ ὕδατα, Σῶτερ κατάδυσιν, τὴν βεβαίωσιν, τὴν πατρικὴν καὶ κάθοδον, Παρακλήτου τοῦ Ἁγίου.
Ἐκδιώκουσα τὰ ἐμπαθῆ κινήματα, ἐκ τῆς καρδίας σου, ταῖς τῶν δακρύων ῥοαῖς, γονάτων δὲ κάμψεσι, τήξει τοῦ σώματος, ἔξω γέγονας, τῆς σῆς θηλείας φύσεως, θεωθεῖσα θεοφόρε.
Τὰ φιλόϋλα καὶ πορνικὰ φρονήματα, μῆτερ διέλυσας, τῆς πολυμόχθου σαρκός, μονότροπον ζήσασα, βίον εἰς ἔρημον, ἀξιάγαστε, Συγκλητικὴ πανεύφημε, τῶν Ὁσίων ἡ λαμπρότης.
Θεοτοκίον.
Ἀνερμήνευτον μυστήριον ὁ τόκος Σου, Μῆτερ ἀπείρανδρε, πῶς παρθενεύεις ἀεί, καὶ τίκτεις τὸν ἄσαρκον Πνεύματος χάριτι· διὸ ἅπαντες, ἀναβοῶμεν λέγοντες· χαῖρε Κεχαριτωμένη.

ᾨδὴ η' Προεόρτιος.
Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος πάλαι· τὸ γὰρ πῦρ οὐκ ἔφλεξε νέους Παῖδας, Χριστοῦ προδηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Αἴνεσιν μεγαλοφώνως τῷ Δεσπότῃ, ἀναπέμψωμεν· ἦλθεν ἐφάνη, ἐπιβαίνει ὕδασι, καὶ γυμνοῦται ὁ οὐρανόν, ταῖς νεφέλαις περιβάλλων καὶ βαπτίζεται, καθαίρων ἡμᾶς τοὺς ἀναμέλποντας· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Δεῦτε νοερῶς πρός, Ἰορδάνην, ἀφικώμεθα θέαμα μέγα, ἐν αὐτῷ ὀψόμενοι· Ἰησοῦς γὰρ ὁ φωτισμός, παραγίνεται, καὶ δούλου ὑποκλίνεται, παλάμῃ σὺν τρόμῳ ἀναμέλποντος· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἄνθραξ ὃν προεῖδεν Ἡσαΐας, ἐν τοῖς ὕδασι τοῦ Ἰορδάνου, ἀναφθεὶς συμφλέξεται ὕλην πᾶσαν ἁμαρτιῶν, καὶ παρέξει συντριβεῖσι τὴν ἀνάπλασιν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ὁσίας. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Σὺ μακαρία πρὸς τὴν γῆν, τῶν πραέων ἀληθῶς φθάσαι ἐπόθεις, ἔνθα τάξεις Ἀγγέλων, Ὁσίων καὶ Ἀσκητῶν, Παρθένων οἰκοῦσιν αἰώνια, ἀνυμνολογοῦσαι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κάλλει τῆς φύσεως πασῶν, διαφέρουσα ψυχῆς ἐπεμελήθης, ἵνα πάντα τὰ πάθη τὰ ψυχικὰ νουνεχῶς, νικήσῃς· διὸ κάλλος σώματος, σβέσασα ἀνῆψας, ἀσκήσει τὴν ψυχήν σου.
Ἄγρυπον νοῦν πρὸς τὸν Θεόν, προθυμίᾳ τῆς ψυχῆς σὺ κεκτημένη, μεθοδείας τοῦ πλάνου, τοῦ σοφιστοῦ τῶν κακῶν, εἰς τέλος ἐκοίμισας ἔνδοξε, καὶ νῦν κοιμηθεῖσα, βιοῖς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀναγεννῆσαι τοὺς βροτούς, ὁ Υἱός Σου βουληθεὶς πρός, Ἰορδάνην, ὥς περ ἄνθρωπος σπεύδει, Ἁγνή, δι᾽ ἄκραν στοργήν, ἀρρύπως βαπτισθῆναι ἅπαντα, ῥύπον τῆς κακίας, βυθίζων τῶν ἀνθρώπων. 

