Δευτέρα, 31 Οκτωβρίου 2016

Ἀκολουθία Ἁγίου ΑΘΑΝΑΣΙΟΥ τοῦ Α', Πατριάρχου ΚΠόλεως

Ψαλλομένη τῇ 28η Ὀκτωβρίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ὅλος ἱερώτατος, καὶ φωτοφόρος ἐδείχθης, χρῖσμα θεῖον ἅγιον, ἐν Ἁγίῳ Πνεύματι περικείμενος, καὶ φαιδρῶς πάντοτε, προσχωρῶν Ὅσιε, τῶν Ἀγίων εἰς τὰ Ἅγια, καὶ ταῖς λαμπροτήσι, ταῖς θεαρχικαῖς ἀστραπτόμενος, καὶ χάριτι μυούμενος, τὰ σωτηριώδη μυστήρια, ὡς ἱερομύστης, ὡς ὄντως Ἰεράρχης εὐκλεής, καὶ παῤῥησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. (Δίς).
Ἤστραψεν ὁ βίος σου, τῶν ἀρετῶν λαμπηδόσι, καὶ πιστοὺς ἐφώτισε, καὶ τῆς πλάνης ζόφωσιν διεσκέδασεν· ἀληθῶς ὤφθης γάρ, φωταυγὴς ἥλιος, Ἱεράρχα Ἀθανάσιε, καὶ νῦν ἐσκήνωσας, ἔνθα φῶς ὑπάρχει ἀνέσπερον, υἱὸς ἡμέρας χάριτι, Πνεύματος Ἁγίου γενόμενος· ὅθεν σου τὴν μνήμην, τὴν θείαν καὶ φωσφόρον καὶ σεπτήν, ἐπιτελοῦντες ἀείμνηστε, πόθῳ σὲ γεραίρομεν.
Ὁ νοῦς σου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον θεόφρον, πίστει καλλυνόμενος, καὶ λαμπρῶς θεούμενος Ἀθανάσιε, ἐν θνητῷ σώματι, καὶ φθαρτῷ πάνσοφε, ἀφθαρσίαν ἐμελέτησε, καὶ προσεκτήσατο, τὴν τῶν Ἀσωμάτων λαμπρότητα, παθῶν ἔξω γενόμενος, καὶ τῇ ἀπαθείᾳ κοσμούμενος· Πάτερ Ἱεράρχα, σοφώτατε λαμπρότατε φωστήρ, καὶ πρεσβευτὰ τῶν τιμώντων σου, πίστει τὰ μνημόσυνα.
Δόξα. Ἦχος πλ. β’.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας· διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. β’. Τριήμερος ἀνέστης Χριστέ.
Ἀνέτειλεν ἰδοὺ ἡ φαιδρά, καὶ θεία σου πανήγυρις, Ἱεράρχα, ὥσπερ ἥλιος φαιδρός, φωτίζουσα τοὺς ταύτην, ἐκ πόθου ἐκτελοῦντας, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Βιώσας ἐπὶ γῆς ἀληθῶς, ὡς ἄσαρκος πανεύφημε, Ἱεράρχα, τὴν ἰσάγγελον τιμήν, σοφὲ νῦν διεδέξω, ἐν οὐρανοῖς καὶ πρέσβυς, ὑπὲρ τοῦ κόσμου ἐχρημάτισας.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Τοὺς πόθῳ ἐκτελοῦντας τὴν σήν, παμμάκαρ θείαν κοίμησιν, Ἱεράρχα, Ἀθανάσιε Χριστοῦ, ἐκ πάσης τρικυμίας, καὶ πειρασμῶν παντοίων, ταῖς σαῖς πρεσβείαις διαφύλαττε.
Δόξα. Τριαδικόν.
Πατέρα καὶ Υἱὸν εὐσεβῶς, καὶ Πνεῦμα τὸ πανάγιον, προσκυνοῦντες, ἐκβοήσωμεν πιστοί· Τριὰς μονὰς ἁγία, τοὺς Σὲ δοξολογοῦντας, σῶσον ἐκ πάσης περιστάσεως.
Καὶ νῦν. Θεοτοκίον.
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.  Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἀνδρούσης τὸν γόνον καὶ τοῦ Ἄθω τὸ καύχημα, τὸν τοῦ Βυζαντίου φωστῆρα, τὸν κλεινὸν Ἀθανάσιον, Ὁσίων τὸ ὡράϊσμα σαφῶς, καὶ κλέος τῶν σοφῶν Πατριαρχῶν, εὐφημήσωμεν ἐν ὕμνοις τε καὶ ᾠδαῖς, βοῶντες αὐτῷ συμφώνως· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ ἰσάγγελον βίον διάγων Ὅσιε, Ἀρχιερέων καλλονή, καὶ μοναζόντων ὀδηγὸς ἀναδέδειξαι, Ἀθανάσιε σοφέ, Ἀρχιεράρχα Χριστοῦ· διὸ μὴ παύσῃ πρεσβεύων, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β’. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν τῆς εὐσεβείας ὑπέρμαχον, καὶ τῆς ἀσεβείας ἀντίπαλον; τὸν θερμὸν τῆς πίστεως προστάτην; τὸν μέγαν, ἱεροφάντην καὶ διδάσκαλον, τὸν πράξει, καὶ θεωρίᾳ διαλάμποντα, τὸν ποταμὸν τῆς σοφίας, τὸν ἐν Ἱεράρχαις Ἀθανάσιον τὸν σοφόν, ὃν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐπαξίως ἐστεφάνωσε.
Ποίοις, ὑμνωδιῶν ἄνθεσι, στεφανώσομεν τὸν Ἱεράρχην; τὸ πυρίπνουν στόμα τῆς χάριτος; τὸν τῶν Ἀποστόλων ὁμότροπον; τὸν λαμπρὸν φωστῆρα τῶν ἐν σκότει, τὸν στύλον, τῆς Ἐκκλησίας τὸν ἀκράδαντον, καὶ θρόνῳ, τῷ ἱερῷ ὡς διαπρέψαντα, τῇ τοῦ Χριστοῦ θείᾳ ψήφῳ, ἐν τῇ Κωνσταντίνου βασιλίδι τῶν πόλεων, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, τῇ Τριάδι παριστάμενον.
Ποίοις, πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν ἐν ὄρει Γάνου ἀσκήσαντα, ὡς τῶν Ἀσωμάτων ἐφάμιλλον; τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον; τὸ μέγα, τῶν θλιβομένων παραμύθιον, προστάτην, ἀδικουμένων τὸν θερμότατον, τὸν ἑτοιμότατον πρέσβυν, ὑπὲρ τῶν ἐν πίστει, ἐκτελούντων φαιδρῶς, τὴν θείαν καὶ ἔνδοξον, καὶ πανέορτον πανήγυριν.
Ἕτερα. Ἦχος δ’. Ὠς γενναῖον ἐν Μάρτυσι.
Τῆς Τριάδος τὸν πρόμαχον, εὐσεβείας τὸν πρόβολον, τὸν μετὰ τοὺς Δώδεκα τρισκαιδέκατον, ἱεροκήρυκα πάνσοφον, τὸν μέγαν ἐν ᾄσμασιν, Ἀθανάσιον πιστοί, συνελθόντες ὑμνήσωμεν, ὡς πρεσβεύοντα, ὑπὲρ πάντων τῶν πίστει εὐφημούντων, καὶ φαιδρῶς ἑορταζόντων, αὐτοῦ τὴν θείαν πανήγυριν.
Ἡ τῶν πόλεων ἄνασσα, ἐπαγάλλου καὶ χόρευε, ἐν τῇ μνήμῃ σήμερον τοῦ παμμάκαρος, τοῦ ἱεροῦ Ποιμενάρχου σου, τοῦ ὄντως θεόφρονος, Ἀθανασίου τοῦ σοφοῦ, συγκροτοῦσα πανήγυριν· ἱκετεύει γάρ, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς αὐτοῦ τὴν θείαν μνήμην, περιχαρῶς ἑορτάζοντας.
Ἡ τῆς Γάνου Μητρόπολις, ἐπαγάλλεται σήμερον, καὶ πιστοῖς προτίθησι, θείαν τράπεζαν, τῶν ἱερῶν διδαγμάτων σου, σοφὲ Ἀθανάσιε, καὶ θαυμάτων ἐν ᾠδαῖς, τὸν Σωτῆρα δοξάζουσα· Ὃν ἰκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Χριστοῦ τὸν Ἱεράρχην, δεῦτε ἅπαντες σήμερον Ἀθανάσιον εὐφημήσωμεν, καὶ ᾀσματικοῖς αὐτὸν ἐγκωμίοις, συνελθόντες ὦ φιλέορτοι καταστέφοντες εἴπωμεν· χαίροις, φωστὴρ παμφαέστατε, ὁ τὴν οἰκουμένην φωτίζων, τοῖς θείοις σου διδάγμασι· χαίροις, τῆς Ἐκκλησίας κανών, ἑδραίωμα καὶ βάσις, καὶ στύλος ἀπερίτρεπτος· χαίροις, Ἀρχιερέων μέγα κλέος, καὶ καύχημα καὶ δόξα· χαίροις, τῶν θλιβομένων παραμυθία, καὶ τῶν ἀδικουμένων θερμότατος προστάτης· πάρεσο μέσον ἡμῶν Ἱεράρχα, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, καὶ λύτρωσαι πταισμάτων, καὶ πειρασμῶν ταῖς ἱκεσίαις σου, τοὺς ἐκτελοῦντας ἐκ πόθου, τὴν πανίερον, καὶ σεβάσμιον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτός ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἰλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι’ 7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι’ 32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν· πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην Αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου, καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός, καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ’ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α’.
Εὐφραίνεται σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, καὶ σκιρτᾷ γηθοσύνως, τοιοῦτον Ποιμενάρχην, θεόθεν πλουτήσασα, τὸν τῆς ἀθανασίας ἐπώνυμον, τὸν γνησιώτατον δοῦλον τοῦ ἀρχιποίμενος Χριστοῦ, καὶ ἄγρυπνον φύλακα τῶν λογικῶν προβάτων· τὸν φωστῆρα τὸν παγκόσμιον, τὸν ποταμὸν τῶν θαυμάτων, τὴν κρήνην τῶν ἰάσεων, τὸν τῶν πενήτων πλουτιστήν, τῶν θλιβομένων παραμυθίαν, τῶν ὀρφανῶν καὶ χηρῶν τὸν προστάτην, καὶ τῶν πιστῶν ἀντιλήπτορα, τῶν Ἀποστόλων καὶ Προφητῶν, ἐφάμιλλόν τε καὶ σύσκηνον, καὶ τῶν Ἀγγέλων συγχορευτήν, τὸν Ἱεράρχην Ἀθανάσιον, τὸν πρεσβεύοντα ὑπὲρ πάντων, τῶν ἐκτελούντων τὴν μνήμην αὐτοῦ.
