Παρασκευή, 30 Δεκεμβρίου 2016

Ἀκολουθία Οἰκογενείας ἁγ. ΓΡΗΓΟΡΙΟΥ τοῦ Παλαμᾶ, Πρωτ. Στ. Μακρῆ

Ψαλλομένη τῇ Κυριακῇ μεταξύ 15ης καί 21ης Νοεμβρίου

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Καλλονὴν καὶ Κωνστάντιον, Θεοδότην Ἐπίχαριν, καὶ σὺν Μακαρίῳ τὸν Θεοδόσιον, ὁμοῦ σὺν τούτοις τε μέγιστον, φωστῆρα καὶ πρόμαχον, τῶν δογμάτων τοῦ Χριστοῦ, Ἱεράρχην Γρηγόριον, ἀνυμνήσωμεν, ἱεραῖς μελῳδίαις λαμπροφώνως, τοὺς ἐν πίστει ὁμοψύχους, καὶ κατὰ σάρκα ὁμαίμονας.
Τὴν τοῦ βίου τερπνότητα, πανοικεὶ ἀπηρνήσασθε, ἄραντες ἐπ’ ὤμων σταυρὸν ἀσκήσεως, καὶ τοὺς Ὁσίους ἰχνεύσαντες, ὡς τρίβον βαδίσαντες, παρθενίας πρὸς Χριστόν, τὸν Σωτῆρα ἀφίκεσθε, Οὗ παρίστασθε, παῤῥησίᾳ νῦν ἔνδοξοι τῷ θρόνῳ, ὑπὲρ πάντων τῶν τιμώντων, ὑμῶν τὴν μνήμην πρεσβεύοντες.
Ὁ φιλῶν τοὺς γονεῖς αὑτοῦ, ἢ τὰ τέκνα ὑπὲρ Ἐμέ, οὔκ ἐστί Μου ἄξιος εἶπεν Κύριος· τούτῳ τῷ λόγῳ δ’ ἑπόμενοι, συμφώνως ἐράσασθαι, προεκρίνατε Αὐτοῦ, ὑπὲρ ἅπαντα σύγγονον, θεοφόρητοι, τὴν τῶν τέκνων Θεοῦ ἐλευθερίαν, τῶν δεσμῶν τῆς μετὰ κόσμου, φιλίας ἀνταλλαξάμενοι.
Τὴν ἰσχὺν τῆς θελήσεως, ἀντιτάξασαι Ὅσιαι, ἀσθενείᾳ φύσεως ἐμιμήσασθε, Παῦλον ἐθνῶν τὸν Ἀπόστολον, καὶ ὡς ἐναθλήσασαι, ἐν Βεροίᾳ θαυμαστῶς, Θεοδότη Ἐπίχαρι, ἡμιλλήσασθε, τοῖς ἐγγύθεν οἱκείοις αὐταδέλφοις, οἷς παρθένοι κατ’ ἀνδρείαν, καὶ κατὰ χάριν ἰσώθητε.
Δόξα. Ὅμοιον.
Οὐχ ὑμᾶς ἀπεχώρισεν, εὐσεβεῖς συγγενήτορες, τέκνων ἀγάπη αὑτῶν πρὸς Ἄναρχον Θεὸν Πατέρα, ἀλλἥνωσεν αὐτοῖς ὡς προσήκοντας, μᾶλλον αἵματι Χριστοῦ, συγγένεια Πνεύματος, ὑμᾶς ἔνδοξε, Καλλονὴ καὶ Κωνστάντιε τρισμάκαρ, οἱ ἐν βίῳ εὐσεβείας, Κυρίῳ εὐαρεστήσαντες.
Καὶ νῦν. Ὅμοιον.
Εἰς ἑπτάλοφον πόλιν σου, ᾠκοδόμησας Πάναγνε, οἶκον ἁγιότητος καὶ ὑπήρεισας, στύλους ἑπτὰ τῆς ἀσκήσεως, τὸν μέγαν Γρηγόριον, σὺν τοῖς τέταρσιν αὐτοῦ, αὐταδέλφοις καὶ τούτων δέ, τοὺς γεννήτορας, μεθὧν πρέσβευε Μῆτερ τοῦ σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, μεγαλυνόντων Σε Δέσποινα.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Κάθαρσιν φωτισμόν, καὶ θέωσιν θηρᾶσαι, ποθήσαντες ὁσίως, τὸν βίον διεξῆλθον, οἱ Ἅγιοι ἑπτάριθμοι.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Νήψει καὶ προσευχῇ, καὶ ἱεροῖς καμάτοις, ἐν Σκήτῃ τῆς Βεροίας, εἰς ὕψος θεωρίας, ἤρθης μάκαρ Γρηγόριε.
Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εἰ ἐν βροτοῖς τὸ φῶς, Ὅσιοι πέλει σκότος, τότε τὸ σκότος πόσον; Διὸ ὑμῶν πρεσβείαις, τοῦτο κἀμοῦ φωτίσατε.
Δόξα. Ὅμοιον.
Οἶκος Παλαμικός, τηλαυγὴς ἀκτίστῳ, φωτὶ τῷ τῆς Τριάδος, μονὴ Πατρὸς καὶ Λόγου, καὶ Πνεύματος ἐγένετο.
Καὶ νῦν. Ὅμοιον.
Ὡς κηδεμονικῶς, τῶν ἀπορφανισθέντων, τοῦ Κωνσταντίου τέκνων, ἐπεμελήθης Μῆτερ, κήδου τῆς σωτηρίας μου.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τὸ ἀναστάσιμον τῆς ἤχου τῆς ἡμέρας.
Δόξα τῶν Ὁσίων. Ἦχος δ΄. Σήμερον τῆς εὐδοκίας.
Χαίροις ἡ Παλαμικὴ γενεὰ ἡ ἑπτάριθμος, ἡ περιστεφὴς ἐν ἀπαθείας διαδήματι, καὶ ἀΰλῳ φωτί, Θεοῦ θαμβητῶς φαιδρύνουσα, τὰς τῶν πιστῶν καρδίας καὶ καταγγέλουσα, οὐσίας Αὑτοῦ, τὸ ὑπ’ ἀνθρώπων ἀμέθεκτον, ὡς καὶ κατ’ οἰκονομίαν τῆς χάριτος τὴν μέθεξιν.