Ἕτερος. Παῖδας εὐαγεῖς.
Σῶσαι τὸν Ἀδὰμ ἐκ τῆς ἀπάτης, εἰς ῥεῦμα τοῦ Ἰορδάνου παραγίνεται, Λόγος συναΐδιος, τῷ Πατρὶ καὶ Πνεύματι· δι’ ὃ ἀΰλων τάγματα, συμφώνως μέλπουσι· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἄγγελοι ἐξέστησαν ὁρῶντες, ἀγώνων σου πανσεβάσμιε τὸ σύντονον, ὅτι φυγαδεύουσα, ἐμακρύνθης πρόπαλαι, καὶ ἐν ἐρήμῳ ᾤκησας, ἀεὶ κραυγάζουσα· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Σήμερον ἀγάλλονται τὰ πλήθη, παρθένων μοναζουσῶν ἐπὶ τῇ μνήμῃ σου· σὺ γὰρ ὡς ὁ ἥλιος, πάσας περιήστραψας· διὸ ἡμῖν συνάδουσιν τὸ μέλος πάνσεμνε· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μήτηρ καὶ Παρθένος ἐπεγνώσθης, Μαρία τῶν γηγενῶν τὸ ἀγαλλίαμα· Σὺ γὰρ τὸν ἀχώρητον, ἐν γαστρὶ ἐχώρησας· διὸ Αὐτὸν δοξάζομεν, ᾠδαῖς κραυγάζοντες· τὸν Κύριον, ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.
 
ᾨδὴ θ' Προεόρτιος.
Ἀπόρρητον τὸ τῆς Παρθένου μυστήριον· οὐρανὸς γὰρ αὓτη, καὶ θρόνος Χερουβικός, καὶ φωσφόρος ἀνεδείχθη παστάς, τοῦ Θεοῦ καὶ Παντοκράτορος· Αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν.
Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! Ἰησοῦς ἐφίσταται, θέλων πρὸς ποταμὸν Ἰορδάνην, βοῶν Ἰωάννῃ· τὴν σὴν δεξιάν μοι φίλε δάνεισον, φρικτὰ ἐκτελοῦντι, εἰς λαοῦ μου περιποίησιν.
Τὰ ἔρημα τοῦ Ἰορδάνου ἀνθείτωσαν, οἱ ἐν σκότει κείμενοι, μέγα ἐπιφανὲν ὑμῖν, φέγγος ἰδόντες σκιρτήσατε· Χριστός, Γαλιλαίᾳ ἀφικόμενος, σαρκὶ βαπτισθῆναι, ὑπὸ δούλου καταδέχεται.
Εὐφράνθητι νῦν Ἰορδάνη καὶ χόρευε, ὦ Ἰωάννη σκίρτησον, πᾶσα ἡ οἰκουμένη ἀγάλλου, ἰδοὺ ἐπεφάνη Χριστός, καὶ γυμνοῦται καὶ βαπτίζεται, στολὴν περιβάλλων, ἀφθαρσίας τὸ ἀνθρώπινον.
Θεοτοκίον.
Συνέλαβες δίχα φθορᾶς Παναμώμητε, τὸν ἀπερινόητον· τίκτεις δὲ ὑπὲρ φύσιν καὶ λόγον, τὸν λόγῳ τὰ πάντα σαφῶς, ὑποστήσαντα βουλήματι· Αὐτὸν ὡς Θεὸν ἀεὶ δυσώπει, τοῦ σωθῆναι ἡμᾶς.

