Τετάρτη, 31 Αυγούστου 2016

Παρακλητικός Κανών Ἁγίου ΑΚΑΚΙΟΥ ἐπ. Λιτῆς

Ποίημα Γεωργίου Γαλανοπούλου
 
      Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἀκακίου τοῦ σοφοῦ Ἱεράρχου, πανευλαβῶς τῶν φιλεόρτων χορεῖαι, Χριστιανῶν τιμήσωμεν τὴν μνήμην πιστῶς, βίον τούτου ἐκμιμούμενοι, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, πολιτείαν ἀρίστην, ὡς θεῖον πρέσβυν ἔχοντες Χριστῷ, ὅπως πρεσβεύει, ἡμῖν δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ψαλμός ν’ (50).
 
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφοῦ Ἱεράρχου ἡδὺ μελώδημα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκὸς ἀλγηδόνας ὀδυνηράς, νοὸς ἐκτροπάς μου, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετάβαλε Πάτερ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα καὶ δὸς τούτων ἄφεσιν.
Ὀσμὴν εὐωδίας πνευματικήν, Ἀκάκιε μάκαρ, δὸς ὑμνῆσαι σὴν βιοτήν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε Ὁσίων ἀγλάϊσμα.
Φιλάνθρωπον Πλάστην καὶ Λυτρωτήν, διδόναι πταισμάτων, ἀπολύτρωσιν καὶ παθῶν, δυσώπει τῶν θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας Ἀκάκιε Ὅσιε.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.
 
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ δὸς ἄνω Πάτερ φρονεῖν μοι, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας, σὺ ἀμετεώριστος πέλων, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Ἰταμὰς τοῦ βελίαρ σὺ στρατιὰς ἥλασας, ἔχθραν τοῖς ἀνθρώποις οὐδόλως, μὴ ἐνδεικνύμενος, ταῖς προσευχαῖς καρτερῶν, καὶ τὸν Χριστὸν ἱκετεύων, Ὃν ἡμᾶς λυτρώσασθαι, σοφὲ δυσώπησον.
Ἐχθρῶν ῥῦσαί με Πάτερ καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.
Θεοτοκίον.
Ῥυσαμένη τὸ γένος ὡς συμπαθὴς Δέσποινα, τῶν βροτῶν ἐλαύνεις τὰς νόσους, βαλσάμῳ χάριτος, Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάταις πρεσβείαις, ταχὺ θεραπεύουσα, ψυχὰς καὶ σώματα.
 
Διάσωσον, ὦ θεοφόρε Ἀκάκιε ἐκ κινδύνων, τὴν Λαγκαδᾶ ἐπαρχίαν πίστει καταφεύγουσα, σῇ ἀρωγῇ μνήμην σου νῦν τελοῦσαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς Φιλάνθρωπον, πτωχὸν ἀρωγὸν, πασχόντων ἀντιλήπτορα, ὁδηγὸν κεκτήμεθα, σὲ Πάτερ τῶν πιστῶν πληθὺς κράζοντες, σπεῦσον ταχέως ῥῦσαι συμφορῶν, ὀργῆς ἀνάγκης κινδύνων καὶ θλίψεων.
 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀλγηδόνων ἐκλύτρωσαι, εἰδωλολατρείας τρισμάκαρ ἅπαντας, τοὺς ζητούντας σὴν ἀντίληψιν, καὶ παράσχου βίον ἀνεπίληπτον.
Ῥαθυμίαν ἐκδίωξον, καὶ ἀπόθου λύπην πᾶσαν Ἀκάκιε, κἀμῶν δὲ τῶν ἀνυμνούντων σε, ἴασαι ταχὺ ψυχῆς νοσήματα.
Χαρὰν δίδου Ἀκάκιε, ὡς χαρᾶς δοχεῖον ὢν ἐκ τῶν θλίψεων, τῶν ἡμᾶς λυπούντων Ἅγιε, πάντων δυσχερῶν φωτὶ σῆς χάριτος.
Θεοτοκίον.
Ὅπως ἵλεως γένηται, ἡμῖν ὁ Υἱός Σου ὁ πολυεύσπλαγχνος, δυσωποῦμέν Σε Πανύμνητε, πάντας ἐκλυτρώσασθαι κολάσεως.
 
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Θεῷ, ὦ Ἀκάκιε τὰς χεῖράς σου, καὶ παθῶν κόπασον τὴν ζάλην λιταῖς, σαῖς πρὸς Σωτῆρα, γαλήνην θείαν δωρούμενος.
Ἦρας τὸν Σταυρόν, τοῦ Χριστοῦ ἐπ’ ὤμων Ὅσιε, οὗ τῇ δυνάμει περιχαράκωσον, ἵνα δαιμόνων, κἀμεῖς τροπούμεθα φάλαγγας.
Δεῦτε τῆς Λητῆς, καὶ Ῥεντίνης τὸν Ἐπίσκοπον, πόθῳ τιμήσωμεν πιστοὶ ψαλμικῶς, καὶ ταῖς πρεσβείαις αὐτοῦ Χριστῷ αἰτησώμεθα.
Θεοτοκίον.
Ὕμνοις λιγυροῖς, μεγαλύνομέν Σε Ἄχραντε, τὸν ἀχώρητον χωρήσασα γαστρί, Ὃν ἐκδυσώπει ἡμᾶς, τρυφῆς ἀξιώσασθαι.
 
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μετάνοιαν, πρὸς καλήν με ἴθυνον, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, θεοπρεπῶς, ἱερώτατε Πάτερ, τῶν μοναστῶν καὶ πιστῶν ἐγκαλλώπισμα, τὸν μέλποντα περιχαρῶς, ἀρετάς σου καὶ θεῖα παλαίσματα.
Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ σατᾶν με ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Ἀκακίου λιταῖς Σῶτερ σῶσόν με.
Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.
Θεοτοκίον.
Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ, ὅ,τι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
 
Διάσωσον, ὦ θεοφόρε Ἀκάκιε ἐκ κινδύνων, τὴν Λαγκαδᾶ ἐπαρχίαν πίστει καταφεύγουσα, σῇ ἀρωγῇ μνήμην σου νῦν τελοῦσαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
 
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις Ἅγιε, καὶ μεσίτης πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ λαοῦ σου Λητῆς Ῥεντίνης ὤφθης ὁδηγός· διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης ὦ Ἀκάκιε.
 
Προκείμενον. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ἱεραρχικόν.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
 Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα Ἅγιε, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα μὴ ἐάσῃς με· δέομαι σῶσόν με, λιταῖς πρὸς Κύριον, σαῖς Ἀκάκιε πανθαύμαστε, ἴασιν δώρησαι ἄμφω καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλους καὶ καμάτους σου.
 
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δαιμόνων καθαιρέτα τῶν αἱρέσεων θράση καὶ τῶν βαρβάρων ὀφρύν, Ἀκάκιε παμμάκαρ, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμᾶς εὐσεβοφρόνως, ἀνυμνοῦντά σε κλέος, τῶν Ὀρθοδόξων λαῶν, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, Ἀκάκιε θεόφρον.
Μετὰ τῶν Ἀσωμάτων, αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, κολάσεως ῥυσθῆναι, θεοφόρε τοὺς κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἁγνὴ νῦν καθορῶμεν, ἀπειρόγαμον Νύμφην, Σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.
 
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν θεῖε Πάτερ, τοῦ ποθεῖν ὁρᾶν Χριστὸν Νυμφίον· ὅθεν προσευχαῖς σου, σὸν πόθον ἡμῖν δίδου.
Ἐλέους θείου, καὶ δωρεῶν πλῆσον μάκαρ, καὶ λαὸν τοῦ Λαγκαδᾶ τιμῶντα, σὲ τὸν εὐεργέτην, ἐν χρόνοις τοῖς δουλείας.
Ὦ Πανοικτῖρμον, σῶσον λιταῖς Ἀκακίου, τοὺς πιστῶς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν Πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ ὑμνοῦντας, καὶ σκέπε πάσης βλάβης.
 
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε μοι Σῶτερ, τοῦ Ἀκακίου λιταῖς τὸν προσφέροντα, τόνδε τὸν ὕμνον καὶ πάντας διάσωσον.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ὦ σοφέ, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
Ὀρδὰς τῶν ἀλλοπίστων, τρέψον πόῤῥῳ Πάτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς καὶ ὑπέρμάχει Ἑλλήνων ἀεὶ τιμώντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, ὑπάρχεις Παρθένε· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.
 