Ἦχος β΄.
Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν, καὶ τῶν ἀρετῶν τὸ καταφύγιον, τὸν μύστην τῶν ἀῤῥήτων, καὶ τῆς Τριάδος τὸν ὑπέρμαχον, οἱ φιλέορτοι δεῦτε Ἀθανάσιον τιμήσωμεν, τὸν κατοικητήριον τοῦ Ἁγίου Πνεύματος, ἐν ἱεραῖς μελῳδίαις, βοῶντες πρὸς αὐτόν· πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε, τῶν ἐκ πόθου τελούντων, τὸ ἱερόν σου μνημόσυνον.
Ἦχος γ΄.
Ἀποστολικῶς θείᾳ ψήφῳ, τοῦ ἀρχιποίμενος Χριστοῦ, Ἀρχιερέων κλέος, ἱεροφάντορ Ἀθανάσιε, τῆς Ἐκκλησίας ποιμὴν γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τῶν λογικῶν θρεμμάτων, εἰς τὸ ποιμαίνειν αὐτά, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Δόξα. Ἦχος δ’.
Ἔπρεπε τῇ Βασιλίδι τῶν Πόλεων, τοιοῦτον ἔχειν Ἀρχιερέα, ποιμένα καὶ διδάσκαλον, καὶ κήρυκα τῆς μετανοίας, τὸν θεῖον Ἀθανάσιον· τὸν ἐν Ὁσίοις πανοσιώτατον, καὶ ἐν διδασκάλοις ἐλλογιμώτατον, καὶ ἐν Προφήταις προφητικώτατον, τὴν σάλπιγγα τῆς εὐσεβείας, τὸν τοῦ Χρυσοστόμου ὁμόζηλον, καὶ Ἀποστόλων τὸν ὁμότροπον, τὸ τῶν Ἀγγέλων ἐφάμιλλον καὶ ἰσοστάσιον, καὶ πρεσβευτὴν παντὸς τοῦ κόσμου θερμότατον.
Καὶ νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει Σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· Σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν Σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, Σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν Σοὶ πιστῶς βοώντων· χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερώτατος νοῦς, τῶν ἀρετῶν τὸ καθαρὸν κααταγώγιον, ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών, τῆς ἀθανασίας ὁ ἐπώνυμος, ὁ νοῦς ὁ οὐράνιος, τὸ τοῦ Πνεύματος ὄργανον, φωστὴρ ὁ μέγας, ὁ τοῦ κόσμου τὰ πέρατα, τοῖς διδάγμασι, καταυγάζων καὶ θαύμασιν, ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, διασωζόμεθα μάκαρ, οἱ ἐν κινδύνοις καὶ θλίψεσι· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, Πατριαρχῶν ἡ κρηπίς, Ἀρχιερέων τὸ σεπτὸν ἐγκαλλώπισμα, ἡ σάλπιγξ τῆς εὐσεβείας, χειμαζομένων λιμήν, τῶν ἁμαρτανόντων ἡ διόρθωσις, τῆς πίστεως πρόμαχος, καὶ προστάτης θερμότατος, ἀδικουμένων,  θλιβομένων παράκλησις, φύλαξ ἔννομος τῶν Γραφῶν καὶ σαφήνεια, μάχαιρα τὰ ζιζάνια, ἐκτέμνουσα πρόῤῥιζον, τὰ τῶν αἱρέσεων Πάτερ, ἱερουργὲ Ἀθανάσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, Ὀρθοδοξίας πηγή, καὶ ποταμὸς τῶν χαρισμάτων τοῦ Πνεύματος· τὸν νοῦν γὰρ καθάρας Πάτερ, δι’ ἀρετῆς ἀκριβοῦς, θεῖος ὑποφήτης ἀναδέδειξαι, καὶ κήρυξ λαμπρότατος, τῆς Τριάδος καὶ πρόμαχος, τῶν ἀσθενούντων, ἰατρὸς ἐμπειρότατος, καὶ διδάσκαλος, μετανοίας πανεύφημε, Ἄγγελός τε ἐπίγειος, βροτὸς ἐπουράνιος, καὶ Ἱεράρχης δὲ μέγας, τῆς Βασιλίδος τῶν Πόλεων· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ Βασιλὶς τῶν Πόλεων, καὶ τοῦ Γάνου ὄρος, τοῦ λάμψαντος ἐν τούτοις, ὑπὲρ ἡλίου ἀκτῖνας, ἐν ἀρεταῖς καὶ διδάγμασι, τοῦ θείου Ἱεράρχου, Ἀθανασίου τοῦ οὐρανόφρονος, τὴν μνήμην ἐκτελοῦσι, καὶ συγχορεύοντες λέγουσι· ὁ τὸν σὸν Ἱεράρχην, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξάσας, Χριστὲ ὁ Θεός, ταῖς αὐτοῦ ἱκεσίαις, δώρησαι ἡμῖν τοῖς τιμῶσιν αὐτόν, τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς Σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό Σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἀνδρούσης τὸν γόνον καὶ τοῦ Ἄθω τὸ καύχημα, τὸν τοῦ Βυζαντίου φωστῆρα, τὸν κλεινὸν Ἀθανάσιον, Ὁσίων τὸ ὡράϊσμα σαφῶς, καὶ κλέος τῶν σοφῶν Πατριαρχῶν, εὐφημήσωμεν ἐν ὕμνοις τε καὶ ᾠδαῖς, βοῶντες αὐτῷ συμφώνως· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ ἰσάγγελον βίον διάγων Ὅσιε, Ἀρχιερέων καλλονή, καὶ μοναζόντων ὀδηγὸς ἀναδέδειξαι, Ἀθανάσιε σοφέ, Ἀρχιεράρχα Χριστοῦ· διὸ μὴ παύσῃ πρεσβεύων, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
Ἀνέτειλεν ἰδού, ἡ φωσφόρος σου μνήμη, ὡς ἥλιος σοφέ, καὶ φωτίζει τοὺς ταύτην, ἐκ πόθου ἑορτάζοντας, καὶ πιστῶς μακαρίζοντας, Ἀθανάσιε, καὶ διεγείρει πρὸς αἶνον, τοῦ δοξάσαντος, ἐπὶ τῆς γῆς σε ὦ μάκαρ, σημείοις καὶ τέρασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν Σὴν ἀγαθότητα· Σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· Σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ὅμοιον.
Τοὺς πόνους σου σοφέ, καὶ ὁσίους ἱδρῶτας, νηστείαις καὶ εὐχαῖς, τὸ τοῦ Γάνου νῦν ὄρος, κηρύττει καὶ τὰ θαύματα, τὸ τοῦ Ἄθωνος δεύτερον, ᾧ ἐξέλαμψας μάκαρ σεπταῖς ἀρεταῖς σου, καὶ γεραίρει σε, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ὡς μύστην τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν λειμῶνα τὸν θεῖον τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν ἀλήθειαν, Ἀθανάσιον πιστοὶ τὸν ἰσάγγελον, συνελθόντες ἐν ᾠδαῖς, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ, ὑμνήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ταχεῖάν Σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν Σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον Ἱεραρχικόν.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ θεότητι.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας καὶ ζωῆς λαβόμενος τῆς αἰωνίου σαφῶς, καὶ τριλαμποῦς αἴγλης, Πάτερ ἐμφορούμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὴν ζοφώδη ψυχήν μου, καταυγασθῆναι δυσώπησον, ὅπως ἐπαξίως ὑμνήσω σε.
Βίον ἀσκήσας ἐπὶ γῆς ἰσάγγελον τὴν τῶν Ἀγγέλων τιμήν, ἐν οὐρανοῖς ὄντως, ἐπαξίως εἴληφας, καὶ δόξαν αἰωνίζουσαν, τὴν τρυφὴν τὴν ἀγήρω, καὶ τὴν ζωὴν τὴν ἀθάνατον, Πάτερ ἱερὲ Ἀθανάσιε.
Γέγηθε πᾶσα τῶν πιστῶν ὀμήγυρις ἐν τῇ ἁγίᾳ σοφέ, καὶ φαιδρᾷ σου μνήμη, καὶ ἀνευφημοῦσά σε, θεόφρον Ἀθανάσιε, τὸν Σωτῆρα δοξάζει, τὸν ἐπὶ γῆς σὲ δοξάσαντα, ὡς Αὐτοῦ θεράποντα γνήσιον.
Θεοτοκίον.
Δεδοξασμένα περὶ Σοῦ λελάληνται ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμένουσα, Θεοτόκε Παρθένε· διό Σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Ὁ β’ Κανών.
ᾨδὴ α’. Ἦχος πλ. α’. Τῷ Σωτῆρι Θεῷ.
Τῷ Σωτῆρι Θεῷ, παρεστηκὼς ἐν χαρᾷ, δυσώπει Πάτερ Ἀθανάσιε, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ ὑμνοῦντάς σου, μνήμην τὴν πάντιμον.
Ἐκ κοιλίας μητρός, καθιερώθης Θεῷ, καὶ συνηυξήθης, ἁγιότητι, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων Τοῦτον ἤνυσας, ποιμάνας τὸ ποίμνιον, Τούτου πανίερε.
ᾨκειώθης Θεῷ, τὰς ἐντολὰς τὰς Αὐτοῦ, φυλάξας Πάτερ Ἀθανάσιε, καὶ παῤῥησίαν πρὸς Αὐτὸν ὡς ἔχων πρέσβευε, ῥυσθῆναι τὴν ποίμνην σου, πάσης κακώσεως.
Θεοτοκίον.
Χερουβὶμ Σεραφίμ, καὶ χριστωνύμου λαοῦ, χαρὰ ὑπάρχεις, Πανυπέραγνε, καὶ δυναμένη πάντα σῷζε τοὺς δούλους Σου, κινδύνων καὶ θλίψεων, Θεογεννήτρια.