Καὶ νῦν. Τὸ ὁμόηχον ἀναστάσιμον.
Ἐν τοῖς Εἰσοδίοις τῆς Θεοτόκου τὸ τῆς ἑορτῆς, προηγουμένου τῶν Ὁσίων καὶ ἑπομένου πάλιν ὡς Καὶ νῦν· εἰδάλλως τὸ ὁμόηχον ἀναστάσιμον. Ἦχος δ΄. Θεοτοκίον.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσιν προκαταγγέλεται. Αὐτῇ καὶ ἡμεῖς, μεγαλοφώνως βοήσωμεν· χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στ΄ Ἀναστάσιμα καὶ δ΄ τῶν Ἁγίων. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἀβύσσῳ ψυχῆς, μυστικῶς κατήλθετε, στραφέντες πρὸς στηθικόν, βάθος τῆς νήψεως, σωφρόνως καὶ τὸν ὑμῶν, νοῦν ἐν πελάγει καρδίας βυθίσαντες, ὃν εἶτα ταῖς προσευχαῖς, τοῦ καταπλεῦσαι σεμνοὶ ἠξιώσατε, εἰς τὸν γαληνὸν λιμένα, θεοπτίας Ἅγιοι, τοῦ παρέχοντος κόσμῳ, δι’ ὑμῶν τὸ μέγα ἔλεος. (Δίς).
Ὢ τῆς σοὶ δοθείσης χάριτος! τοῦ Κυρίου ἑπτά, ἐστηρίχθης πνεύμασιν, ἑπτάριθμε γενεά, ἡ πολυζήλωτος· Αὐτοῦ γὰρ τὰς ἐντολάς, ὡς ἀπειργάσω ἁπάσας μετείληφας, ἀκτίνων τοῦ νοητοῦ, δικαιοσύνης Ἡλίου καὶ γέγονας, ἀγωνιζομένων τύπος, μοναστῶν καὶ πρέσβευμα, τῷ παρέχοντι κόσμῳ, δι’ ὑμῶν τὸ μέγα ἔλεος.
Ὢ τῆς συγγενοῦς καινώσεως! μετανοίας πυρί, βαπτισθέντες ἔνδοξοι, καὶ ὕδατι τῶν ὑμῶν, δακρύων Ἅγιοι, ἐξέλαμψεν τῆς Χριστοῦ, ἐντὸς ὑμῶν βασιλείας φῶς ἄκτιστον, καὶ ἄνθρωπον ἐν ὑμῖν, τὸν παλαιὸν καινουργήσαν ἐθέωσεν, ὅπερ καὶ ἡμῶν φωτῖσαι, τὰ ἐντὸς πρεσβεύσατε, τῷ παρέχοντι κόσμῳ, δι’ ὑμῶν τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Δεῦτε χαρμονικῶς μακαρίσωμεν, τοῦ Ἡσυχασμοῦ τὸ ἑπταπύργιον, τοὺς Ὁσίους ἐν αἵματι συγγενεῖς, τοὺς σπεύσαντας ἐν σώματι, περιορίσαι τὸ ἀσώματον, κινήσει ἀπλανῇ, τοῦ νοὸς καὶ κυκλικῇ· τοὺς πατάξαντας τὰς ἐπ’ ὀμφαλοῦ γαστρός, ἐμπαθεῖς κινήσεις τῆς σαρκός, ἔνθα συχνάκις ἐνεργεῖται, ὁ νόμος τῆς ἁμαρτίας· τοὺς καθάραντας τὸ ἔσωθεν τοῦ ποτηρίου, ὅπερ ἡ καρδία ἐστί· τοὺς τελωνικῶς προσευξαμένους, καὶ μὴ φαρισαϊκῶς τῷ Κυρίῳ, ὅτι οὐκ εἰς οὐρανούς, ἦραν οὗτοι τοὺς ὀφθαλμούς, ἀλλ’ ἐπὶ τὸ στῆθος τὴν κεφαλὴν ἀνέκλιναν, καὶ ἐν αὐτῷ τὸ βλέμμα συνέκλεισαν. Οὕτω καὶ τὴν εἴσω κεκρυμμένην, βασιλείαν ἐθεάσαντο Χριστοῦ, ᾯ πρεσβεύουσιν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ α΄ Θεοτοκίον τοῦ ἤχου τῆς ἡμέρας.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὑτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους Ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐν Αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὑτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὑτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μετὰ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγῃ, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, τῆς Βεροίας ἡ Ἐκκλησία· σκιρτήσατε οἱ Πιέριοι βουνοί· ἑόρταζε ἁλλόμενος ὁ Ἁλιάκμων ποταμός· χόρευε ἡ πανίερος σκήτη ἡ παρ’ αὐτόν· ὡς αὐταδέλφων ἑπτάς, τὴν χθόνα τῆς Ἠμαθίας ἐπότισεν, ἱδρῶτι τῷ ἀσκητικῷ, δακρύῳ τε καρδιακῷ, καὶ ταύτης ἡγίασεν τὸν αἰθέρα, ταῖς τῆς εὐχῆς ἀναπνοαῖς. Αὐτὴν μεγαλύνατε, τὴν σήμερον ἡμέραν, ὅτι Χριστὸν καθικετεύει, ὑπὲρ πάντων ὑμῶν.
Ἦχος β΄.