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Μακεδόνων ὁδηγητής, Λαγκαδὰ ἡ δόξα, Ἐκκλησίας λαμπρὸς ἀστήρ, ὁ διδασκαλίαις, Χριστιανοὺς στηρίξας, τῇ πίστει ἐν δουλείας, χαλεποῖς ἔτεσιν.
Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς ἐγκρατείας, καὶ αὐστηρᾶς νηστείας· δι’ ὧν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ πανθαύμαστε.
Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, διδάσκαλε θεῖε, Ἀκάκιε θεόφρον, καὶ Λαγκαδὰ τὴν πόλιν, τήρει ἀσάλευτον.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Ἀκάκιε μάκαρ, τῶν σοῦ ὑμνολογούντων, τὴν φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.
Χαίρει ἡ περίχωρος Λαγκαδά, ἐν σοὶ θεῖε Πάτερ, μετ’ Ἀσσήρου καὶ Λαγυνῶν, Λητῆς καὶ Ῥεντίνης, Σοχοῦ καὶ Ὄσσης γαίης, τιμῶσά σε ἐν ὕμνοις, σοφὲ Ἀκάκιε.
Σὺν Στουδίτῃ θείῳ Δαμασκηνῷ, Κυράννα Ἀκυλίνα, Νεομάρτυρας τοῦ Χριστοῦ, ἐπαρχίας ταύτης, παντάπασιν τ’ Ἁγίοις, Ἀκάκιε δυσώπει, Θεὸν φιλάγαθον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
 
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
 
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Λαγκαδὰ λαοῦ φρουρός, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Ἀκάκιε ἱερέ, εὐσεβῶν διδάσκαλος, καὶ στηριγμὸς τῶν πιστῶν, καταπλήττων τοῖς θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐν φθορᾶς νοσημάτων, τοὺς σὴν μνήμην ὕμνοις μεγαλύνοντας.
Χαῖρε, Θεοτόκε ἐν Ἀσκῷ, Πηγὴ Ζωοδόχε Κριθέας, Χρυσοκεφάλου, Καζάν, Περπατούσης καύχημα, τοῦ Ἡρακλείου λαμπρόν, Βηματάρισσα στήριγμα, τυφλῶν βακτηρία, καὶ σὺ Παμμακάριστε, Χριστιανῶν ἡ ἐλπίς, σὺν τοῖς περιπτύστοις Εἰκόσι, Παρασκευῆς καὶ Γεωργίου, τῶν Χριστοῦ Μαρτύρων ἡμᾶς σκέπετε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
 
 
 
 
 
 

Ἀκολουθία Ἁγίου ΑΚΑΚΙΟΥ Ἐπισκόπου Λητῆς

Ψαλλομένη τῇ 16η Αυγούστου

Ποίημα Γεωργίου Γαλανοπούλου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τιμήσωμεν σήμερον πιστοί, μνήμην τὴν πανίερον, ἐν μελιχροῖς θείοις μέλεσι, Χριστὸν δοξάζοντες, σοφοῦ Ἀκακίου, τοῦ καιροῖς ἐκλάμψαντος, δουλείας Ἱεράρχου θεόφρονος, ὃν μακαρίσωμεν, ἐκζητοῦντες τὴν ἀντίληψιν, καὶ πρεσβείαν, τούτου πρὸς τὸν Εὔσπλαγχνον.
Ὑμνοῦμέν σε Πάτερ ψαλμικῶς, τῶν πιστῶν συστήματα, μάκαρ Ἀκάκιε ἔνδοξε, ποιμὴν θεόληπτε, Λητῆς καὶ Ῥεντίνης, ἀσκητὰ πανάριστε, καὶ σκεῦος καθαρὸν θείας χάριτος, τὸν ταπεινώσαντα, σεαυτὸν ὃν Θεὸς ὕψωσεν, εἰς Δικαίων, δώματα οὐράνια.
Ἐπίσκοπον θεῖος Θεωνᾶς, σὲ ἐχειροτόνησε, Λητῆς Ῥεντίνης ὑπέρτιμον, σοφὲ Ἀκάκιε, ὁ εἰδὼς σὴν πίστιν, πολιτείαν ἄμπεμπτον, καὶ γνώμης σου στεῤῥὸν τῆς ἀσκήσεως, εὐχῆς τε εὔτονον, πρὸς Σωτῆρα τὸν φιλάνθρωπον, Ὃν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Πυρσὸς Ἐκκλησίας φωταυγής, ἐν δουλείας ἔτεσιν, ὅτε τὸ σκότος ἐκάλυπτε, τῆς πλάνης ἅπαντας, ὤφθης Ἱεράρχα, Ὅσιε Ἀκάκιε, τῇ πίστει στερεοῦντα κηρύγματι, τοὺς καταπίπτοντας, εἰς βυθὸν τῆς ἀπογνώσεως· διὸ ὕμνοις, μνήμην σου γεραίρομεν.
Δόξα. Ἦχος β΄.
Τοῦ πανευφήμου Ἱεράρχου, τῆς Ἐπισκοπῆς Λητῆς καὶ Ῥεντίνης, τὴν πανσεβάσμιον μνήμην ἑορτάζοντες φιλέορτοι, πνευματικῶς εὐφρανθῶμεν, ὅτι τῷ λαῷ ἐδόθη παρὰ Θεοῦ, ἀντιλήπτωρ καὶ φρουρός. Δεῦτε οὖν αἱ χορεῖαι τῶν πιστῶν, προσδράμωμεν περιχαρῶς, τῇ ἱερᾷ Μητροπόλει Λαγκαδᾷ, ἵν’ ἀσπασώμεθα πόθῳ, τὴν τιμίαν μορφήν, περιγραπτῶς ἐν εἰκόνι, τὴν βλύζουσαν δαψιλῶς ἰάματα, καθάπερ Σιλωὰμ Κολυμβήθρα, Ἀκακίου τοῦ θεοῤῥήμονος, ἐκζητοῦντες τὰ κρείττονα. Καὶ τῷ φιλανθρώπῳ Δεσπότῃ, τῷ ἁγιάσαντι τοῦτον, δεηθῶμεν ἐκ ψυχῆς, ὅπως ταῖς τοῦ Ὁσίου πρεσβείαις, παράσχη ἡμῖν ἄφσιν πταισμάτων, δωρούμενος τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν Aὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμος Χριστιανῶν, προστρέξωμεν ἀσμένως, ἐν Λαγκαδᾷ τοῖς ὕμνοις, τιμῶντες ἀκακίας, συνώνυμον Ἀκάκιον.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Ἄνθος μυριστικόν, Ἀκάκιε ἐδείχθης, πυρσὸς σκοτιζομένων, τῇ πίστει ἐνισχύων, δουλείας χρόνοις ἅπαντας.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσοντια δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Ἅγιος εἶ Θεέ, καὶ θαυμαστὸν ἐν πᾶσι, βοήσωμεν τῷ Κτίστῃ, ὁ δοῦλόν Σου δοξάσας, Ἀκάκιον τὸν Ὅσιον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δέσποινα ἀγαθή, τὰς ἁγίας Σου χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτιρῆσαι τοὺς δούλους Σου. 

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Ἐν τῇ γεννήσει.
Ἐν τῇ ἀσκήσει τὸν πονηρὸν ἐτραυμάτισας, τῇ σῇ δ’ ὑπνώσει ἀνῆλθες μετὰ δόξης, Πάτερ εἰς πόλον· ἀγάλλου οὖν σὺν Χριστῷ, καὶ τοῖς Ἁγίοις πᾶσιν Αὐτοῦ, ᾯ ἐκδυσώπει θερμῶς, ἡμῖν δοῦναι Ἀκάκιε θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τοῦ Ἁγίου Μανδηλίου. Ἦχος β'. Ποίοις εὐφημιῶν.
Ποίοις οἱ γηγενεῖς ὄμμασιν ἐποψόμεθά Σου τὴν εἰκόνα; ἣν τὰ τῶν Ἀγγέλων στρατεύματα, βλέπειν ἀδεῶς, οὐ δεδύνηνται, θεϊκῷ φωτὶ ἀστραπτομένην· ἀπαίρει γάρ ἀπὸ γῆς ἀπίστων σήμερον, καὶ πόλιν πρὸς Βασιλίδα καὶ λαὸν εὐσεβῆ, ἐπιδημεῖ θείᾳ νεύσει, ἧς περ τῇ εἰσόδῳ, ἐπευφραίνονται Βασιλεῖς, προσπίπτοντες ταύτῃ, μετὰ φόβου Χριστὲ καὶ πίστεως.
Ποίαις οἱ χοϊκοὶ ψαύσομεν, τῆς Εἰκόνος Σου Λόγε παλάμαις; οἱ ῥερυπωμένοι τοῖς πταίσμασι, τοῦ ἀναμαρτήτου Θεοῦ ἡμῶν; οἱ ἐν μολυσμοῖς, τοῦ ἀπροσίτου; Καλύπτει τὰ Χερουβὶμ τὰς ὄψεις τρέμοντα, οὐ φέρει τὰ Σεραφὶμ ὁρᾶν τὴν δόξαν Σου, φόβῳ δουλεύει Σοι κτίσις. Μὴ οὖν κατακρίνῃς ἀναξίως Σου τὴν μορφήν, Χριστὲ τὴν φρικτήν, ἀσπαζομένους ἡμᾶς ἐκ πίστεως.
Πάλιν Δεσποτικῆς πάρεστι, πανηγύρεως θεία ἡμέρα· ὁ γὰρ ἐν ὑψίστοις καθήμενος, νῦν ἡμᾶς σαφῶς ἐπεσκέψατο, διὰ τῆς σεπτῆς Αὐτοῦ Εἰκόνος· ὁ ἄνω τοῖς Χερουβίμ ὢν ἀθεώρητος, ὁρᾶται διὰ γραφῆς οἷς περ ὡμοίωται. Πατρὸς ἀχράντῳ δακτύλῳ, μορφωθεὶς ἀῤῥήτως, καθ' ὁμοίωσιν τὴν Αὐτοῦ· ἣν πίστει καὶ πόθῳ, προσκυνοῦντες ἁγιαζόμεθα. 
Καὶ γ’ τοῦ Ἁγίου. Ὅμοια.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν θεοφόρον, τῆς Λητῆς Ῥεντίνης Ἐπίσκοπον, καὶ Μακεδονίας ἀπάνθισμα, τὸν ἁπλοῦν Ἀκάκιον τοῖς τρόποις, δαιμόνων, τὸν καθαιρέτην καὶ πολέμιον, ἀνθρώπων, τὸν εὐεργέτην καὶ διδάσκαλον, ἐν διδαχαῖς νουθετοῦντα, τοὺς αὐτῷ ἰόντας, δεομένων τὸν ἀρωγόν, Θεοῦ φίλον γνήσιον, παρ’ οὗ δόξης στέφος ἀπείληφε.
Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν Χριστοῦ τὸν φίλον, τὸν ἐν τῇ ἀσκήσει ἐμπρέψαντα, καὶ τῇ ὁσιότητι λάμψαντα, τὸν στεῤῥὸν Ἀκάκιον τοῖς πόνοις; Σὺ πάντα, τερπνὰ τοῦ βίου Πάτερ ἔλιπες, πρακτέων, τῶν ἀγαθῶν κατακοσμούμενος, καὶ Θεὸν εὐαρεστήσας, παρ’ Αὐτῷ αὐλίζει, μεθ’ Ἁγίων ἐκδυσωπῶν, τοῖς μνήμην σου πάμφωτον, ἐπιτελοῦσι δοῦναι ἔλεος.
Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμέν σε θεῖε Πάτερ; καὶ γὰρ ἐν θορύβοις ἐβίωσας, καὶ ταῖς ἀρεταῖς ἐγεώργησας, τοῖς ὁσίοις ἔργοις καὶ ἀμέμπτοις· λιπόντα οἶκον, ἐρήμοις χρόνοις ᾤκησας, ὡς πένης, τῇ προσευχῇ ἐνδιαιτώμενος, τοῖς ἐγκρατείας τοῖς τρόποις· διὸ πάντας σκέπε, σαῖς ἱκεσίαις πρὸς Θεόν, Ἀκάκιε ἔνδοξε, τοὺς σὲ τιμῶντας καὶ γεραίροντας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡμῖν ἐξέλαμψε, ὡς νοητὴ Ἀνατολή, ἡ θεία μνήμη τοῦ θεοφόρου Πατρὸς Ἀκακίου, τὴν Ἐκκλησίαν φαιδρύνουσα. Δεῦτε οὖν φιλέορτοι, συναχθῶμεν ἐν ναῷ Κυρίου, καὶ τῷ πνεύματι ἀγαλλόμενοι, τοῖς ᾀσματικοῖς ἄνθεσι τοῦτον καταστέψωμεν, ἐν ἐγκωμίοις λέγοντες· χαίροις, ὁ τῷ Χριστῷ ἀκολουθήσας, καὶ ἄχρι βίου δυσμῶν Αὐτῷ δουλεύσας, ἐν σκληρᾷ ἀσκήσει καὶ πανοσίᾳ βιοτῇ· χαίροις, ὁ τῇ πολιτείᾳ σου ταῖς ἀρεταῖς κοσμήσας, καὶ πάντα τὰ τερπνὰ καὶ ἡδέα λιπών, ἐν τοῖς ἐρήμοις παρέμεινας χρόνοις, διώκων δαιμόνων τὰς φάλαγγας· χαίροις, ὁ φάρος τῶν πιστῶν, ὁ ταῖς θείαις διδαχαῖς, καὶ σοφαῖς νουθεσίαις σου, φωτίσας τὰ πλήθη, ἁπάντων ἀρωγὸς καὶ πρέσβυς ἔνθερμος. Διὸ Πάτερ παμμακάριστε, τῷ τῆς Τριάδος θρόνῳ νῦν παριστάμενος, ἱκέτευε δεόμεθά σου ἐκτενῶς, τῷ ἐρασμίῳ σου Νυμφίῳ Χριστῷ τῷ Θεῷ ἡμῶν, σωθῆναι τοὺς τιμῶντάς σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν. 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ι′ 7).
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ι′ 32).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ Αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων Αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην Αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ Σου, καὶ τῇ σοφίᾳ Σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ Σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν Σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων Σου, ὅτι ἐγὼ δοῦλος Σός, καὶ υἱὸς τῆς παιδίσκης Σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης Σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ Σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.  

Εἰς τήν Λιτήν. Ἦχος α΄.
Δεῦτε πιστοὶ εὐφρανθῶμεν ἐνθέως, καὶ ὑμνήσωμεν Χριστιανῶν ἀρωγόν, Πατέρα καὶ Διδάσκαλον τῆς Ἐκκλησίας, στῦλον τῶν δογμάτων τῆς πίστεως ἀκλόνητον, ἄνδρα ταῖς ἀρεταῖς κεκοσμημένον, Ἀκάκιον τὸν θεοῤῥήμονα, καὶ τῇ βιοτῇ ἰσάγγελον, τὸν εὐκλεῆ Ἱεράρχην τῆς Ἐπισκοπῆς Λητῆς τε καὶ Ῥεντίνης. Τὸν τοῖς θαύμασι καὶ θείοις ῥήμασι, πάντα διδάξαντα, Τριάδα σέβειν Ἁγίαν, Ἥν νῦν παριστάμενος, ἀπαύστως ἐκδυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε Χριστιανῶν ἡ ὁμήγυρις, καὶ τῶν μοναζόντων τάξεις, καταστέψωμεν θείοις ὕμνοις, ὃν ὁ πανοικτίρμων ἔστεψε Θεός, ἀμαραντίνῳ στεφάνῳ· ὅτι ὡς ὁ Δαυΐδ ὁ ψαλμωδός, ὁ ἐν ψαλμοῖς φωνήσας, δίκαιος ὡς φοίνιξ ἀνθήσει, ἐξήνθησεν ὁ θεῖος οὗτος Ἀκάκιος, ἄνθρωπος πλήρης ἔργων καὶ ἀγάπης καὶ δικαιοσύνης, τρόπων προσευχῆς καὶ ἐγκρατείας, ἀρετῶν σκεῦος στιλπνόν, σωφροσύνης καὶ ταπεινώσεως, βιώσας ὥσπερ ἄσαρκος, ἄχρις οὗ τὸ πνεῦμα ἐν Σιῶνι παρέδωκεν, ἀνερχόμενος εἰς τὴν οὐράνιον Ἱερουσαλήμ. Αὐτῷ οὖν φιλέορτοι, πιστῶς ἐκβοήσωμεν· πρέσβευε Ἅγιε, τῷ ἀθανάτῳ Δεσπότῃ καὶ Σωτῆρι καὶ Λυτρωτῇ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ΄.
Θεῖε διδάσκαλε, θερᾶπον Χριστοῦ, Ἀκάκιε Πάτερ, τῆς Λητῆς τε καὶ Ῥεντίνης φωστήρ, δαιμόνων καθαιρέτα, ὁ ἀρχιερωσύνης χάριτι ἀξιωθείς, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀνάγκης, τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ΄.
Τίς σου τὰ φρικτὰ θαυμάσια, ὦ Ἀκάκιε ἐξυμνήσειε; Τίς σου τὰς θεοειδεῖς ἀρετάς τρισμάκαρ ἐπαινέσειεν; ἢ τίς σου τὸν πολύαθλον βίον, κοσμήσειεν ἄνθεσιν, Ὅσιε; Μηδεὶς ἡμῶν ἐπαξίως ταῦτα τολμᾶ, ἄνευ τῆς τοῦ Παναγίου Πνεύματος δωρεάς, καὶ τῆς σῆς ἐπικουρίας Ἅγιε. Ὅτι ἀξίως πολιτευσάμενος, καὶ καθηράμενος τὸν νοῦν, ἐθησαύρισας ἐν τῇ ψυχῇ σου, τὸν πλοῦτον τῶν θείων ἀρετῶν, ὑπακοῇ καὶ ταπεινώσει, ἀδιαλείπτῳ νοερᾷ εὐχῇ καὶ νηστείᾳ, τὸ φυγαδεύειν τοὺς δαίμονας, ἀνυποκρίτῳ δ’ ἀγάπη, ἀμνησικακίᾳ μετ’ ἀκριβοῦς δικαιοσύνης, τὴν μετὰ τέλος, παρὰ Θεοῦ ἁγιότητα. Διὸ δίδου τοῖς σὴν μνήμην τιμῶσιν, εὐπροσδέκτοις σου λιταῖς, πρὸς τὸν οἰκτίρμονα Χριστόν, ἄφεσιν πταισμάτων, καὶ σωτηρίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος πλ. β΄.
Τῇ πνευματικῇ τραπέζῃ δεῦτε, ἀδελφοὶ, προσέλθωμεν μετὰ πίστεως καὶ ἀγάπης, ἵνα μετασχώμεν κἀμεῖς, τῆς ἑορτίου ξενίας, ἣν πλουσίως παρέχει ὁ ἑστιάτωρ Πατήρ, ὁ τοῖς τρόποις καὶ βιοτῇ ἁπλοῦς, Ἱεράρχης Ἀκάκιος. Καὶ ὑμνοῦντες αὐτόν, ἐν θεοτερπέσι μέλεσιν, ἀσπασώμεθα τὴν τούτου εἰκόνα, συμφώνως ἀνακράζοντες· πρέσβευε Ἅγιε, τῷ ἀθλοθέτῃ Νυμφίῳ σου Χριστῷ, ὅπως εὕρωμεν ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, οἱ τιμῶντες ἱεροπρεπῶς, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον ἡ λαμπρὰ ὁμήγυρις τῶν φιλεόρτων, καταστέφει ὕμνοις καὶ ᾠδαῖς τὴν πανσεβάσμιον μνήμην τοῦ Ἱεράρχου Ἀκακίου, καὶ γνησίου Χριστοῦ θεράποντος. Οὗτος γάρ, ἠξιώθη χάριτι θείᾳ, γενέσθαι ποιμὴν ἀνθρώπων, Χριστιανοὺς χειμαζομένους, ἐπιστηρίξας τῇ πίστει· ὅτι ἐβίωσεν ὡς ἄσαρκος, σάρκα φορῶν καὶ τῷ κόσμῳ οἰκῶν, λιπὼν τὰ τοῦ κόσμου καὶ κοσμήσας ἀρεταῖς τὸν βίον, προκρίνας ἐπιμελῶς, ὑποτᾶξαι τὴν σάρκα τῷ πνεύματι, καὶ δουλαγωγῆσαι αὐτήν, ἐν σκληροτάτῃ ἀσκήσει, τῇ προσευχῇ καὶ νηστείᾳ φυγαδεύειν τοὺς δαίμονας. Τούτοις οὖν τοῖς ἄθλοις, περίδοξος γέγονε τοῖς ἀσκηταῖς, καὶ ἠξίωσε πρὸ τέλους ὁ Θεός, προσκυνῆσαι τὸ θεοβάδιστον Σίναιον ὄρος, καὶ τὰ τῆς Ἱερουσαλήμ προσκυνήματα. Καὶ νῦν ἐν τοῖς ἐπουρανίοις συναυλιζόμενος, ἱκετεύει ὑπὲρ ἡμῶν διηνεκῶς, τὴν πανάγαθον Τριάδα, δωρηθῆναι τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός Σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις Αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ Σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους Σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ Σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ Σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά Σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· Αὐτὸς γὰρ ἐν μέσῳ Σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυΰμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός Σου, καὶ πρόβατα νομῆς Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ Σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος. 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Λητῆς Ῥεντίνης ποιμήν, Ἀρχιερέων τὸ σεμνὸν ἐγκαλλώπισμα, Ὁσίων ἁπάντων κλέος, καὶ μοναστῶν ὁδηγός, τὸ τῆς Ἐκκλησίας ἄστρον πάμφωτον· πιστῶν τὸ ὡράϊσμα, Ὀρθοδόξων ὁ πρόμαχος, καὶ τῶν δαιμόνων, ἐλατὴρ καὶ ἀντίπαλος, ὁ δεόμενος, καὶ Σταυρῷ τειχιζόμενος· στῦλος ὁ ἀπερίτεπτος, νηστείας ἀκρότατον, τῆς ἐγκρατείας ἐργάτης, πέτρα τῆς πίστεως ἄῤῥηκτος· Ἀκάκιε Πάτερ, τοὺς πιστῶς σε νῦν τιμῶντας, φρούρει καὶ φύλαττε.
Στ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Δεῦτε, τῶν μοναζόντων χοροί, καὶ φιλοθέων φιλεόρτων συστήματα, ὑμνήσωμεν θεαρέστως, Ἀκάκιον τὸν πιστόν, μελῳδίαις ὕμνοις τε καὶ ᾄσμασι· Χριστῷ ἐκ νεότητος, νουνεχῶς ἠκολούθησε, Σταυρὸν ἐπ’ ὤμων, τῇ ἀσκήσει ἀράμενος, καὶ τὸν βίον του, ἀρεταῖς κατεκόσμησε· Σίναιον ἐπεσκέψατο, Σιὼν προσεκύνησε, τῶν μοναστῶν οἶδε βίον, προτοῦ τὸ ζῆν ἐκμετρήσασθαι· διὸ χαίροις Πάτερ, ἐκβοῶμέν σοι συμφώνως, μνήμην σου σέβοντες.
Στ. Οἱ Ἱερεῖς Σου Κύριε ἐνδύσοντια δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίρει, ἡ Ἐκκλησία Χριστοῦ, λαμπρᾶς ἡμέρας ἑορτὴν πανσεβάσμιον, τιμῶσα σὺν Θεοτόκου, τῇ μεταστάσει πιστῶς, Ἱεράρχου μνήμην τὴν πανίερον· διὸ σὲ γινώσκομεν, τῶν θαυμάτων τὸ πέλαγος, κρουνοῖς χαρίτων, ὧν πλουτίζεις τοῖς σπεύδουσι, κατασπάσασθαι, ποθητῶς τὴν εἰκόνα σου· κρήνη βρύουσα νάματα, τὰς νόσους μακρύνουσα, τοῦ Σιλωὰμ κολυμβήθρα, καὶ τῶν πιστῶν ἱλαστήριον· Ἀκάκιε Πάτερ, τοῖς ἀπαύστως σὲ ὑμνοῦσι, δίδου τὰ κρείττονα.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν φιλεόρτων τὰ πλήθη, τιμῶσί σου σήμερον ᾀσματικῶς, τὴν πανσεβάσμιον μνήμην, Ἀκάκιε παναοίδιμε· ὅτι εὐηρέστησας Θεόν, τοῖς ἀγαθοῖς σου ἔργοις καὶ διδαχαῖς, τῶν ἀρετῶν σου τῇ γεωργίᾳ, καὶ τοῖς ἀσκητικοῖς σου κατορθώμασι· διό, Ὃν ἐδόξασας ἐπὶ τῆς γῆς, ἀντιδόξασέ σε ἐν οὐρανοῖς, τοῖς τῶν Ἱεραρχῶν σκηναῖς συναριθμήσας, μεγαλύνας τοῖς θαύμασι, καὶ καταστήσας σε ἰατῆρα, τῇ τῆς εἰκόνος σου θείᾳ χάριτι· ἀλλ’ ὦ κλέος Πατέρων μακάριε, μὴ παύσῃ δεόμεθά σου πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός Σου Θεοτόκε,…  

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Ἐν τῇ Γεννήσει.
Ἐν τῇ ἀσκήσει τὸν πονηρὸν ἐτραυμάτισας, τῇ σῇ δ’ ὑπνώσει ἀνῆλθες μετὰ δόξης, Πάτερ εἰς πόλον· ἀγάλλου οὖν σὺν Χριστῷ, καὶ τοῖς Ἁγίοις πᾶσιν Αὐτοῦ, ᾯ ἐκδυσώπει θερμῶς, ἡμῖν δοῦναι Ἀκάκιε θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὑμνήσωμεν χορός, εὐσεβῶν φιλεόρτων, Ἀκάκιον ψαλμοῖς, θεοφόρον Πατέρα, Χριστοῦ δοῦλον Ὅσιον, Ἱεράρχην θεόληπτον, τούτου μέλεσι, τὴν ὑπερθαύμαστον μνήμην, ἐκτελοῦντες νῦν, καὶ ἐκζητοῦντες πρεσβείαις, θερμαῖς πρὸς Φιλάνθρωπον.
Δόξα.
Ἀσκήσεσι πολλαῖς, καὶ παλαίσμασι θείοις, τῷ ὅπλῳ τοῦ Σταυροῦ, προσευχῇ ἐζωσμένος, καθεῖλες τὸν δράκοντα, καὶ διέλυσας ἔνεδρα, τοῦτου ἔπαρσιν, ὥσπερ ἀράχνας θεόφρον, ὦ Ἀκάκιε, σκληρᾷ νηστείᾳ· διό σε, πιστῶς μακαρίζομεν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη ἐπέλαμψεν ὥσπερ Ἡλίου ἀκτίς, τῆς δόξης τοῦ νοητοῦ τοῦ Ἀκακίου πιστοί· διὸ αὐτὸν ᾄσωμεν, ᾄσμασι μελιῤῥύτοις, καὶ ψαλμοῖς ἡδυφθόγγοις, ὅτι ἡμῶν ὑπάρχει, νῦν πρὸς Κύριον πρέσβυς, οἰκῶν ἐν ἐπουρανίοις, δόξης σκηνώμασι.
Δόξα.
Τοῖς ἐπιζητοῦσί σου Πάτερ ἐν χρόνοις δεινοῖς, τῇ πίστει στηρίξασθαι καὶ ἀρωγὸς ταχυνός, ἐλθεῖν κρίσιν ἔδιδες· ὅθεν ἡμῶν ἐν κρίσει, τῇ μελλούσῃ τρισμάκαρ, πάρεσο μνημονεύειν, τῷ Σωτῆρι τῶν ὅλων, τοῦ δοῦναι ἡμῖν ἱλασμόν, ταῖς ἱκεσίαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Κελεύσει τοῦ Κτίστου Σου, τοῦ γεννηθέντος ἐκ Σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν Σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς Σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀνυμνήσωμεν πιστοί, Μακεδονίας τὸ φυτόν, Ἀκάκιον τὸν θαυμαστόν, ψαλμοῖς καὶ μέλεσι τερπνοῖς, Ὁσίων κλέος, ἀσκητικοῖς λάμψαντα ἔργοις· χαίροις ἐκβοῶντες Λητῆς, Ῥεντίνης ποιμήν, τῆς σωφροσύνης στῦλος θεοειδέστατος, πίστεως ὁ φάρος Ἕλλησιν, ἐν ἔτεσι, τῆς δουλείας ἐξ Ἄγαρ ἀρχιεράρχης ὁ θεοφόρος, καὶ τοῦ σατᾶν ὁ καθαιρέτης.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ Σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός Σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην· ὅθεν Σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς Ὅν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον εἰς Ἱεράρχην.
Ὁ Ν’ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν ἀληθῶς τὴν γῆν, ἐξέλαμψεν ὁ φθόγγος τῶν ἄθλων σου, ὁ καταυγάσας τοὺς πιστούς, διδασκαλίᾳ καὶ εὐποιΐᾳ. Διὸ καὶ ἐν οὐρανοῖς, εὗρες μισθὸν ἄξιον τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων πολλὴν πρὸς Χριστόν, Ἱεράρχα Ἀκάκιε, καθικέτευε Τοῦτον, δεόμεθά σου ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς τῶν τιμώντων σε.

Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τῷ πανευκλεῇ Ἱεράρχῃ Ἀκακίῳ, μέλος ἡδύ.
ᾨδὴ α΄. Ἦχος α΄. Πεποικιλμένη τῇ θείᾳ δόξῃ.
Τοῦ Ἱεράρχου ἐνθέως ᾆσαι, τὴν ἱερὰν καὶ εὐκλεῆ μνήμην πειράσομαι· ὅθεν ἐπισκίασον ἐμοὶ Τριὰς τῷ ταπεινῷ, δωρουμένη φωτισμόν, νοΐ ψυχῇ καὶ καρδίᾳ, ἀξίως ποιήσασθαι ᾠδήν, καὶ θεῖον τούτου μελώδημα.
Ὦ τῆς Λητῆς καὶ Ῥεντίνης δόξα, ἐπισκοπῆς πάλαι ποτὲ σοφὲ Ἀκάκιε, δίδου ταῖς πρεσβείαις σου πρὸς τὸν Χριστὸν τὰς δωρεάς, χαρισμάτων σου βυθοῦ, καθαίρων φρένας ἐκ ζόφου, τοῦ μέλψαι λαμπράς σου ἀρετάς, σὺν πόνοις ἄθλοις τ’ ἀσκήσεως.
Πεποικιλμένος σοφίας Πάτερ, ὡς εὐθαλὴς θεῖος βλαστός, πιστοῖς ἀνέτειλας, πόθον ἐκ νεότητος ἔχων Χριστῷ καὶ νουνεχῶς, αἴρων Τούτου τὸν Σταυρόν, ὀπίσω ἕπεσθαι κράζων Ἀκάκιε ἠχηρᾷ φωνῇ, ἐνδόξως Σῶτερ δεδόξασαι.
Θεοτοκίον.
Ἀγαλλιᾶται ἐν Σοὶ Παρθένε, τοῦ Λαγκαδᾶ Λητῆς Ῥεντίνης τε Μητρόπολις, νέον κεκτημένη Ἱεράρχην, Ἅγιον Θεοῦ, κολυμβήθρα Σιλωάμ, θαυματουργοῦντα σημείοις, μεθ’ οὗ τὸν Υἱόν Σου ἐκτενῶς, δυσώπει πάντας σωθήσεσθαι.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνῶν τῷ Θεῷ, ἀνυμνῶ Ἱεράρχην ἀξιοχρέως.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσαι τὴν δόξαν Σου, Τριὰς ὁ τάλας πειράσομαι· διὸ χείλη ἄνοιξον καὶ φώτισόν μου τὸν νοῦν, ὅπως Ὅσιον, Ἀκάκιον τοῖς ὕμνοις, Λητῆς καὶ Ῥεντίνης τε, μέλψω Ἐπίσκοπον.
Ἱδρῶσι καμάτοις σου, ῥοαῖς δακρύων ἐπότισας, καὶ γῆν ἐγεώργησας, Μακεδονίας πιστῶς, ὦ Ἀκάκιε, καὶ ἀρετῶν τὸν πλοῦτον, ἐδρέψω μακάριε, τῶν θείων ἄθλων σου.
Νεκρώσας παχύτητα, σαρκὸς ἀσκήσει ἐμάρανας, ψυχὴν ἀπεκάθηρας, θανατηφόρων παθῶν, καὶ διήνοιξας, σῆς διανοίας ὦτα, καὶ ὄμματα Ὅσιε, πρὸς γνῶσιν ἔνθεον.
Θεοτοκίον.
Ὦ Κόρη ἐκύησας, τῇ Σῇ νηδύϊ σαρκούμενον, Πατρὸς Λόγον ἄχρονον, τὸν ἀπερίγραπτον, καὶ διέμεινας, Παρθένος μετὰ τόκον, ὡς πρὶν οὖσα Πάναγνε· φρικτὸν μυστήριον.

ᾨδὴ γ΄. Ἡ δημιουργική.
Νεοφανὴς ἀστήρ, Πάτερ αἰσθητῶς καθωράθης, Λητῆς Ῥεντίνης Ἐπίσκοπος, τοῦ Ἁγίου Πνεύματος λαβὼν τὴν χάριν, Νήφωνος χερσίν· ὅθεν τοῖς τιμῶσί σε, πᾶσι παράσχου θεία δωρήματα.
Ἐγκαυχᾶται ἐν σοί, ὁ θεοτερπὴς μνήμην ἄγων, λαὸς Κυρίου Ἀκάκιε, ἀσκητῶν ὁμότροπε, ἀκαταπαύστως μέλπων τῷ Χριστῷ, ὕμνοις τε καὶ ᾄσμασιν, ὡς Ἱεράρχης θεοειδέστατος.
Ὑπερδεδοξασμένος εἶ Κύριε, ὁ δοξάσας τὸν Ἱεράρχην Ἀκάκιον, ὃς ἐπὶ γῆς ῥήμασι καὶ εὐποιΐας πράξεσι πιστῶς, ὄνομα Σὸν ἅγιον, ἀσκητικοῖς ἄθλοις ἐμεγάλυνε.
Θεοτοκίον.
Κεκοσμημένη Σύ, παρὰ τοῦ Θεοῦ χαρισμάτων, μετέστης Μῆτερ ἀπείρανδρε, πρὸς Υἱὸν Ὃν ἔτεκες, τῇ ἐπελεύσει Πνεύματος γαστρί, Ὃν λιταῖς ἱκέτευε, Σαῖς ἀκοιμήτοις σώσασθαι ἅπαντας.

Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους.
Νικήσας δαιμόνων παρατάξεις, δεήσει ἀπαύστῳ τῷ Θεῷ, νηστείᾳ ἀκροτάτῃ τε, ἐν τοῖς ἐρήμοις Ὅσιε, οἰκῶν ὡς πένης ἄοικος, θείων θαυμάτων ἠξίωσαι.
Τὰ πάντα κατέλιπες ὦ Πάτερ, τὸν πλοῦτον καὶ γένος τὸ λαμπρόν, Σταυρὸν ἄρας ἐπ’ ὤμων σου, καὶ Ἰησοῦ τοῖς ἴχνεσι, πληρῶν σὸν πόθον ἅγιον, ταχὺ πιστῶς ἠκολούθησας.
Ὡράθης ἰθύνων κλονουμένους, πρὸς φῶς ἀληθείας τοῦ Θεοῦ, διὸ λαοῖς ἐδίδαξας, καλῶς πίστιν Ὀρθόδοξον, καὶ πρὸς ζωὴν τὴν ἄληκτον, εὗρες ὦ Πάτερ ἀπόλαυσιν.
Θεοτοκίον.
Θεοῦ τὴν Μητέρα ἀνυμνοῦμεν, Ἀδάμ τε καὶ Εὔας τὴν ἀράν, λυτρώσασαν τῷ Τόκῳ Της, τῶν γηγενῶν τὸ ἄθροισμα, ἐν μελιῤῥύτοις ᾄσμασι, καὶ μοναστῶν τὰ συστήματα.

Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μακεδόνων τὸν πυρσόν, Χριστιανῶν τὸν ὁδηγόν, ὑμνολογήσωμεν πιστοί, ἀστέρα τε τὸν φαεινόν, καὶ ποδηγέτην τῶν μοναστῶν τρανῶς βοῶντες· χαίροις θεῖε Πάτερ Λητῆς, Ῥεντίνης ποιμήν, τῶν ἀρετῶν δοχεῖον τὸ καθαρότατον, ὁ καιροῖς δουλείας Ἕλλησιν εἰπὼν φωνῇ, τὸ φρονεῖν ὀρθοδόξως, ἄριστον πάντων, ἐστὶ τῶν ἔργων, τῷ δὲ Θεῷ πανευπροσδέκτῳ.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ Σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός Σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν Σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς Ὅν μετέστης, σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ΄. Ῥήσεις Προφητῶν καὶ αἰνίγματα.
Λύπην ἀποσείσας Ἀκάκιε, διάνοιαν κατηύγασας, θείῳ φωτὶ τοῦ Ἰησοῦ, θέλων ἐντρυφήσαι, Αὐτοῦ πανσόφοις διδάγμασι, καὶ ἀπαύστως ἔκραζες, ἐν ἀγαλλιάσει· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Ἔλεος ζητῶν τοῦ Δεσπότου σου, ὀπίσω Τούτου ἔδραμες, Σταυρὸν ἀράμενος σοφέ, πάσας ἐντολάς Του, πιστῶς ἀεὶ ἐργασάμενος, ἐν τοῖς λόγοις, ἔργοις τε τῆς φιλαδελφείας· διὸ στέφος τῆς δόξης ἀπείληφας.
Ἤθη κοσμικὰ σὺ ἀντήλλαξας, πολίτευμα Ἀκάκιε, τῶν μοναζόντων μετελθών, φίλους ἀγαπήσας, εὐχὴν νηστείαν ταπείνωσιν, ἐγκρατείας πόνοις τε, σὺν σκληροῖς καμάτοις, οἷς Σωτῆρα πιστῶς εὐηρέστησας.
Θεοτοκίον.
Ἵλεον Κριτὴν Παναμώμητε, ἀπέργασαι πρεσβεύουσα, ὑπὲρ ἡμῶν ἁμαρτωλῶν, ὄρος ὁ Προφήτης, ἰδὼν ἐξ οὗ ἐξελεύσεται, ὁ Θεὸς τοῦ ῥύσασθαι φύσιν τὴν βρότειαν, παραβάσεως θείου θελήματος.

Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Εὐχαρίστως ἀνυμνοῦμεν, σὲ ὁρῶντες ἀστράπτοντα, νοητοῦ Ἡλίου, δόξης φέγγος ἄδυτον Ὅσιε, ὡς ἀμοιβὴν τῶν καμάτων ἐκδεχόμενον, καὶ κραυγάζοντα· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Ὡς Σιλωὰμ κολυμβήθρα δαψιλῶς τοῖς προστρέχουσι, θαύματα παρέχεις, νόσων ἰατρείαν ἀδάπανον, ὦ ἱερώτατε Πάτερ, καὶ πρεσβείαις σου, πολυεύσπλαγχνον, ἐκδυσώπεις ὑπὲρ ποίμνης σου.
Ἀνυμνοῦντές σου τὰ ἆθλα, καὶ τοὺς πόνους ἀοίδιμε, δρόσον οὐρανόθεν, ταῖς ἱκεσίαις λαμβάνομεν· διὸ γηθόμενοι πάντες, ἐκβοῶμέν σοι· χαίροις Ἀκάκιε πάνσοφε.
Θεοτοκίον.
Νομοθέτην νόμον δόντα ἐν Σιναίῳ ἐκύησας, ἄχραντε Παρθένε· ὅθεν Τοῦτον νῦν ἐκδυσώπησον, δοῦναι ἡμῖν σωτηρίας, τὴν ἀπόφασιν, ὅτ’ ἐλεύσεται, κρῖναι βροτούς, οὕσπερ ἔπλασεν.

ᾨδὴ ε΄. Τὸ θεῖον καὶ ἄῤῥητον κάλλος.
Ἐξέστησαν Ἄγγελοι Πάτερ, τὰ σὰ ὁρῶντες λαμπρὰ κατορθώματα, καὶ τῶν Πατέρων ἐπὶ γῆς τὰ συστήματα, Ἱεραρχῶν καὶ Ὁσίων σὺν Νήφωνι, Ἰωακεὶμ καὶ Θεωνᾷ, Ἰωάσαφ καὶ χοροῦ, μαρτυρικοῦ, μεθ’ ὧν συναγάλλει νῦν.
Ῥητόρων ἀνώτερος ὤφθης, τῇ εὐγλωττίᾳ καὶ τρόποις Ἀκάκιε· διὸ εἰς Αἴγυπτον φθάσας λύσιν ἔδωκας, τῶν προβλημάτων, σοφίᾳ καὶ χάριτι, κεκοσμημένος ἀληθῶς, εὐχὴ δοὺς θερμὴ Θεῷ, Ἀρχιερεὺς Κωνσταντινουπόλεως.
Ἀκάκιε γέγονας σκεῦος, τῆς ἀκακίας τῇ χάριτι Πνεύματος, καὶ ἀρετῶν τὸ δοχεῖον καθαρότητος· διὸ Θεόφιλος, Ζίχνης τό βλάστημα, σὲ ἡρετήσατο ὀρθῶς, καλὸν καθοδηγητήν, πνευματικοῦ πρὸς βίου τελείωσιν.
Θεοτοκίον.
Ῥημάτων ὡς ἤκουσας Κόρη, τοῦ Γαβριὴλ τῇ γαστρί Σου συνέλαβες, τὸν Θεοῦ Λόγον, ὦ θαῦμα ἀνερμήνευτον, Σοὶ δόντος φοίνικος κλάδον προήγγειλε, τὴν Σὴν μετάστασιν Υἱῷ, ὑπουργήσας Σε πιστῶς, ὡς πληρωτὴς τοῦ θείου θελήματος.

Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Ὑψώθης Ἀκάκιε, ἐπουράνιοις δώμασιν, ὅτι ὡς ἰσάγγελος διῆλθες, βίον ἐρήμοις, ἐν ἐγκρατείᾳ σκληρᾷ, καὶ πάσας Χριστοῦ τὰς ἀρετάς, πόνοις σοῖς ἀσκήσεως, ἐγεώργησας ἄριστα.
Μαθὼν θεῖα ῥήματα, ἀρχιερεὺς Ἀκάκιε, ἐχρίσθης τῇ χάριτι Ἁγίου, Πνεύματος Πάτερ, Λητῆς Ῥεντίνης λαοῦ, ποίμνης ἧς ἠξίωσε Χριστός, ὅσιον διδάσκαλον, σὲ γενέσθαι θεόπνευστε.
Νεκρώσας σκιρτήματα, σαρκός ἔξω γεγένησαι, Ὅσιε σκληρᾷ δουλαγωγίᾳ, θείαν ψυχήν σου, ἔσχες εἰς πόθον Χριστοῦ, ἅπασας δ’ εἰργάσω ἀρετάς· ὅθεν μεταβέβηκας, πρὸς οὐράνια δώματα.
Θεοτοκίον.
Ὡς Βᾶτον τὴν ἄφλεκτον Ἁγνή, Μωσῆς κατεῖδέ Σε, πάλαι ἐν Σιναίῳ μὴ φλεχθεῖσαν, Τόκον δηλοῦσα, τὸν χωρητὸν Σῇ γαστρί, καὶ πᾶσιν ἀχώρητον Θεόν, ὅνπερ σωματώσασα, παρθενίαν ἐφύλαξας.

ᾨδὴ στ΄. Ἅλιον ποντογενές.
Χαίρει νῦν ἐν σοὶ πιστῶς, λαὸς εὐσεβὴς Λαγκαδᾶ, πανηγυρίζων τὴν μνήμην σου, ὦ Ἀκάκιε, ὅτι Λητῆς καὶ Ῥεντίνης ἀναδέδειξαι, ποιμενάρχης λαμπρὸς καὶ θεόληπτος, ἐκβοῶν συμφώνως· πρέσβευε Χριστῷ ἡμᾶς, κολάσεως ῥύσασθαι.
Ἥλιον ἐκδυσωπεῖς, τῆς δόξης Ἀκάκιε νῦν, συναυλιζόμενος πόλῳ μακαριώτατε, Ὃν ἐπὶ γῆς, ἐμεγάλυνας τοῖς ἄθλοις σου, βιωτεύσας θεοπρεπῶς Ἅγιε, τοῖς ὁσίοις τρόποις, σύσκηνος γενόμενος, Πατρᾶσι καὶ Μάρτυσιν.
Αἴγυπτον οὖν ἀφιείς, Σινᾶ τὸ Θεοβάδιστον, ἦλθες ἐρήμου τοῖς τόποις ἐπισκεψάμενος, παρ’ ἀσκηταῖς μαθητεύσας τε Ἀκάκιε, προσκυνήσας δ’ εἰς Ἱεροσόλυμα, Δαμασκοῦ τὰ μέρη, ἔλιπες Σιῶνι ζῆν, πληρώσας τὸν πόθον σου.
Θεοτοκίον.
Κοίμησιν τὴν Σὴν Ἁγνή, τιμῶμεν ἐν Γεθσημανῇ, καὶ πρὸς Υἱόν Σου ὑμνοῦμεν, θείαν Μετάστασιν, μετὰ χοροῦ, Ἀποστόλων Διδασκάλων τε, καὶ πασῶν Ἀσωμάτων Δυνάμεων, ποθητῶς βοῶντες· μνήσθητι ἡμῶν Θεῷ, τῇ ὥρᾳ τῆς κρίσεως.

Ἕτερος. Τὴν θείαν ταύτην.
Ἰσχὺν Σωτὴρ ἐδωρήσω σοι· διὸ ἐξιστορεῖν ἀξιάγαστε, τὰ σὰ παλαίσματα, ἀδυνατῶ ὅτι φάλαγγας, καταδιώκων πόῤῥῳ, σατᾶν ἐνίκησας.
Ἐν χρόνοις πλείστοις Ἀκάκιε, Ἑλλάδος χαλεπῶς τὸν ὑπόδουλον, λαὸν ἐστήριξας, πατρῷα πίστει ἐμμένοντα, καὶ γῆν Θεσσαλονίκης, σημείων ἔπλησας.
Ῥοπὴν πρὸς ἄϋλα Τάγματα, δεικνύμενος ὡς ἄσαρκος ἔζησας, ἐν γῇ Ἀκάκιε· ὅθεν ψυχὰς τῶν τιμώντων σου, πάνσεπτον μνήμην δίδου, νῦν ἀγαλλίασιν.
Θεοτοκίον.
Ἁγνὴ ἑκὼν νῦν ποντίζομαι, ῥοπὴ τῆς ἁμαρτίας πρὸς ὄλισθον· διὸ διόρθωσιν, τρίβους πρὸς ἄνω ἰθύνουσα, Χριστοῦ τῆς Βασιλείας, δίδου μοι Δέσποινα.

Κοντάκιον. Ἦχος πλ. β΄. Τὴν ἐν πρεσβείαις.
Τῇ πανηγύρει προστρέξωμεν Ἱεράρχου, τῶν φιλεόρτων τὰ πλήθη τοῦ Ἀκακίου, τύπωμα θεῖον κατασπαζόμενοι, ἐν Λαγκαδᾷ τῇ πόλει, ἀσθενειῶν τὴν ἴασιν βραβεῦον, τοῖς πᾶσιν ἀδαπάνητον.
Ὁ Οἶκος.
Μνήμην σεβάσμιον τελέσωμεν πιστοί, Ὁσίου Ἱεράρχου τοῦ Θεοῦ, Ἀκακίου τοῦ θεοφόρου Πατρός, Λητῆς καὶ Ῥεντίνης ποιμενάρχου, τοῦ τὴν ὑπὸ δουλείαν κατεχομένην Ἑλληνικὴν γῆν, πυρσεύσαντος θεηγόροις κηρύγμασι, καὶ ἐπιστηρίξαντος τοὺς Χριστιανοὺς ἐν τῇ πίστει, οὐ μήν, ἀλλὰ καὶ εἰς τὴν Αἴγυπτον ἀποσταλλέντος ὑπὸ τοῦ Πατριάρχου Κωνσταντινουπόλεως, πρὸς εἰρήνευσιν καὶ διόρθωσιν τοῦ λαοῦ· ὅθεν τούτου ἐκμιμησώμεθα, τοὺς μεγίστους ἀσκητικοὺς ἄθλους, τὸ ἐνάρετον πολίτευμα, τὸν ζῆλον, τὴν πίστιν, τὴν προσευχήν, καὶ πάσας τὰς θεοειδεῖς ἀρετάς, ἐξαιρέτως δὲ τὴν ἐγκράτειαν, ταπείνωσιν καὶ σωφροσύνην, καὶ τὰς διὰ Χριστὸν ὁδοιπορίας, ὅπως σωθῶμεν, καὶ εἰς οὐρανοὺς ἀπαντήσωμεν αὐτόν, χαίροντες τῷ πνεύματι. Βραβεύει γὰρ τοῖς τιμῶσι αὐτόν, ἀσθενειῶν τὴν ἴασιν, τοῖς πᾶσιν ἀδαπάνητον.

Συναξάριον.
Τῇ ΙΣΤ΄ Αὐγούστου, μνήμη τοῦ Ἁγίου Ἀκακίου, Ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης.
Στίχοι·
Ἴσος ὤφθης, φωστὴρ λαμπρός, Πατράσι,
τοῖς παλαιοῖς, ἐν χρόνοις ἐκλάμψας νεωτέροις.
Ἕκτῃ καὶ δεκάτῃ, Ἀκάκιος, Σιὼν ἀπήλθε γαίης.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἰταμῷ, θυμῷ τε καὶ πυρί.
Ἀρχιθύτης ὅσιος Χριστοῦ, θεῖος Πάτερ, σὺ ἀναδέδειξαι, Ἀθλητῶν συνόμιλος, Ἰακώβου ἐπὶ γῆς, Ἰωάσαφ καὶ λοιπῶν, σὺν τῇ χορείᾳ Μαρτύρων τῆς Ἀνδριανουπόλεως, Ἀσκητῶν τοῦ Ὄρους, Μαξίμου τοῦ Γραικοῦ, καὶ τῶν αὐταδέλφων, Θεοφάνους Ἁψαρᾶ, μετὰ τοῦ Νεκταρίου.
Κολληθείῃ, ἔκραζες σοφέ, γλῶττα Σῶτερ, τῷ ἐμῷ λάρυγγι, ἐὰν μὴ μνησθήσομαι, Σοῦ ὀνόματος θείου, καθ’ ἑκάστη μου πνοήν· ὅτι προσεύχου ἀόκνως, νήφων καὶ ἐργαζόμενος, ἡσυχίας τόποις εὐχῇ νοερᾷ, καὶ τοῖς μαθηταῖς σου, διετράνωσας σαφῶς, τὸ πῶς δεῖ προσεύχεσθαι.
Ἰσχυρὸς ἐδείχθης χαρακτήρ, τρόποις μάχης σοφῶς ἑλόμενος, κατ’ ἐχθρῶν παλαίσμασιν, ἐν δεήσει νηστείᾳ ἐγκρατείᾳ σιωπῇ, τοὺς θεοφόρους Πατέρας Πάτερ, ἐκμιμησάμενος ἐν Ἁγίῳ Ὄρει, ἐρήμῳ Σινᾷ, Σταυροῦ πανοπλίᾳ, καὶ καθεῖλες τὴν ὀφρὺν σατάν, σὺν ταῖς παγίσιν.
Θεοτοκίον.
Ὦ γλυκύ μου ἔαρ ἐν Σταυρῷ, Μῆτερ θρήνοις Υἱῷ Σου ἔλεγες· πῶς ἑκὼν τὸν θάνατον, διὰ γένος ἀνθρώπων, ὑποφέρεις Λυτρωτᾶ; Ὧ Θεοτόκε, ἡμῖν τοῦ δοῦναι ἔλεος, ἵλαθι μητρικαῖς πρεσβείαις, καὶ λύσιν παθῶν, φωτισμὸν εἰρήνην, σωτηρίαν ταῖς ψυχαῖς, τῶν Σὲ ὁμολογούντων.

Ἕτερος. Οὐκ ἐλάτρευσαν.
Ῥύπου φύσεως βροτείας ἀπεμάκρυνας τῇ καθαρότητι, τῶν θεϊκῶν ἀρετῶν, ἐν βίῳ Ἀκάκιε, πόνοις καμάτων σου, καὶ ἀπέκτησας, τὴν Βασιλείαν Οὐρανῶν, καὶ Θεοῦ κληρονομίαν.
Χαριστήριον ᾠδὴν σοὶ ἀναμέλπομεν Πάτερ Ἀκάκιε, πιστῷ ἐφόρῳ ἡμῶν, ἀγάπην δεικνύμενος, δικαιοσύνης τε καὶ ταπείνωσιν, ὡς μιμητὴς γὰρ ὢν Χριστοῦ, μεθ’ οὗ νῦν συμβασιλεύεις.
Ἤθη βάρβαρα ἡμέρωσας Ἀκάκιε εὐχῇ Αἰγύπτου γῇ, ἐξιλεὼν Ἰησοῦν, τοῦ φείσασθαι πλᾶσμά του, χείρας ἐκτείναντα, ἀνυψούμενον, ἐν τῷ Σταυρῷ, ὑπὸ βροτῶν ἑκουσίᾳ Του βουλήσει.
Θεοτοκίον.
Νεκρωθεῖσάν μου καρδίαν αὖθις ζώωσον, Σῇ θείᾳ χάριτι, καὶ πρὸς Υἱὸν καὶ Θεόν, Παρθένε πρεσβείᾳ Σου, σῶσον ὡς Σώτειρα, οὖσα Ἄσπιλε, ἡ σωτηρία τῶν βροτῶν, γλυκασμὸς τῶν Ἀρχαγγέλων.

ᾨδὴ η΄. Φλόγα δροσίζουσαν Ὁσίους.
Μείνας Ἀκάκιε ἐν τόποις, τῆς ἀσκήσεως ὑπήνεγκας, βέλη τοῦ ἐχθροῦ καὶ πειρασμούς, μίσος φθονερόν, ἐν καρτερίᾳ πολλῇ, καὶ ἄτρωτος διεφυλάχθης, ὡσεὶ οἱ Παῖδες ἐν φλογί, δεόμενος πρὸς Κύριον· τὸν Δημιουργόν, μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἔλαμψας Πάτερ, ὡσεὶ ἄστρον, φαεινὸν φωτίσας Ἕλληνας, ἔτεσι δουλείας χαλεπῆς, σκότος ζοφερόν, ἀποδιώξας μακράν, εὐσέβειαν πᾶσι κηρύξας, ὀρθήν τε πίστιν τοῦ Χριστοῦ, στηρίξας θείοις ῥήμασιν· ὅθεν ποθητῶς νῦν ἀνυμνοῦμεν, μνήμην σου ἁγίαν, καὶ δοξολογοῦμεν Θεόν, Σωτῆρα κόσμου.
Λήθη οὐκ ἔφθειρε σὴν μνήμην, τοῖς λαοῖς σοφὲ Ἀκάκιε, χρόνου πανδαμάτορος φορά, ἤνεγκε δι’ ἡμᾶς, ἐξ ἐπιγείου Σιών, εἰς ἄκτιστον ἱερουργίαν, ὁρῶντας βλέπειν νοερῶς, Λητῆς Ῥεντίνης πρόκριτον, κύκλῳ παρεστῶτα θείας δόξης, κατηγλαϊσμένον, φωτὶ ἀπροσίτῳ, σὺν νόοις καὶ Ἁγίοις.
Θεοτοκίον.
Ὄρος ἀλάξευτον Παρθένε, Δανιὴλ Σὲ προδιέγραψε· λίθος γὰρ τμηθείς, ἄνευ φθορᾶς, πρόεισιν ἐκ Σοῦ, Μεσσίας καὶ Λυτρωτής, εἰς ἀπολύτρωσιν ἀνθρώπων, τεχθεὶς ἀφράστως χρονικῶς, πρὸς Ὃν μετέστης χαίρουσα· ᾯ καὶ ἀκοιμήτως νῦν πρεσβεύεις, Μῆτερ τοῦ σωθῆναι, τοὺς ὁμολογοῦντας, Σὲ μόνην Θεοτόκον.

Ἕτερος. Παῖδας εὐαγεῖς.
Αἶνον τῇ Τριάδι ὑπερμέτρως, ἐδίδως καὶ πόθῳ ἔκραζες Ἀκάκιε· ὁ Ὢν ἐστὶν ὑμνούμενος, κἀγῶ νῦν ταπεινούμενος· διὸ καὶ μετὰ τέλος σου, βραβεύσας ὕψωσεν, εἰς ἄφθαρτα, σκηνώματα δόξης, καὶ ἐν τοῖς Ἁγίοις, κατέταξεν ἐνδόξως.
Ξένα τὰ ἐν σοί, Πάτερ ὁρῶμεν, σημεῖά τε καὶ παράδοξα τελούμενα, βίον σου ἰσάγγελον ὧν Χριστῷ συνόμιλος, τῇ πρὸς Θεὸν δεήσει σου, ἀπαύστως Ὅσιε, Ἀκάκιε· διὸ θείοις ὕμνοις, σοῦ τὴν φωτοφόρον, πανήγυριν τελοῦμεν.
Ἱερουσαλήμ, οἰκεῖς νῦν ἄνω Ἀκάκιε, μετ’ Ἀγγέλων καὶ Ἁγίων τε, ὃ γῇ Σῶμα τίμιον, Αἷμα τὸ ζωήῤῥυτον, πιστοῖς ἐδίδως Ὅσιε, τοῦ μεταλήψασθαι, τελῶν τὴν λειτουργίαν Κυρίου, καὶ Θεοῦ τῇ θέᾳ, ἀξίως ἀπολαύεις.
Θεοτοκίον.
Ὄρος τὸ κατάσκιον καὶ πῖον, Παρθένε Σὲ οἱ Προφῆται προκατήγγειλαν, Πύλην ἐπουράνιον, Βᾶτον ἀκατάφλεκτον, Ναὸν Σκηνὴν καὶ Τράπεζαν, Πόκον τὸν ἔνδροσον, καὶ Κλίμακα τοῦ Ἰακὼβ Θρόνον, κἀμεῖς δὲ Μητέρα, Θεοῦ ὁμολογοῦμεν.

ᾨδὴ θ΄. Νενίκηνται τῆς φύσεως οἱ ὅροι.
Σπουδάσωμεν, φιλέορτοι ἀσμένως, ὑμνήσασθαι Ἀκάκιον, εὐφροσύνης καρδίᾳ νῷ ψυχῇ, τῶν χαρίτων πληρούμενοι, πᾶσι δωρούμενον κρείττω, πόῤῥῳ ἐλαύνοντα νόσους, ὅτι Χριστῷ ἱκετεύει, ἅπαντας σωθήσεσθαι.
Ἡδύλαλον προσάξωμεν ἐκ πόθου, ᾠδὴν Πατρὶ θεόφρονες, παρεστῶτι τῷ θρόνῳ δυσωπεῖ, ἐκλυτρώσασθαι Κύριον, κινδύνων βλάβης ἀνάγκης, δεινῶν πυρὸς τοῦ ἀσβέστου, καὶ πειρασμῶν τοῦ δολίου, ἐχθροῦ πολεμήτορος.
Διδάσκαλος Ἀκάκιε ἐδείχθης, φωστὴρ λαμπρὸς τῆς πίστεως, ποιμενάρχης τῆς ποίμνης, τῆς Λητῆς καὶ Ῥεντίνης Ἐπίσκοπος, ἀρχιεράρχης θεόφρων, τῶν ἀσκητῶν καὶ Πατέρων, δόξα Χριστοῦ, θείοις ἔργοις καὶ λόγοις κοσμούμενος.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Κυρία Θεοτόκε, ἐν μελιῤῥύτοις ᾄσμασι, μεταστᾶσα γὰρ ἦλθες, πρὸς Υἱὸν μετὰ δόξης, εἰς δώματα, ὑπὲρ βροτῶν δυσωποῦσα, φλογὸς γεέννης ῥυσθῆναι· ὅθεν ἡμᾶς, ὡς Νεφέλη καὶ Σκέπη περίσωζε.

Ἕτερος. Ἅπας γηγενής.
Χαίρει οὐρανός, καὶ γῆ συνευφραίνεται, πανηγυρίζουσα, ἐν τῇ φωτοφόρῳ σου, καὶ θείᾳ μνήμῃ, μάκαρ Ἀκάκιε· διὸ τοὺς ἀνυμνοῦντάς σε, πίστει καὶ πόθῳ τε, κριτηρίου, βήματι μνημόνευσον, ἐν ἡμέρᾳ τῆς δίκης σωθήσεσθαι.
Ῥῦσαι πειρασμῶν, δαιμόνων τὴν ποίμνην σου, ἐπισκοπῶν σοφέ, φυλάττων ταύτην ἀεί, ἐκ πάσης βλάβης, ἐχθρῶν ἁλώσεως, καὶ τοὺς πιστῶς τιμῶντάς σε, παράσχου ἄφεσιν, τῶν πταισμάτων, πρὸς Χριστὸν πρεσβείαις σου, καὶ κολάσεως πάντας ἐκλύτρωσαι.
Ἔχει οὐρανός, τὸ πνεῦμά σου Ὅσιε, συναυλιζόμενον, Ἀγγέλοις Ἁγίοις τε, τὸ ἱκετεῦον, Θεὸν Παντάνακτα, ὡς σὲ ὑμνοῦντας ῥύσηται, ἐκ περιστάσεων, ἀκωλύτως στάδιον δ’ ἀνύσασθε ἀρετῶν, ἵνα λάβωσιν ἔλεος.
Ὤφθης μοναστῶν, ἀκρότης Ἀκάκιε, ἀπαρασάλευτος, ταῖς τοῦ σατᾶν ἀπειλαῖς, νηστείας στῦλος, πίστεως ἔρεισμα, τῆς προσευχῆς τὸ εὔτονον, καὶ ἀρετῆς κανών, τοῖς βοῶσι· χαίροις πανσεβάσμιε, τῶν Πατέρων τὸ θεῖον ὑπόδειγμα.
Θεοτοκίον.
Σῶσον Μαριάμ, Πατέρας θεόφρονας, σὺν μοναζούσας τε, οἰκοῦντας γῆν Λαγκαδᾶ, Μακεδονίας πιστῶν τὸ ἄθροισμα, καὶ Ὀρθοδόξους ἅπαντας, τήρει ἀπήμονας, τοὺς βοῶντας· χαῖρε Βᾶτε ἄφλεκτε, ἀπὸ γῆς μεταστάσα ἐν σώματι.

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Ἡ μνήμη νῦν Ἀκακίου, ὥσπερ ἀκτὶς τοῦ Ἡλίου, Δικαιοσύνης ἐκλάμπει, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ· διὸ πιστοὶ συνελθόντες, ᾄσωμεν τούτου τοὺς ἄθλους.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα. 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες πανηγυρίσωμεν, Ἀκάκιον ὑμνοῦντες, τὸν ἐκλάμψαντα πίστει, Ἐπίσκοπον γενόμενος τῆς Λητῆς, καὶ Ῥεντίνης ὑπέρτιμον, τὸν θεοφώτιστον ἄνδρα Χριστοῦ φωτί, Λαγκαδᾶ λαοῦ τὸ σέμνωμα.
Τὸν ἐν Σιναίῳ καὶ Ἄθωνι διαπρέψαντα, τιμήσωμεν Πατέρα, μετελθόντα, τὸν βίον ἀγάπῃ ταπεινώσει ὑπακοῇ, ἀρεταῖς ἐργασάμενον, ἐν ὁσιότητι λάμψαντα καὶ ψυχάς, τῶν πιστῶν εὐκάρπους τρέψαντα.
Τίς σου τοὺς ἄθλους ἐξείπει μάκαρ Ἀκάκιε, οὓς ἐν τόποις εἰργάσω, σκληροτάτῃ ἀσκήσει, ἱδρῶσι καὶ καμάτοις δακρύων ῥοαῖς, ἀρετῶν τὸ ἀκρότατον, ἐπιποθῶν καὶ δουλεύων περιχαρῶς, ἄχρις οὗ τὸν βίον ἔλιπες;
Πάσῃ τῇ γῇ διαλάμπεις Πάτερ Ἀκάκιε, καθάπερ θεῖον ἄστρον, τῇ λαμπρᾷ βιοτῇ σου, σὺν χάρισι θαυμάτων καὶ ἀρεταῖς, ἐγκρατείας παλαίσμασιν, οἷς ἐπαξίως ἐδέξω παρὰ Χριστοῦ, στέφος δόξης ἀμαράντινον.
Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι, ᾀσμάτων χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι τῷ πνεύματι, ἐπὶ τῇ φωτοφόρῳ πανηγύρει τοῦ θεοφόρου Πατρός· Ἱερεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν αὐτοῦ εἰκόνα, περιχαρῶς κατασπασάσθωσαν· φιλέορτοι θεόφρονες, σὺν Χριστιανοῖς εὐσεβέσι, χορείαν κροτείτωσαν ἐν μέλεσι, καὶ τὸν Ὅσιον ὑμνείτωσαν· Ἄγγελοι γὰρ ἐν οὐρανοῖς καὶ ἄνθρωποι ἐπὶ τῆς γῆς, σήμερον λαμπρῶς συνεορτάζουσιν· ἡ τοῦ Λαγκαδᾶ Μητρόπολις φαιδρῶς σεμνύνεται, καὶ τὰ γέρα κομίζει τῷ μυστολέκτῃ, ὡς πρόβολον ἔχουσα ταύτης, Ἱεράρχη θεοπρόβλητον· καὶ ἡ ἐν τοῖς πέρασι τῆς Οἰκουμένης, Χριστοῦ ἁγία Ἐκκλησία, τιμᾶ ἐνθεαστικῶς, τὸν ἰσάγγελον ἀσκητήν, καὶ ὑπηρέτην τοῦ Λόγου, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς κραυγάζουσα· ὦ Ἀκάκιε παμμακάριστε, φύλαττε φρούρει καὶ σκέπε ἡμᾶς, ἀτρώτους ἐκ πάσης ἀνάγκης καὶ βλάβης, καὶ σῷζε Ἑλλήνων τὸ γένος, τῆς ἑνεστώσης ἀπειλῆς, σὺν τῇ ποίμνῃ σου, καὶ τῷ πιστῷ λαῷ, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν Αὐτήν δεόμενοι· συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν Σου Κοίμησιν. 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ἔχομεν Ἐπίσκοπον εὐκλεῆ, Λαγκαδᾶ τὸ κλέος, πανσεβάσμιον ἀσκητήν, φύλακα προστάτην, Ἀκάκιον τὸν θεῖον, φρουρὸν καὶ θερμὸν πρέσβυν, πάντες πρὸς Κύριον.