Τῆς Ὁσίας. Ἀνάρχου Γεννήτορος.
Λαμπρύνασα κάλλεσι, τῆς παρθενίας ἔνδοξε, σεαυτὴν ὡραΐζεις τοῖς διαδήμασι, τῆς ἀσκητικῆς πολιτείας· ὅθεν διπλῷ, στέφει καταστέφει, ὁ ξένος Νυμφίος σου, οὗ ἐτρώθης σὺ τῷ ἔρωτι.
Ἐλπὶς οὐ κατῄσχυνε, Συγκλητικὴ σε πάνσεμνε, τῶν μελλόντων ἣν ἔσχες ἐν τῇ καρδίᾳ σου· νῦν γὰρ ἀπολαύεις τῶν πόνων, τάς ἀμοιβάς, παρὰ τοῦ Σωτῆρος, ἀνθ᾽ ὧν τῆς ἀσκήσεως, ἅπαν εἶδος ἐπετήδευσας.
Ἰσχὺν καὶ κραταίωμα, σεμνὴ Χριστὸν ἐνδέδυσαι, καὶ εἰς γῆν ἀδικίαν κατεταπείνωσας, τοῦ λελαληκότος εἰς ὕψος, σὺ τὴν ὀφρύν· ὅθεν σε στεφάνῳ, τῆς νίκης ἐκόσμησεν, ὁ τῆς νίκης βραβευτής, Ἰησοῦς.
Θεοτοκίον.
Ἐν Σοὶ τοῦ Προπάτορος, ἡ πτῶσις στάσιν ἔλαβε· προχωρεῖν περαιτέρω σθένος μὴ ἔχουσα, τῷ γὰρ Βαπτισμῷ τοῦ Υἱοῦ Σου, ἅπαν κακόν, νῦν κατεβαπτίσθη, οὐκοῦν τὴν αἰτίαν Σε, τῆς καθάρσεως γεραίρομεν. 

Ἕτερος. Ἅπας γηγενής.
Ἔφριξεν ἡ γῆ, τὰ ὕδατα ἔφυγαν, ὄρη ἐσκίρτησαν, καὶ Ἰώαννης ἔκθαμβος, τὴν Σὴν ὁρῶν Χριστὲ συγκατάβασιν, μετὰ σπουδῆς ἐκραύγαζε Σοὶ τῷ Παντάνακτι· πῶς βαπτίσει, δοῦλος ὄντως Κύριον, τὸν τὴν κτίσιν σοφῶς διαπλάσαντα;
Νεῖλος νοητός, τῆς χάριτος γέγονας, μῆτερ πανένδοξε, εὐσεβείας ῥεύματα, Συγκλητικὴ πολλὰ ἀναβλύζουσα· ὅθεν ψυχῶν κατάρδευσον, ταῖς ἱκεσίαις σου, τὰς ἀρούρας, τῶν ἐπευφημούντων σε, καὶ τιμώντων τὴν μνήμην σου πάντοτε.
Ὤφθης ἐν τῇ γῇ, Ὁσίων ὁμόῤῥιζον καὶ θεῖον φύτευμα, καὶ τὸ καλιβρέφαρον, Ὀρθοδοξίας ὄμμα θεόληπτε· Συγκλητικὴ γὰρ ῥήμασι, τοῖς θεολέκτοις σου, μοναζούσας, πάσας καθωδήγησας, πρὸς νομὰς σωτηρίους τῆς χάριτος.
Θεοτοκίον.
Στήριξον ἡμᾶς, ταχὺ ταῖς πρεσβείαις Σου, Παρθένε ἄχραντε, τοὺς ἐν περιστάσεσι, ἐμπεπτωκότας φθόνῳ τοῦ δράκοντος, καὶ ἰοβόλοις δήγμασι, καὶ τοῖς τοξεύμασι, τῶν δαιμόνων· Σὺ γὰρ εἶ βοήθεια, τῶν πιστῶν Ὀρθοδόξων ἡ ἄμαχος.

Ἐξαποστειλάριον. Τῆς Ὁσίας. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Συγκλητικὴς Ὁσίας, τὴν θείαν κλῆσιν ἐν ᾠδαῖς, μοναζουσῶν ἀγέλαι, καὶ τῶν μιγάδων οἱ χοροί, ὑμνολογῆσαι ἀξίως, σήμερον σπεύσατε πάντες.
Προεόρτιον. Ὅμοιον.
Ὁ ἐκ Παρθένου λάμψας, ἐν Βηθλεὲμ σωματικῶς, πρὸς Ἰορδάνην νῦν σπεύδεις, ῥύπον ἐκπλῦναι γηγενῶν, φωταγωγῶν τοὺς ἐν σκότει, διὰ Βαπτίσματος θείου.