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
Διὰ τὴν ἄληκτον ζωήν, καὶ τὴν οὐράνιον δόξαν, ὑπὲρ ἄνθρωπον σοφὲ ἠγωνίσω, καὶ ὡς θεῖος ἀριστεύς, ἐν ᾗ νῦν εὐφραινόμενος, στεφανηφόρος μάκαρ, τῶν σὲ ὑμνούντων μνημόνευε.
Ἐκ πειρασμῶν καὶ συμφορῶν, καὶ τῶν τοῦ βίου σκανδάλων, τοὺς ἐκ πόθου τὴν πανέορτον μνήμην, ἐκτελοῦντάς σου σοφέ, ταῖς σαῖς πρεσβείαις λύτρωσαι, καὶ κληρονόμους δεῖξον, σὺν σοὶ τῆς ἄνω λαμπρότητος.
Ζωὴν τὴν ὄντως καὶ τρυφήν, ἐπιποθήσας θεόφρον, τὰ ἐπίκηρα παρεῖδες καὶ θεῖον, οἰκητήριον Θεοῦ, δι’ ἀρετῆς γεγένησαι, Ἱεραρχῶν ἀκρότης, καὶ μοναστῶν Ἀθανάσιε.
Θεοτοκίον.
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· Σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν Σῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί Σε πάντες, Ἁγνὴ μακαρίζομεν.

Ἕτερος. Δυνάμει τοῦ Σταυροῦ Σου.
Δυνάμει θεϊκῇ κρατυνθείς, στεῤῥῶς καθεῖλες, τὸν ἀρχέκακον· διὸ πρὸς μάνδραν οὐράνιον, σοῦ τὸ ποίμνιον εἰσήλασας.
Ὁδῷ τῶν ἐντολῶν τοῦ Χριστοῦ, προθύμως Πάτερ, σὺ πεπόρευσαι, καὶ τὴν ὁδὸν καθυπέδειξας, πρὸς ζωὴν πιστοὺς τὴν φέρουσαν.
Βαδίζειν με πρὸς τρίβους ζωῆς, ταῖς σαῖς πρεσβείαις, καθοδήγησον, ὅτι πρὸς σὲ τείνω Ἅγιε, τῆς καρδίας τὰ ὄμματα.
Θεοτοκίον.
Παρθένον ὡς πρὸ τόκου Ἁγνή, καὶ μετὰ τόκον, Σὲ γινώσκομεν, Θεογεννήτρια· ὅθεν Σε, κατὰ χρέος μεγαλύνομεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὀρφανῶν σε προστάτην καὶ τῶν χηρῶν, τῶν πεινώντων τροφέα καὶ τῶν γυμνῶν, σκέπην Ἀθανάσιε, καὶ θερμὸν ἀντιλήπτορα, τοῖς ἐν ἀνάγκαις πάσαις τοῦ βίου καὶ θλίψεσι, ἱερὸν Ποιμενάρχην, Χριστὸς ὁ φιλάνθρωπος, Ἱεράρχα ἀνέδειξε, διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη, καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀσταπηφόρον ἅρμα, λυχνία πολύφωτε· χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα· χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε· χαῖρε μόνη ψυχῆς μου, Παρθένε εὐπρέπεια.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἡ τῆς Γάνου Μητρόπολις, χαίρει καὶ χορεύει νῦν ἐκτελοῦσά σου, τὴν σεβάσμιον πανήγυριν, Ἱεράρχα Πάτερ Ἀθανάσιε.
Θείᾳ ψήφῳ τοῦ Πνεύματος, ἄναξ ὁ φιλόστοργος προχειρίζει σε, Ποιμενάρχην ὡς πανάριστον, ἐν τῇ Ἐκκλησίᾳ Ἀθανάσιε.
Ἰδοὺ πᾶσιν ἀνέτειλεν, ἡ φαιδρά σου μνήμη νῦν Ἀθανάσιε, ὥσπερ ἥλιος τοῖς πέρασι, καὶ φωτίζει πάντας τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ἡ τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς Σε.

Ἕτερος. Εἰσακήκοα τὴν ἀκοήν.
Εἰσακήκοας τὴν ἀκοὴν Εὐαγγελίων τῶν σεπτῶν, ὡς παράδεισος κληροῦται δι’ αὐτῶν, καὶ ἐβάδισας, τούτων τοῖς προστάγμασιν Ἅγιε.
Ἐξεζήτησας ἀπὸ ψυχῆς τὸν ὑπεράγαθον Θεόν, καὶ ἠγάπησας ἐξόχως τὸν Χριστόν, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Τριάδα τὴν ἄκτιστον.
Ὡς λαμπτῆρα φαεινὸν τῷ στερεώματι σοφὲ Ἐκκλησίας σέ, ὑπέθετο Θεὸς καὶ ἐφώτισας, ταύτην, τοῖς σοφοῖς σου διδάγμασιν.
Θεοτοκίον.
Προεώρακεν ὁ Δανιὴλ τὴν Σὴν λόγχην τὴν φρικτὴν καὶ ἐν πόκῳ, Γεδεὼν ὁ θαυμαστὸς καὶ ἐβόησαν· δόξα τῇ ἀῤῥήτῳ συλλήψει Σου.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Καταδίκους ἐῤῥύσω, ὡς καὶ ἐν τοῖς Μύροις ὁ θεῖος Νικόλαος, καὶ αὐτοὺς δεσμώτας, ἐν εἱρκτῇ συμπαθείᾳ ἀφήρπασας, αὐστηρῶς ἐλέγχων, τοὺς ἀδικοῦντας ὡς ἐκεῖνος· ἀλλὰ Πάτερ καὶ νῦν ἡμῖν πάρεσο.
Λύκους τοὺς κακοδόξους, Πάτερ Ἀθανάσιε κατεσφενδόνησας, καὶ τῆς Ἐκκλησίας ἀπεδίωξας τούτους, σφενδόνῃ τε νῦν ὀρθῶν δογμάτων, ὡς ἀληθὴς Ποιμὴν παμμάκαρ, ἀσεβῶς τὴν σὴν ποίμνην ποιμαίνοντας.
Μετὰ πάντων Ἁγίων, καὶ Ἀποστόλων Προφητῶν Ὁσίων τε, καὶ τῶν Ἀσωμάτων, παρεστὼς τῇ Τριάδι ἱκέτευε, Πάτερ Ἱεράρχα, ὑπὲρ ἡμῶν τῶν σὲ ὑμνούντων, λυτρωθῆναι κινδύνων καὶ θλίψεων.
Θεοτοκίον.
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Ἕτερος. Ὀρθρίζοντες βοῶμεν.
Ὀρθρίσας πρὸς τὸν Κύριον, ἔφθασας φῶς θεῖον Ἀθανάσιε, καὶ μετ’ Ἀγγέλων ἐσκήνωσας.
Σαλεύει ἁμαρτίας τῷ κλύδωνι, ὁ ἐχθρός με ἀλλὰ σὺ κυβέρνησον, ὡς Ποιμενάρχης θεόληπτος.
Σορῷ τῇ τῶν λειψάνων σου Ἅγιε, πίστει θερμῇ ἴασιν βραβεύσεις, νῦν τοῖς προσιοῦσιν ἑκάστοτε.
Θεοτοκίον.
Τὴν ἄῤῥητόν Σου σύλληψιν Δέσποινα, Θεοτόκε ᾄσμασι γεραίρομεν, σὺν τοῖς Ἀγγέλοις οἱ ἄνθρωποι.

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ναὸν σαὐτὸν ἱερόν, παμμάκαρ τοῦ θείου Πνεύματος, ἐκ βρέφους ὡς ἀληθῶς ἡτοίμασας ἔνδοξε, δι’ ἄκρας ἀσκήσεως· διὸ Ἱεράρχης, καὶ Προφήτης ἀναδέδειξαι.
Ξενίζει πάντα βροτόν, ἡ ἀρετή σου ἡ ἔνθεος, καὶ ἡ πτωχεία σοφὲ ἣν ἔσχες ἑκούσιον, καὶ ἄκρα ταπείνωσις, δι’ ὧν Βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.
Τριαδικόν.
Ὁ ἐν Ἁγίοις Θεός, Πατὴρ Υἱὸς σὺν τῷ Πνεύματι, ἱεροφάντα σοφὲ ἐπαναπαυόμενος, ἐν σοὶ ἀναπέπαυται ὡς Αὐτοῦ δοχεῖον, εὐρηκῶς σε Ἀθανάσιε.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, Θεογεννῆτορ ἁγνὴ καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ἕτερος. Ἐκύκλωσέ με.
Ἐκύκλωσέ σε χάρισιν, ὁ κτίσας σε καὶ ἐδόξασε, ποικίλοις νῦν θαύμασι τὸ θεῖόν σου λείψανον, πηγάζον πᾶσιν, ἰάματα τοῖς χρήζουσιν.
Ἐξήστραψεν ὁ βίος σου, ὡς ἄστρον πολύφωτον ἄδυτον, καὶ σύμπαν ἐφώτισε τὸ πλήρωμα τίμιον, τῆς Ἐκκλησίας, κειμήλιον πανίερε.
Συμπάθειαν ἀσύγκριτον ἐκτήσω, πρὸς πάντας τοὺς πένητας, καὶ τούτοις ἐπήρκεσας πλουσίως ἀείμνηστε, κἀντεῦθεν ὤφθης, ὦ Πάτερ χριστομίμητος.
Θεοτοκίον.
Ἐκύκλωσάν με Πάναγνε πταισμάτων, τὰ πλήθη καὶ δέομαι, τῇ θείᾳ πρεσβείᾳ Σου παθῶν με ἀπάλλαξον, καὶ δός μοι λύσιν, ἁμαρτιῶν πρεσβείαις Σου.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς λαμπρὸν φωστῆρά σε, τῆς εὐσεβείας, καὶ ποιμένα μέγιστον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀνευφημοῦντες κραυγάζομεν· χαίροις Πατέρων κρηπὶς Ἀθανάσιε.
Ὁ Οἶκος.
Τὸν Ἱεράρχην τοῦ Χριστοῦ καὶ σοφὸν Ἀθανάσιον, τίς ἀξίως ὑμνήσει; Τὸν ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ἐν τῷ ὕψει τῆς Ἐκκλησίας δι’ ἀρετῆς καὶ σεμνότητος ὑπὲρ ἥλιον λάμψαντα; Ποία γλῶσσα φθέγξεται τὰς ἀρετὰς τοῦ τρισμάκαρος τούτου; Τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὰς προσευχὰς καὶ τὰ δάκρυα, τὴν ἑκούσιον πτωχείαν, τὴν ἄμετρον ταπείνωσιν καὶ τὴν λοιπὴν τοῦ σώματος, ὑπὲρ τῆς ἀγάπης τοῦ Ποιητοῦ, κακοπάθειαν. Δι’ ὧν καὶ σκεῦος ἐκλογῆς ἀναδέδεικται καὶ Ποιμενάρχης ὡς ἄξιος, τῆς Βασιλίδος καθίσταται, καὶ προφητείας ἠξίωται. Σκέπη γυμνῶν καὶ τῶν πενήτων τροφός, θλιβομένων παράκλησις, τῶν πενήτων πλουτιστής, χηρῶν τε καὶ ὀρφανῶν καὶ τῶν ἀδικουμένων προστάτης γενόμενος, ὡς συμπαθέστατος καὶ ζηλωτὴς εὐσεβείας τε καὶ πρόμαχος ἄριστος, ὡς ἄλλος Χρυσόστομος, ἢ μᾶλλον εἰπεῖν, ἄλλος Ἀπόστολος, τρὶς καὶ δέκατος. Πρὸς ὃν ἐκβοήσωμεν· χαίροις, Πατέρων κρηπίς, Ἀθανάσιε.

Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀθανασίου τοῦ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ ἀσκήσαντος.
Στίχοι·
Ἀθανάσιε, τίς σε οὐ μὴ δοξάσει
Ὃν Τριὰς αὐτὴν πανταχοῦ ἐδόξασεν;
Εἰκάδι Ἀθανάσιος ἀφίστατο ὀγδοάτῃ γῆς.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Θεοῦ συγκατάβασιν.
Ποιμένα πανάριστον καὶ Ἱεράρχην σοφὸν πλουτήσασα, ἡ τῶν πόλεων μάκαρ, παρὰ Θεοῦ σὲ χορεύει ἄνασσα, ἣν εὐσεβῶς τοῦ βοᾷν ἐξεπαίδευσας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥημάτων ἀκήκοας τοῦ σοῦ Δεσπότου ὦ παναοίδιμε, προχειρίζοντα μάκαρ, σὲ Ποιμενάρχην τοῦ χριστωνύμου λαοῦ, τοῦ εὐσεβῶς εἰς ἀεὶ ἀναμέλποντος·  εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σὺ ἄλλος Ἀπόστολος μετὰ τοὺς Δώδεκα τρισκαιδέκατος, καὶ Προφήτης ἐδείχθης, ἱερομύστα διδάσκων ἅπαντας, συμφώνως ψάλλειν Χριστῷ Ἀθανάσιε· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νενέκρωμαι Πάναγνε τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω Σοι πίστει, τῇ τετοκυίᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς Σαῖς πρεσβείαις τὸν δοῦλόν Σου ζώωσον, καὶ πειρασμῶν, καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.

Ἕτερος. Ὁ ἐν καμίνῳ.
Ἐν τῇ ἀσκήσει στεῤῥῶς, ἀγωνισάμενος ἐβόας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπὶ νομὰς ζωηράς, τὴν ποίμνην ἄγων ἀνεβόας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μὴ ἐπιλάθη τοῦ σοῦ, ποιμνίου μάκαρ ἐκβοῶν τό· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὑπεραγία σεμνή, τοὺς μελῳδοῦντας σῷζε πάντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Τὸν Ἱεράρχην σήμερον, καὶ σοφὸν Ἀθανάσιον, ῥήτορα τοῦ Λόγου, τὴν μεγίστην σάλπιγγα, δογμάτων ἐκφάντορα, τὸν τῆς Τριάδος πρόβολον, δεῦτε οἱ πιστοί, ἀνευφημήσωμεν ὕμνοις, βοῶντες τῷ Δεσπότῃ· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν φιλάνθρωπον Κύριον, τῶν πιστῶς τελούντων, τὴν φωσφόρον μνήμην σου, ῥυσθῆναι κακώσεως, καὶ πάσης περιστάσεως, ὦ θαυματουργέ, καὶ ἱερώτατε Πάτερ, καὶ πόθῳ μελῳδούντων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Φωτοφανὴς ἀνέτειλεν, ἡ πανήγυρις σήμερον, τοῦ λαμπροῦ φωστῆρος, καὶ σοφοῦ Ποιμενάρχου τε, τὸ σκότος διώκουσα, τὴν νύκτα τῶν αἱρέσεων, ταῖς τῶν διδαχῶν καὶ τῶν δογμάτων ἀκτῖσι, καὶ πάντας ὁμοφρόνως, διεγείρουσα μέλπειν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου Σου, καὶ τοῖς ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς Σὲ γὰρ ἀνακράζω, καὶ πρὸς Σὲ καταφεύγω, καὶ Σὲ ἐπικαλοῦμαι τὴν Κεχαριτωμένην.