Ὡς φοιτήσαντες εἰς διδασκαλεῖα ἀρετῆς, θαμιζόμενοι τοῖς περὶ τὰ θεῖα σοφοῖς, ἐμυήθητε εἰς νοερὰν προσευχήν, ἥτις δοκισόφοις μωρία καὶ σκάνδαλον. Ἀλλ’ ὡς ὀμφαλοσκόπους οὗτοι, λοιδορήσαντες ποτὲ ὑμᾶς, τῆς ὄμφακος ἐγεύσαντο, τῆς αὐτῶν ἀβελτηρίας, ὑμεῖς δὲ Ὅσιοι θεόσοφοι, τῆς ὀμφῆς ἠκούσατε Χριστοῦ, πίνοντες ἐκ τοῦ οἶνου, τῆς θεοπτίας Αὐτοῦ, καὶ διὰ τὸ βάθος τῆς αὐτογνωσίας, ἐπήρθητε εἰς ὕψος θεογνωσίας. Ὅθεν ὡς ἐπαΐοντες, τῆς νηπτικῆς ἐπιστήμης, τοῖς πιστοῖς συνδράμετε, τοῖς βραβεύουσιν ὕμνοις, ὑμῶν τὰ παλαίσματα.
Ἦχος γ΄.
Πῶς μὴ θαυμάσωμεν τὴν σήν, πολύαθλον πολιτείαν, παναγιώτατε Γρηγόριε; Σὲ γὰρ εἴδομεν οἱ πιστοί, ἐν γενετείρᾳ σου πόλει, φιλοσόφοις ἀμιλλητῆρα, ἐν Παπικίῳ τῷ ὄρει, αἱρετικῶν αἰσχυντῆρα, ἐν Ἄθῳ ἀσκητήν, ἐν Βεροίᾳ θεόπτην, ἐν συνόδοις Ὀρθοδοξίας ἀμύντωρα, καὶ εἶτα ἐν φυλακῇ, ὑπὲρ εὐσεβείας δέσμιον, ἐν Λήμνῳ θαυματουργόν, ἐν Θεσσσαλονίκῃ Ἱεράρχην καὶ Ποιμένα, ἐν Μικρᾷ Ἀσίᾳ Ὀθωμανῶν αἰχμάλωτον, καὶ ἐν οὐρανοῖς ἐν τέλει ἀγλαόθρονον· νῦν δὲ ὁρῶμέν σε, ἐν μέσῳ ἡμῶν τιμώμενον, μετὰ τῶν σῶν οἰκείων, καὶ πρεσβεύοντα Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Μήτηρ καὶ ἀδελφοὶ τοῦ Κυρίου, πάντες οἱ ποιοῦντες τὸν λόγον Αὐτοῦ. Ὑμεῖς οὖν θεοφόρητοι, Καλλονὴ καὶ Κωνστάντιε, ἀδελφοπρεπῶς ἐξανύσαντες τὴν συζυγίαν, μετὰ τὴν ἑξάριθμον τεκνοποιΐαν, καὶ εἶτα τριβώνιον μοναχικόν περιβαλλόμενοι, τὴν τρίβον τῆς τελειώσεως πορευθῆναι ἐποθήσατε. Xιὸ καὶ τοῖς Δεσποτικοῖς προστάγμασιν ἑπόμενοι, ὁσίως ἀξιάγαστοι διχθὰ πολιτευσάμενοι, τοῖς ἀδελφοῖς τοῖς Ὁσίοις Αὐτοῦ συνηριθμήθητε, μεθ’ ὧν καὶ νῦν πρεσβεύσατε ὑπὲρ ἡμῶν μακάριοι.
Δόξα. Ἦχος πλ. α΄.
Διὰ τὴν τοῦ Λόγου οἰκείωσιν, ἑαυτοὺς ἀλλήλων ἀπεξενώσατε· διὰ τὴν συνάρμοσιν τῷ Πνεύματι, σωματικῶς μακάριοι ἐχωρίσθητε· διὰ τὴν τοῦ Θεοῦ Πατρὸς υἱοθεσίαν, πᾶσαν σχέσιν συγγενείας ἀπηρνήσασθε. Ἀλλ’ ὥσπερ τὰ τοῦ κοινοῦ, ὑπὲρ ψυχῆς ἀγῶνος ἐνηργήσατε, Θεοῦ τῆς τριαδικῆς, καὶ κοινῆς ἐνεργείας μετεσχήκατε. Ὅθεν οἱ πιστοὶ συναχθέντες, ἐπιτελοῦμεν σήμερον, τὴν μνήμην τῆς συνάξεως ὑμῶν, ὦ θεοφόροι Ὅσιοι.
Καὶ νῦν. Ἦχος ὁ αὐτός.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τόν Στίχον Ἀπόστιχα τὰ Ἀναστάσιμα καὶ τὰ ἑξῆς τῶν Ἁγίων. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Παλαμικὴ γενεά, ἡ ἐν μιᾷ φωνῇ ὡς σάλπιγξ ἑπτάστομος, τὸ εὖγμα προσενεγοῦσα, ἀδιαλείπτως Χριστῷ· χαίροις ἡ λυχνία ἡ ἑπτάφωτος, ἀκτίστου τῆς χάριτος· χαίροις τὰ πάθη τοῦ σώματος, εὐλογιστίᾳ, ἑπταπύργῳ νικήσασα· χαίροις γέφυρα, ἱκεσίας ἑπτάτοξε· πάντας τοὺς σὲ γεραίροντας, καὶ πόθῳ ζηλοῦντάς σε, ἡ πρὸς τὸν πάντων Δεσπότην, ἐν ἀσφαλείᾳ μετάγουσα, ᾯ νῦν καὶ πρεσβεύεις, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.
Χαίροις Παλαμικὴ γενεά, ἡ τὸν καρπὸν τοῦ Θείου Πνεύματος δρέψασα, ἀγάπην χαρὰν εἰρήνην, μακροθυμίαν ὁμοῦ, σὺν ἀγαθωσύνη καὶ χρηστότητι, καὶ πίστιν πραότητα, καὶ τῶν παθῶν τὴν ἐγκράτειαν· ὡς γὰρ Ἐκείνῳ, ὁμοθύμως ἐστοίχησας, τὴν ἀπόσχεσιν, ἵνα σπεύσῃς τοῦ ῥέοντος, βίου καὶ ματαιότητος, τοῦ κόσμου καὶ ἄνωθεν, τῆς βασιλείας ἁρπάγδην, συναπολαύσῃς τοῦ Κτίσαντος, ᾯ νῦν καὶ πρεσβεύεις, τοῦ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Χαίροις Παλαμικὴ γενεά, Ἀθωνιτῶν τὸ προσφιλὲς ξενοδόχημα, Πατέρων· χαίροις ὁ οἶκος, τῆς νοερᾶς προσευχῆς· χαίροις θεωρίας φροντιστήριον, καὶ πράξεως εὔτακτον, διδασκαλεῖον καὶ νήψεως, τὸ πρυτανεῖον, εὐαγὲς καὶ θεόδμητον· χαίροις ἵδρυμα, ἡσυχίας καὶ πάμπρωτον, χαίροις τὸ σοφιστήριον, σοφίας τῆς ἄνωθεν, τῆς ἐκ Θεοῦ προϊσούσης, ᾯ νῦν μὴ παύσῃ πρεσβεύουσα, πιστοὺς τοῦ φωτῖσαι, καὶ δωρήσασθαι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Ὅτε τῶν αὐταδέλφων ἡ πεντάς, εἰς Βέροιαν ἐγκαθίστατο, τοῦ ἐξουδενῶσαι τὸν ἀρχαῖον πειραστήν, τότε ὁ τῶν ἐθνῶν Ἀπόστολος, ὑποδεχόμενος αὐτῇ, μετὰ χαρᾶς ἀνεβόα· ἰδοὺ οἱ θεομάκαρες, τῶν ῥημάτων μου θεράποντες, νῦν παραγεγόνασι, τοῦ στοιχῆσαι τῷ τοῦ Κυρίου Πνεύματι, καὶ τὰ κρείττονα τῶν χαρισμάτων ζηλῶσαι, τοῦ γενέσθαι μιμηταί μου, καὶ τὰ μέλη νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς, τοῦ καθᾶραι ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ ἀναχθῆναι ἕως τρίτου οὐρανοῦ, ὥσπερ κἀγὼ τὸ πάλαι, καὶ καταυγασθῆναι τῷ φωτὶ τῆς θεότητος, τοῦ τελειῶσαι τὸν ἀγῶνα τὸν καλόν, καὶ τῆς δικαιοσύνης κομίσασθαι τὸν στέφανον, καὶ οὕτω ἀναφανῆναι, τῶν εὐγενεστέρων εὐγενέστεροι· αὐτοὺς καὶ ἡμεῖς, ἐπαξίως μακαρίσαντες, οὕτω καθικετεύσωμεν· Ὅσιοι αὐτάδελφοι, οἱ κατὰ πνεῦμα ὁμόθυμοι, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τὸ β΄ Θεοτοκίον τοῦ ἤχου τῆς ἡμέρας.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκια.
Τὸ Ἀναστάσιμον τῆς ἤχου τῆς ἡμέρας.
Δόξα τῶν Ἁγίων. Ἦχος δ΄. Σήμερον τῆς εὐδοκίας.
Χαίροις ἡ Παλαμικὴ γενεὰ ἡ ἑπτάριθμος, ἡ περιστεφὴς ἐν ἀπαθείας διαδήματι, καὶ ἀΰλῳ φωτί, Θεοῦ θαμβητῶς φαιδρύνουσα, τὰς τῶν πιστῶν καρδίας καὶ καταγγέλουσα, οὐσίας Αὐτοῦ, τὸ ὑπ’ ἀνθρώπων ἀμέθεκτον, ὡς καὶ κατ’ οἰκονομίαν τῆς χάριτος τὴν μέθεξιν.
Καὶ νῦν. Τὸ ὁμόηχον Ἀναστάσιμον.
Ἐν τοῖς Εἰσοδίοις τῆς Θεοτόκου, τὸ τῆς ἑορτῆς, προηγουμένου τῶν Ὁσίων καὶ ἑπομένου πάλιν ὡς Καὶ νῦν· εἰδάλλως τὸ ὁμόηχον ἀναστάσιμον. Ἦχος δ΄. Θεοτοκίον.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσιν προκαταγγέλεται. Αὐτῇ καὶ ἡμεῖς, μεγαλοφώνως βοήσωμεν· χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ  
Μετὰ τὴν α΄ Στιχολογίαν, Καθίσματα τὰ Ἀναστάσιμα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Αὐτοδέσποτος παθῶν, ἔνδοξοι Ὅσιοι Χριστοῦ, λογισμὸς ὁ εὐσεβής, ὑμῶν ἐφάνη ἀληθῶς, ὡς τῶν ἑπτὰ νεανίσκων τῶν Μακκαβαίων, ὅτι δι’ αὐτοῦ ἐνικήσατε, κόσμον καὶ δεινοῦ, κατελύσατε, τὴν τυραννίδα δράκοντος τυράννου, καὶ ἀντεφιλοσοφήσατε, αὐτῷ λιμένα, τῆς εὐσεβείας, ὀχυρώσαντες πίστει.
Δόξα. Ὅμοιον.
Ὡς ἐνήθλησας καλῶς, ἐν τῇ εὐάνδρῳ καὶ κλειτῇ, Θεοδόσιε σεμνέ, σκήτῃ Βεροίας ποταμός, ἐκ τῆς κοιλίας σου μέγας ἐῤῥύη ζῶντος, ὕδατος σαφῶς, ὁσιώτατε, ᾧπερ ἀληθῶς, ὁ ἁλίδρομος, οὐχ ἱκανώθη τότε Ἁλιάκμων, ἀνθαμμιλήσασθαι πάντιμε, διὸ καρδίαν, πιστῶν διψῶσαν, τοῦ ἐλέους κατάρδευσον.
Καὶ νῦν. Ὅμοιον.
Ὡς γονέων ἀρωγός, καὶ τῶν τεκνίων βοηθός, ὡς προστάτις μοναστῶν, παραμυθία τε χηρῶν, καὶ ὀρφανῶν Θεοτόκε κηδεμονία, τῷ Παλαμικῷ, οἴκῳ Δέσποινα, τῷ πανευσεβεῖ, ἀναδέδειξαι, ὅτι πρὸς Σὲ ἀνέτεινον παλάμας, ἱκετηρίους Κωνστάντιος, καὶ οἱ οἰκεῖοι, αὐτοῦ ἐλπίδας, εἰς Σὲ ἀνατιθέμενοι.

Εἶτα τά συνήθη τῆς Κυριακῆς.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς. Ἑπτάπυρε λύχνε, φώτισόν μου τὸ σκότος. Στυλιανοῦ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἑπτάριθμον σύλλογον, ὃν ἀγχιστείᾳ καὶ αἵματι, συνέστησεν Κύριος, οἱ κατὰ σάρκα Αὐτοῦ, ἀγχιστεύοντες, ὑμνήσωμεν προφρόνως, αὐτοῦ μακαρίζοντες, τὴν θείαν ἄθλησιν.
Παλάμας καὶ ὄμματα, καὶ τὴν καρδίαν ἐξέτεινες, πρὸς Κύριον Ὅσιε, τῆς βασιλείας Αὐτοῦ, ἐφιέμενος, Κωνστάντιε τρισμάκαρ, καὶ θείας γλιχόμενος, μακαριότητος.
Τὸ κάλλος τὸ ἅγιον, τοῦ ἡμετέρου φυράματος, ἰδοῦσα ἀοίδιμε, ἐν τῷ προσώπῳ Χριστοῦ, ἐκαλλώπισας, ὦ Καλλονὴ ψυχήν σου, Αὐτῷ ὡς ὁδεύουσα, πρὸς καθ’ ὁμοίωσιν.
Θεοτοκίον.
Ἁγίων τὰ ἅγια, ὥσπερ τοῦ μάννα διάδοχον, καὶ πλάκα θεόγραπτον, τὸν Νομοθέτην Χριστόν, Μῆτερ φέρουσαν, καὶ χάριν ἀντί νόμου, ἐν κόσμῳ εἰσάγουσαν, Σὲ ὑπεδέχθησαν.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Πυρσεύσαντες κόσμῳ τοῦ ἀγῶνος, κραυγὴν ὑπὲρ πίστεως Χριστοῦ, δόξης ὑπερεμάχησαν, ἀκτίστου τῆς θεότητος, ἣν ὡς Μεταμορφώσεως, φῶς ἐθεῶντο οἱ Ὅσιοι.
Ὑπόπλεως Ὅσιε ὑπῆρξας, δακρύων θερμῶν τοὺς ὀφθαλμούς, δι’ ὧνπερ κατεπόντισας, παθῶν ὑπογαστρίων σου, τὴν στρατιὰν Μακάριε, ἐν τῷ βυθῷ μετανοίας σου.
Ῥυθμίσας ὡς ἢδη ἐν ἑβδόμῃ, ἡμέρᾳ τῆς κτίσεως καλῶς, τὰ τῆς ὀγδόης ἅπαντα, ἕτοιμος δι’ ἀθλήσεως, μετέστης Θεοδόσιε, πρὸς βασιλείαν ἀνέσπερον.
Θεοτοκίον.
Ἐλέους τὴν θύραν ἄνοιξόν μοι, Παρθένε εἰσάγουσα κἀμέ, εἰς οἰκτιρμῶν Ἁγίων Σου, τὰ Ἅγια καὶ θρέψον με, τὸν νήπιον ἑδέσματι, πνευματικῷ τῆς Σῆς χάριτος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἑπταπλάσιον κάμινον τῆς σαρκός, καὶ φλογόεσσαν ἔξαρσιν τῶν παθῶν, ἐσβέσατε ὕδατι, δακρυῤῥόων σεβάσμιοι, τῶν ὀφθαλμῶν ὑμῶν ὅτε θείου τοῦ ἔρωτος, ἐν τῇ καρδίᾳ ἧψεν ὑμῶν ἡ μετάνοια, πῦρ μετασκευάζον, ἁμαρτίας τὸ καῦμα, εἰς δρόσον τοῦ Πνεύματος, καὶ εἰς φῶς ἁγιότητος, τὸ ἐσώτερον ἔρεβος· ὅθεν δυσωποῦμεν ἡμῖν, θεϊκοῦ ἐλέους ἐπομβρίσατε, τὸν ὑετὸν θεοφόροι, ἑπτάριθμοι Ἅγιοι.
Δόξα. Ὅμοιον.
Κυκλικῇ μετὰ πόνου στροφῇ νοός, διὰ μέσου καρδίας πρὸς ἑαυτόν, σαφῶς οὐκ ἐξέτεινας, εἰς κενὸν τοῦτον Ὅσιε, ἀλλ’ ἑαυτὸν καινὸν τοῦ θεάσασθαι ἔτυχες. Οἱ δὲ ὡς ἀνοήτως σοφίαν προκρίναντες, κόσμου ἐμπεσόντες, εἰς Θεοῦ ἀγνωσίας, ἀβύσσους οὐκ ᾔδεισαν, ὅτι γόνασιν ἤρειδεν, κεφαλὴν προσευχόμενος, καὶ εἰς ἑαυτὸν καὶ Θεόν, ὁ Θεσβίτης νοῦν φιλοπονώτερον, ὡς ἀμφιπόλως συνάγων, Γρηγόριε ἔνδοξε.
Καὶ νῦν. Θεοτοκίον.
Εἰς Ἁγίων τὰ Ἅγια Ἀγαθή, ὡς εἰσῆλθες μητέρα Σὲ Ἑαυτοῦ, γενέσθαι ἐσκεύαζεν, καὶ ναὸν Αὐτοῦ ἔμψυχον, Πατρὸς Ἀνάρχου Λόγος Θεὸς ὁ Πανάγιος, Ὃς σαρκωθεὶς ἀσπόρως ἐν μήτρᾳ Σου Πνεύματος, Θείου ἐνεργείᾳ, πάσης ἁγιωτέραν, Παρθένε τῆς κτίσεως, Σὲ κατέστησεν Ἄχραντε, καὶ σαφῶς ἐπουράνιον, πύλην σωτηρίας βροτῶν, καὶ ἐλέους θύραν Παναμώμητε, τοῖς εὐσεβῶς προσκυνοῦσιν, τὸν τόκον Σου Δέσποινα.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Λανθανόντως διαιτᾶσθαι, θεοφόροι βουλόμενοι, τῶν ἡσυχαζόντων, ἱερῶς τοῖς ἴχνεσιν οἴκοθεν, ἠκολουθήσατε τύρβην τὴν ἐγκόσμιον, ἀποθέμενοι, καὶ τῶν ῥεόντων τὴν μέριμναν.
Ὑπωπίαζες τὸ σῶμα, παιδιόθεν ὡς ἴσχουσα, μῆτερ Θεοδότη, πᾶσαν τῶν παθῶν ἐπανάστασιν, γενναιοφρόνως παρθένε καὶ συνέκραζες, τοῖς ὁμαίμοις σου· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Χαρισμάτων τῶν κρειττόνων, ἠξιώθης Ἐπίχαρι, ἤτοι ἀπαθείας, καὶ τῆς τελευτῆς σου προγνώσεως, καὶ ἐπιλάμψεως θείας ἐπιχάριτε, καὶ θεώσεως, ὥσπερ ἐπώνυμος χάριτος.
Θεοτοκίον.
Ναοφόρε ζωαρχίας, ὡς ναὸς Λόγου ἔμψυχος, ἐν τοῖς τῶν Ἁγίων, τοῦ πανακηράτου Σου σώματος, ἁγιωτέροις τουτέστιν ἐν τῇ μήτρᾳ Σου, τὸν ἀχώρητον, Θεὸν Παρθένε ἐβάστασας.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐξέστη τὸ πλήρωμα, τῆς Ἐκκλησίας Ὅσιοι· ὡς γὰρ ἐκ τοῦ σκότους ἀνεκλήθη, τοῦ ἐσωτέρου, ὁ ἐν ὑμῖν παλαιός, Ἀδὰμ κρατιστεύσας τῆς φθορᾶς, καὶ παθῶν μακάριοι, διαῤῥήξας τὰ δέσμια.
Φυλάξας τὸ πνεῦμά σου, βαρυθυμίας ἄδεσμον, ὅτε ἐν εἱρκτῇ ἐφυλακίσθης, ἔγνως τὸν λόγον, μὴ δεδεμένον Θεοῦ, διὸ οὖν Γρηγόριε ἑπτά, λόγοις σου ἀπήλασας, Ἀκινδύνου τὸν κίνδυνον.
Ὠχρίαζον Ἅγιε, οἱ δυσσεβεῖς ὁρῶντές σε, λόγον ἀληθείας ἐν συνόδοις, ὀρθοτομοῦντα, Χριστοῦ καὶ θείων φωνῇ, Πατέρων διδάσκοντα Θεοῦ, μεθεκτὴν ἐνέργειαν, τὴν δὲ φύσιν ἀμέθεκτον.
Θεοτοκίον.
Τὸ Σὸν ἀειπάρθενον, ἐν τῇ εἰσόδῳ ἅπαξ τε, μόνου εἰς τὰ Ἅγια Ἁγίων, Ἀρχιερέως, προετυπώθη Ἁγνή, ὡς πρῶτον καὶ μέγαν ἱλασμῶν, Ἀρχιθύτην Κύριον, ὑπεδέξω ἐν μήτρᾳ Σου.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰσχνῇ σαρκὶ διαιτώμενοι, ἀσάρκοις ἀντισχύσατε δαίμοσιν, ἐν ἀσθενείᾳ γὰρ, ὑμῶν τῆς φύσεως Ὅσιοι, ἐτελειώθη ὄντως, Θεοῦ ἡ δύναμις.
Σποράδην οὐ διεσκόρπισας, συνεῖλες μᾶλλον νοῦν δὲ πρὸς σπείραντα, σπόρον Κωνστάντιε, ἁγιασμοῦ ἐν καρδίᾳ σου, ὃς ἑκατονταπλασίως, ἐκαρποφόρησεν.
Ὁρμῖσαι μῆτερ κατώρθωσας, ὁλκάδα τῆς ψυχῆς σου πρὸς εὔδιον, λιμένα νήψεως, ἣν Καλλονὴ καὶ διηύθυνεν, οἰακοστρόφος ἔρως, Χριστοῦ Νυμφίου σου.
Θεοτοκίον.
Ναὸς Θεοῦ Σολομώντειος, προέφησεν Παρθένε ὡς εἶδέν Σε, πρὸ τῶν πυλῶν αὐτοῦ· νόμου σκιὰ παρελεύσεται, ὡς διὰ Σοῦ ἡ χάρις, Θεοῦ ἐλεύσεται.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐπεπόθησας ποτὲ τὰ ἐπουράνια, τὸν νοῦν ἐπτέρωσας εἰς ὕψος ἀνυπέρβατον, θεοπτίας καὶ καθάρσεως ἠξιώθης, φωτισμοῦ τε καὶ θεώσεως ἑπτάριθμε, γενεὰ Παλαμικὴ διὸ σοὶ κράζομεν· θεοφώτιστε, χαῖρε οἷκε τῆς χάριτος.
Ὁ Οἶκος.
Ἄναξ ὁ τῶν ἀνάκτων, γεννητόρων καὶ τέκνων, ἑπτάριθμον ηὐλόγησεν οἶκον, ὁσίων ἀσκητῶν ἐν λαμπρᾷ, καὶ ἀνάσσῃ πόλει ὃς Αὑτοῦ ἅπαντα, καλῶς ἐπαλαμήσατο, ἐντάλματα πρὸς ὃν βοῶμεν·
Χαῖρε, ὁ οἶκος τῆς ἡσυχίας·
χαῖρε,  ὁ οἶνος τῆς ἐγκρατείας·
Χαῖρε, γενεὰ θεωρίας καὶ πράξεως·
χαῖρε,  ἡ ἑπτὰς μυστικῆς ἀναβάσεως·
Χαῖρε, ὅτι ἀνεσκεύσασας πάθη τὰ ψυχοβλαβῆ·
χαῖρε,  ὅτι καὶ ἀνέλαβες πάλην τὴν ψυχωφελῆ·
Χαῖρε, ὡς ἀπηρνήσω τὴν φιλότητα κόσμου·
χαῖρε,  ὡς ἐξηρνήσω τὴν φαυλότητα βίου·
Χαῖρε, πιστῶν ὁ ἵκτης πρὸς Κύριον·
χαῖρε,  νοὸς ἡ ἴτυς πρὸς ἔνδοθι·
Χαῖρε, φωτὸς ἡ ἑπτάχρωμος ἶρις·
χαῖρε,  χορὲ ἐν τῇ νήψει ὁ ἴδρυς·
Χαῖρε, οἶκε τῆς χάριτος.

Συναξάριον, τοῦ Μηναίου, καὶ εἶτα τό·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν Ὁσίων γεννητόρων καὶ ἀδελφῶν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Παλαμᾶ, Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Θαυματουργοῦ, ἤτοι τῶν μὲν Κωνσταντίου καὶ Καλλονῆς, τῶν δὲ Μακαρίου, Θεοδοσίου, Θεοδότης καὶ Ἐπιχάριτος.
Ταῖς αὐτῶν ἁγίας πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Μελανείμονες, τὸν ἔξω καὶ λευχείμονες, τὸν ἔσω ἄνθρωπον, ὡς ἀμπεχόμενοι φῶς, Χριστοῦ θεοείκελοι ἐπετηδεύσατε, πένθος ἅγιον, κατὰ Θεὸν εἰς κάρπωσιν, εὐφροσύνης αἰωνίου.
Ὁμοιότροπος, γενόμενος Μακάριε, τοῖς συγγενέσι σου, ἦρας ἐπ’ ὤμων σταυρόν, τὸν σὸν μεθ’ ὧν Ὅσιε καὶ ἠκολούθησας, τῷ καλέσαντι, λυτρωτικῶς τὸ ὅμοιον, τῷ ὁμοίῳ θεοφόρε.
Ὑπνουμένου σου, ἠγρύπνει ἡ καρδία σου, καὶ οὐκ ἐπαύετο, τῆς νοερᾶς προσευχῆς, σεμνὲ Θεοδόσιε, ὥσπερ τῆς νήψεως, ἐργαστήριον, ἀδιαλείπτως Ὅσιε, δεομένη τοῦ Κυρίου.
Θεοτοκίον.
Τὸ ἱέρωμα, Θεῷ διὰ τὴν τέκνωσιν, τὴν Σὴν Πανάχραντε, Μῆτερ ἐγένου τῶν πρίν, ἀτέκνων γονέων Σου, ὅθεν τριέτη Σε, ὑπεδέξαντο, τὰ τῶν Ἁγίων Ἅγια, τοῦ Ναοῦ τοῦ Σολομῶντος.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Οἵα γεννητόρων ὡς εἰκότως, τοιαύτη καὶ γεννημάτων ἡ εὐσέβεια, ἐν ὑμῖν ἑπτάριθμοι· ὅθεν ἡγιάσθητε, ὡς πανοικεὶ τῷ σέβεσθαι προσκαρτερήσαντες, Γεννήτορα τὸν Ἄναρχον φόβῳ, σὺν Αὐτοῦ τῷ Λόγῳ, καὶ Πνεύματι τῷ Θείῳ.
Σκῦλα τὰ τῆς νίκης ὡς κατῆλθες, πρὸς πάλην ᾅδου παθῶν ὥσπερ πρωτόλεια, ἀνελθοῦσα ἔλαβες, ἐπαξίως Πνεύματος, τὰς ἀρετὰς καὶ χάριτας ὧνπερ Ἐπίχαρι, νοὸς τῇ ἁρπαγῇ ἐστερήθη, καὶ ἰσοθεΐας, τῷ ψεύδει ἡ Προμήτωρ.
Κόρῳ τῶν ἁγίων σου δακρύων, γαστρός τε τῇ ἀκορίᾳ ὦ πανόλβιε, ἀκορέστως χάριτος, καὶ χαρᾶς κεκόρεσαι, τῆς ἀληθοῦς καὶ θείας τε μακαριότητος· διὸ καὶ ὁ λαὸς τοῦ Κυρίου, ὕμνοις σὲ γεραίρει, προφρόνως Θεοδότη.
Θεοτοκίον.
Οἶκον Ἑαυτῇ ἐν τῇ γαστρί Σου, Σοφία ἡ ἐνυπόστατος Πανάχραντε, ὕλῃ ὠκοδόμησεν, τῶν ἁγνῶν αἱμάτων Σου, διὰ τοῦ Θείου Πνεύματος ἐργολαβήσαντος, ἀσπόρως τὴν ἐνσάρκωσιν Κόρη, καὶ κατ’ εὐδοκίαν, Πατρὸς τοῦ Ἀρχιτέχνου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τῆς Παλαμικῆς, φωνῆς τοῦ ἀκέοντος ἀλλ’ ὑπερκύδαντος, οἴκου ἀκουσώμεθα, τῆς παραινούσης τοὺς ματαιόφρονας, ταῖς φιλαμάρτοις ἕξεσιν τοῦ ἀποτάξασθαι, καὶ ταχέως, ἀνανῆψαι δάκρυσι, τοὺς πολλὰ τῷ Χριστῷ ἁμαρτήσαντας.
Ὄμματα ψυχῆς, τῆς σῆς καὶ τοῦ σώματος μετεμορφώθησαν, ὅτε φῶς ἀΐδιον, Τριάδος θεῖον ἄϋλον ἄκτιστον, ὅλον ἐν σοὶ τὸν ἄνθρωπον μάκαρ Γρηγόριε, ὑπὲρ πᾶσαν, Ἅγιε λαμπρότητα, τοῦ ἡλίου ποτὲ περιέλαμψεν.
Σὺν τοῖς ἀδελφοῖς, τοῖς σοῖς τοῖς ὀπίσω σου ἀκολουθήσασιν, ἔσχες συνοδεύουσαν, τὴν εὐδοκίαν τῶν γεννητόρων σου, τὴν τῆς εὐχῆς θεμέλια ἐν σοὶ στηρίζουσαν, ὅτε πάλαι, ἔνδοξε Γρηγόριε, ἐν Βεροίᾳ ὁσίως ἠσκήτευσας.