Εἰς τοὺς Αἴνους. Προεόρτια. Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαί.
Τὶ ἀμφιγνοεῖς, Βαπτιστὰ οἰκονομίαν, ἣν περ ἐκτελῶ, εἰς ἁπάντων σωτηρίαν, τὰ πάλαι ἄφες ἄρτι, καὶ λογίζου τὰ πρόσφατα, πίστευε Θεῷ συγκαταβάντι, καὶ προσελθὼν ἐμοὶ ὑπούργει· Θεὸς ἦλθον γάρ, δι᾽ εὐσπλαγχνίαν τὸν Ἀδάμ, καθᾶραι τοῦ πτώματος.
Αἴρων τάς ἡμῶν, ἁμαρτίας ἐπὶ ὤμων, ἦλθες Ἰησοῦ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, ἐγὼ δὲ δέδοικα σου, τὸ φρικτὸν τῆς ἐλεύσεως· πῶς οὖν μοι κελεύεις Σε βαπτίσαι; αὐτὸς ἐμὲ καθᾶραι ἣκεις, καὶ πῶς Βάπτισμα, τὸ παρ’ ἐμοῦ ἐπιζητεῖς, τὸ πάντων καθάρσιον.
Φύσεως ἐμῆς, ἀκατάληπτος ὁ λόγος, δούλου δὲ μορφήν, ἐνδυσάμενος προῆλθον, ἐπὶ τὸν Ἰορδάνην, μηδαμῶς μοι ἀμφίβαλλε. Δεῦρο, μὴ φοβοῦ, προσέγγισόν μοι, τὴν δεξιὰν τῇ κορυφῇ μου, τιθεὶς βόησον· εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα Σοι.
Ὤ τῆς ὑπὲρ νοῦν, καὶ ἀμέτρου Σου πτωχείας, Λόγε τοῦ Θεοῦ! δι᾽ ἐμὲ τὸν πεπτωκότα, ἐπέγνων Σε δι᾽ οἶκτον, τὸν Ἀδὰμ ἐνδυσάμενον, καὶ τοὺς ἐξ Ἀδὰμ καινοποιοῦντα, καὶ πειθαρχῶν τῇ Σῇ κελεύσει, πιστῶς κράζω Σοι· εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα Σοι. 
Δόξα. Ἦχος πλ. δ΄.
Καθαρὰ Ὁσία τυγχάνουσα, καὶ τὴν καρδίαν ἀπὸ τῶν ἐμπαθῶν λογισμῶν καθαρὰν κεκτημένη, μυσταγωγὸς παρθένων, καὶ κῆρυξ τοῦ Εὐαγγελίου ἀναδέδειξαι. Νευρωθεῖσα γὰρ τῷ θείῳ Πνεύματι, ἐν πολλαῖς δακρύων ἐκχύσεσι, ἐν ἀῤῥαγεῖ πίστει, ἐν ἐπιγνώσει τελείᾳ, καὶ ἀνεπιστρόφῳ φρονήματι, τὴν ὁδὸν τοῦ Κυρίου διώδευσας, καὶ τὸ βάρος τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν τὸν καύσωνα, μετὰ χαρᾶς ἐβάστασας. Ἀλλ’ ὦ Συγκλητικὴ μακαρία, τῇ Τρισηλίῳ Θεότητι πρέσβευε, ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων ἐν πίστει, τὸ σὸν μνημόσυνον.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῶν παρθένων ἡ καλλονή, καὶ Ἰὼβ τοῦ θείου, ἐκμαγεῖον ἐν πειρασμοῖς· χαίροις οὐρανίου, συγκλήτου κληρονόμε, Συγκλητικὴ θεόφρον, Πνεύματος ὄργανον.
Χαίροις τῶν παρθένων χειραγωγός, καὶ τῶν ἀσκουμένων, πολυτίμητος θησαυρός· χαίροις τῆς ἐρήμου, Συγκλητικὴ τὸ θρέμμα, καὶ πάσης Ἐκκλησίας, τὸ ἐγκαλλώπισμα.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου