Τετάρτη, 30 Νοεμβρίου 2016

Ἀκολουθία Ἀποστόλου ΚΛΕΟΠΑ ἐκ τῶν Ο', μ. Γερασίμου

Ψαλλομένη τῇ 30η Ὀκτωβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Μακάριος ἀνήρ ἱστῶμεν στίχους στ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μαθητὴς καὶ Ἀπόστολος, τοῦ Σωτῆρος γενόμενος, τῆς χορείας σύσκηνος καὶ συνάριθμος, τῶν Ἑβδομήκοντα δέδειξαι, Κλεόπα πανεύφημε, Ἀποστόλων τοῦ Χριστοῦ, καὶ ὡς ἄστρον πολύφωτον, κόσμῳ ἔφανας, εὐσεβείας ἀΰλῳ δᾳδουχίᾳ· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωτοφόρον γεραίρομεν.
Τὴν δι’ οἴκτον ἀμέτρητον, εἰς βροτῶν ἀναγέννησιν, τοῦ Δεσπότου κένωσιν τὴν ἀπόῤῥητον, ψυχῇ εὐθείᾳ μεμύησαι, καὶ Τούτου τὰ ῥήματα, ὡς γῆ πίων δαψιλῶς, ἐν καρδίᾳ δεξάμενος, κόσμῳ ἤνεγκας, σωτηρίας διδάγματα Κλεόπα, ὡς τοῦ Πνεύματος δοχεῖον, ὡς θεηγόρος Ἀπόστολος.
Τῷ Σωτῆρι συνώδευσας, σὺν Λουκᾷ τῷ θεόφρονι, μετὰ τὴν τριήμερον τούτου ἔγερσιν, εἰς Ἐμμαοὺς πορευόμενος, Κλεόπα μακάριε, διανοίγοντι σαφῶς, τὰς Γραφάς σοι τοῦ Πνεύματος, Οὗ τῷ ἔρωτι, πυρωθεὶς τῇ καρδίᾳ θεῖος κήρυξ, τῶν παθῶν αὐτοῦ ἐδείχθης, καὶ τῆς ἐκ τάφου ἐγέρσεως.
Ἐκ τῆς αἴγλης τοῦ Πνεύματος, λαμπρυνθεὶς τὴν διάνοιαν, ὡς Χριστοῦ Ἀπόστολος ἐνθεώτατος, εἰς πάντα κόσμον ἐξέλαμψας, Κλεόπα θεόσοφε, ὥσπερ θεία ἀστραπή, τῆς ἀπάτης τὴν ζόφωσιν, θείοις λόγοις σου, διαλύων καὶ πάντας καταυγάζων, τῷ φωτὶ τῷ ἀνεσπέρῳ, Εὐαγγελίου τῆς χάριτος.
Τὴν ἀήττητον δύναμιν, περιφέρων Ἀπόστολε, τοῦ οἰκεῖον μύστην Κλεόπα δείξαντος, περιεγένου ἐν χάριτι, ἐχθρῶν τῆς δυνάμεως, καὶ σοφίας κοσμικῆς, καὶ τῷ λόγῳ τῆς πίστεως, προσενήνοχας, τῶν ἐχθρῶν τὰς ἀγέλας τῷ Σωτῆρι, ὡς καρπὸν τῶν σῶν καμάτων, καὶ προσφορὰν πολυτίμητον.
Τὸν ἀγῶνα τὸν κάλλιστον, ὦ Κλεόπα διήνυσας, καὶ σοφῶς ἐπηύξησας ὅ σοι δέδωκεν, ὁ σὸς Διδάσκαλος τάλαντον, ὡς θεῖος Ἀπόστολος, καὶ θεόφρων λειτουργός, μυστηρίων τῆς χάριτος· ὅθεν εἴληφας, ἐκ χειρὸς τοῦ Κυρίου τοὺς στεφάνους, ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς ἀῤῥήτου οἰκονομίας τοῦ Λόγου, μυσταγωγὸς ἐχρημάτισας, Κλεόπα θεόφρον· πόθῳ γὰρ θείῳ ἐμφιλοχωρῶν τοῖς κρείττοσι, τελειοτέρας χάριτος ἠξιώθης, πάσης ἀποστὰς γηΐνης σχέσεως, καὶ μακάριος γέγονας, ὡς καθαρὸς τῇ καρδίᾳ, τῇ τοῦ ἐπιφανέντος ἐν σαρκὶ κοινωνίᾳ. Αὐτὸν ἱκέτευε θεόπτα Ἀπόστολε, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς χαρμονικῶς σε γεραίροντας, καὶ ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1΄ 3-9).
Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1΄ 13-19).
Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2΄ 11-24).
Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν. 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τὴν χάριν τοῦ Πνεύματος, δεξάμενος Ἀπόστολε, τοῦ Εὐαγγελίου τῆς χάριτος, ὑποφήτης ἐδείχθης· βίῳ γὰρ καὶ λόγῳ λελαμπρυσμένος, ὡς ἀστραπὴ τῇ οἰκουμένῃ, κατὰ Δαβὶδ τὸν θεῖον ἔφανας, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσω, τοὺς τῇ πλάνῃ ἐζοφωμένους, ἀνακαινίσας τούτους, υἱοθεσίας τῷ βαπτίσματι. Καὶ νῦν τὰ ἄνω Βασίλεια ἐπαξίως κληρωσάμενος, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε, Κλεόπα θεοδόξαστε.
Ὁ αὐτός.
Τῷ σαρκωθέντι Λόγῳ, δι’ ἄκραν ἀγαθότητα, ἀκολουθήσας Ἀπόστολε, μεγάλης δόξης ἠξίωσαι, καὶ μείζονος χάριτος ἔτυχες. Μακάριος εἶ, καὶ θαυμαστόν σου τὸ ἀξίωμα, ὅτι ἑώρακας καὶ ἤκουσας, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακῦψαι. Σὺν αὐτοῖς ἀπαύστως πρέσβευε, Κλεόπα θεόφρον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Τῆς εὐσεβείας τὸν πλοῦτον, ταῖς πενομέναις ψυχαῖς ἐσκόρπισας, Κλεόπα μακάριε· ὡς γὰρ θεῖος Ἀπόστολος, τὴν ἐν Χριστῷ αἰωνίαν λύτρωσιν, τοῖς δεδουλωμένοις τῇ ἀπάτῃ τοῦ ὄφεως, γλώσσῃ σοφῇ ἐκήρυξας, καὶ τοῦ ἐχθροῦ τὰ σκεύη ἁρπάσας, τοὺς δεξαμένους τὸν λόγον σου, σεσωσμένους Θεῷ προσήγαγες, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ. Διὸ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, πρεσβευτήν σε προβαλλόμεθα, ὑπὲρ ἡμῶν πρὸς Κύριον θερμότατον.
Ἦχος β΄.
Λειτουργήσας ψυχῇ εὐθείᾳ, τῇ τοῦ Χριστοῦ οἰκονομίᾳ, ξενοπρεπῶς δεδόξασαι, Κλεόπα θεηγόρε. Μετὰ γὰρ τὴν τριήμερον ἔγερσιν, τοῦ Διδασκάλου καὶ Σωτῆρος, εἰς Ἐμμαοὺς τούτῳ συμπεπόρευσαι, ἐν ἑτέρᾳ μορφῇ, καιομένῃ καρδίᾳ, τῇ ἀγάπῃ αὐτοῦ. Καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐπέγνως αὐτόν, καὶ ἔνθους ἐβόας· ὄντως ἠγέρθη ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Τὸν Μαθητὴν Χριστοῦ καὶ Ἀπόστολον, Κλεόπαν τὸν θεόπτην, ᾀσματικοῖς ἐπαίνοις καταστέψωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· χαίροις, τῆς ἀληθείας κήρυξ ἐνθεώτατε, καὶ τοῦ ψεύδους καθαιρέτα ἰσχυρέ· χαίροις, τῶν δωρεῶν τοῦ Πνεύματος, θησαυρὲ οὐράνιε, ὁ τῷ λόγῳ τῆς χάριτος, πλουτίζων ψυχάς· χαίροις, τῶν Ἑβδομήκοντα μυστῶν τοῦ Σωτῆρος, ἀκροθίνιον ἱερόν, καὶ τῆς Ἐκκλησίας ἀγλάϊσμα· ἣν φύλαττε ἀσάλευτον, ταῖς πρὸς τὸν Θεὸν πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! Τίς γὰρ ἔγνω μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ μαθητὴς τοῦ Χριστοῦ, ὁ μαθητεύσας τὰ οὐράνια δόγματα, καὶ πάντας μυσταγωγήσας, τῆς εὐσεβείας τὸ φῶς, τὸ φωτίζον πάντα μάκαρ ἄνθρωπον. Δι’ οἷς ἑωράκαμεν, τὸν ἀνέσπερον Ἥλιον, τῷ φωταυγεῖ σου, θεηγόρε κηρύγματι, γνώσει κρείττονι, καὶ τῆς πίστεως ὄμμασιν· ὅθεν Αὐτὸν ἱκέτευε, Κλεόπα Ἀπόστολε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν παναοίδιμον μνήμην σου, δοθῆναι τοῖς πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.
Στ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὤφθη, δι’ εὐσπλαγχνίαν πολλήν, σαρκὸς ἐν εἴδει ὁ ὑπέρθεος Κύριος, καὶ κόσμῳ συνανεστράφη, τῆς αἰωνίου ζωῆς, ἅπασι τὸν πλοῦτον προτιθέμενος· ἐντεῦθεν οἰκεῖόν σε, Μαθητὴν καὶ Ἀπόστολον, καὶ ὑπηρέτην, ἱερὸν ἀπειργάσατο, τῆς καρδίας σου, προειδὼς τὴν εὐθύτητα· ὅθεν Αὐτοῦ τὴν ἄφραστον, ἐκήρυξας κένωσιν, καὶ τὰ ἑκούσια πάθη, καὶ τὴν ἐκ τάφου Ἀνάστασιν, Κλεόπα θεόφρον, δι’ ἧς εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίρων, ἀκολουθήσας Χριστῷ, τὰ ὑπὲρ λόγον ἐμυήθης μυστήρια, Ἀπόστολε θεοφόρε, τῆς Βασιλείας Αὐτοῦ, καὶ γνῶσιν ἐδέξω τὴν σωτήριον· διὸ καὶ συνώδευσας, μετὰ Πάθος τὸ ἅγιον, σὺν Λουκᾷ τῷ θεόφρονι, ὄψει ἑτέρᾳ ἔνδοξε, εἰς Ἐμμαοὺς καὶ συνέφαγες, καὶ καιομένῃ καρδίᾳ, τούτῳ Κλεόπα ὡμίλησας. Αὐτοῦ τῆς ἀγάπης, καὶ ἡμῖν ἄναψον μάκαρ, τὸ πῦρ τὸ ἄϋλον.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ λόγῳ τῆς χάριτος, τὰς τῶν ἀπίστων ζωρήσας ἀγέλας, ὡς ὀψώνιον προσήγαγες, τῷ Διδασκάλῳ Ἀπόστολε. Καὶ ἀξίους ἐξ ἀναξίων ἀνέδειξας, τοὺς πάλαι τῇ πλάνῃ δουλεύοντας καὶ στόμα ὤφθης Θεοῦ, τὰ θεῖα φθεγγόμενος δόγματα. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, ἱκέτευε Κλεόπα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Κλεόπα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἕτερον. Ὁ αὐτός. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, εἰσδεδεγμένος, συναρίθμιος, τῶν τοῦ Σωτῆρος, Ἀποστόλων Ἑβδομήκοντα πέφηνας, καὶ εὐσεβείας τὴν χάριν ἐκήρυξας, τοῖς ἐν τῇ πλάνῃ Κλεόπα Ἀπόστολε. Ἀλλὰ πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ Σοῦ προσληφθείσῃ, ὁ Υἱός Σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Χριστῷ μαθητευθείς, ἐμυήθης τὰ θεῖα, καὶ πᾶσι τοῖς βρότοις, ἀνεκήρυξας μάκαρ, τὴν θείαν ἐνανθρώπησιν, τοῦ Σωτῆρος δι’ ἔλεος· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἁγίαν σου, καὶ παναοίδιμον μνήμην, Κλεόπα Ἀπόστολε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, ἐκύησας ἡμῖν, ἀνασώζοντα κόσμον, φθορᾶς καὶ καταπτώσεως, καὶ δεινῆς κατακρίσεως, καὶ διέμεινας, μετὰ τὸν τόκον Παρθένος, ἀειπάρθενε, εὐλογημένη Μαρία, βροτῶν καταφύγιον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Εὐσεβείας δόγμασι, κόσμῳ ἀστράψας, ὡς Χριστοῦ Ἀπόστολος, υἱοὺς ἀνέδειξας φωτός, τοὺς τῇ ἀπάτῃ δουλεύοντας, θεῖε Κλεόπα· διὸ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν σαρκὶ ἐκύησας, Παρθενομῆτορ, ὑπὲρ νοῦν καὶ ἔννοιαν, τὸν ὑπερούσιον Θεόν, θεοποιοῦντα δι’ ἔλεος, τοὺς ἀνυμνοῦντας, Αὐτοῦ τὴν χρηστότητα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀπόστολος καὶ ὑπηρέτης Χριστοῦ, πιστῶς διηκόνησας τῇ εὐδοκίᾳ Αὐτοῦ, Κλεόπα μακάριε· ὅθεν τὸν σὸν ἀγῶνα, θεοφρόνως ἀνύσας, στέφος ἀθανασίας, ἐπαξίως ἐδέξω, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς θρόνος πυρίμορφος τὸν Ποιητὴν τοῦ παντός, σαρκὸς ὁμοιώματι ἐπιφανέντα ἐκ Σοῦ, κρατεῖν ἐν ἀγκάλαις Σου. Τοῦτον ἀεὶ δυσώπει, οἵα Μήτηρ Παρθένε, πάσης ἡμᾶς ἀνάγκης, καὶ κακίας ῥυσθῆναι· πρὸς Σὲ γὰρ Θεοτόκε, θερμῶς καταφεύγομεν.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον τὸ Ε’ Ἑωθινόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἀποστολικῶς Χριστῷ εὐαρεστήσας, καὶ τὸ δοθέν σοι τάλαντον αὐξήσας, τῆς χαρᾶς τοῦ Κυρίου ἠξίωσαι, Κλεόπα Ἀπόστολε. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, θερμαῖς σου παρακλήσεσι, τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἀποστόλου οὗ ἡ ἀκροστιχίς: Τὴν σήν, Κλεόπα, γεραίρω μνήμην. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Τράνωσον τὴν γλῶσσάν μου σοφέ, τῇ δεδομένῃ Κλεόπα σοι χάριτι, ἵνα μακαρίσω σου, τὴν εὐαγῆ πολιτείαν Ἀπόστολε· δι’ ἧς τοῖς ἐν κόσμῳ, ὡς θεαυγὴς φωστὴρ ἔλαμψας.
Ηὔγασαι ἀΰλῳ φωτισμῷ, τοῦ σαρκωθέντος δι’ οἶκτον Θεοῦ ἡμῶν, τούτῳ συγγινόμενος, γνώμῃ εὐθείᾳ Κλεόπα μακάριε· ἔνθεν ἐμυήθης, Τούτου τὴν ἄῤῥητον κένωσιν.
Νόμοις τοῦ Σωτῆρος πειθαρχῶν, εὐηγγελίσω Αὐτοῦ τὸ σωτήριον, σοφίᾳ τῇ ἄνωθεν, τοῖς ἐν νυκτὶ τῆς ἀπάτης καθεύδουσιν, οὓς καὶ ἀπειργάσω, τέκνα φωτὸς διὰ πίστεως.
Θεοτοκίον.
Σάρκα ἐξ αἱμάτων Σου ἁγνῶν, δίχα τροπῆς καὶ φυρμοῦ προσλαβόμενος, Λόγος ὁ ὑπέρθεος, διπλοῦς ὡράθη τῷ κόσμῳ δι’ ἔλεος, ἄχραντε Παρθένε, καὶ τὸν Ἀδὰμ ἀνεμόρφωσε.

ᾨδὴ γ’. Ὁ μόνος εἰδώς.
Ἡ χάρις τοῦ Πνεύματος ὡς φῶς, τῇ σῇ ψυχῇ σκηνώσασα, σὲ φωτοφόρον λύχνον ἀνέδειξε, τῆς εὐσεβείας τὴν θείαν ἔλλαμψιν, ἅπασι πυρσεύσαντα, Κλεόπα Ἀπόστολε, καὶ τὴν γνῶσιν Χριστοῦ τὴν σωτήριον.
Ναμάτων ἀΰλων πληρωθείς, τὸ ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν ὄντως τὴν ὑπερκόσμιον, ἀπὸ χειλέων σου πᾶσιν ἔβλυσας, τοῖς φλεχθεῖσι πρότερον, παθῶν ὑπεκκαύμασι, θεηγόρε Κλεόπα μακάριε.
Κατεῖδες Χριστὸν εἰς Ἐμμαούς, μετὰ τὴν Τούτου ἔγερσιν, συμπορευόμενος καὶ συνέφαγες, καὶ ἀνεφλέχθης Αὐτοῦ τῷ ἔρωτι, Κλεόπα Ἀπόστολε, ἡνίκα διήνοιγε, τὰς Γραφὰς σὺν Λουκᾷ σοι τῷ μάκαρι.
Θεοτοκίον.
Λεόντων με ῥῦσαι νοητῶν, ἀεὶ τῶν ἐφορμώντων μοι, διασπαράξαι καὶ ἀπολέσαι με, καὶ τῇ Σῇ σκέπῃ με Κόρη σκέπασον, ἵνα μὴ κατάβρωμα, τοῦ δολίου γένωμαι, Θεοτόκε ἀνθρώπων προσφύγιον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῇ δυνάμει τῇ θείᾳ καθωπλισθείς, ὡς Χριστοῦ ὑπηρέτης καὶ μαθητής, ἀνδρείως κατέβαλες, τῶν ἐχθρῶν τὰ φρυάγματα, καὶ τὸ τῆς εὐσεβείας, τρανώσας μυστήριον, λόγῳ ὁμοῦ καὶ ἔργῳ, καὶ θαύμασιν ἔνδοξε· ὅθεν οὐρανίων, ἠξιώθης στεφάνων, τελέσας τὸν δρόμον σου, καὶ δοξάσας τὸν Κύριον, ὦ Κλεόπα Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἄρας τὸν Πρωτόπλαστον, τῆς ἀρχαίας ἀπήλλαξας, καὶ σωτηρίας πύλη, ἡμῖν ἐχρημάτισας, καὶ πρὸς τὸ πρῶτον κάλλος, Ἁγνὴ ἐπανάκλησις. Ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦντές Σε πάντοτε, οἱ σωθέντες τῷ τόκῳ Σου, καὶ πιστῶς ἐκβοῶμέν Σοι· χαῖρε θησαυρὲ τῆς ζωῆς, Θεοτόκε μόνη Ἀειπάρθενε· χαῖρε κόσμου προστάτις, καὶ μέγα προσφύγιον.

ᾨδὴ δ’. Ὄρος Σε τῇ χάριτι.
Ἔλαμψας ὡς ἥλιος, Κλεόπα τοῖς πέρασι, φωτιστικαῖς μαρμαρυγαῖς, τῆς εὐσεβείας δᾳδουχῶν, ἐθνῶν τὰ συστήματα, καὶ ὁδηγῶν πρὸς τὴν θείαν ἐπίγνωσιν, τοὺς σκοτισθέντας παθῶν ἀμαυρότησι.
Ὅλος ἐνθεώτατος, Χριστοῦ τῇ ἐγγύτητι, καὶ κοινωνίᾳ τῇ λαμπρᾷ, καὶ μετοχῇ θεαρχικῇ, ἐδείχθης Ἀπόστολε, καὶ τὴν θεότητα Τούτου ἐκήρυξας, τοῖς ἀθεΐαν ἀθλίως νοσήσασι.
Πόθῳ θείῳ τέτρωσαι, φλεχθεὶς τὴν καρδίαν σου, τῆς ἀγαπήσεως Χριστοῦ, πυρὶ τῷ θείῳ νοερῶς, ὡς Τούτου ἠξίωσαι, τῆς ἐμφανείας μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς θεοφόρε Ἀπόστολε.
Ἅπασαν ἀπέῤῥιψας, σχολὴν τὴν ἐπίγειον, ὡς ἠκολούθησας θερμῶς, τῷ σαρκωθέντι δι’ ἡμᾶς, Χριστῷ τῷ Παντάνακτι, καὶ παρ’ Αὐτοῦ ἐμυήθης τὰ ἄῤῥητα, τῆς οὐρανίου σοφίας διδάγματα.
Θεοτοκίον.
Γέγονεν ὁ τόκος Σου, βροτῶν ἀναγέννησις, καὶ τῆς φθορᾶς ἀπαλλαγῆς, καὶ πρὸς Θεὸν καταλλαγή, Παρθένε πανάμωμε· διὸ ὑμνοῦμεν τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν Θεοτόκε λοχείας Σου.

ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἐπληρώθης ὦ Κλεόπα οὐρανίου συνέσεως, καὶ πολλοὺς ἀσυνετοῦντας πρὸς τὴν γνῶσιν τὴν ἔνθεον, λόγῳ σου ἐπέστρεψας σοφῷ· διό σε θείοις λόγοις, ὑμνολογοῦμεν Ἀπόστολε.
Ῥήμασί σου τοῖς ἐνθέοις καὶ σοφίᾳ τῆς πίστεως, διελέγχεις τὰ τῆς πλάνης θεηγόρε σοφίσματα, καὶ τοὺς προσανέχοντας αὐτῇ, προσάγεις σεσωσμένους, Χριστῷ τῷ σὲ μεγαλύναντι.
Ἀληθείας δημηγόρος ἱερὸς ἐχρημάτισας, καὶ τοῦ ψεύδους τὴν ἀπάτην διελέγχεις τρανότατα· Πνεύματι γὰρ θείῳ σοφισθείς, ξενοπρεπῶς κηρύττεις, τὰ μεγαλεῖα τῆς χάριτος.
Θεοτοκίον.
Ἰατῆρα τῶν ἀνθρώπων καὶ Σωτῆρα κυήσασα, τὸν ἡμᾶς ἐκ τῆς κατάρας τῆς ἀρχαίας ῥυσάμενον, ἴασαι καὶ σῶσόν με Ἁγνή, τὸν τετραυματισμένον, τῇ ἐπηρείᾳ τοῦ ὄφεως.

ᾨδὴ στ’. Ἐκύκλωσαν ἡμᾶς.
Ῥοαῖς ταῖς μυστικαῖς τῆς θείας χάριτος, Κλεόπα παμμακάριστε, καταρδεύσας τὰς ἀρούρας τῶν ψυχῶν, ταύτας καρποφόρους ἐναπέδειξας, καρποφορεῖν, τῆς εὐσεβείας τὰς χάριτας.
Ὡς σύσκηνος χοροῦ τῶν Ἑβδομήκοντα, Κλεόπα καὶ συνάριθμος, Μαθητῶν καὶ Ἀποστόλων τοῦ Χριστοῦ, σὺν αὐτοῖς ἀπαύστως καθικέτευε, ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Μαράνας ἀσεβείας τὰ βλαστήματα, κηρύττων τὸν βλαστήσαντα, ὥσπερ ἄνθος ἐκ τῆς ῥίζης Ἰεσσαί, Ἰησοῦν Χριστὸν τὸν Παντοκράτορα, στέφος σοφέ, τὸ ἀμαράντινον εἴληφας.
Θεοτοκίον.
Νοός μου τὴν κατήφειαν ἀπέλασον, φωτὶ τῷ τοῦ προσώπου Σου, καὶ ψυχῆς μου σκοτασμὸν τὸν χαλεπόν, αἴγλῃ Θεοτόκε τῆς Σῆς χάριτος· Σὺ γὰρ τὸ φῶς, τὸ ἐκ φωτὸς ἡμῖν τέτοκας.

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.
Ὡς θεῖος Μαθητής, καὶ Χριστοῦ ὑπηρέτης, δογμάτων εὐσεβῶν, ὑποφήτης ἐδείχθης, Κλεόπα Ἀπόστολε, Ἀποστόλων ὁμόσκηνε· μεθ’ ὧν πρέσβευε, τῷ Παντοκράτορι Λόγῳ, τοῖς αἰνοῦσί σε, λύσιν πταισμάτων δοθῆναι, καὶ χάριν καὶ ἔλεος.
Ὁ Οἶκος.
Εὐαγγελίου τῆς ζωῆς, μυσταγωγὸς ἐδείχθης, ἀκολουθήσας τῷ Χριστῷ, καὶ τῷ χορῷ τῷ ἱερῷ, τῶν Ἑβδομήκοντα Αὐτοῦ, ἀριθμηθεὶς Ἀποστόλων μάκαρ· ἐλλαμφθεὶς γὰρ τῇ τοῦ Παρακλήτου ἐλλάμψει, ὡς ἀστὴρ ἑωθινὸς ἔλαμψας τῷ κόσμῳ, καὶ τὴν γενομένην ἡμῖν ἀπολύτρωσιν, ἀῤῥήτῳ εὐδοκίᾳ, καὶ πλούτῳ οἰκτιρμῶν, τοῖς δεδουλωμένοις τῷ ἐχθρῷ, ἐκήρυξας Ἀπόστολε Κλεόπα. Ἀλλὰ τοῖς αἰνοῦσί σε, αἴτει δεόμεθα, λύσιν πταισμάτων δοθῆναι, καὶ χάριν καὶ ἔλεος.

Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα.
Στίχοι·
Οὐχ ὡς τὸ πρὶν βλέπει σε Κλεόπας, Λόγε,
ἀλλὰ τρανῶς νῦν ἐντρυφᾷ σου τῇ θέᾳ.
Τριακοστῇ Κλεόπας Χριστοῦ, ἕστακε θεείῳ θώκῳ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.
Ἡ πανσθενής, τοῦ Ἁγίου Πνεύματος, χάρις οἰκήσασα ἐν σοί, δυνατόν σε ὡς ἀληθῶς, λόγοις τε καὶ πράξεσιν, ἔδειξε μακάριε, λαοῖς Κλεόπα κραυγάζοντα· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Μετὰ Χριστοῦ, ἐν Σιὼν συνώδευσας, εἰς Ἐμμαοὺς σὺν τῷ Λουκᾷ, ἀναστάντος ἐκ τῶν νεκρῶν, καὶ Τούτῳ ὡμίλησας, ᾧ καὶ κατακέκλισαι, τῶν ὀφθαλμῶν κρατουμένων σου, καὶ καιομένῃ καρδίᾳ, φυγόντα Τοῦτον ᾔνεσας.
Ἡ ἱερά, καὶ ἁγία μνήμη σου, καθαγιάζουσα ἡμᾶς, ταῖς ἁγίαις σου ἀρεταῖς, σήμερον ἐφέστηκεν, ἣν πανηγυρίζοντες, θεῖε Κλεόπα κραυγάζομεν· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον.
Νέον ἡμῖν, παιδίον γεγέννηκας, τὸν προαιώνιον Θεόν, νεουργοῦντα ὡς ἀγαθός, τὴν ἡμῶν παλαίωσιν· ὅθεν τὴν καρδίαν μου, παλαιωθεῖσαν τοῖς πάθεσι, καινὴν ἀπέργασαι Κόρη, τῇ θείᾳ Σου χρηστότητι.

ᾨδὴ η’. Ἐν καμίνῳ.
Γεωργὸς ἐδείχθης μυστικός, γονίμους ἀναδείξας, τοῦ λόγου τῇ γεωργίᾳ, τοὺς μὴ πρότερον Θεῷ, Κλεόπα κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐνδυθεὶς τὰ ὅπλα τοῦ φωτός, Ἀπόστολε θεόφρον, τοῦ σκότους τὸν ἀρχηγέτην, τοὺς μὴ πρότερον Θεῷ, Κλεόπα κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ῥαντισμῷ κηρύγματος τοῦ σοῦ, κατέσβεσας τὴν φλόγα Ἀπόστολε τῆς ἀπάτης, καὶ πρὸς ἔρωτα Χριστοῦ, ἐκκαίεις τοὺς ψάλλοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀπειράνδρως τέτοκας ἡμῖν, Παρθένε Θεοτόκε, Χριστὸν τὸν παντουργέτην, διασώζοντα φθορᾶς, τοὺς πίστει κραυγάζοντας· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Τὴν ζωοδόχον πηγήν.
Στεφανηφόρος Κυρίῳ παρέστηκας, καλῶς τελέσας Κλεόπα τὸν δρόμον σου, καὶ τοῦ ξύλου ἔτυχες, τῆς ζωῆς Ἀπόστολε, σὺν Ἀποστόλοις καὶ πᾶσι τοῖς Ἁγίοις, τῆς ὑπὲρ λόγον χαρᾶς ἀξιούμενος.
Ἱερουργήσας ὡς θεῖος Ἀπόστολος, τὸ τῆς ζωῆς ἱερὸν Εὐαγγέλιον, ψυχὰς καθιέρωσας, πίστεως τῇ χάριτι, τῷ Διδασκάλῳ Κλεόπα θεηγόρε, παρ’ Οὗ ἐδέξω τὸν ἄφθαρτον στέφανον.
Μεμυημένος τὰ θεῖα μυστήρια, τῆς τοῦ Χριστοῦ Βασιλείας Ἀπόστολε, μυστηπόλος ἄριστος, εὐσεβείας πέφηνας, ἀνακαλύπτων τῆς πίστεως τὸ κάλλος, τοῖς δεξαμένοις τὸ θεῖόν σου κήρυγμα.
Ὁ τῆς χορείας τῆς θείας συνάριθμος, τῶν τοῦ Χριστοῦ Μαθητῶν Ἑβδομήκοντα, Κλεόπα Ἀπόστολε, δέξαι μου τὴν αἴνεσιν, καὶ τῆς χορείας τῆς ἄνω μετὰ τέλος, κἀμὲ ἀξίωσον δέομαι Ἅγιε.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Θεὸν σωματώσασα, καὶ μετὰ τόκον Ἁγνὴ διαμείνασα, μόνη Ἀειπάρθενε, τὴν ψυχήν μου ἴασαι, τὴν ἀνιάτως νοσοῦσαν τῇ κακίᾳ, καὶ φωτισμοῦ με ἀΰλου ἀξίωσον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῶν Μαθητῶν ἀγλάϊσμα, ἀληθῶς ἀνεδείχθης, Χριστοῦ τῶν Ἑβδομήκοντα, λαμπρυνθεὶς τῇ καρδίᾳ, τοῦ Παρακλήτου τῇ αἴγλῃ, θεηγόρε Κλεόπα· μεθ’ ὧν ἀεὶ ἱκέτευε, τὴν Ἁγίαν Τριάδα, ὑπὲρ ἡμῶν, τῶν τὴν σὴν τελούντων πάμφωτον μνήμην, ἵνα ῥυσθῶμεν ἔνδοξε, ἀπὸ πάσης ἀνάγκης.
Θεοτοκίον.
Ἀνερμηνεύτως τέτοκας, διὰ σπλάγχνα ἐλέους, τὸν πρὸ αἰώνων Ἄχραντε, ἐκ Πατρὸς γεννηθέντα, ὑπερφυῶς ὑπὲρ λόγον, ὑπερούσιον Λόγον, τῆς ἀλογίας λύοντα, τὸ ἀνθρώπινον γένος, καὶ τῆς φθορᾶς, καὶ πρὸς ἀφθαρσίας τὴν κοινωνίαν, Παρθένε ἐπανάγοντα, τοὺς πιστῶς Σε ὑμνοῦντας.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Παρακλήτου τὴν χάριν ὑποδεξάμενος, θεοειδὴς ἐδείχθης, Μαθητὴς τοῦ Σωτῆρος, Ἀπόστολε Κλεόπα καὶ εὐσεβῶς, διηκόνησας Ἅιε, τῇ δεδομένῃ σοι χάριτι παρ’ Αὐτοῦ· διὰ τοῦτό σε γεραίρομεν.
Ἐξαναστάντα κατεῖδες ἐν ξένῃ ὄψει σοφέ, Χριστὸν τὸν Ζωοδότην, ὡς Ἀπόστολος θεῖος, Κλεόπα θεηγόρε, εἰς Ἐμμαούς, καὶ Αὐτῷ συνελάλησας, καὶ τὴν καρδίαν ἐφλέχθης καὶ τὴν ψυχήν, τῷ γλυκέῳ Αὐτοῦ ἔρωτι.
Τῆς εὐσεβείας ἐκφαίνων τὴν θείαν ἔλλαμψιν, κατάλληλον ἐκτήσω, ἐπὶ γῆς πολιτείαν, Ἀπόστολε Κλεόπα ὡς τοῦ Χριστοῦ, θεοφόρος διάκονος· διὸ ἐπάξιον εὗρες ἐν οὐρανοῖς, ἀνταπόδοσιν μακάριε.
Τῶν Ἀποστόλων τοῖς δήμοις συναυλιζόμενος, ἐν τῷ φωτὶ τῆς δόξης, τῆς Χριστοῦ Βασιλείας, Ἀπόστολε Κλεόπα ὑπὲρ ἡμῶν, καθικέτευε πάντοτε, ἵνα κινδύνων καὶ πόνων καὶ πειρασμῶν, οἱ τιμῶντές σε ῥυώμεθα.
Δόξα. Ἦχος πλ. α΄.
Ἀποστολικοῖς σου τρόποις, τοῦ Εὐαγγελίου τὸ κήρυγμα, ὡς ἀληθῶς ἐδόξασας, Ἀπόστολε ἔνδοξε. Τῷ γὰρ Χριστῷ συμμορφούμενος, τοῖς ἴχνεσιν Αὐτοῦ ἐβάδισας, καὶ τοῖς πλανωμένοις ὑπέδειξας, τῆς ἀληθείας τὴν ὁδὸν τὴν θείαν, τῶν σκολιῶν τρίβων τῆς πλάνης, τούτους ῥυσάμενος. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, Κλεόπα θεόφρον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Μύστης τοῦ Σωτῆρος ἀναδειχθείς, διέπρεψας κόσμῳ, ὡς Ἀπόστολος εὐκλεής, Κλεόπα τρισμάκαρ, καὶ νῦν σὺν Ἀποστόλοις, τὰ ἔπαθλα κομίζῃ, τῶν παλαισμάτων σου.

 

 

 

Ἀκολουθία Ἁγίου ΓΡΗΓΟΡΙΟΥ Ἐπισκόπου Ἀκραγαντίνων, Δρ. Χαραλάμπους Μπούσια


 

Ψαλλομένη τῇ 23η Νοεμβρίου

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Γόνος, καὶ παναγίας ποιμήν, τῶν Ἀκραγαντίνων ἐπώφθης, θαυματοβρύτα κρουνέ, Ὅσιε Γρηγόριε, Ἀγγέλων σύσκηνε· σὲ γὰρ χεὶρ οὐκ ἐξέλεξεν, εἰς Ἀρχιερέα, βρότειος οὐδὲ βροτῶν, τρισμάκαρ βούλησις, ὅτι, οὐρανόθεν τὴν ψῆφον, ἔσχες τὴν γνωρίζουσαν πᾶσι, πλοῦτον τῆς ψυχῆς σου τὸν ἀσύλητον.

Ὅτε, τῶν γονέων σου στοργήν, ἔρωτι τῷ θείῳ ἠρνήσω, καὶ πρὸς ἁγίαν Σιών, χαίρων ἀπεδήμησας, τότε τοῖς δάκρυσι, προσευχαῖς σου καὶ στάσεσι, παννύχοις τὴν χθόνα, ταύτης ἐγεώργησας, σοφὲ Γρηγόριε· ὅθεν, οὐρανίων χαρίτων, σκεῦος πολυτίμητον ὤφθης, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα.

Ὅτε, ταῖς σοφαῖς σου διδαχαῖς, καὶ τοῖς θεηγόροις σου λόγοις, αἱρετιζόντων βουλάς, πλάνους κατεδίκασας, τῶν μίαν θέλησιν, τὸν Θεάνθρωπον Κύριον, κατέχειν λεγόντων, τότε κατηγλάϊσας, χοροὺς Γρηγόριε, πάντων τῶν πιστῶν καὶ ἀκρότης, ὤφθης εὐθαρσῶν θεολόγων, καὶ ὀξὺς κακοδοξούντων πέλεκυς.

Ὅτε, τὸ φορτίον τὸ βαρύ, τῆς συκοφαντίας ἐπ’ ὤμων, ἀγάπης ὑπογραμμέ, ἦρας καὶ ὑπέμεινας, εἱρκτὴν πολύχρονον, θεοφόρε Γρηγόριε, καὶ χλεύην τοῦ κόσμου, τότε σοῦ κατέδειξε, τὴν ἐντιμότητα, ὁ τῆς ὑφηλίου Δεσπότης, καὶ τοὺς πονηρὰ βουλευθέντας, κατὰ σοῦ ἠμαύρωσε θαυμάσιε.

Δόξα. Ἦχος β΄.

Ὡς θεολόγον πανάριστον, ἀσκήσεως ἄγαλμα, καὶ ἀκρέμονα Ἱεραρχῶν, ἀξίως σε ὑπεδέξατο, εἰς τὰ σκηνώματα τῆς δόξης, Χριστὸς ὁ Κύριος, Γρηγόριε Ὅσιε· σὺ γὰρ Μονοθελητῶν, κατεκεραύνωσας τὸ θράσος, τῇ ῥητορικῇ σου δεινότητι, μιμούμενος τὸν ζῆλον τῶν Ἀποστόλων, καὶ τὴν ποίμνην σου κατηύφρανας, ταῖς ἐναρέτοις σου πράξεσι. Θαυμασίων ὅθεν πολλῶν ἀξιωθείς, αὐτουργὸς γενέσθαι, καὶ θεοφιλῶς ποιμάνας, Ἀκραγαντίνων τὴν χώραν, μετέστης πρὸς οὐρανούς, πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν πίστει τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη. 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Τῶν Μονοθελητῶν, τὰς φάλαγγας σοῖς λόγοις, ἐξέτρεψας καὶ ὤφθης, Ὀρθοδοξίας στῦλος, ἀκλόνητος Γρηγόριε.

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἔκθρεμμα καὶ ποιμήν, Ἀκραγαντίνων θεῖος, Γρηγόριε ἐδείχθης, ὁ τῆς συκοφαντίας, σταυρὸν βαρὺν ἀράμενος.

Στ. Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χάριτι θεϊκῇ, λεπρούς τε μογιλάλους, καὶ κύπτοντας ἰάσω, τῆς ἀπαθείας κέρας, κατὰ Χριστὸν Γρηγόριε.

Δόξα. Τριαδικόν.

Ἄναρχε τριλαμπές, καὶ ἄκτιστε Θεότης, Τριὰς Ὑπεραγία, λιταῖς τοῦ Γρηγορίου, τοὺς δούλους Σου διάσωσον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Γρηγορῶν ἐκ σπάργανων φερωνύμως Γρηγόριε, ἐν τοῖς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν, διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, ἰθύνεις τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ποιμὴν γλαφυρώτατε Ἀκραγαντίνων βολαῖς, πανσόφων ῥημάτων σου θεολογίας πυρσός, ἐδείχθης φανότατος· λάμψας γὰρ ταπεινώσει, καὶ χρηστότητι χάριν, εἴληφας ἰαμάτων· διὸ πάντες τιμῶντες, Γρηγόριε σὲ πόθῳ λιτάς, τὰς σὰς ἐξαιτούμεθα.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.

Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω Σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί Σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.

Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον Αὐτῇ, ἐπαξίως προσκομίσωμεν.

Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον. 

Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς Τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ πλάνης πνεύματα.

Πάτερ θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε. 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε Ἀκραγαντίνων τὸν Πρόεδρον, καὶ Ἀρχιερέων τὸ καύχημα, τὸν ὁμολογητὴν Γρηγόριον, ἐν ᾠδαῖς καταστέψωμεν λέγοντες· χαίροις, ὁ παιδιόθεν ἀγαπήσας τὸν Κύριον, καὶ τοῖς ἴχνεσιν Αὐτοῦ ἀκολουθήσας, ἀπαρνησάμενος πᾶν γεηρὸν καὶ χαμαίζηλον· χαίροις, ὁ τῶν Μονοθελητῶν σκεδάσας τὰ φληναφήματα, καὶ τῶν ὀρθῶν δογμάτων φανεὶς ὑπέρμαχος, θεολόγων ἀκρότης καὶ ἔρεισμα· χαίροις, ἀκτινοβόλε Ποιμενάρχα, ὃν ὡς πολυχεύμονα κρήνην θαυμασίων, ἐγνώκασιν οἱ ἐν τῷ προσώπῳ σου ὁρῶντες τὸν Κύριον· ἀλλ’ ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, τὸν φιλάνθρωπον Θεόν, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων· Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον· Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄ 1-21).

Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 8-21).

Προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. Ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος. Ἦλθε δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς. Εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. Ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι· ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς Θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες. Ἐμοὶ δὲ δῴη ὁ Θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι Αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής. Ἐν γὰρ χειρὶ Αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. Αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ριζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. κδ΄ 1-22).

Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. Ἐν ἐκκλησίᾳ Ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως Αὐτοῦ καυχήσεται· ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. Μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. Τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν Ἰακὼβ κατασκήνωσον καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι. Πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην· ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν Ἱερουσαλὴμ ἡ ἐξουσία μου· καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ. Ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών· ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν Ἱεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. Ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. Ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. Ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. Ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ. Προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε· τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. Οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. Ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.

Εἰς τήν Λιτήν. Ἦχος α’.

Καθοπλισθεὶς τῇ δυνάμει τοῦ Σταυροῦ, εἰς τὸν ἄδυτον γνόφον, τῆς σωτηριώδους φιλοσοφίας εἰσέδυς, Ἀκραγαντίνων βλάστημα, ποιμενάρχα Γρηγόριε. Σὺ γὰρ τὸν κεκρυμμένον πολύτιμον μαργαρίτην τῆς πίστεως, ἀνευρὼν ἐκ νεότητος, διαφύλαξας αὐτὸν ἀπαύστοις πόνοις, ἀσύλητον ἐν τῇ καρδίᾳ σου. Πολλοῖς οὖν ἐπιδείξας τὸν σὸν θησαυρόν, ηὔφρανας καὶ διάσωσας αὐτοὺς μετόχους ἐποίησας τῆς ἄνω Βασιλείας, ἐν ᾗ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Τῆς θύραθεν παιδίας τὴν γνῶσιν περιποιησάμενος, ἐν Σικελίᾳ καὶ ἁγία Σιών, τῆς ἐν Χριστῷ σοφίας τὸν πλοῦτον, ἐταμιεύσω τῇ ψυχῇ, ἀσιγήτῳ σου προσευχῇ ἐγκρατείᾳ καὶ ἀγάπῃ· ὅθεν τῶν δωρεῶν τῆς χάριτος οἰκονόμος γενόμενος, ποιμὴν λογικῶν προβάτων θεόσοφος ἐδείχθης, καὶ ἐν οὐρανοῖς κατεσκήνωσας λιτόμενος τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου.

Ἦχος γ΄.

Τίς ἐπαξίως ὑμνήσει τὰ ῥητορικά σου τεχνάσματα, Γρηγόριε πανθαύμαστε, Ἀκραγαντίνων Πρόεδρε, καὶ πάσης Ἐκκλησίας ὑφηγητὰ καὶ διδάσκαλε; Σὺ γὰρ τροπώσας Μονοθελητῶν τὸ κράτος, τὰς αἱρετικὰς αὐτῶν ἐρεσχελίας διέλυσας, ἄριστος πρόμαχος φανεὶς τῆς καλῆς ὁμολογίας, Πνεύματος χάριτι· ἀλλ’ ὡς Ἀποστόλων ὁμότροπος, καὶ τῶν ὀρθῶν δοξασιῶν στόμα θεόφθογγον, μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τοὺς σὲ ἀναμέλποντας.

Δόξα. Ἦχος δ΄.

Σοφίᾳ διαπρέπων καὶ εὐγλωττίᾳ κοσμούμενος, τοὺς κακοδόξους λύκους, ἐκ τῆς Ὀρθοδόξων ποίμνης ἀπήλασας, Γρηγόριε θεοφώτιστε· ἐπιφανεὶς οὖν τῇ Ἐκκλησίᾳ ὥσπερ ἥλιος, ταῖς μαρμαρυγαῖς τῆς σῆς βιοτῆς, πάντας ἐφώτισας, καταπείθων αὐτὴν δοξάζειν τὸν Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.

Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου Αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ Σικελίας βλαστός, ὁ τῷ Χριστῷ ἀνατεθεὶς ἐκ νεότητος, καὶ Τούτῳ ἀκολουθήσας, ἐν ὁλοτρόπῳ σπουδῇ, καὶ στεῤῥᾷ ἀσκήσει, βίου κρείττονος· λιπὼν γὰρ τὴν νῆσόν σου, ἐν Σιὼν ἐπεδήμησας, καὶ τῶν Πατέρων, τῆς ἐρήμου τὰ ῥήματα, τὰ γλυκύφθογγα, ταμιεῦσαι καὶ πάνσοφα, ἐν τῇ σεπτῇ καρδίᾳ σου, σοφὲ ἐπεπόθησας, καὶ μυροθήκη γενέσθαι, ἀμέμπτου βίου ἡδύπνοος, Γρηγόριε θεῖε· διὸ πάντες σε τιμῶμεν, φαιδροῖς ἐν ᾄσμασι

Στ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, ὁμολογίας πυρσός, θεολογίας ἀληθοῦς τὸ θησαύρισμα, ὁ ἔνθεος ὑποφητής, καὶ ὁδηγὸς ἀσφαλής, πρὸς ὀρθῶν δογμάτων, ὅρμον εὔδιον· ὁ λύσας τοῖς λόγοις σου, κακοδόξων σοφίσματα, καὶ κατευφράνας, εὐσεβῶν τὴν ὁμήγυριν, τῇ δοθείσῃ σοι, εὐγλωττίᾳ Γρηγόριε· ὅθεν σε μακαρίζομεν, παιδείας ὡς πρύτανιν, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, στεῤῥὰν κρηπῖδα καὶ θέμεθλον, ἣν φύλαττε Πάτερ, ἀπὸ πάσης ἐπηρείας, ἐχθρῶν ἀμόλυντον.

Στ. Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις, Ἀκραγαντίνων φωστήρ, ὁ διαλάμψας ἀστραπαῖς ὁσιότητος, ἀγάπης μακροθυμίας, καὶ βιοτῆς εὐσεβοῦς, ἐν τῆς Ἐκκλησίας στερεώματι· ἰάσεων τέμενος, ἱερὸν ἀναδέδειξαι, σημειοφόρε, Ἱεράρχα Γρηγόριε, τοῖς προστρέχουσι, καθ’ ἑκάστην σῇ χάριτι· ὦτα γὰρ μογιλάλου τε, καὶ στόμα διήνοιξας, λεπρὸν ἐκάθηρας τάχος, καὶ δαιμονῶντας ἀπήλλαξας, ἐκ τῆς τοῦ βελίαρ, ἐπηρείας θεοφόρε, Ἀγγέλων σύσκηνε.

Δόξα. Ἦχος πλ. δ΄.

Ἀπὸ βρέφους ἀνατεθεὶς τῷ Κυρίῳ, τὴν ψυχὴν ἐκόσμησας, πανοσίαις πράξεσι, καὶ ποιμὴν ἀναδέδειξαι, τῆς Ἀκραγαντίνων Ἐκκλησίας. Μακροθυμῶν γὰρ ὡς ὁ Ἰωσήφ, ἐν τοῖς πειρασμοῖς, καὶ ἀπαστράψας ἐνεργείαις ἰαμάτων, μετέστης πρὸς Κύριον, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Μετὰ τὸ τεχθῆναί Σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς Σὲ τὴν πανάμωμον, τροφὴν κομίζων Σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν Σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν. 

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Γρηγορῶν ἐκ σπάργανων φερωνύμως Γρηγόριε, ἐν τοῖς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν, διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, ἰθύνεις τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ποιμὴν γλαφυρώτατε Ἀκραγαντίνων βολαῖς, πανσόφων ῥημάτων σου θεολογίας πυρσός, ἐδείχθης φανότατος· λάμψας γὰρ ταπεινώσει, καὶ χρηστότητι χάριν, εἴληφας ἰαμάτων· διὸ πάντες τιμῶντες, Γρηγόριε σὲ πόθῳ λιτάς, τὰς σὰς ἐξαιτούμεθα.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. 

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.