Ἕτερος. Τὸν ἐκ Πατρός.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων γεννηθέντα Υἱὸν καὶ Θεόν, ἐν ἀγαθῇ πολιτείᾳ Ἀθανάσιε, δοξάσας καλῶς, ἱερῶς ἐβόας· Χριστὸν ὑπερυψοῦτε, λαοὶ εἰς τοὺς αἰῶνας.
Τῶν Ἱερέων τὸ κλέος Ἀθανάσιον ὑμνοῦμεν πιστῶς, ὡς ποιμενάρχην ὀφθέντα ὃν ὁ Παῦλος ὑπογράφει καλῶς· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς τοὺς αἰῶνας.
Τῶν μοναζόντων χορεῖαι καὶ Ποιμένων ἱερῶν ὁ χορός, τὸν Ἀρχιποίμενα δεῦτε εὐφημήσωμεν, βοῶντες ὁμοῦ· Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν φωτοφόρον νεφέλην, τὴν ὑπέραγνον τοῦ Λόγου σκηνήν, καὶ Χερουβὶμ ὑπερτέραν ἀνυμνήσωμεν βοῶντες πιστῶς, Ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Χοροὶ Ἀποστόλων καὶ Προφητῶν, καὶ Ὁσίων παμμάκαρ ἐδέξαντο, ἐν οὐρανοῖς, πνεῦμά σου τὸ θεῖον περιχαρῶς, Ἱεραρχῶν τὰ τάγματα, καὶ τῶν Ἀσωμάτων· μεθ’ ὧν καὶ νῦν, τοῦ κάλλους ἀπολαύων, τῆς θείας Βασιλείας, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε.
Ψαλμοῖς τε Ἀθανάσιον τὸν σοφόν, οἱ πιστοὶ συνελθόντες ὑμνήσωμεν, τῶν ὀρφανῶν, ὡς θερμὸν προστάτην καὶ τῶν χηρῶν, καὶ τῶν δογμάτων πέλαγος, ὡς ἁμαρτανόντων διορθωτήν, καὶ βρύσιν τῶν θαυμάτων, ὡς ἔνθεον Προφήτην, καὶ Ἐκκλησίας πύργον ἄσειστον.
Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, Ἱεράρχα σοφὲ Ἀθανάσιε, τοὺς εὐσεβῶς μνήμην σου τελοῦντας τὴν ἱεράν, καὶ φωταυγῆ πανήγυριν, λύτρωσαι κινδύνων καὶ πειρασμῶν, καὶ βλάβης καὶ πταισμάτων, ταῖς θείαις σου πρεσβείαις, καὶ τοῦ πυρὸς τοῦ αἰωνίζοντος.
Θεοτοκίον.
Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό Σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Ἕτερος. Σὲ τὴν ὑπὲρ νοῦν.
Σὲ τὸν ἱερῶς τὸν βίον ἀνύσαντα νῦν, συνελθόντες ὑμνήσωμεν ὡς μέγαν θεράποντα, τοῦ Χριστοῦ καὶ Ἀγγέλων ὁμοδίαιτον.
Σὲ τὸν ἱλαρῶς τὰ πάντα τοῖς πένησι πρίν, διανείμαντα Ἅγιε καὶ νῦν ὡς θερίζοντα, πλουσίως τὰ δράγματα, τῶν καμάτων σου Πάτερ μακαρίζομεν.
Σὲ τὸν ἀληθῆ Ποιμένα μακάριε, σὲ δυσωπῶ ὁ ταλαίπωρος, ἐγὼ ὁ τοὺς ὕμνους σοι, ἐκ πόθου καὶ πίστεως, ἐξυφαίνων, ἱκέτευε σωθῆναί με.
Θεοτοκίον.
Σὲ τὸν διὰ λόγου Λόγον Υἱὸν τοῦ Θεοῦ, ὑπὲρ λόγον Θεόνυμφε τεκοῦσαν γεραίρομεν, καὶ λόγοις δεόμεθα, τῶν ἀλόγων παθῶν ἡμᾶς ἀπάλλαξον.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῆς Βασιλίδος σήμερον, τὸν σοφὸν Ποιμενάρχην, τὸν θεῖον Ἀθανάσιον, οἱ φιλέορτοι δεῦτε, τὸν στύλον τῆς Ἐκκλησίας, τὴν πηγὴν τῶν θαυμάτων, τὸν μύστην τῶν ἀποῤῥήτων, εὐφημήσωμεν ὕμνοις, καὶ τὴν αὐτοῦ, μνήμην ἑορτάσωμεν ἐκβοῶντες· ῥῦσαι ἡμᾶς πρεσβείαις σου, πάσης βλάβης παμμάκαρ.
Θεοτοκίον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν πολέμοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατᾶν ἡμᾶς λάβῃ, μὴ ᾅδης, μὴ ἀπώλεια βήματι τοῦ Υἱοῦ Σου, τῷ φοβερῷ, ἀνευθύνως ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα, ποίησον Σαῖς πρεσβείαις.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοῦ Ἑλλησπόντου τὸ κλέος καὶ θεῖον βλάστημα, τῆς Παφλαγόνος δεῦτε, Ἀθανάσιον πάντες, τὸν μέγαν Ἱεράρχην, καὶ ἱερὸν μυστηπόλον ὑμνήσωμεν, ὡς τῶν θαυμάτων ἀκτῖσι, καὶ διδαχῶν, καταλάμψαντα τὰ πέρατα. (Δίς).
Τῆς ἱερᾶς διπλοΐδος τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων, ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.
Τῶν ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε Ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις ἱερώτατε.
Δόξα. Ἦχος πλ. α’.
Δεῦτε φιλεόρτων τὰ πλῆθη, δεῦτε καὶ χορείαν στησώμεθα, ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ θεοφόρου Πατρὸς ἡμῶν. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν Ἱεράρχην κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντα ποταμοὺς ὑπερμεγίστους, καλιῤῥόους τοῦ Πνεύματος. Ποιμένες καὶ Διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν ὄρεσι τὸν ἀσκητήν, οἱ ἐν ἀνάγκαις τὸν ῥύστην, οἱ πένητες τὸν πλουτιστήν, οἱ ὀρφανοὶ τὸν προστάτην, οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν. Οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάσαντα, μέγιστον Ποιμενάρχην Ἀθανάσιον, ἐγκωμιάζοντες εἴπωμεν· πανάγιε Διδάσκαλε, πρόφθασον ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ ῥῦσαι τοὺς εὐφημοῦντάς σε πάσης θλίψεως.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι’ ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ’ εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τῶν Ἀρχιερέων ἡ καλλονή, καὶ τῶν μοναζόντων ὁ προστάτης καὶ ὁδηγός, καὶ τῆς Ἐκκλησίας ὁ Πρόεδρος ὁ μέγας, ἡμᾶς ταῖς σαῖς πρεσβείαις, Πάτερ διάσωσον.
Τὸν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν τῆς οἰκουμένης καταυγάζοντα διδαχαῖς, τὸν ἐν Ἱεράρχαις Ἀθανάσιον μέγαν, ἡμῶν δὲ πολιοῦχον, ὕμνοις τιμήσωμεν.

 

 

Ἀκολουθία Ἁγίων Ὁσιομαρτύρων ΓΑΛΑΚΤΙΩΝΟΣ καί ΕΠΙΣΤΗΜΗΣ

Ψαλλομένη τῇ 5η Νοεμβρίου

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.
Οἱ ἐν Σιναίῳ ἀσκοῦντες δεῦτε θεάσασθαι, τὸ ὄρος τοῦ  Πουπλίου, ἐν ᾧ τὸ θεῖον ζεῦγος, ὁ Μάρτυς Γαλακτίων καὶ ἡ σεμνὴ Ἐπιστήμη ἡ ἔνδοξος, ὑπέστησαν ἀγῶνας ἀσκητικούς, οἱ μετὰ ταῦτα ἐναθλήσαντες.
Ὁσιομάρτυρες θεῖοι καὶ πανσεβάσμιοι, θεόφρων Γαλακτίων καὶ σοφὴ Ἐπιστήμη, ἡμᾶς τοὺς φιλεόρτους στηρίξατε νῦν, ἑορτάζειν γεραίροντας, ὑμῶν μνήμην τὴν θείαν χαρμονικῶς, ὅπως τύχωμεν ἐλέους Θεοῦ.
Εὐφραίνου καὶ κατατέρπου πόλις ἡ Ἔμεσα, ἐκεῖθεν γὰρ οἱ θεῖοι καὶ λαμπροὶ στεφανίται, ἐβλάστησαν θεόθεν ὡς ζεῦγος Χριστοῦ, οἱ καθαροὶ καὶ ἀμόλυντοι, Γαλακτίων ὁ Μέγας καὶ ἡ σεμνή, Ἐπιστήμη τούτου σύζυγος.
Ἕτερα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, Γαλακτίων ἔνδοξε καὶ Ἐπιστήμη ἀοίδιμε, ζεῦγος τὸ ἅγιον, βλαστοὶ τῆς Συρίας καὶ Σιναίου καύχημα, ἀσκήσει καὶ ἀθλήσει ὑπέστητε, διὸ ἀγάλλεσθε, εἰς αἰῶνας παμμακάριστοι, ὑπὲρ πάντων, πρεσβείαν ποιούμενοι.
Ζεῦγος παναοίδιμοι σεπτὸν καὶ ὡραῖον, ἔνδοξοι, περιφανῶν ἀνεδείχθητε, Χριστοῦ τὸ ὄνομα, ἐθνῶν ἐναντίον εὐσεβῶς κηρύττοντες, καὶ πλάνην διαβόλου ἐλέγχοντες, σὺν Ἐπιστήμη τε Γαλακτίων Ἱερώτατε, Ἀθλοφόροι, Ἀγγέλων ὁμόσκηνοι.
Ἡ ὄντως περιδόξος δυάς, Γαλακτίων πάνσοφος, καὶ Ἐπιστήμη θεόνυμφος, κόσμον μισήσαντες, καὶ Σταυρὸν Κυρίου, ἐπ’ ὤμων ἄραντες, τὸ Σίναιον ὄρος κατέλαβον, καὶ ἐνασκήσαντες, καὶ ἀθλήσει δὲ ὑπέμειναν, μετὰ ταῦτα, διὸ νῦν ἀγάλλονται.
Δόξα. Ἦχος πλ. α’.
Δεῦτε ἀδελφοὶ εὐφημήσωμεν πόθῳ, τὸν Γαλακτίωνα καὶ τὴν Ἐπιστήμην· ἀμφότεροι γὰρ οὗτοι ἐν παρθενίᾳ, τὴν μοναδικὴν διελθόντες πολιτείαν, εἶτα διὰ βασάνων καρτερῶς ἐναθλήσαντες, τοῦ ἐχθροῦ τὸ φρύαγμα ὡς ἔδει καθεῖλον, τὴν τοῦ Χριστοῦ πίστιν τρανῶς κηρύξαντες· διὸ καὶ διπλοὺς στεφάνους ἀφθαρσίας, ἐν οὐρανοῖς παρὰ Θεοῦ ἀπειλήφασι, καὶ πρεσβείαις ἀπαύστως ὑπὲρ τῶν πόθῳ τελούντων, τὴν πάντιμον αὐτῶν μνήμην, τῷ Κυρίῳ προσάγουσι.
Καὶ νῦν. Ὁ αὐτός.
Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς, διαιρέτης τοῦ ὕδατος· ἐνθάδε Γαβριὴλ, ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ· νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος, μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκειμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. ξγ’ 15-19 & ξδ’ 15 καὶ ἐκλογὴ).
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου Σου καὶ δόξης Σου. Ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους Σου καὶ τῶν οἰκτιρμῶν Σου, ὅτι ἠνέσχου ἡμῶν Κύριε; Σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καί  Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ Σὺ Κύριε, Πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ’ ἀρχῆς τὸ ὄνομά Σου ἐφ’ ἡμᾶς ἐστι. Τὶ ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ Σου; Ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί Σε; Ἐπίστρεψον διὰ τοὺς δούλους Σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας Σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου Σου· οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά Σου, ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά Σου ἐφ’ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ Σοῦ ὄρη, καὶ τακήσονται, ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός, καὶ κατακαύσει πῦρ τούς ὑπεναντίους Σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά Σου τοῖς ὑπεναντίοις Σου, ἀπὸ προσώπου Σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ Σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν Σου, καὶ τὰ ἔργα Σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί Σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν Σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν Σὺ εἶ, ἡμεῖς δὲ πηλὸς καὶ Σὺ ὁ Πλάστης ἡμῶν· ἔργα χειρῶν Σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός Σου πάντες ἡμεῖς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ’ 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τήν Λιτήν. Ἦχος α’.
Ὁ φωτοειδέστατος Χριστοῦ, ἔρως καὶ θειότατος, τὴν ψυχὴν ὑμῶν κατελάμπρυνε, θεομακάριστοι, Γαλακτίων τε Ἐπιστήμη, καὶ τὴν διάνοιαν γλυκυτάτῳ φέγγει, εὐσεβῶς ἐπύρσευσε, καὶ πᾶσαν αἰσθητὴν ἡδυπάθειαν, ὡς πῦρ κατέφλεξεν, οὐρανίων ἐπιλάμψεων, ἐκτελέσαντες δοχεῖα πανέντιμα.
Ἦχος β'.
Ἔχοντες παῤῥησίαν πρὸς Χριστόν, τὸν ἐνδοξαζόμενον, μόνον ἐν τοῖς Ἁγίοις Αὐτοῦ, Τοῦτον καθικετεύετε, ἀξιομακάριστε Γαλακτίων σὺν τῇ σεπτῇ Ἐπιστήμῃ, ὑπὲρ πάντων τῶν πόθῳ ὑμῶν τελούντων, τὴν μνήμην καὶ ἀνευφημούντων ὑμῶν, τὰ κατορθώματα, ὅπως τῶν ἀφράστων ἐκείνων θείων ἀγαθῶν, καὶ τῆς δόξῃς κοινωνοὶ γενώμεθα, πρεσβείαις ὑμῶν.
Ἦχος γ'.
Τῷ θείῳ φέγγει καταυγασθείς, καὶ τῆς ἀπαθείας καλλοναῖς, περιλαμφθεὶς Γαλακτίων σοφέ, ἔπεισας ἀγνεύειν, σὺν σοὶ τὴν σύζυγον, ζυγὸν ἀνελομένην, τὸν ἐλαφρὸν τοῦ Χριστοῦ.
Ἦχος δ'.
Ἡ χάρις τοῦ Παναγίου Πνεύματος, ὑμᾶς χαριτώσασα, ἀοίδιμε Γαλακτίων, σὺν τῇ σεπτῇ συζύγῳ, χαροποιαῖς ἐφαίδρυνε πλοκαῖς, καὶ χαρὰν τὴν αἰώνιον, κληρονομεῖσθαι ἐνίσχυσεν, ἀνδρειοφρόνως ἐναθλήσαντες.
Δόξα. Ἦχος πλ. δ'.
Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, κατελύσατε τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσασθε πανόλβιοι, Γαλακτίων κλεινέ, σὺν τῇ σεμνῇ συζύγῳ, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενοι, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενοι, ἁμαρτιῶν αἰτήσασθε τὴν ἄφεσιν, τοῖς εὐφημοῦσι ὑμᾶς.
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ ἱερὰ ξυνωρίς, καὶ συζυγία τῷ Θεῷ πολυέραστος, ἡ πρώην ἐν τῷ Σιναίω, ἀγωνισθεῖσα καλῶς, καὶ ἀθλήσει αὖθις καθυπέμεινας· τερπνὸν ὁλοκαύτωμα, ἱερεῖα πανάγια, κεκαθαρμένα προσευχαῖς τε καὶ δάκρυσι καὶ θυόμενα τῇ ἀσκήσει καὶ αἵματι· Ὅσιοι παμμακάριστοι, καὶ Μάρτυρες ἔνδοξοι, ὦ Γαλακτίων θεόφρων καὶ Ἐπιστήμη θεόνυμφε, πιστῶς τοῖς τελοῦσι, τὴν ὑμῶν μνήμην αἰτεῖσθαι τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις ἡ τῆς Τριάδος δυάς, καὶ ζεῦγος ἅγιον Σιναίου οἰκήτορες, ἐν ὄρει τῷ φυρομένω τῶν ὀνομάτων ὑμῶν, ἀγωνισάμενοι ἐνικήσατε, ἐχθρὸν τὸν ἀντίπαλον καὶ τὰ πάθη νεκρώσαντες, ἐν τῇ ἀσκήσει προσβολαῖς μὴ τρεπόμενοι, καὶ τυχόντες δὲ μαρτυρίου ἐν αἵματι, βάσανα ὑπομείναντες, καὶ ξίφει ἐτμήθητε, τὰς κεφαλὰς ὑμῶν θεῖοι καὶ ἀθληταὶ μεγαλώνυμοι, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις Γαλακτίων σοφέ, τοῦ Κλειτοφῶντος καὶ Λευκίππης τὸ βλάστημα, Φοινίκης τὸ θεῖον θρέμμα, καὶ τοῦ Σινᾶ ὁ καρπός· ἐν αὐτῷ καμάτους γὰρ ὑπέμεινας, σὺν τῇ σεμνοτάτη δέ, καὶ παρθένῳ συζύγω σου, καὶ ἐν ἀθλήσει τὸν ἐχθρὸν ἐνικήσατε, καὶ τὸν στέφανον ἐκ Θεοῦ ἐκομίσατε, οἵ καὶ συναυλιζόμενοι, ταῖς ἄνω δυνάμεσι, ὧν καὶ ἐν σώματι ὄντες, τὴν πολιτείαν αἰτήσασθε, Χριστὸν δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ’.
Τὸν Χριστὸν ποθήσας Γαλακτίων πολύαθλε, καὶ τὰ τοῦ κόσμου ἅπαντα βδελυξάμενος, ἡδέως ταῦτα καταλιπών, τοῖς τοῦ Χριστοῦ ἴχνεσι προθύμως κατηκολούθησας, σὺν τῇ σεπτῇ Ἐπιστήμῃ τῇ συζύγῳ σου· σθένει δὲ τοῦ θείου Πνεύματος, πρότερον μὲν ἀσάρκους δυσμενεῖς καθελόντες, εἶτα καὶ ὁρωμένους δέ, ἰσχυρῶς κατεβάλατε, ἐν σκηναῖς ἤδη Ὁσίων τε καὶ Μαρτύρων, χαίροντες διαπαντὸς ἀγάλλεσθε· ὅθεν ἀξιοπρεπῶς τιμῶμεν, τὴν μνήμην ὑμῶν Μαρτύρων περίδοξοι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐν ἀσκήσει τὰ πάθη ἀπονεκρώσαντες, καὶ ἐν ἀθλήσει βασάνους καθυπομείναντες, μέχρι θανάτου καρτερῶς, παμμακάριστοι, Ὁσιομάρτυρες Χριστοῦ, Γαλακτίων φαεινὲ καὶ πάνσεμνε Ἐπιστήμη, ὅθεν παρὰ Χριστοῦ λαβόντες διπλοὺς στεφάνους, Αὐτῷ πρεσβεύσατε.
Δόξα. Ἕτερον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν λαμπρὰν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, ὥσπερ συζυγίαν ἀρίστην, καὶ κλυτὴν καὶ θεόφρονα· τὸν θεῖον Γαλακτίωνα πιστοί, ὁμοῦ σὺν Ἐπιστήμη τῇ σεμνῇ· δι’ ἀσκήσεως γὰρ πόνων ἀθλητικὴν, ἐξήνθησαν φαιδρότητα· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι’ ὑμῶν πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοί· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου, Σωτήρ.
Δυάδος τῆς σεπτῆς, εὐκλεῶς ἀθλησάσης, τὴν ἔνδοξον πιστοὶ, ἑορτάσωμεν μνήμην, ἀεὶ γὰρ πρεσβεύουσαν, περισώζει τοὺς ψάλλοντας, θεῖα ἄσματα καὶ ἐγκαρδίους ὑμνήσεις, θεραπεύουσαν τὰς ψυχικὰς ἡμῶν νόσους, δυνάμει τῆς χάριτος.
Δόξα.
Χριστοῦ οἱ ἀθληταὶ, τὴν οὐράνιον δόξαν, ζηλώσαντες θερμῶς, πρὸς ἀγῶνας εἰσῆλθον, εἰς ἄσκησιν καὶ ἄθλησιν, Γαλακτίων ὁ ἔνδοξος, καὶ ἡ πάνσεμνος, Ἐπιστήμη ἡ θεία, νῦν ἀγάλλονται, ἐν οὐρανοῖς μετ’ Ἀγγέλων, σεπτοὶ Ὁσίαθλοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ νέος οὐρανός, ὁ χωρήσας ἀῤῥήτως, τὸν ἐν τοῖς οὐρανοῖς, μὴ χωρούμενον Λόγον· παλάτιον ἔμψυχον, τοῦ Δεσπότου τῆς κτίσεως· ἡ περίδοξος, καὶ περιώνυμος Κόρη, τοῦ Σωτῆρος μου, τῆς οὐρανίου πατρίδος, πολίτην με ποίησον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Χριστοῦ ῥήμασι πεπιστευκότες, ἠτενίσατε Αὐτῷ τὸ ὄμμα· τιμήν τε δόξαν καὶ πλοῦτον ἐάσαντες, καὶ ἀϊδίου εὐκλείας ποθήσαντες, παρὰ Κυρίου αὐτῆς ἠξιώθητε· ὅθεν ἔνδοξοι Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Θείῳ ἔρωτι καθοπλισθέντες, κατεστρέψατε τὰς ἀντιστάσεις, τῶν τυράννων ἀθλοφόροι περίδοξοι, καὶ τῆς νίκης βραβεῖα ἐδέξασθε, μαρτυρικὸν διανύσαντες στάδιον· ζεῦγος πάντιμον, Χριστὸν τὸν Θεὸν αἰτήσασθε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θαῦμα μέγιστον πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί Σου, καὶ ἐσαρκώθη καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον Σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ τῆς πίστεως ἄνθη τοὺς νοητοὺς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Γαλακτίωνα τιμήσωμεν, καὶ Ἐπιστήμην τοὺς Ὁσιάθλους, ὡς τοῦ ἐχθροῦ τὴν πλάνην, ἐνθέως πατήσαντας, καὶ τῶν εἰδώλων πᾶσαν ἰσχὺν ἐδαφίσαντας· ὅθεν ἐπαξίως, οὐρανόθεν τὸ στέφος, τῆς νίκης δεξάμενοι, σὺν Ἀγγέλοις χορεύουσι· διὸ πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν Αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν Αὐτῇ. Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον Σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’  ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν (τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Ἀντωνίου).
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ὁσιάθλων...
Καί νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ. Ἐλέησον με, ὁ Θεός...
Ἐφέσει κρείττονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ, Γαλακτίων, εὐπειθῶς ἑπόμενος.

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τῶν Ἁγίων.
ᾨδὴ α’. Ἦχος πλ. β’. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Τοὺς ἀνεσπέρους φωστῆρας τοὺς λογικούς, οὐρανοὺς τοὺς λάμψαντας, ὑπὲρ ἥλιον ἐν γῇ, τοῦ Χριστοῦ τοὺς θείους Ἀθλητάς, ἐν ᾠδαῖς πνευματικαῖς πίστει τιμήσωμεν.
Ἑλληνικῆς ἀπὸ ῥίζης στειρωτικῆς, εὐθαλὴς ἐβλάστησας θεοδώρητος βλαστός, Γαλακτίων κόσμῳ τοὺς καρπούς, προβαλλόμενος τῆς σῆς ἀτρέπτου πίστεως.
Ἐπιστημόνως τὴν πίστιν τὴν πρὸς Χριστόν, ἐκζητοῦσα ἔδραμες, πρὸς ἐπίγνωσιν Αὐτοῦ, καὶ τυχοῦσα θείας δωρεᾶς, Ἐπιστήμη νυμφικῶς Τούτῳ νενύμφευσαι.
Θεοτοκίον.
Κατεποντίσθην ὁ τάλας ἐν τῷ βυθῷ, τῶν πολλῶν μου πράξεων, καὶ πρὸς Σὲ τὴν ἀγαθήν, καταφεύγω Μῆτερ τοῦ Θεοῦ, δὸς μοι χεῖρα βοηθείας καὶ διάσωσον.

ᾨδὴ γ’. Οὐκ ἔστιν Ἅγιος.
Ἐφέσει κρείτονος ζωῆς, καὶ τρυφῆς ἀνεκφράστου, τῶν φθαρτῶν ὑπερεῖδες, καὶ ῥευστῶν πάντα τερπνά, σὺν Ἐπιστήμῃ Χριστῷ Γαλακτίων, εὐπειθῶς ἑπόμενος.
Ῥυσθέντες βρόχων σαρκικῶν, καὶ παθῶν πολυπλόκων, ἐν ἀσκήσει τῷ πόθῳ, συνεδέθητε Χριστοῦ· θυσία δὲ καθαρά, ἐν ἀθλήσει, Τούτῳ προσηνέχθητε.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, ἀρνησάμενοι κόσμον, συνεδέθητε μᾶλλον, τῷ Πνεύματι Ἀθληταί, καὶ διὰ πόνων πολλῶν, βασιλείας, θείας ἠξιώθητε.
Θεοτοκίον.
Οὐκ ἔστιν ὅστις πρὸς τὴν Σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν Σου οἰκτιρμῶν· διὸ δέομαι τῆς Σῆς, ὅπως τύχω, Κόρη ἀντιλήψεως.

Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀσκήσει λαμπρύνας σου, τὸ ὀπτικὸν τῆς ψυχῆς, ἀκτῖσιν ἀθλήσεως, φωταγωγεῖς τοὺς πιστούς, Γαλακτίων μακάριε· ὅθεν σου τὴν ἁγίαν, καὶ φωσφόρον ἡμέραν, πίστει ἐπιτελοῦμεν, εὐσεβῶς σοι βοῶντες· ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε σωθῆναι ἡμᾶς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις Αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί Σε κατὰ χρέος, μόνη Πανύμνητε.

ᾨδὴ δ’. Χριστός μου δύναμις.
Θεοῦ σε πρόνοια, βλαστὸν ἀνέδειξε, στειρευούσης νηδύος τῶν ἀρετῶν, τοὺς καρποὺς πληθύνοντα, καὶ καρποφόρον δεικνύντα, παραινέσεσι τὴν σύζυγον.
Χριστὸν ἐπόθησας, κόσμον ἐμίσησας, κατεφρόνησας πλούτου, δόξης, τρυφῆς, καὶ τιμῆς ἠλόγησας, φθαρτῶν τὰ ἄφθαρτα σοφῶς, ἀλλαξάμενος πανόλβιε.
Χριστοῦ τοῖς ἴχνεσι, κατηκολούθησας, ἀκλινῶς Γαλακτίων σὺν τῇ σεπτῇ, Ἐπιστήμῃ ἔνδοξε· διὸ καὶ δόξης παρ’ Αὐτοῦ, καὶ στεφάνων κατηξίωσαι.
Θεοτοκίον.
Ναὸν ἐμόλυνα, κακῶς τοῦ σώματος, Παναγία Παρθένε τὸ καθαρόν, Θεοῦ οἰκητήριον, κάθαρον ῥύπου με παντός, τῶν παθῶν μου ταῖς πρεσβείαις Σου.

ᾨδὴ ε’. Τῷ θείῳ φέγγει Σου.
Τῷ θείῳ φέγγει καταυγασθείς, καὶ τῆς ἀπαθείας καλλοναῖς, περιλαμφθεὶς Γαλακτίων σοφέ, ἔπεισας ἁγνεύειν σὺν Σοὶ τὴν σύζυγον, ζυγὸν ἀνελομένην, τὸν ἐλαφρόν τοῦ Χριστοῦ.
Πυρὶ πυρούμενοι πειρασμῶν, πῦρ φιληδονίας καὶ πυράν, πολυθεΐας ἐσβέσατε, ἄμφω τὰ συμφέροντα συμφρονήσαντες, ἐν πόνοις πολυτρόποις, ψυχῆς καὶ σώματος.
Νόμῳ πειθόμενοι τοῦ Θεοῦ, ἄραντες ἐπ’ ὤμων τὸν σταυρόν, εἵλεσθε βίον τὸν ἄμεμπτον, καὶ διπλοῖς στεφάνοις κατεκοσμήθητε, ἀσκήσει καὶ νομίμοις, ἄθλοις ἐκλάμψαντες.
Θεοτοκίον.
Ἡλίου ὄχημα φωτεινόν, κάθαρον τὸν ῥύπον τῆς ψυχῆς, κἀμοῦ τοῦ δούλου Σου δέομαι· τάχυνον τὴν χάριν τῆς εὐσπλαγχνίας Σου, καὶ ἴασαι νοσοῦντα, Κόρη Θεόνυμφε.

ᾨδὴ ς’. Τοῦ βίου τὴν θάλασσαν.
Τοῦ βίου τὸ βίαιον, βδελυξάμενοι σαφῶς, εἵλεσθε βίον ἄμεμπτον, ὡς βιασταὶ τῆς φύσεως καὶ διπλοῖς, ἐν ἄθλοις προλάμψαντες, διττοῖς τοῖς στεφάνοις κατεκοσμήθητε.
Σωμάτων διάστασιν, ὑποστάντες τῶν ψυχῶν, ἑνώσει διὰ πίστεως, ἀσάρκους πρὶν καθείλετε δυσμενεῖς, αὖθις ὀρωμένους δέ, κατεβάλετε, σθένει θείου Πνεύματος.
Νομίμως ἠρίστευσαν, Γαλακτίων ὁ κλεινός, καὶ ἡ θεόφρων σύζυγος, Ἐπιστήμη ἀνδρείως καὶ καρτερῶς· αὐτῶν ταῖς δεήσεσι, τὰ ἐλέη Σου Λόγε πᾶσι δώρησαι.
Θεοτοκίον.
Ἀγάθυνον Δέσποινα, τὴν ψυχήν μου ἐν πολλοῖς, κεκακωμένην πταίσμασι, καὶ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, Θεὸν καθικέτευε, βασιλείας τῆς ἄνω ἀξιῶσαί με.