Θεοτοκίον.
Σῶσον τὸν λαόν, Θεοῦ καὶ ἀπήμαντον σχισμάτων τήρησον, τοῦ Χριστοῦ τὸ ποίμνιον, Παρθενομῆτορ τοῦ Ἀρχιποίμενος, καὶ τοὺς βαρεῖς αἱρέσεων λύκους ἐδίωξον, ἡ ἐν μήτρᾳ, ὡς ἀμνὰς βαστάσασα, τὸν Ἀμνὸν ἁμαρτίας τὸν αἴροντα.

Ἐξαποστειλάρια. Τὰ ἀναστάσιμα τῆς ἡμέρας καὶ τὰ ἑξῆς.Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Εἰς ὕψος ἑπταούρανον, ἀνήλθετε θεώσεως, ὡς παμφαεῖς καὶ φωσφόροι, τῆς Ἐκκλησίας ἀστέρες, λάμποντες νῦν ἑπτάφωτοι, ἐν φωτὶ τῆς θεότητος, ἐνυποστάτῳ Ὅσιοι, τῷ μεθεκτῷ παρ’ ἀξίων, καὶ θεολόγοις ἀκτίστῳ.
Θεοτοκίον.
Εἰσῆλθες εἰς τὰ Ἅγια, Ἁγίων ἵνα σάρκωσιν, ἱερουργήσῃς τοῦ Λόγου, ἐν τῇ γαστρί Σου Παρθένε· ὡς γὰρ εἰς πῦρ θεότητος, ὁλοκαύτωμα ἄφλεκτον, δέδοται ἡ καρδία σου, καὶ ὡς θυσία εἰρήνης, ἐκ σοῦ βροτῶν ἡ οὐσία.

Εἰς τοὺς Αἴνους. Τά Ἀναστάσιμα καὶ τά ἑξῆς. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις ἡ πλουτήσασα, ἐν θησαυρῷ ἀσυλήτῳ, γενεὰ ἑπτάριθμε, νηπτικῶς ἡ δρέψασα ὁσιότητα, ὡς καρπὸν Πνεύματος, ἀσαπῆ κηπείᾳ, ἀρετῶν καὶ τὰ δοθέντα σοι, παρὰ τοῦ Κτίσαντος, πολλυπλασιάσασα τάλαντα, δι’ ὧνπερ καὶ τὴν μένουσαν, ἐν τῇ ὀψωνίᾳ τῆς χάριτος, βρῶσιν εἰς αἰῶνας, καλῶς ἐπεσιτίσω καὶ τῆς σῆς, ἐν τῷ Χριστῷ σωτηρίας σου, οὕτω συναπήλαυσας.
Δεῦτε ἀνυμνήσωμεν, τὴν εὐσεβῆ συνωρίδα, Καλλονὴν Κωνστάντιον· οὗτοι γὰρ ποθήσαντες ὡς εὐθύωροι, μοναστῶν δίχαδε, πορευθῆναι τρίβον, συζυγίαν ἀντηλλάξαντο, θείας συζεύξεως, καὶ πνευματικῆς τελειώσεως· διὸ ἀπαρνησάμενοι, πᾶσαν ἡδονὴν τὴν τοῦ σώματος, ἤρθησαν εἰς ὕψος, οὐράνιον οἱ Ὅσιοι Χριστοῦ, ὥσπερ παθῶν ὑπερκείμενοι, οἱ ἀξιεπαίνετοι.
Δεῦτε ἐπαινέσωμεν, τὴν τῆς Βεροίας τὴν χθόνα, δάκρυσιν ποτίσασαν, καὶ ὑνίει Πνεύματος γεωργήσασαν, τὴν ψυχῆς ἄρουραν, ἀδελφῶν πεντάδα, μακαρίαν τὴν ἀρδεύσασαν, αὐτὴν ἐν δάκρυσι, καὶ τὴν τῶν παθῶν βοτανίσασαν, ἐν νήψει τὰ ζιζάνια, καὶ καθάπερ δένδρον εὐσκίαστον, σκήτην μοναζόντων, τὴν εὔανδρον βλαστήσασαν Χριστοῦ, τὰς ἐντολὰς τοῦ ἐργάσασθαι, πρὸς ἐλέους κάρπωσιν.
Μύστης τῆς θεώσεως, καὶ ἰθυντὴρ ἀπαθείας, ἡσυχίας πρόμαχος, νήψεως διδάσκαλος καὶ πανάριστος, μοναστῶν σύμβουλος, καὶ φωτὸς ἀκτίστου, προβολεὺς καὶ σκήτης ἔφορος, Παναγιώτατε, ὤφθης τῆς Βεροίας Γρηγόριε, ὡς θείοις σου συγγράμμασιν, καὶ τοῖς ἱεροῖς σου παλαίσμασιν, ὑπὲρ θεωρίας, καὶ πράξεως δογμάτων τοῦ Χριστοῦ, τὴν ἀληθῆ καὶ Ὀρθόδοξον, πίστιν διετράνωσας.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὁσίων ὁμαίμων ἡ ἑπτάς, ὡς ἑαυτῇ λοξεύσασα πλάκας χοϊκάς, καρδίας ἐν αἷς, ὁ θεῖος ἀνεγράφη, νόμος ἀνέβη, εἰς τὸ ὄρος θεοπτίας, καὶ τὸ μυστήριον τῆς θεογνωσίας, σαφῶς παρέλαβεν δι’ ἐγκρατείας, ἣν εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· ὦ οἶκε Παλαμικέ, γενεὰ ἀθληφόρων, γεννητόρων καὶ τέκνων, λυχνία ἑπτάφωτε, τῆς θεωρίας καὶ πράξεως, τῆς μυστικῆς εὐχῆς τὸ ἀδιάπαυστον στόμα, ἰσαγγέλου ὑπόδειγμα πολιτείας, τὸ κάτοπτρον φώτων τῆς Τριάδος, Βεροίας τὸ σέβασμα, Ὀρθοδόξων κραταίωμα, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Ὑπερδεδοξασμένη ὑπάρχεις...

Μεγάλη Δοξολογία.