Κοσμήσας σεαυτόν, ἀρετῇ καὶ νηστείᾳ, ἐδείχθης ἀληθῶς, ἐγρηγόρσεως στήλη, καὶ νήψεως ἔκτυπον, νυσταγμὸν τοῖς βλεφάροις σου, ἱερώτατε, νυχθημερὸν ὁ μὴ δίδων, ὦ Γρηγόριε, ἀλλ’ ὁ τὸ νοῦν περιφέρων, ἀεὶ πρὸς τὸν Κύριον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ἀκράγαντος Πρόεδρον καὶ κυβερνήτην σοφόν, καὶ ἔνθεον πρύτανιν τῆς Ἐκκλησίας Χριστοῦ, Γρηγόριον μέλπωμεν· ἴθυνε γὰρ τὸ σκάφος, εὐσεβούντων χορείας, πρὸς ἀσφαλείας ὅρμον, κακοδόξων τὸν σάλον, αὐτοῦ τοῖς θεοσόφοις ταχύ, παύων διδάγμασι.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός. 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Δακρύων ῥείθροις σου, καλῶς λουσάμενος, Πνεῦμα τὸ Ἅγιον, σαφῶς εἰσδέδεξαι, καὶ θείας χάριτος κρουνός, τεθέασαι θεοῤῥῆμον· ὅθεν καὶ ἰάματα, σὺ προχέεις ἑκάστοτε, τοῖς πιστῶς προστρέχουσι, τῇ σῇ χάριτι Ὅσιε, βοῶσι δὲ φωνῇ στεντορείᾳ· χαίροις Γρηγόριε θεόφρον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.

Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· χαῖρε θαῦμα παγκόσμιον.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ. Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Εὐαγγέλιον Ἱεραρχικόν.

Ὁ Ν’ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...

Ταῖς ἀκτῖσι τῶν σῶν ἀρετῶν, ἐσκέδασας τὴν ὁμίχλην τῆς κακίας, καὶ πᾶσιν ἔδειξας, μακροθυμίας τὸν δρόμον, Γρηγόριε μακάριε· ὅθεν θεωθεὶς κατὰ μέθεξιν, τῶν ὑπὲρ νοῦν θεατὴς νῦν χρηματίζεις, πρεσβεύων τῷ φιλευσπλάγχνῳ Σωτῆρι, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν θαυματουργὸν Γρηγόριον θαυμάσω. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Τῷ συντρίψαντι πολέμους.

Ταῖς τοῦ Πνεύματος ἀκτῖσι, πυρσευόμενος τὸν νοῦν, Ἱερὲ Γρηγόριε, καὶ φωταυγὴς ἀστὴρ γεγενημένος, ὅλον με καταύγασον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.

Ὁ προγνώστης τῶν ἁπάντων, χαριτώσας σου τὸν νοῦν, θεοσδότοις λάμψεσιν, ἀπὸ σπαργάνων σε καθαγιάζει, θείαις ἀρεταῖς ἐμπρέπειν μέλλοντα, Πάτερ καὶ θαύμασιν.

Νυσταγμὸν ἀπὸ βλεφάρων, ῥαθυμίας ἐκβαλών, λύχνος ἐγρηγόρσεως, καθωράθης θεοφόρε δείξας, πράγματι τὴν κλῆσίν σου Γρηγόριε, ἐπαληθεύουσαν.

Θεοτοκίον.

Θεοτόκον Σε κυρίως, ἀληθῶς ὁμολογῶ· τέτοκας γὰρ Κύριον, ἀνερμηνεύτως ἐν δυσὶν οὐσίαις, ἄχραντε Παρθένε καὶ θελήσεσι, κατανοούμενον.

ᾨδὴ γ'. Ἐστερεώθη ἡ καρδία μου.

Τὸν δι' αὐτόν σου προσδεξάμενος Πάτερ κόπον, ὁ Κτίστης γέροντι στοιχειοῖ σε, ἐν ἐρήμῳ σε μυοῦντα Γρηγόριε, ἁπάσης Γραφῆς σαφήνειαν.

Ὅλην ἐφέλκων ἑβδομάδα ἄσιτος Πάτερ, ἐτρέφου βρώσει ἐπουρανίῳ, σῶν δακρύων νιφετοῖς ποτιζόμενος, καὶ θείως ἐνηδυνόμενος.

Ὑπὸ Θεοῦ σοι Ἱεράρχα χῦμα καρδίας ἐδόθη· ἔβλυσας γὰρ πλουσίως, διδαγμάτων καθαρώτατα νάματα, καρδίας πιστῶν ἀρδεύοντα.

Θεοτοκίον.

Ῥῆσις Κηρύκων θεηγόρων ἀπεπληρώθη· ἰδοὺ γὰρ ἔτεκεν ἡ Παρθένος, νέον βρέφος τοῦ Ἀδὰμ παλαιότερον, καὶ σύνθρονον τοῦ Γεννήτορος.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, ἰαμάτων ἀπήστραψας, ἐνεργείας Γρηγόριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.

Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· χαῖρε θαῦμα παγκόσμιον.

ᾨδὴ δ'. Ἀκήκοα Κύριε.

Γῆ ὡς καλὴ ἤνθησας, ἑκατοστεύοντα Πάτερ στάχυν, καὶ τῇ δρεπάνῃ τῶν σῶν διδαχῶν ἐξέτεμες, αἱρετικῶν δόγματα δυσσεβῆ, Συνόδου πρόμαχος ὀφθείς, Ὅσιε Γρηγόριε.

Οὐράνιος ψῆφός σε, Ἀρχιερέα Θεοῦ θεράπον, ἀποδεικνύει καλῶς, ὁδηγεῖν τὸ ποίμνιον, ὅπερ ἐκτήσατο αἵματι Χριστός, ὁ προειδὼς σου τῆς ψυχῆς, μάκαρ τὴν λαμπρότητα.

Ναὸς Θεοῦ γέγονας, κεκαθαρμένος παθῶν κηλῖδος, καὶ ἐν ναῷ ἱερῷ παρεστώς, τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, δέδεξαι σαφῶς, εἴδει σεμνῆς περιστερᾶς, Χριστοῦ δοξάσαντος.

Θεοτοκίον.

Γένος βροτῶν σέσωσται, τῇ ὑπὲρ νοῦν Σου κυοφορίᾳ, καὶ οἱ ἐν σκότει φθορᾶς, Παναγία Δέσποινα, εἶδον τὸ φῶς τὸ ἐκλάμψαν ἐκ γαστρός, Σοῦ τῆς αἰτίας τῆς ἡμῶν, Κόρη ἀναπλάσεως.

ᾨδὴ ε'. Τὸν ζόφον τῆς ψυχῆς μου.

Ῥήματί σου καθαίρεις, εἰδεχθοῦς ἀσθενείας λελεπρωμένον ποτέ, τὸν προσελθόντα σοι πίστει· θεόθεν γὰρ ἐδέξω, χάριν θαυμάτων σοφέ, ὡς Ἐλισαῖος ὁ θεῖος, θεόφρον Γρηγόριε.

Ἠνέωξας εὐχῇ σου, μογιλάλου στόμα καὶ ὦτα Γρηγόριε, τῶν ἰαμάτων παμμάκαρ, ἐνέργειαν πλουτήσας, καὶ ἐξηρεύξω βυθὸν θεολογίας, θαλάσσας ἀθέων ξηραίνοντα.

Γεώδους προσπαθείας, καθαρεύσας Πάτερ ὡς Πέτρος ὁ πρόκριτος, τῶν Ἀποστόλων σκιᾷ σου, ἰάσεις ἐπετέλεις συνεχομένους δειναῖς, ἀσθενειῶν καταιγίσιν, ἐνθέως ἰώμενος.

Θεοτοκίον.

Ὁ κόλπους τοὺς πατρῴους, μὴ κενώσας ἐν τῷ σαρκοῦσθαι Πανάμωμε, Σοῦ ἐν κόλποις ὁρᾶται, κρατούμενος ὡς βρέφος, Ὅν ἐξιλέωσαι, τοῖς εὐσεβῶς Σε τιμῶσι, Παρθένε Θεόνυμφε.

ᾨδὴ ς'. Ὡς τὸν Προφήτην ἐῤῥύσω.

Ῥώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν.

Ἰχνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε.

Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χάριτι.

Θεοτοκίον.

Νοῦς ἐννοῆσαι τὸ μέγα, ἀπορεῖ τοῦ Σοῦ τόκου μυστήριον· Θεὸν γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, Ἀειπάρθενε, τὸν ἀπερινόητον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε. 

Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Μακροθυμίας τὸν φωστῆρα τὸν τρισμέγιστον, θεολογίας τὸν λαμπτῆρα τὸν φανότατον, καὶ ἀσκήσεως τὸ ἄδυτον ὄντως ἄστρον, θαυμασίων τὴν πηγὴν τὴν πολυχεύμονα, καὶ ποιμένα θεοφόρον ἐπαινέσωμεν, ἀνακράζοντες· χαῖρε μάκαρ Γρηγόριε.

Ὁ Οἶκος.