Κοντάκιον. Ἦχος α’. Χορός ἀγγελικός.
Ἁγνείας τῷ φωτί, τὰς ψυχάς φωτισθέντες καὶ κόσμου τὴν ἀχλύν ὁμοφρόνως λιπόντες, λυχνία ὡς δίφωτος τοῖς πιστοῖς ἀνελάμψατε, δι’ ἀσκήσεως, καὶ μαρτυρίου τοῖς ἄθλοις, ζεῦγος ἔνδοξον, ἡ Ἐπιστήμη ἡ θεία, σὺν τῷ Γαλακτίωνι.
Ἕτερον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Μαρτύρων Χριστοῦ, τοῖς δήμοις ἠριθμήθητε, ἀγῶσι στεῤῥοῖς, φαιδρῶς ἀγωνισάμενοι, Γαλακτίων ἔνδοξε, σὺν συζύγῳ σεπτῇ καὶ συνάθλῳ σου, Ἐπιστήμῃ, τῷ μόνῳ Θεῷ, πρεσβεύοντες ἄμφω ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Τὸν γενναῖον ἐν Μάρτυσι Γαλακτίωνα, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, σὺν τῇ πανευκλεεῖ συζύγῳ, τῇ φερωνύμῳ Ἐπιστήμῃ· οὗτοι γὰρ καθεῖλον τοῦ ἐχθροῦ τὸ φρύαγμα, καὶ εἰδώλων τὸ ἄθεον ἤλεγξαν, τὴν δὲ πίστιν Χριστοῦ ἀνεκήρυξαν. Διὸ περιφανῶς λαβόντες παρ’ Αὐτοῦ, τοὺς στεφάνους τῆς ἀφθαρσίας, ἀπαύστως πρεσβεύουσιν ὑπέρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Στίχοι·
Ἀσυνδυάστους συζύγους κτείνει ξίφος,
Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας.
Τμήθη Ἐπιστήμη Γαλακτίων τ' ἑνὶ πέμπτῃ.
Αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Δροσοβόλον μὲν τὴν κάμινον.
Δροσοβόλος ὑμᾶς χάρις ἡ τοῦ Πνεύματος, πανσόφως προσανέψυχε, πυρπολουμένους πειρασμῶν πυρὶ καὶ ἀλγεινῶν, ἀσκήσεως καὶ τῶν αἰκισμῶν, οὓς ἐν ἀθλήσει καρτερῶς, αὖθις ὑπέστητε.
Τῆς ἁγνείας μὲν τῷ πόθῳ καὶ ἀσκήσεως, στέργετε τὴν διάστασιν· ἐν ὁμονοίᾳ δὲ ψυχῆς διὰ πίστεως στεῤῥᾶς, συνδούμενοι πρὸς ἀθλητικάς, αὖθις ἡνώθητε λαβάς, Ὁσιομάρτυρες.
Γαλακτίων ὁ πανένδοξος θεσπίσμασι, πειθήσας τοῦ Παντάνακτος, τὰ θεσπίσματα ὡς ληρήματα τῶν δυσσεβῶν, ἡγήσατο· ὅθεν οὐρανῶν, τὴν βασιλείαν ἐν Χριστῷ κλῆρον ἀπείληφεν.
Θεοτοκίον.
Ὑπερτέρα ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· Ὅν γὰρ ἐκεῖνοι οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς Σαῖς· χαριστηρίοις Σε φωναῖς, ὅθεν δοξάζομεν.

ᾨδὴ η’. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Τοῦ τῆς φύσεως πόθου φίλτρον θερμότερον, πρὸς Χριστὸν ἐσχηκότες, σαρκὶ καὶ αἵματι, ὅλω τῷ νοῒ προσανέχειν ἀπείπασθε, σχέσεως ὑλώδους, ἐμφρόνως ἀποστάντες.
Τῆς πρὸς σάρκα φιλίας ξένως διέστητε, τῆς ἁγνείας τῷ φίλτρῳ θείως ἡνώθητε, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ συνηρμόσθητε, κλέος συζυγίας, ἀζύγων μέγα θαῦμα.
Βασιλείαν τὴν ἄνω Μάρτυς θεσπέσιε, κατοικῆσαι σπουδάζων, ταύτην κατέλαβες, αἵμασι τοῖς σοῖς, Γαλακτίων ὠνούμενος, σὺν τῇ Ἐπιστήμῃ, τῇ σῇ καλῇ συνάθλῳ.
Θεοτοκίον.
Ὥσπερ πύρινος θρόνος φέρεις Πανάμωμε, τὸν ἐν κόλποις πατρῴοις ἀναπαυόμενον, Ὅν ὑπὲρ ἡμῶν, Θεοτόκε ἱκέτευε, ὅπως αἰωνίου, ῥυσθῶμεν καταδίκης.

ᾨδὴ θ’. Θεὸν ἀνθρώποις.
Χριστοῦ τῷ πόθῳ θερμῶς στομούμενοι, σχέσιν ψυχρὰν τοῦ βίου καὶ τοῦ φίλτρου τῆς φύσεως, καὶ δεσμοὺς τῆς σαρκὸς διεῤῥήξατε, διὰ τὴν ἐν Τριάδι μίαν Θεότητα, Μάρτυρες δυάδος, ὑλικῆς ὑπεργενόμενοι.
Χοροῖς Μαρτύρων, Παρθένων τάγμασιν, ἐν οὐρανοῖς χορεύων, καὶ φωτὶ ἀγαλλόμενος, σὺν τῇ σῇ συζύγῳ Ἐπιστήμῃ κακῶν, λύσιν ἡμῖν βραβεύεις, νίκας τῷ Ἄνακτι, κόσμῳ Γαλακτίων, εἰρήνην καὶ μέγα ἔλεος.
Στεῤῥῶς ἐν πίστει εἰς ἓν ἑνούμενος, πανευκλεῶς ὁ θεῖος Γαλακτίων ὁ πάνσοφος, καὶ τῇ σεμνῇ Ἐπιστήμῃ συνδούμενος, συνήθλησε γενναίως· τούτων δεήσεσιν, οἴκτειρον ἡμᾶς Λόγε Θεοῦ, ὡς ὑπεράγαθος.
Θεοτοκίον.
Φωναῖς ὑμνοῦμεν χαριστηρίοις Σε, οἱ διὰ Σοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως, καὶ βοῶμέν Σοι· χαῖρε Πανάμωμε, χαῖρε εὐλογημένη, χαῖρε παλάτιον, τοῦ Παμβασιλέως καὶ Θεοῦ, χαῖρε Μητρόθεε.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τραφεὶς τῷ γάλακτι Μάρτυς, τῆς πίστεως Γαλακτίων, σὺν τῇ σεμνῇ Ἐπιστήμῃ, ἐνήθλησας μέχρι τέλους· ὑμῶν ἁγίαις πρεσβείαις, ῥυσθείημεν τῆς γεέννης.
Θεοτοκίον.
Χαριστηρίοις ὕμνοις, δοξάζοντές Σε Παρθένε, σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, βοῶμέν Σοι Θεοτόκε· χαῖρε ἀνύμφευτε Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης.

Αἶνοι. Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος, ἡ ἱερὰ ξυνωρίς, διὰ δόξαν τὴν μέλλουσαν, παρθενίαν ἄμεμπτον, καὶ ζωὴν τὴν ἰσάγγελον, ἐπιποθοῦσα, κόσμον κατέλιπεν, καὶ τὴν Σιναίου ἔρημον ᾤκησεν· τέλος δὲ τίμιον, οἳ κλεινοὶ ἐπέτυχον μαρτυρικόν, Γαλακτίων ἔνδοξος καὶ Ἐπιστήμη τε.
Γάλακτι τραφεὶς ἀσκήσεως, διὰ βασάνων πολλῶν, Γαλακτίων καὶ θλίψεων εἰς Χριστοῦ κατήντησας ἡλικίαν γενόμενος, δεκτὴ θυσία, τέλειον σφάγιον, τῇ αὐθαιρέτῳ ὁρμῇ πανόλβιε· ὢ τῆς ἑδραίας σου καὶ βεβαίας πίστεως, δι’ ἧς Θεοῦ, ἔτυχες θεούμενος, νῦν τελειώτερον.
Ἐπιστημόνως ἐζήτησας τῶν ἀγαθῶν τὴν πηγήν, ὀρεκτῶν τὸ ἀκρότατον, ταῖς Αὐτοῦ λαμπρότησι, καὶ ψυχὴν καὶ διάνοιαν, καταυγασθεῖσα θεομακαριστέ, καὶ καθελοῦσα στεῤῥαῖς ἐνστάσεσι, τὸν πολυμήχανον, καὶ ἀρχαῖον δράκοντα, μοναζουσῶν, θεῖον ἐγκαλλώπισμα, Μάρτυς πολύαθλε.
Δύο φωστῆρες ὑπέρλαμπροι, Ἀνατολῆς νοητῆς, ἀνατέλλουσι χάριτι, καὶ τὴν κτῖσιν ἅπασαν, εὐσεβῶς καταυγάζουσιν, ὑπερβαλλούσαις ἄθλων λαμπρότησι, καὶ ἰαμάτων, θείοις πυρσεύμασιν· ὧν τὴν ὑπέρφωτον, ἑορτὴν γεραίροντες, τὸν δι’ αὐτῶν, πάντας ἁγιάζοντα, Χριστὸν δοξάσωμεν.
Δόξα.Ἦχος πλ. α’.
Ἐγκωμιάσωμεν ἅπαντες, χαρμοσύνως σήμερον, τὴν στεφηφόρον καὶ σεπτήν, τοῦ Χριστοῦ ξυνωρίδα, Γαλακτίωνα τὸν σοφόν, καὶ τὴν σύζυγον καὶ σύναθλον αὐτοῦ, τὴν πάνσεπτον Ἐπιστήμην· ἀμφότεροι γὰρ οὗτοι, ἄτρωτον τὴν παρθενίαν τηρήσαντες, βίον διῆλθον τὸν τῆς ἀσκήσεως, καὶ πᾶσαν δεινοπάθειαν καὶ σκληραγωγίαν, εὐχαρίστως διενεγκόντες, τὴν τοῦ Σιναίου ἔρημον, εὐφροσύνης ἐπλήρωσαν· τέλος δὲ ἀθλητικὸν ἀξιωθέντες, ἐν ποικίλοις βασάνοις, τὸν τύραννον Οὖρσον κατήσχυναν, ὧν τὰ πάντα ὁ πιστὸς αὐτῶν, δοῦλος Εὐτόλμιος, ὅς σὺν αὐτοῖς ἠγωνίσατο, καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινή ἐστίν ἡ μαρτυρία αὐτοῦ· ἥν περ καὶ ἡμεῖς, πιστεύοντες, ἐκτενῶς, οὖν πρὸς αὐτοὺς ἐκβοήσωμεν· Ὁσιομάρτυρες πανεύφημοι, ὑπὲρ ἡμῶν τῶν ἐορταζόντων, τὴν μνήμην ὑμῶν, Χριστῷ τῷ Θεῷ θερμὰς δεήσεις, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ζεῦγος θεοφόρητον καὶ σεπτόν, συζυγία θεία, Γαλακτίων ὁ ἱερός, σὺν τῇ Ἐπιστήμῃ, τοῦ θεοδρόμου βίου, ἡμᾶς τὴν ἐπιστήμην μυσταγωγήσατε.