Ἄγγελοι κατιδόντες, βιοτήν σου τὴν θείαν, ἐθαύμαζον Γρηγόριε ὄντως· θεολόγων γὰρ ὤφθης κρηπίς, καὶ Ποιμένων πάντων τοῦ Χριστοῦ καύχημα, Ἀκράγαντος ὡράϊσμα· διό σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, εἰκὼν ἀρετῶν παντοίων·

χαῖρε,  κανὼν τῶν ὀρθῶν δογμάτων.

Χαῖρε, σωτηρίας ποιμὴν θεοπρόβλητε·

χαῖρε,  Ἐκκλησίας Ἁγίας διάκονε.

Χαῖρε, ὅτι κατεπάτησας κακοδόξων τὴν ἰσχύν·

χαῖρε,  ὅτι κατηγλάϊσας, Ὀρθοδόξους παρευθύς.

Χαῖρε, λελεπρωμένου ὁ καθάρας τὸ σῶμα·

χαῖρε,  ὁ μογιλάλου διανοίξας τὸ στόμα.

Χαῖρε, Χριστοῦ ἀγάπης ὑπόδειγμα·

χαῖρε,  Αὐτοῦ ζηλῶν τὴν χρηστότητα.

Χαῖρε, πτωχῶν καὶ ἀπόρων προστάτα·

χαῖρε,  σεπτῶν παραδόσεων λάτρα.

Χαῖρε, μάκαρ Γρηγόριε.

Συναξάριον.

Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Γρηγορίου Ἐπισκόπου Ἀκραγαντίνων.

Στίχοι·

Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,

τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ δι’ Ἀγγέλου Παῖδας.

Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε.

Ἀκτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι.

Ὑπομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.

Θεοτοκίον.

Μητροπρεπῶς τὸν πάντων, ἀπεκύησας Κτίστην, καὶ ἐν χερσὶν ἐβάστασας, χερουβικὸς ὡς θρόνος, τὸν συνοχέα, τοῦ παντὸς Ἀπειρόγαμε.

ᾨδὴ η'. Ὁ στεγάζων ἐν ὕδασι.

Ἀπολύεται μάστιγος, δαιμονικῆς φοβερᾶς, προσευχῇ σου μάκαρ, ἡ τῇ κακίᾳ παρανόμων ἀνδρῶν, συκοφαντήσασά σε τὸν δίκαιον κόρη, καὶ Συνόδου μέσον σε δοξάζει, ὁ ἀγωνοθέτης, Χριστὸς εἰς τοὺς αἰῶνας.

Σκοτεινῆς ἀμαυρώσεως, οἱ πονηρὰ κατὰ σοῦ, βουλευθέντες Πάτερ, ἀποπληροῦνται καὶ ἐκλάμπει ἡ σή, φωταυγὴς βίωσις, ἐναντίον Γρηγόριε Πατέρων, ὧν τῇ παρουσίᾳ, ἄνθρακας κατέχων, χερσὶν ἐθαυματούργεις.

Ὡς ἀστὴρ φαεινότατος, ἀναφανεὶς ἀληθῶς, ἐν τῷ ὕψει Πάτερ τῆς Ἐκκλησίας, καταυγάζεις ἡμᾶς, ἀρεταῖς πάντοτε, καὶ θαυμάτων ἀκτῖσι, τοὺς ὑμνοῦντάς σου τὴν φωτοφόρον, μνήμην Ἱεράρχα, Γρηγόριε θεόφρον.

Θεοτοκίον.

Ὁ παράδοξος τόκος Σου, τὰς διανοίας ἡμῶν, καταπλήττει μόνη Εὐλογημένη· ὁ Θεὸς γὰρ ἐκ Σοῦ, σάρκα προσέλαβεν, ὅπερ ἦν, διαμείνας Θεοτόκε, ἄτρεπτος τῇ φύσει, Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Εὐλογητὸς Κύριος ὁ Θεός.

Ἴδε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.

Ὡς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.

Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, Ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ’ ὧν παρεστὼς τῷ Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.

Ἡγιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα ἄχρονον, τὸ ἐκλάμψαν ἐκ Πατρός, φώτισόν μου Κόρη, τὴν ψυχὴν καὶ τὸν νοῦν, μακρὰν ἀπ’ ἐμοῦ ἐκδιώκουσα, τὸ σκότος Παρθένε τῶν παθῶν· ἵνα Σε μακαρίζω, τὴν ἀειμακάριστον τῶν πιστῶν ἐλπίδα.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τῆς Ὀρθοδόξου πίστεως, ἐκφάντορα τρισμέγιστον, καὶ ἱερὸν Ποιμενάρχην, Ἀκραγαντίνων τοῖς ὕμνων, ἰάσμοις καταστέψωμεν, καὶ πίστει ἐκβοήσωμεν· χαῖρε σοφὲ Γρηγόριε, παντοειδῶν ἰαμάτων, πηγὴ ἀκένωτος ὄντως.

Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.

Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ. 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Γρηγόριε, χρηστοηθείας κανών, ἀσιτίας ὑπόδειγμα, ἐγκρατείας πρότυπον, καὶ ἀγάπης ἀρχέτυπον, τῆς Σικελίας βλαστὲ γλυκύτατε, Ὀρθοδοξίας βαλβὶς καὶ ἔρεισμα· πάντοτε πρέσβευε, τῷ Χριστῷ Παντάνακτι ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων σου, τὴν θείαν κοίμησιν.

Πάτερ, ἱερὲ Γρηγόριε, ἀνατεθεὶς τῷ Χριστῷ, ἐκ σπαργάνων ἀκίβδηλον, φῶς πιστοῖς ἀνέτειλας, τῇ τοῦ Πνεύματος χάριτι· ὅθεν καὶ γλώσσῃ, τῇ θεοφθόγγῳ σου, δογμάτων κῦρος, ὀρθῶν ἐκήρυξας, καὶ φληναφήματα, κακοδόξων ἤλεγξας ὡς ζηλωτής, θείων παραδόσεων, θεομακάριστε.

Πάτερ, ἱερὲ Γρηγόριε, Ἱεραρχῶν καλλονή, τοῦ ἡλίου φαιδρότερον, πάσῃ ἐξανέτειλε, Ἐκκλησίᾳ ἡ μνήμη σου, φωταγωγοῦσα μακροθυμίᾳ τε, καὶ ἀκακίᾳ Αὐτὴν πανεύφημε· ὅθεν τιμῶντές σε, καὶ κατευφραινόμενοι ταῖς σαῖς βολαῖς, πλήθους θαυμασίων σου, Χριστὸν δοξάζομεν.

Πάτερ, ἱερὲ Γρηγόριε, ἰχνηλατῶν τοῦ Χριστοῦ, τὰ παθήματα ἤνεγκας, ἀνυποίστων θλίψεων, τὸ φορτίον γηθόμενος· τοῖς σὲ μισοῦσιν, ἀγάπην ἄδολον, ἀντεδωρήσω, τὴν ἀνταπόδοσιν, τῷ Παντοκράτορι, Λόγῳ ἀφιέμενος Ἀρχιερεῦ, ἄσπιλε καὶ ἄκακε, φωστὴρ Ἀκράγαντος.

Δόξα. Ἦχος πλ. β΄.

Ἱεράρχα θεσπέσιε, ἐκ σπαργάνων ἀγαπήσας τὸν Κύριον, καὶ τὴν ἀρετὴν ἐπιμελῶς ἐργασάμενος, ὄργανον τοῦ Παρακλήτου γέγονας. Καὶ παρ’ Αὐτοῦ λαβὼν τῆς εὐγλωττίας, καὶ θαυμάτων τὴν ἐνέργειαν, θεολόγος μελίῤῥυτος, καὶ ἰατρὸς πανάριστος, ἐπεφάνης πᾶσιν ἀνθρώποις. Νῦν δὲ τῷ ἀστέκτῳ φωτὶ ἐλλαμπόμενος, αὔγασον καὶ ἡμῶν τὸν νοῦν, Γρηγόριε θεοφώτιστε, τοῦ ὁρᾶν τὰ ἡμῶν πταίσματα, ταῖς σαῖς ἐντεύξεσι.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων· παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον· μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Πίστεως δογμάτων ἐγρηγορώς, μέγας θεολόγος, ἀρχιθύτα θαυματουργέ, τῶν Ἀκραγαντίνων, καὶ τῆς ἐσταυρωμένης, ἀγάπης ἰχνηλάτα, ὤφθης Γρηγόριε.